In Hippocratis Epidemiarum I

Galen

Galen, In Hippocratis Epidemiarum I

Ἡ δέρματος ἀραιότης, ἡ κοιλίης πυκνότης, ἡ δέρματος ξύνδεσις, ἡ σαρκῶν αὔξησις. ἡ κοιλίης νάρκωσις, ἡ τῶν ὅλων σύγχυσις· ἡ τῶν ἀγγείων ἀκαθαρσία, ἡ ἐγκεφάλου ἀνάλωσις, διὸ καὶ φαλακρότης· ἡ τῶν ὀργάνων τρίψις.

Ἔνιοι μὲν ἡγοῦνται κατάλογον εἶναι τῶν γνωστέων τοῖς ἰατροῖς. φαίνεται δὲ μᾶλλον ἐν συζυγίᾳ λελέχθαι τινὰ τῶν

2
ἐζευγμένων ἀλλήλοις πραγμάτων καὶ πρώτη μὲν εἰρῆσθαι συζυγία, καθ’ ἥν φησιν ἡ δέρματος ἀραιότης, ἡ κοιλίης πυκνότης. ἔνιοι γὰρ διὰ τοῦτο πυκνὴν ἔχουσι τὴν κοιλίαν, τουτέστιν ἐπεχομένην τε καὶ στεγνὴν, ὅτι διὰ τοῦ δέρματος ἐκκενοῦται πολλά. καθάπερ αὖ πάλιν ἕτεροι δυσδιαφόρητοι κατὰ τὴν ἐπιφάνειαν ὄντες οὐροῦσί τε πολλὰ καὶ διαχωροῦσι κάτω. ἑτέρα δὲ πάλιν ἐφεξῆς γέγραπται συζυγία, ἡ δέρματος σύνδεσις, ἡ σαρκῶν αὔξησις, ἔνθα δηλοῦται τὴν συναγωγὴν καὶ σφίγξιν τοῦ δέρματος αἰτίαν γίνεσθαι πολλάκις ἀμέτρου σαρκῶν αὐξήσεως. ἄλλη δὲ ταύτης ἐχομένη συζυγία γέγραπται κατὰ τήνδε τὴν λέξιν. ἡ κοιλίης νάρκωσις, ἡ τῶν ὅλων σύγχυσις. νάρκωσιν δ’ ἀκούσωμεν τὴν περὶ τὸ πέττειν τὰς τροφὰς ἀῤῥωστίαν τῆς γαστρὸς, ἁπάντων δὴ ταύτην τῶν κατὰ τὸ σῶμα παθῶν αἰτίαν γίνεσθαι. τὸ δ’ ἐφεξῆς εἰρημένον, ἡ τῶν ἀγγείων ἀκαθαρσία, δύναται μὲν καὶ ταύτῃ τῇ συζυγίᾳ συνάπτεσθαι. τὸ γὰρ μὴ καλῶς πεφθὲν ἐν τῇ γαστρὶ τῆς τῶν ἀγγείων ἀκαθαρσίας πολλάκις αἴτιον γίνεται. δύναται
3
δὲ καὶ χωρὶς τοῦ συνάπτεσθαι τῇ ναρκώσει τῆς κοιλίας ἀκούεσθαι τῆς κατὰ τὰς φλέβας μοχθηρᾶς πέψεως, ἵν’ ὥσπερ ἡ κατὰ τὴν γαστέρα πέψις οὐ καλῶς ἐπιτελουμένη πολλὰ συγχεῖ καθ’ ὅλον τὸ ζῶον, οὕτω καὶ ἡ κατὰ τὰς φλέβας ἀποτυγχανομένη πρῶτον μὲν ἀκαθαρσίαν ἐν ταῖς φλεψὶ ποιεῖ, τουτέστι μοχθηρῶν χυμῶν πλεονεξίαν, εἶτα δὴ καὶ βλάβην μεγάλην, ὥστε τὸ μεταξὺ τῆς τε κοιλίας νάρκωσις καὶ τοῦ τῶν ἀγγείων ἀκαθαρσία κοινὸν ἀμφοῖν εἶναι, ὅπερ αὐτὸς ὠνόμασε τῶν ὅλων σύγχυσιν. τὸ δ’ ἐφεξῆς εἰρημένον ἡ ἐγκεφάλου ἀνάλωσις, διὸ καὶ φαλακρότης, ἐμοὶ μὲν δοκεῖ τοιόνδε τι δηλοῦν, ὅταν ὁ ἐγκέφαλος ἐλάττων ἑαυτοῦ γένηται κατὰ πολὺ, συμβαίνει δὲ τοῦτο τοῖς ξηρότερον αὐτὸν ἔχουσι φύσει, τότ’ ἀφίσταται τῶν ὑπερκειμένων ὀστῶν, ἃ καλοῦσιν οἱ ἀνατομικοὶ βρέγματα. ἔστι δὲ δύο ταῦτα, περιγραφόμενον ἑκάτερον δὲ εὐθείαις γραμμαῖς τέτταρσι, μία μὲν τῇ κατὰ τὸ μῆκος ῥαφῇ, κοινῇ οὔσῃ ἀμφοτέροις τοῖς ὀστοῖς, ὄπισθεν δὲ ταῖς πλευραῖς τοῦ λαμβδοειδοῦς, ἔμπροσθεν δὲ ταῖς τῆς στεφανιαίας, ἑκατέρωθι
4
δὲ ταῖς λεπιδοειδέσι. τῶν δ’ ἄλλων μερῶν τοῦ κρανίου μάλιστα μὲν οὐδ’ ἀφίσταται πλέον ὁ ἐγκέφαλος, εἰ δὲ καὶ ἀποσταίη ποτὲ, διὰ γοῦν τὰς ὑποκειμένας τοῖς ὀστοῖς τὰς σάρκας οὐκ ἀπόλλυται παντάπασιν ἡ τοῦ δέρματος ὑγρότης, ὡς οὐδὲ τρίχες. ἐμάθετε γὰρ ἐν τοῖς περὶ κράσεων ὑπομνήμασι μήτ’ ἐκ τοῦ ἐνυγροῦ δέρματος φύεσθαι τρίχας μήτ’ ἐκ τοῦ ξηρανθέντος σφοδρῶς. ὑγρὸν μὲν οὖν ἐστι τὸ περὶ τὴν κεφαλὴν δέρμα παισὶ καὶ γυναιξὶ καὶ τοῖς εὐνούχοις, ξηρὸν δ’ ἀμέτρως τοῖς φαλακροῖς. ὅτι δὲ ἐγκέφαλος ἐπὶ μὲν τῶν νέων ψαύει τοῦ κρανίου, μαλακὸς ὢν καὶ ὑγρὸς ἅπασάν τε τὴν ἔνδον εὐρυχωρίαν κατείληφε, τοῖς γηρῶσι δ’ ἀφίσταται, ξηραινόμενός τε καὶ συνιζάνων, ἐθεάσασθε πολλάκις ἐν ταῖς τῶν ζώων ἀνατομαῖς. νυνὶ δ’ οὐκ ἀπόδειξις πρόκειται γράφειν τῶν Ἱπποκράτους δογμάτων, ὅτι μὴ παρ’ ἔργον, ἀλλ’ ἐξηγεῖσθαι τὴν ἀσαφῆ λέξιν, ἅμα δὲ τῷ διὰ κεφαλαίων ἐνίοτε τὰς αἰτίας προστιθέναι κατὰ τὴν ἀκολουθίαν τῶν ἀποδεδειγμένων δογμάτων. ὅτι δ’ ἀνάλωσιν ἐγκεφάλου τὴν τελείαν ἀπώλειαν, ὡς ἐκδαπανηθῆναι παντάπασιν
5
αὐτὸν, οὐδ’ ἐπινοῆσαι δυνατὸν ἐν ζῶντι ζώῳ γενέσθαι παντὶ πρόδηλον. καὶ μὴν εἰ μὴ τοῦτο, λείποιτ’ ἂν ἀκούειν ἀνάλωσιν ἐγκεφάλου τὴν μείωσιν, ἣν διὰ ξηρότητα γίνεσθαι τοῖς φαλακρουμένοις ἔφην, ὥστε τὰ τοῦ βρέγματος ὀστᾶ χαυνότερα καὶ ἁπαλώτερα τῶν ἄλλων ὄντα καὶ ἄνωθεν ἐπικείμενα γίνεσθαι ξηρὰ διὰ τὴν ἔνδειαν τοῦ ἐγκεφάλου, μηκέτ’ ἐξικνουμένου πρὸς αὐτὰ μήτ’ ἅπτεσθαι δυναμένου. συνιζάνει τε γὰρ καὶ καταπίπτει ταπεινούμενος ἐπὶ τὴν ἑαυτοῦ βάσιν. ἀκόλουθον δέ ἐστι τοῦ ὀστῶν τούτων ξηρανθέντων ξηραίνεσθαι καὶ τὸ περιτεταμένον αὐτοῖς δέρμα καὶ φαίνεταί γε καὶ αὐτῇ τῇ αἰσθήσει πάνυ ξηρὰ ἐπὶ τῶν φαλακρῶν, ὡς μηδὲ δεῖσθαι ἀποδείξεως λογικῆς. ὅταν γε μὴν ἐπὶ πλέον τύχῃ ξηρανθεὶς ὁ ἐγκέφαλος, ὡς ἐπί τινων ἐν ἐσχάτῃ γήρᾳ συμβαίνει καὶ τὰς τῶν νεύρων ἐκφύσεις ἀναγκαῖον ἀποξηραίνεσθαι τηνικαῦτα. διὰ τοῦτο μήθ’ ὁρᾷν ὁμοίως ἐστὶ μήτ’ ἀκούειν μήτ’ ἄλλο τι τοῦ κατὰ τὰς αἰσθήσεις ἢ τὰς καθ’ ὁρμὴν κινήσεις ἐῤῥωμένως ἐπιτελεῖν, ἀλλ’ ἔκλυτα πάντα καὶ ἀμυδρὰ καὶ ἄῤῥωστα γίγνεται
6
τὰ κατὰ ταύτας ὄργανα, δι’ ὧν ἐπετέλουν τὸ πρότερον, ὅπερ εἰκὸς αὐτὸν ὠνομακέναι κατάτριψιν ὀργάνων ἐκ μεταφορᾶς τῶν τριβομένων ἱματίων καὶ σκευῶν, χρησάμενον τῇ προσηγορίᾳ. καὶ γὰρ καὶ ταῦτα φαίνεται ξηρότερα σφῶν αὐτῶν γινόμενα, μετὰ τὰς πολυχρονίους χρήσεις, ἡνίκα κατατετρίφθαι λέγομεν αὐτά. τινὲς μέντοι τὸ κατὰ συζυγίαν ἀκούειν τῶν γεγραμμένων οὐκ ἐννοήσαντες ὅλως ἕκαστόν τε τῶν προειρημένων ἰδίᾳ προχειριζόμενοι συμβουλεύειν ἐν τῇ ῥήσει ταύτῃ τὸν Ἱπποκράτην φασὶ τὰς δυνάμεις αὐτῶν ἐπισκοπεῖσθαι, οἷς εὐθέως ἡ τοῦ δέρματος ἀραιότης, πρώτη γὰρ αὕτη γέγραπται, γινώσκειν φασὶ προσήκειν τί δύναται, χάριν τοῦ καὶ ποιεῖν αὐτὴν ὁπότε χρείαν ἔχομεν, ἀναιρεῖν δ’, ὁπότ’ οὐκ εἴη χρεία. γέγραπται γοῦν, φασὶ, κᾀν τῷ περὶ τροφῆς, ἀραιότης σώματος ἐς διαπνοὴν οἷς πλεῖστον ἀφαιρεῖται ὑγιεινότεροι, οἷς δ’ ἔλαττον νοσερώτεροι. ἀλλὰ τούτοις γε μάχεται τὸ μεταξὺ γεγράφθαι τὸ κοιλίης πυκνότης, τοῦ δέρματος σύνδεσις, εἴπερ ἦν κατάλογος πραγμάτων εἰς γνῶσιν χρησίμων ἰατρῶν. καὶ μέντοι καὶ τὸ τούτων
7
ἐφεξῆς οὕτως εἰρημένον, ἡ κοιλίης νάρκωσις, ἡ τῶν ὅλων σύγχυσις, ἐνδεικτικόν ἐστι τοῦ γράφειν αὐτὸν ὅσα συνυπάρχειν ἀλλήλοις πέφυκεν, οὐχ ἁπλῶς τινές εἰσι διαθέσεις ἐν τῷ σώματι συνιστάμεναι, γινώσκεσθαι δεόμεναι. τὸ γὰρ ἡ τῶν ὅλων σύγχυσις οὐ διαθέσεώς ἐστι δηλωτικὸν, ἀλλὰ τῶν ἐπὶ διαθέσει μοχθηρᾷ γινομένων κακῶν.

Καθαίρεσις δρόμοισι, πάλῃσιν, ἡσυχίῃσι, πολλῇσι περιπάτοισι ταχέσιν, οἶσιν ἑφθὴ μᾶζα, τὸ πλεῖστον ἄρτος ὀλίγος.

Τὸ μὲν τῆς κενώσεως ὄνομα κατὰ μόνων τῶν ὑγρῶν λέγεται, τὸ δὲ τῆς καθαιρέσεως μᾶλλον μὲν ἐπὶ τῶν στερεῶν, ἐνίοτε δὲ κᾀπὶ τῶν ὑγρῶν. καὶ μέντοι καὶ τὰ νῦν εἰρημένα κοινὰ τῆς τε τῶν ὑγρῶν καὶ τῆς τῶν στερεῶν μειώσεώς ἐστιν, ὅταν ἄνευ καθάρσεως ἢ κενώσεως αἵματος

8
αὐτὰς ποιήσασθαι βουληθῶμεν, ἐπὶ τῶν ὑγιαινόντων δηλονότι. νοσοῦντα γὰρ οὐδεὶς δρόμοις καὶ πάλαις θεραπεύσει. κοινὸν γὰρ καὶ τούτων καὶ τῶν ἄλλων ἐστὶ τῶν ὁμοίων αὐτοῖς τὸ τῶν γυμνασίων γένος, ἐκτεταμένων ἐπί τε δίσκων καὶ ἀκοντίων βολὰς, ἅλματά τε καὶ ἀλτῆρας, ὁπλομάχας τε καὶ πάντα τὰ κατὰ τὸν βίον ἔργα καὶ μάλισθ’ ὅσα κατὰ γεωργίαν πονοῦσιν ἀροῦντές τε καὶ θερίζοντες καὶ σκάπτοντες. ἅπαντ’ οὖν τὰ γυμνάσια καὶ τῶν σαρκῶν καὶ πιμελῶν καὶ χυμῶν πλῆθος μειοῖ. χρῆσθαι δ’ ἐφ’ ἑνὸς σώματος αὐτοῖς ἀδύνατον, ἀλλὰ κατὰ τὰς ἕξεις καὶ κατὰ τὰς ἡλικίας καὶ τὴν δύναμιν καὶ τὸ ἔθος, ἐξευρίσκειν ἑκάστῳ προσήκει τὸ ἐπιτήδειον γυμνάσιον, ὡς ἐν τοῖς ὑγιεινοῖς ἐμάθετε. νυνὶ γὰρ ἐκ τῆς τῶν Ἱπποκράτους συγγραμμάτων ἐξηγήσεως οὐ τὰ τῆς ἰατρικῆς θεωρήματα μανθάνετε, προμεμαθηκότες ταῦτα κατὰ τάξιν ἐν ταῖς οἰκείαις πραγματείαις, ἐν αἷς ἁπάσαις τά τε δόγματα αὐτοῦ μετὰ ἀποδείξεως ἔγνωτε καὶ τὰ τοῖς δόγμασιν ἀκόλουθα κατὰ μέρος ἅπαντα. βουληθέντες δὲ τῶν εἰρημένων παρ’ αὐτοῦ τὴν ἱστορίαν
9
προσκτήσασθαι, ταῦτα ἠξιώσατέ με τὰ ὑπομνήμαθ’ ὑμῖν ποιήσασθαι, καίτοι μὴ προῃρημένον. αἱ γὰρ ἀσαφεῖς λέξεις ἐπιστημονικὴν ἐξήγησιν οὐ προσίενται. νῦν γοῦν εὐθέως ἐφεξῆς γεγραμμένου τοῦ ἡσυχίῃσιν, οὐκ ἔστι γνῶναι σαφῶς ὃ βούλεται δηλῶσαι διὰ τῆς φωνῆς ταύτης ὁ Ἱπποκράτης. στοχάζεσθαι δὲ χρὴ, καθάπερ ἐν ταῖς ἄλλαις ἀσαφέσι λέξεσιν, οὕτως κᾀν ταύτῃ, τὸ μέν τι τῷδε φαίνεσθαι πιθανώτερον εἶναι, τὸ δὲ τῷδε. καὶ γὰρ καὶ πέφηνε καὶ ἄλλος ἄλλως ἐξηγεῖται τὴν ἡσυχίαν. ἐγχωρεῖ γοῦν ἐπί τε τῶν μεταξὺ διαναπαύσεων ἐν τοῖς γυμνασίοις εἰρῆσθαι, καθάπερ ἐν ἀφορισμοῖς εἶπεν· ὁκόταν ἄρξηται πονέειν τὸ διαναπαύειν εὐθὺς ἄκοπον. ἐγχωρεῖ δὲ κᾀπὶ τῶν ταῖς ὅλαις ἡμέραις ἐσομένων ἡσυχιῶν ἐν τοῖς μεταξὺ λελέχθαι. δύναται δὲ καὶ τελείαν ἡσυχίαν ἐπί τινων σωμάτων συμβουλεύειν. εἰ γὰρ οὕτως αὐτὸς εἶπε, κίνησις κρατύνει, ἀργίη τήκει, δύναιτ’ ἄν ποτε καὶ βίος ἀργὸς λεπτῦναι τὸ σῶμα. καὶ γὰρ τεθεάμεθά τισιν οὕτω συμβῆναι ἐκ μεταστάσεως εἰς ἀργίαν τῶν γυμνασίων. ἀλλὰ διορισμῶν ἀκριβῶν ἐστι
10
χρεία, τίνες εἰσὶν οἱ τούτων δεησόμενοι λεπτύνσεως ἕνεκεν. οὐ γὰρ δεῖ κενώσεώς γε πλεοναζόντων ὑγρῶν. οὐδέποτε γὰρ ἀργία τοῦτο ποιεῖν πέφυκεν. εἰκότως οὖν ἔνιοι περὶ καθαιρέσεως σαρκῶν τὸν λόγον αὐτῷ νῦν εἶναί φασιν, οὐ κενώσεως ὑγρῶν ὡς ἐν πληθώραις τε καὶ ταῖς ὑδαρώδεσιν ἕξεσι γίνεται. δυνατόν γε μὴν ἐπ’ ἀμφοτέρων αὐτοῦ τὸν λόγον πεποιημένου κατάλογον εἶναι πάντων τῶν βοηθημάτων, ὅσα τε κοινὰ τῶν καθαιρέσεων ἀμφοτέρων ἐστὶ καὶ ὅσα τε καθ’ ἑτέραν αὐτῶν ἴδια. δύναται δὲ μετὰ τὰ γυμνάσια τὴν ἡσυχίαν γεγραφέναι περὶ τῶν καθ’ ἑκάστην ἡμέραν γυμνασίων καὶ τῆς ἐπ’ αὐτοῖς ἡσυχίας ποιούμενος τὸν λόγον, ἴνα γυμνασάμενοι μὴ προσφέρωνται τὰ σιτία εὐθέως, καθάπερ ἔθος ἐστὶ, διασώζοντες ἐν τῷ σώματι τὴν ἐκ τῶν γυμνασίων θερμασίαν, ἀλλὰ τελέως ἀπεψυγμένοι. καὶ γὰρ τοῦτ’ ἐν τοῖς ὑγιεινοῖς ἐμάθετε λελεγμένον ὀρθῶς, ἄλλοις τε καὶ τῷ Ἐρασιστράτῳ, ὥστε κᾀκ τούτου δῆλον γίνεσθαι, πολὺ τὸ στοχαστικὸν ἐν ταῖς ἐξηγήσεσιν εἶναι τῶν διὰ συντομίαν ἀσαφῶς ἡρμηνευμένων. ὅταν δὲ καὶ γράφειν τὴν
11
λέξιν ὡς ἂν ἐθέλῃ τις ἑξῇ, πολὺ δή που μᾶλλον ἄδηλον γίνεται τὸ τῆς γνώμης τοῦ παλαιοῦ. νῦν γοῦν ἐν τῇ προκειμένῃ ῥήσει γράφουσιν ἔνιοι, ἡσυχίῃσι πολλῇσι, οὔτε τῶν παλαιῶν ἀντιγράφων, οὔτε τῶν πρῶτον ἐξηγησαμένων τὸ βιβλίον ἐπισταμένων τὴν γραφὴν ταύτην. εἰ δ’ ἀναγκάζει τις ἡμᾶς αὐτὴν ἐξηγήσασθαι τὴν μετὰ τὰ γυμνάσια γινομένην ἡσυχίαν, φήσομεν ἀξιοῦν αὐτὸν ποιεῖσθαι πολλήν. ἀλλὰ ταύτην μὲν ἐατέον, τὴν δ’ ὁμολογουμένην ἅπασι γραφὴν ἐξηγούμενοι, συμβουλεύειν αὐτὸν ἐροῦμεν πολλοῖς περιπάτοις καὶ ὀξέσι χρῆσθαι. παχύνουσι γὰρ οἱ βραδεῖς, ὥσπερ καὶ τὰ βραδέα γυμνάσια. καὶ θαυμάζω γε πῶς ἐπ’ ἐκείνων παρέλιπε τοῦ ταχέσι. καὶ γὰρ δρόμοι ταχεῖς καὶ γυμνάσια τοιαῦτα καὶ σαρκῶν ὄγκον καθαιρεῖ καὶ χυμῶν πλῆθος κενοῖ καὶ σχεδὸν ἅπασιν ὁμολογεῖται τοῦτο καὶ γυμνασταῖς καὶ ἰατροῖς. ὁ δ’ οὖν Ἱπποκράτης ἐφεξῆς ἔγραψε περὶ τῆς ἐπιτηδείου τροφῆς τοῖς καθαιρέσεως δεομένοις, ὡς εἴωθεν, ἐκ τοῦ παραδείγματος ἑνὸς ἑαυτῷ ὑπόμνησιν
12
ποιησάμενος τοῦ καθόλου πᾶσιν ἁρμόττοντος. ἔστι δὲ τούτοις καθόλου τροφὰς διδόναι μὴ τροφίμους, ὁποῖόν ἐστι τὸ χοίρειον κρέας, ἀλλ’ ὀλιγοτρόφους, ὁποῖόν ἐστι τὸ τῆς ὄϊος, ὅπερ ἐστὶ τοῦ προβάτου. καὶ ἡ μᾶζα δὲ τῶν ὀλιγοτρόφων ἐστί. διὰ τοῦτ’ οὖν ταύτης μὲν τὸ πλεῖστον, ὀλίγον δὲ τοῦ ἄρτου λαμβάνειν κελεύει.

Καθαιρέσεως σημεῖον τὴν· αὐτὴν ὥρην τῆς ἡμέρης φυλάσσειν, ἐξαπίνης γὰρ εἰρύεται.

Οὐκ ἄδηλόν ἐστι συνῆφθαι τὴν ῥῆσιν ταύτην τῇ προγεγραμμένῃ, καθ’ ἣν ἐδίδασκεν ὅντινα τρόπον χρὴ ποιεῖσθαι τὴν καθαίρεσιν. ὅπως οὖν γνῶμεν εἰ τοῦ ποσοῦ τοῦ κατ’ αὐτὴν ἀκριβῶς ἐστοχασάμεθα, σημεῖον νῦν γράφει τούτου. γέγονε δὲ ὁ λόγος οὗτος ἀσαφὴς, ὡς πρὸς ἡμᾶς διὰ τὸ, καθάπερ ἔφην ἤδη πολλάκις, οὐ πρὸς ἔκδοσιν αὐτῷ

13
γεγράφθαι τὴν βίβλον ταύτην, ἀλλ’ εἰς ὑποτύπωσίν τε καὶ παρασκευὴν ἑαυτῷ πρὸς ἔκδοσιν δὲ γράφων οὕτως εἶπεν ἂν πάντως ἥντινα λέγει τῆς ἡμέρας ὥραν, τὴν αὐτὴν ἐν ᾗ τὸ τῆς καθαιρέσεως σημεῖον ἐπιτηρεῖν χρή. μὴ γράψαντος οὖν αὐτοῦ τί ἂν ἄλλο τις ἀκούειν ἔχοι πιθανώτερον ἢ ὅτι τὴν αὐτὴν ὥραν τῆς ἡμέρας, ἄγοντες ἐπὶ τὰ γυμνάσια τὸν τῆς καθαιρέσεως χρῄζοντα, παραφυλάξωμεν ὡς ἐκέλευε; μή τι γὰρ ἐξαπίνης εἰρύεται, τουτέστι συμπίπτειν μὲν τὸν ὄγκον τοῦ σώματος, καταπίπτειν δὲ καὶ ἀῤῥωστεῖν τὴν δύναμιν. ἄντικρυς μὲν γὰρ ἕλκεσθαι σημαίνει τὸ εἰρύεσθαι. δύναται δ’ ἀπ’ ἐκείνου κᾀπὶ ταῦτα μεταφέρεσθαι, διὰ τὴν τῶν πραγμάτων φύσιν, ὑπὲρ ὧν ὁ λόγος ἐστίν. οἷς, ὡς ἔφην πολλάκις, ἐν ταῖς ἀσαφέσιν ἑρμηνείαις, ἃ φθάνομεν αὐτοὶ γινώσκειν ἐφαρμόττομεν. ἔνιοι δ’ ἀντὶ τοῦ εἰρύεται γράφουσιν ἐρείπεται, σαφεστέραν τὴν δήλωσιν τοῦ πράγματος ἐκ τῆς λέξεως ταύτης ἐλπίσαντες ἔσεσθαι. ἀλλ’ ἥ γε παλαιὰ γραφὴ τὴν εἰρύεται φωνὴν ἔχει.

14
Ἀφεῖναι τῶν πόνων, ἢ ῥυήσεται. Κᾀνταῦθα γράφουσί τινες ὑφεῖναι τῶν πόνων, ἢ ῥυήσεται.

ἡ δ’ οὖν τοῦ λόγου δύναμίς ἐστι τοιάδε. πᾶσα κένωσις ἐὰν μὴ κατὰ βραχὺ γένηται, τήν τε δύναμιν καταλύει καὶ τὴν τοῦ σώματος ἕξιν ἀθρόως διαφορεῖ. διὰ τοῦτ’ οὖν ἔνιοι μὲν ἔγραψαν ὑφεῖναι τῶν πόνων, ἢ ῥυήσεται, τὴν ἀθρόαν κένωσιν ἐκ τοῦ ῥυήσεσθαί γε δηλοῦσθαι βουλόμενοι. τινὲς δὲ ᾗ εἰρύεται γράφουσι, προστιθέντες τὸ ἦτα καὶ περισπῶντες καὶ μετὰ ι ὑπογράφοντες, ἵνα σημαίνηται τῶν πόνων ὑφεῖναι ἢ ὑφιέναι, καθότι ἂν εἰρύηται ὁ ἄνθρωπος. αὐτὸ δὲ τὸ εἰρύεσθαι κατά τε τῆς τοῦ σώματος συμπτώσεως καὶ κατὰ τῆς ἐν τῇ δυνάμει καταπτώσεως εἰρηκέναι φασὶν, ὡς γενέσθαι τὸν λόγον τοιοῦτον. ὑφεῖναι τῶν πόνων, ὁπόταν ἥ τε δύναμις καταπίπτῃ καὶ τὸ σῶμα διαφορῆται. καὶ μέντοι καὶ οἱ τὸ ἐρείψεται γράφοντες,

15
ἐπὶ τὴν τῆς δυνάμεως κατάπτωσιν φέρουσι τὸν λόγον.

Ὁμοίως γὰρ ὅλον συμπίπτει.

Τῇ προγεγραμμένῃ ῥήσει ταύτην ἐφεξῆς εὗρον ἐν τοῖς παλαιοῖς ἀντιγράφοις πάλιν. ἴσασι δὲ αὐτὴν οὕτως ἔχουσαν καὶ οἱ παλαιοὶ τῶν ἐξηγητῶν. καὶ μέντοι καὶ τῶν νεωτέρων οἱ περὶ Σαβῖνον, οὐ μὴν εἰρήκασί γέ τινα ἐξήγησιν εἰς αὐτήν. ὅλην γὰρ τὴν προκειμένην ῥῆσιν προσγράψαντες, εἶτ’ ἐξηγησάμενοι τὰ κατὰ μέρος ἐν αὐτῇ, ταύτης τῆς λέξεως τὴν ἐξήγησιν οὐκ εἶπον, ὥσπερ οὐδὲ Ζεῦξις ἐκ τῶν παλαιῶν ἐξηγητῶν εἶς ὢν καὶ αὐτός. ἔνιοι δέ φασιν εἰρῆσθαι πρὸς Ἱπποκράτους. τὸ ὁμοίως γὰρ συμπίπτει, τοιοῦτόν τι δηλοῦν βουλομένου, ὥσπερ ἡ πλήρωσις βλάπτει καὶ διὰ τοῦτο δεῖ καθαιρεῖν αὐτὴν, οὕτω καὶ ἡ περαιτέρω τοῦ προσήκοντος κένωσίς ἐστι βλαβερὰ,

16
παραπλησίως τῇ πληρώσει. συμπίπτει γὰρ ὑπ’ αὐτῆς τὸ σῶμα βλαβερῶς, ὡς ἐπὶ τῆς πληρώσεως εἰς ὄγκον αἴρεται. μεμψάμενοι δ’ ἔνιοι τὴν ἐξήγησιν ταύτην ὡς ἀπίθανον, ἤτοι οὐδ’ ὅλως ἔγραψαν τὸ μέρος τοῦτο τῆς ῥήσεως ἢ μετέγραψαν εἰς τήνδε τὴν λέξιν, ἀθρόως γὰρ ἂν ῥυήσεται, παρακελεύεσθαι βουλόμενοι τὸν Ἱπποκράτην προσέχειν ἡμᾶς ἀκριβῶς τῇ καθαιρέσει τοῦ σώματος. ἀθρόως γὰρ αὐτοῖς γίνεσθαι διαφορεῖσθαι καὶ ῥεῖν ἐν τοῖς γυμνασίοις, ὅταν ἐφεξῆς ἡμέραις πολλαῖς ἐπιμείνῃ τις γυμνάζων μὲν αὐτὸν ἀξιολόγως, διαιτῶν δὲ λεπτῶς.

Ὅταν δ’ ἤδη συμπέσωσι προσάγειν ὕεια ὀπτά.

Διὰ τῶν προειρημένων ἀξιοῖ φυλάττεσθαι τὴν ἄμετρον καθαίρεσιν. ἐπεὶ δ’ ἔσθ’ ὅτε συμβαίνει περιπίπτειν ἀκουσίως, βούλεται καὶ πρὸς ταῦτα χρῆν παρεσκευάσθαι τὸν ἰατρόν. ἐάν ποτε καθαίρεσις ἀθρόα γένηται, διδόναι τηνικαῦτα

17
συμβουλεύει κρέα ὕεια ὀπτά· κρέα μὲν ὕεια, διότι πολύτροφα, τὰ δὲ ὀπτὰ, διότι στερεὰν καὶ συνηγμένην εἰς ὀλίγον ὄγκον, οὐχ ὑγρὰν οὐδὲ πλαδαρὰν ἐργάζεται τὴν σάρκα. τινὲς δὲ ἀντὶ τοῦ προσάγειν προσφέρειν ὕεια ὀπτὰ γράφουσι, τὴν αὐτὴν μὲν φυλάττοντες ἔννοιαν, ὡς κυριωτέρῳ δὲ ῥήματι τῷ προσφέρειν ἀντὶ τοῦ προσάγειν χρώμενοι.

Ὅταν δὲ πληρῶνται, σημεῖον αὖθις, τὸ σῶμα ἀνθηρὸν γίνεται.

Καὶ τοῦτ’ αὐτὸ διὰ βραχέων ὑπεγράψατο, κοινὸν ἁπάσης ἀνατρέψεως ὑπάρχον σημεῖον. ἀνθηρὸν γὰρ γίνεται τὸ σῶμα κατά τε τὰ γυμνάσια καὶ ἄλλως τοῖς ἐξ αἵματος χρηστοῦ τὴν ἀνάτρεψιν ἴσχουσιν.

18
Ἐν γυμνασίοισι σημεῖον ὁ ἱδρὼς ὁ στάγδην ῥέων ἔξεισιν ὥσπερ ἐξ ὀχετῶν ἢ σύμπτωσις ἐξ ἐπάρσιος.

Λείπει κᾀνταῦθα τῇ λέξει τὸ συμπτώσεως ἢ καθαιρέσεως ἤ τι τοιοῦτον. διὸ καί τινες οὐκ ὤκνησαν αὐτὸ προσθέντες ὡς γεγραμμένον οὕτως ἐξ ἀρχῆς ἐξηγεῖσθαι, τοιάνδε τὴν λέξιν ποιήσαντες. ἐν γυμνασίοις σημεῖον συμπτώσεως ὁ ἱδρὼς ὁ ῥέων ὥσπερ ἐξ ὀχετῶν, ἐφεξῆς δ’ ἄλλο σημεῖον γίνεσθαι τὴν ἀθρόαν σύμπτωσιν ἐξ ἐπάρσεως. χρὴ γὰρ κᾀνταῦθα προσυπακοῦσαι τὸ ἀθρόον, εἰ καὶ μὴ γέγραπται νῦν, ἔμπροσθεν εἰρηκότος αὐτοῦ, ἐξαπίνης γὰρ εἰρύεται. ὅτι δὲ ταῦτα διαφορουμένου τοῦ σώματος ἀμέτρως γίνεται πρόδηλον.

Ἡ γυνὴ, ἣν τὸ πρῶτον ἐθεράπευσα ἐν Κρανῶνι, ὁ σπλὴν
19
μέγας φύσει, πυρετὸς καυσώδης, ἐξέρυθρος, πνεῦμα δεκάτῃ, ἱδρὼς, τὰ πολλὰ ἄνω, ἀτάρ τοι καὶ κάτω ιδ΄.

Οὐδὲν ἀξιόλογον ἐκ ταύτης τῆς ῥήσεως ἔνεστιν ἡμῖν μαθεῖν. θαυμάσαιμι δ’ ἂν εἰ καὶ αὐτὸς ὁ Ἱπποκράτης οὕτως ἔγραψεν ἄνευ τοῦ προσγράψαι τὰ οὖρα, ὡς εἴ γε προσεγέγραπτο πλέον ἂν ἐκ τούτου εἰς ἀνάμνησιν ἔσχε τι, πρὸς ἡμᾶς δ’ ἐξ ἐπιμέτρου. καὶ τοῦτ’ ἔστιν ἀσαφὲς τό τε κατὰ τὴν ἀρχὴν τῆς ῥήσεως γεγραμμένον, ἣν τὸ πρῶτον ἐθεράπευσα. ζητήσεως γὰρ ἄξιόν ἐστι πότερον ἑαυτοῦ χάριν ὡς ὀνομάτων καὶ τόπων ἐν οἷς οἱ νοσοῦντες κατέκειντο μνημονεύειν εἴωθεν, οὕτω καὶ νῦν προσέγραψεν, ἣν τὸ πρῶτον ἐθεράπευσα, διὰ τὸ μεμνῆσθαι τὸ ὄνομα τῆς γυναικὸς, ἢ δηλωτικόν ἐστι τοῦ νῦν ἐξ ὑποστροφῆς νοσῆσαι τὸν ἄνθρωπον, οὕτω δὲ καὶ τὸ πνεῦμα, τὸ τῇ δεκάτῃ τῶν ἡμερῶν γεγονέναι γεγραμμένον, ἀσαφές ἐστιν εἴτε δύσπνοιαν ἁπλῶς σημαίνει ἡντινοῦν εἴτε μόνον τὸ δεδιωγμένον καὶ

20
μέγα πυκνὸν εἶδος τῆς δυσπνοίας. ἔνιοι δὲ καὶ τὸ κατὰ τὴν γαστέρα πνεῦμα πλέον ἠθροῖσθαι νομίζουσιν ἐκ τῆς λέξεως δηλοῦσθαι. ταῦτα μὲν οὖν κατὰ τὴν λέξιν ἔχει τὴν ἀσάφειαν, ἄλλα δὲ κατὰ μόνην τὴν διάνοιαν. πότερον γὰρ ἐπὶ μόνῳ τῷ σπληνὶ πάσχοντι συνέβη τὴν γυναῖκα καὶ πυρετὸν καυσώδη ἔχειν καὶ τὴν δύσπνοιαν ἢ τὴν ἐμπνευμάτωσιν τῆς γαστρὸς, ἐξέρυθρόν τε τὴν χρόαν, ἢ καί τις ἄλλη πυρετώδης αὐτῇ διάθεσις ἐγένετο, δι’ ἣν ταῦτα συνέπεσεν, ἄδηλόν ἐστι. μέγιστον δ’, ὡς ἔφην, τὸ μὴ γινώσκειν ἡμᾶς ὁποῖα τὰ οὖρα μέχρι κρίσεως ἐγένετο καὶ διὰ τί κατὰ τὴν δεκάτην ἡμέραν. ἐπεσήμηναν οἱ ἱδρῶτες. εἴωθε γὰρ αὐτὸς ἐν αἷς ἡμέραις οἱ παροξυσμοὶ σφοδρότεροι γίνονται προσγράφειν, ἵν’ εἰδῶμεν ὡς ἐκ πολλῆς τῆς τῶν κατὰ μέρος πείρας ἤθροισε τὴν ἐμπειρίαν, ἀφ’ ἧς ἀπεφήνατο καθόλου περὶ πάντων νοσημάτων, ὧν οἱ παροξυσμοὶ ἐν περισσαῖς ἡμέραις γίνονται, τούτων καὶ τὰς κρίσεις ἐν περισσαῖς ἡμέραις ἀποτελεῖσθαι. ὃ δὲ πάντων ἐστὶν
21
ἀτοπώτατον ἐν τῇ προκειμένῃ ῥήσει καὶ δὴ φράσω, πότερον ἀπέθανεν ἢ ὑγίανεν ἡ γυνὴ, παραλελεῖφθαι. διὸ καὶ τὸ μεταξὺ ταύτης τε καὶ τῆς μετὰ ταύτην γεγραμμένης τὸ ἧσσον, ἔνιοι μὲν ταύτῃ προστιθέασιν, ἔνιοι δὲ ἐκείνης ἡγούμενον ποιοῦσιν. εἰ μὲν οὖν ἐγέγραπτο κατὰ τὴν ιδ΄ ἐπ’ ἀγαθῷ κεκρίσθαι τὴν γυναῖκα, λόγον ἂν εἶχε μὴ προσγράφειν ταύτῃ τῇ ῥήσει τὸ ἧσσον. εἰρηκὼς γὰρ ἐν τῇ δεκάτῃ ἡμερῶν ἱδρῶτας γεγονέναι τῇ γυναικὶ τὰ πολλὰ ἄνω, κᾄπειθ’ ἑξῆς ἐπιφέρων, ἀτάρ τοι καὶ κάτω τεσσαρεσκαιδεκάτῃ, πῶς ἂν ἔτι προσέγραψε τὸ ἧσσον, εἴπερ ὅλως ἐσώθη τὸ γύναιον. εὔλογον οὖν ἐστι μᾶλλον ἐκταθῆναι δι’ ὅλου τοῦ σώματος τοὺς ἱδρῶτας, ἀγαθῆς τῆς κρίσεως γενομένης. ἐάν τ’ αὖ πάλιν ὑπόθηταί τις ἐπὶ κακῷ γεγονέναι τοὺς ἱδρῶτας, ἀποθανούσης τῆς γυναικὸς, τὸ ἧσσον εὐλόγως ἐπὶ τῇ τελευτῇ τάξει τῆς προκειμένης ῥήσεως, ἵν’ ᾖ τὸ λεγόμενον, ἵδρωσε μὲν καὶ τῇ δεκάτῃ τὰ ἄνω μᾶλλον, ἀτάρ τοι καὶ κάτῳ, ἵδρωσε δὲ καὶ τῇ τεσσαρεσκαιδεκάτῃ ἧσσον τὰ
22
κάτω. ἐπὶ τὴν ἑξῆς οὖν ῥῆσιν ἤδη μεταβῶμεν. ἴσως γὰρ ἐν ἐκείνῃ τὶ σαφέστερον εὑρήσομεν ὁποτέρᾳ χρὴ συντάσσειν τὸ ἧσσον, εἴτε τῇ νῦν προκειμένῃ κατὰ τὴν τελευτὴν εἴτε τῇ μετ’ αὐτὴν ἐπὶ τῆς ἀρχῆς.

Ἧσσον τοῖς ἀπὸ κεφαλῆς κορυζώδεσι καὶ βραγχώδεσιν, ἐπιπυρετήνασιν, ὡς οἶμαι, ὑποστροφαί.

Ὑπακοῦσαι χρὴ παυσαμένου τοῦ πυρετοῦ. πῶς γὰρ ἂν ἄλλως ἧττον αὐτοῖς εἶναι νομίσωμεν ὑποστροφὰς, ἢν μὴ παύσαιτο πρότερον; εἰ δ’ ἀφέλοιμεν τὸ ἧσσον ἀπὸ ταύτης τῆς ῥήσεως, ὡς ἐνίοις ἔδοξεν, ὕστατον τοῖς προηγουμένοις αὐτὸ τάξασι, τὴν ἐναντίαν τῇδε διάνοιαν ὁ λόγος ἕξει τοῖς ἀπὸ κεφαλῆς κορυζώδεσι καὶ βραγχώδεσιν ἐπὶ πυρετῄνασιν ὑποστροφὰς γίνεσθαι νοσούντων ἡμῶν. ὅπερ οὖν ἐν ἅπασι ποιοῦμεν, οὐ τῇ τοῦ λόγου πιθανότητι τὰ ζητούμενα διορίζοντες,

23
ἀλλὰ τοῖς ἐναργῶς ἐπὶ τῶν ἀῤῥώστων ὁρωμένοις, ἐὰν καὶ νῦν ποιήσωμεν, εὑρήσομεν ὀρθῶς προτεταγμένον τῆς ῥήσεως τῆσδε τὸ ἧσσον. ὁ γὰρ πυρετὸς ἐπιγενόμενος κορύζαις καὶ βράγχοις βεβαιοτέραν αὐτῶν ποιεῖται πέψιν, ὡς μηκέτ’ αὖ ὑποστροφὴν γίνεσθαι ῥᾳδίως, μηδ’ ἂν ἁμάρτωσί τι, τῶν ἄλλως τοῦ πυρέττειν ἄνευ τοιαύτης αἰτίας ὑποστροφαῖς ἁλισκομένων ἐπὶ τοῖς ἁμαρτήμασι. διὰ τί δὲ πρόσκειται τῷ λόγῳ τοῖς ἀπὸ κεφαλῆς κορυζώδεσιν; οὐ γὰρ δὴ ἀπ’ ἄλλου τινὸς γίνονται μορίου κορυζώδεις. ἐγχωρεῖ μὲν οὖν καὶ οὕτως εἰρῆσθαι τὸν λόγον ὡς κατὰ τήνδε τὴν ῥῆσιν εἴρηται, σπόνδυλοι δὲ οἱ κατὰ ῥάχιν, ἐγχωρεῖ δὲ, διότι τῶν βραγχωδῶν ἐν αὐτοῖς ἐμνημόνευσε, προσθεῖναι τὸ ἀπὸ κεφαλῆς, ἐπειδὴ καὶ ἄλλως γίνονται βράγχοι. δυνατὸν δὲ καὶ τοῖς ἀπὸ κεφαλῆς εἰρῆσθαι, γράψαντος αὐτοῦ πρὸς ἀνάμνησιν ἑαυτῷ συντόμως, ἕνεκα διορισμοῦ πρὸς τὰς ἀπό τινος ἔξωθεν αἰτίας μικρὰς γινομένας
24
κορύζας, ἵν’ ἐνδείξηται περὶ τούτων εἶναι τὸν λόγον, ὅσοι διὰ φυσικὴν ἀσθένειαν τῆς κεφαλῆς ἑτοίμως ἁλίσκονται τῷ παθήματι. τούτους γὰρ ἄν τις εἰκότως ἀπὸ κεφαλῆς ὀνομάζοι κορυζώδεις οὐκ ἀπὸ ψύξεως ἢ ἐγκαύσεως ἤ τινος ἁπλῶς ἔξωθεν αἰτίας. τὸ δ’, οἶμαι, κατά τινα τῶν ἀντιγράφων πρόσκειται δηλοῦν ἐπαμφιβάλλειν αὐτὸν ὑπὲρ ὧν ἀπεφήνατο. λόγον δ’ ἔχει καὶ χωρὶς τοῦ, οἶμαι, γράφειν, ἀληθοῦς γε ὄντος τοῦ λεγομένου. διὰ δὲ τῆς ἐφεξῆς γεγραμμένης ῥήσεως ἀπόδειξιν ὧν ὀρθῶς ἀπεφήνατο προσέθηκεν. ἐπ’ αὐτὴν οὖν ἤδη μεταβῶμεν.

Πᾶν τὸ ἐκπυέον ἀνυπόστροφον. ἑωυτὸς γὰρ πεπασμὸς καὶ κρίσις ἅμα καὶ ἀποστασία.

Οὐκ ἀσαφὴς ἡ ῥῆσις τοῖς μεμνημένοις ὑπὲρ ὧν ἤδη πολλάκις εἴρηκε πεπασμόν. ἐμνημόνευσε δὲ καὶ νῦν αὐτῶν ἕνεκα τῶν προειρημένων, ὡς ἔφην, ἵνα ὁ σύμπας λόγος γένηται

25
τοιοῦτος, καὶ τοῖς κορυζώδεσι καὶ βραγχώδεσιν ἀπὸ τῶν ἐκ τῆς κεφαλῆς κατάῤῥων, ὅταν ἐπιγενομένου τοῦ πυρετοῦ πεφθῇ, τὸ ψυχρὸν ἅμα καὶ ὑγρὸν ῥεῦμα καὶ πεφθὲν ἐκκριθῇ, βεβαίαν ἔλπιζε τὴν κρίσιν τοῦ νοσήματος γεγονέναι καὶ μηκέθ’ ὑποτροπιάσαι τὸν ἄνθρωπον.

Οἷσιν, ὅταν ἀφροδισιάζωσι, φυσᾶται ἡ γαστὴρ ὡς Δαμαγόρᾳ, οἷσι δ’ ἐν τούτοισι ψόφος ὡς Ἀρκεσιλάῳ.

Ταύτην τὴν ῥῆσιν ἄλλος ἄλλως γράφει καὶ τινες προστιθέασιν αὐτῇ τὸ, ὅταν ἄρχωνται, τὸ κατὰ τὴν ἀρχὴν εἰρημένον, οἷσιν, ἀφαιροῦντες καὶ ποιοῦντες τὴν λέξιν τοιαύτην· ὅταν ἄρχωνται ἀφροδισιάζειν, φυσᾶται ἡ γαστὴρ, βουλόμενοι τοὺς ἀρχομένους ἀφροδισίων, τουτέστι τοὺς πρῶτον ἐπιχειροῦντας τῷ ἔργῳ τούτῳ πάσχειν τὰ τῆς ῥήσεως ἐφεξῆς δηλούμενα. καίτοι τὴν γραφὴν ταύτην οὔτε βιβλίον

26
τι παλαιὸν οὔτ’ ἐξηγητὴς οἶδεν. ἀλλ’ ὅμως οἱ περὶ τὸν Σαβῖνον ἐπὶ τῶν ἀρχομένων ἀφροδισιάζειν τὸν λόγον αὐτῷ εἶναί φασιν, καίτοι μνημονεύσαντος αὐτονομαστὶ τοῦ Ἱπποκράτους ἑνὸς ἀνθρώπου τοῦ Δαμαγόρου. τοῦτο δ’ εἴωθε ποιεῖν ὅταν ὀλίγοις τισὶ γενόμενον πρᾶγμα διέρχεται. καὶ χωρὶς δὲ τοῦ γεγραφέναι τι περὶ τούτων Ἱπποκράτει τὸ φαινόμενον ἐχρῆν ἐκ τῆς πείρας μαθεῖν. οὐ γὰρ συμβαίνει τοῖς ἀρχομένοις ἀφροδισίων ἐμφυσᾶσθαι τὴν κοιλίαν ἢ ψόφον ἴσχειν ἐν αὐτῇ, ἀλλὰ μᾶλλον ἐνίοις ἐν τῷ σπανίῳ τῶν παρακμαζόντων τε καὶ τὸ καλούμενον πάθημα φυσῶδές τε καὶ ὑποχονδριακὸν καὶ μελαγχολικὸν ἐχόντων, ἐμφυσᾶσθαι συμβαίνει μᾶλλον τὴν γαστέρα, ὅταν ἀφροδισίοις χρήσωνται. τοῖς δ’ αὐτοῖς τούτοις ὑπάρχει καὶ τὸ συνεχὲς ὀρέγεσθαι μίξεως. ὅπερ οὖν πολλάκις ἤδη πρόσθεν εἶπον, ἐάν τε παραλείπω τὰς γραφὰς ἃς ἐποιήσατο κατὰ τήνδε τὴν ῥῆσιν ἐάν τ’ εἴπω πάσας, ἑκατέρως μέμψονται πολλοὶ, ταῖς ἑαυτῶν ἐπιθυμίαις κρίνοντες τὸ σύμμετρον ἐν τοῖς λόγοις, οὐ τῇ τῶν πραγμάτων φύσει. καὶ μέντοι κᾀν
27
τινα μὲν εἴπω τῶν εἰρημένων τε καὶ γεγραμμένων, τινὰ δὲ παραλείπω, καὶ οὕτως ἔσονταί τινες οἱ μεμψόμενοι τινὰ μὲν τῶν εἰρημένων, ὡς ἐχρῆν παραλελεῖφθαι καὶ ταῦτα ληρώδη γε ὄντα, τινὰ δὲ τῶν παραλελειμμένων, ὡς ἐχρῆν εἰρῆσθαι, μὴ χείρω τῶν εἰρημένων ὄντα. κατὰ μὲν γὰρ τὰς ὁσημέραι γινομένας συνουσίας, ὁποίαν τινὰ βούλωνται τὴν ἐξήγησιν ἀκούειν οἱ παρόντες, αὐτῶν ἐκείνων πυθόμενοι, ἁρμόττεσθαι πειρῶνται ταῖς βουλήσεσιν αὐτῶν. ἐν βιβλίῳ δ’ οὐκ ἔστι πρᾶξαι τοῦτο. διόπερ εἱλόμην ἐν μὲν ταῖς πλείσταις τῶν ῥήσεων ἢ μηδ’ ὅλως μνημονεύειν τῶν ὑπαλλαττόντων τὴν ἀρχαίαν γραφὴν, ἢ παντάπασιν ἀλλοκότως ἐξηγησαμένων. ἐπί τινων δ’ ἤτοι τὰ μὴ παντάπασιν ἀπιθάνως εἰρημένα μεμνῆσθαι χρὴ τοὺς ἀναγινώσκοντας τὰ ὑπομνήματα, καθ’ ἑκάστην τὴν ῥῆσιν ἀναμιμνήσκειν αὐτῶν ἐπαχθές. ὅπερ οὖν ἔλεγον, οἱ μὲν περὶ τὸν Σαβῖνον ὡς πρώην τοῖς τῶν ἀφροδισίων πειρωμένοις συμβαίνει τὰ κατὰ τὴν ῥῆσιν εἰρημένα πάσχειν ὡς ἀληθὲς ὑποθέμενοι πειρῶνται λέγειν τὴν αἰτίαν αὐτοῦ, τινὲς δ’
28
ἔμπαλιν τοῖσδε τὴν γραφὴν τῆς λέξεως ἐποιήσαντο τοιάνδε· εἰσὶν οἷσιν ὅταν ἀφροδισιάζωσι φυσᾶται ἡ γαστήρ. οἱ μὲν περὶ τὸν Σαβῖνον οὐκ ἀλόγως φασὶ τοῖς ἀφροδισιάζειν ἀρχομένοις τοῦτο συμβαίνειν· πρῶτον μὲν, ὅτι μέγας ὁ ξενισμὸς γίνεται περὶ τὸ σῶμα. γράφουσι γὰρ οὕτως αὐτοὶ, δι’ ὃν ξενισμὸν, φύσην, ἐπιληψίαν τε καὶ νεφρίτιδας αὐτοῖς, ἕτερά τε χρόνια γίνεσθαι. ἔπειτα δὲ καὶ ὅτι Δημόκριτος εἶπεν, ἄνθρωπος ἐξ ἀνθρώπου ἐν ταῖς συνουσίαις ἐκθόρνυται. καὶ μέντοι καὶ διότι φασὶ πολὺν ὀδαξησμὸν διὰ τὴν ἀλήθειαν τοῦ θερμοῦ καὶ τὴν δριμύτητα πάσχουσι καὶ κοινοῦ γε, ὡς λέγουσιν, ὄντος τοῦ λόγου θηλειῶν τε καὶ ἀῤῥένων, ἐπὶ θηλειῶν φασὶ σαφῆ τὴν αἰτίαν εἶναι. τῇ γὰρ ὑστέρᾳ τὸ μὲν ἔντερον ὑπεστόρεσται, ἡ κύστις δ’ ἐπίκειται. εἰκὸς οὖν ἐντεινομένην αὐτὴν καὶ σφριγῶσαν ἐπέχειν τὴν ἀμφοτέρων ἀπόκρισιν. ἐναπολαμβανομένης οὖν τῆς φύσης συνεχῶς ἐμπνευματοῦσθαι καὶ τοῦ οὔρου δὲ κατεχομένου τὸ ἐπιγάστριον οἰδεῖν. ταῦτα μὲν οὖν οἱ περὶ τὸν Σαβῖνον λέγουσιν, ἀπιθάνους αἰτίας ἀποδιδόντες τῶν μὴ γινομένων.
29
οὐ γὰρ συμβαίνει ταῦτα τοῖς ἀρχομένοις ἀφροδισίων μειρακίοις, ἀλλὰ τοῖς μελαγχολικοῖς καὶ φυσώδεσιν ὀνομαζομένοις, οἳ καὶ μετὰ τὴν παρακμαστικὴν ἡλικίαν τὰ τοιαῦτα πάσχουσιν. ὅλως γὰρ τὸ φύσης ἐμπίπλασθαι δι’ ἀσθένειαν γίνεται τῆς ἐμφύτου θερμασίας. ἐῤῥωμένης γὰρ ταύτης τῶν τοιούτων οὐδὲν συμβαίνει. Ἀριστοτέλης δ’ ἐν τοῖς προβλήμασι καὶ τὴν αἰτίαν ζητεῖ, δι’ ἣν ἀφροδισιαστικοὺς συμβαίνει γίνεσθαι τοὺς μελαγχολικούς. ἀθροίζεσθαί τε πνεῦμά φησιν αὐτοῖς ἐν ὑποχονδρίοις φυσῶδες οὐκ ὀλίγον, διὸ πνευματώδη τε καὶ ὑποχονδριακὰ προσαγορεύεσθαι τὰ τοιαῦτα πάθη καὶ Διοκλῆς τε καὶ Πλειστόνικος, ἕτεροί τε πολλοὶ τῶν ἰατρῶν οὕτως ὀνομάζεσθαί φασιν αὐτὰ, οὐ χεῖρον δὲ καὶ λέξιν τινὰ τῶν τῷ Ἀριστοτέλει γεγραμμένων εἰπεῖν ἔχουσαν ὧδε· διὰ τί οἱ μελαγχολικοί εἰσιν ἀφροδισιαστικοί; ἢ ὅτι πνευματώδεις; τὸ γὰρ σπέρμα πνεύματος ἔξοδος ἐστί. διότι οὖν πολὺ τὸ τοιοῦτον, ἀνάγκη πολλάκις ἐπιθυμεῖν καθαίρεσθαι, κουφίζονται γάρ. διὰ τοῦτ’ οὖν καὶ Ῥοῦφος ἔλεγεν ἀντὶ τοῦ ψόφος, εἵλετο γράφειν
30
φόβος, ἵνα ὁ λόγος ᾖ τῷ Ἱπποκράτει περὶ τῶν μελαγχολικῶν, οἷς ἐστὶν ἰδιαίτατος ὁ φόβος, ἄλλῳ μὲν γὰρ ἄλλο φοβερόν. ἕν γοῦν τι πάντως καθ’ ἕκαστον αὐτῶν, ὅταν γε τὰ μέτρια δυσθυμοῦσιν. εἰ δὲ μὴ καὶ δύο καὶ πλείω καὶ πάνυ πολλὰ, καί τισιν αὐτῶν ἅπαντα. γενήσεται οὖν κατὰ μὲν τὸν Ῥοῦφον ἡ λέξις οὕτως ἔχουσα. οἷσιν, ὅταν ἀφροδισιάζωσι, φυσᾶται ἡ γαστὴρ ὡς Δαμαγόρᾳ, ὅθεν τούτοις ὁ φόβος. κατὰ δὲ τοὺς παλαιοὺς ἐξηγητὰς, ὡς ἐν ἀρχῇ γέγραπται, τὴν γὰρ ἐκείνων γραφὴν ἀεὶ προστίθημι, κᾂν ἡμαρτῆσθαι δοκεῖ κατὰ τοὺς πρώτους ἀντιγραψαμένους. ἄμεινον γὰρ, ὡς εἶπον ἤδη πολλάκις, ὅπως εὑρέθη γεγραμμένον εἰπόντας οὕτως ἤδη προσεπινοεῖν αὐτούς τι δηλοῦντας αὐτὸ τοῦτο. λέλεκται δὲ καὶ ἡ περὶ τὸν Σαβῖνον ἐξήγησις. Καπίτων δὲ οὕτως ἔγραψεν, οἷς ἔστιν, ὅταν ἀφροδισιάζωσι, φυσᾶται ἡ γαστὴρ, ὡς Δαμαγόρᾳ, οἷσι δ’ ἐν τούτοισι, ψόφος. Διοσκορίδης δὲ οὕτως· οἷσι μὲν ὅταν
31
ἀφροδισιάζωσι, φυσᾶται ἡ γαστὴρ ὡς Δαμαγόρᾳ, οἷσιν ἐν τούτοισι ψόφος. ἀφεῖλε γὰρ οὗτος τὸ δ’, οὐ μὴν οὐδὲ κατὰ τὴν ἐξήγησιν τοῦ ψόφος ὀνόματος ὡμολόγησαν ἀλλήλοις οἱ ἐξηγηταὶ, τινὲς μὲν βορβορυγμὸν δηλοῦσθαι λέγοντες, ἔνιοι ἐρυγὴν, ἔνιοι δὲ τὰς κάτω διεξιούσας φύσας, ἔνιοι δ’ ὅ τι ἂν ᾖ τούτων ἁπλῶς. εἴ τις οὖν ἐν τοῖς ἐντέροις κίνησις αἰσθητὴ ταῖς ἀκοαῖς, εἰσὶ γὰρ καὶ ἄλλαι τινὲς, ἔξωθεν τῶν βορβορυγμῶν ἐν τοῖς ἐντέροις κινήσεις τε καὶ ψόφοι, τινὲς μὲν ἤχοις ἐοικότες, τινὲς δὲ συριγμοῖς, ἤ τινι τοιούτῳ τρόπῳ ψόφῳ. Ἀρκεσίλαος δέ φησιν οὐ μόνον ἐφυσᾶτο ἡ γαστὴρ, ἀλλὰ καὶ ᾤδει, τουτέστιν οἴδημα εἶχεν. εἴρηκα δὲ ἤδη πολλάκις οἴδημα καλεῖν αὐτὸν ἅπαντα τὸν παρὰ φύσιν ὄγκον, εἴτε φλεγμονῶδες εἴτ’ ἐρυσιπελατώδης εἴτε σκιῤῥώδης εἴη, τῶν νεωτέρων μόνων τὸν χαῦνον ὄγκον οἴδημα καλούντων. ἀλλά γε ποῖόν τινα λέγει τὸν ὄγκον γενέσθαι τῷ Ἀρκεσιλάῳ ζήτημά ἐστιν οὐ σμικρόν. ἐμοὶ μὲν οὖν δοκεῖ τὸν ἰδίως ὑπὸ τῶν νεωτέρων ὀνομαζόμενον εἰρηκέναι.
32
οὐκ ἔστι δ’ ἀπίθανον ἐρυσίπελας ἢ φλεγμονὴν ἢ σκίῤῥον ἢ τι τῶν τοιούτων γενέσθαι περὶ τὸν τῶν ἀφροδισίων καιρὸν ἢ σμικρὸν ὕστερον, αὖθίς τε μετ’ οὐ πολὺ καθίστασθαι τοῦτο. τοῖς δ’ ἐξηγηταῖς ὅλον τοῦτο παραλέλειπται τὸ σκέμμα. τοῦ μέντοι Ἀρκεσιλάου τούτου καὶ καθ’ ἕτερον τόπον τοῦ βιβλίου μέμνηται ὁ Ἱπποκράτης, ἔνθα φησίν· ἐν τοῖσι προσόδοισιν οἷς ψοφοῦσιν, ὡς Ἀρκεσίλαος. εὔδηλον οὖν ὅτι τοῖς τοιούτοις φύσης ἐστὶν ἡ γαστὴρ μεστὴ καὶ ταύτην ὑπὸ τῆς γινομένης συντονίας ἐν τοῖς ἀφροδισίοις ἐκκρίνεσθαι συμβαίνει. Διοσκορίδης δὲ οὕτως ἔγραψε τὴν ῥῆσιν· Ἀρκεσιλάῳ δὲ κακὸν ᾤδει τὸ φυσῶδες, ἀντὶ τοῦ κακὸν ὤζετο τὸ φυσῶδες, ὡδὶ γεγράφθαι βουλόμενος, οἱ δ’ ἄλλοι πάντες ἀρχὴν τῆς δευτέρας ῥήσεως ἐποιήσαντο τὸ φυσῶδες, ὡς ἐφεξῆς γέγραπται.

Τὸ φυσῶδες συναίτιον ἐν τοῖς πιτυρώδεσι. καὶ γὰρ εἰσὶ φυσώδεις.
33

Τίνας λέγει πιτυρώδεις ἄπορον εὑρεῖν, ἐάν τέ τις μὴ καθάπερ Ἡροδότου καὶ Κτησίου μόνον ὡς ἱστορίαν ἀναγινώσκῃ τὰ βιβλία τῶν παλαιῶν ἰατρῶν, ἀλλ’ ἕνεκα τοῦ πλεῖόν τι ἔχειν εἰς τὰ τῆς τέχνης ἔργα. πολλοὶ δὲ τῶν ἐξηγητῶν ἀμελήσαντες τούτου καὶ μάλισθ’ ὅσοι τὸ σοφιστικὸν εἶδος ζηλώσαντες ἐπὶ τὸ πρόχειρον ἀφικνοῦνται τῆς ἐξηγήσεως, ὃ κατὰ τὴν τῆς λέξεως ἔνδειξίν ἐστιν, οὐκέτι βασανίζοντες ἐπὶ τῶν νοσούντων τὴν τῶν λεγομένων ἀλήθειαν. οὕτω γοῦν καὶ νῦν πιτυρώδεις λελέχθαι δεξάμενοι τοὺς πίτυρα συνεχῶς ἐν τῇ κεφαλῇ γεννῶντας, ἀποδιδόναι τούτου τὴν αἰτίαν πειρῶνται, λέγοντες ὑπὸ περιττωμάτων ἐν τῇ κεφαλῇ ἀναφερομένων γίνεσθαι τὰ πίτυρα, φέρεσθαί τε αὐτά φασι πρὸς τὰ μετέωρα ὑπὸ πνεύματος θερμοῦ καὶ διὰ τοῦτο φυσώδεις τοὺς τοιούτους. μοχθηρὸς δ’ ὁ λόγος αὐτῶν ἐστι, πρῶτον μὲν ὅτι τὸ φαινόμενον οὐκ ἔχει μαρτυροῦν· μυρίους γὰρ οἴδαμεν ἥκιστα φυσώδεις, οἷς ἐν τῇ κεφαλῇ συνεχῶς γίνεται πίτυρα· δεύτερον δὲ εἰ καὶ τὸ φαινόμενον αὐτοῖς ἐμαρτύρει, πάντων τῶν περιττώματα τρεφόντων

34
θερμὰ, κοινὸς ὁ λόγος ἐγίνετο καὶ τρίτον πρὸς τούτοις, ὅτι τῆς κεφαλῆς αὐτῆς ὡς τὰ πολλὰ διὰ τὴν οἰκείαν κρᾶσιν ἔστι σύμπτωμα τὸ γεννᾷν πίτυρα κατὰ φύσιν ἐχόντων τῶν χυμῶν. εἰκότως οὖν ἔνιοι τὴν παλαιὰν γραφὴν ὑπαλλάξαντες ἔγραψαν τὸ φυσῶδες συναίτιον τοῖσι πτερυγώδεσι. ἐμάθετε δ’ ὅτι πτερυγώδεις ἔθος ἐστὶ τοῖς ἰατροῖς ὀνομάζειν τοὺς ὁμοίως ὀρνίθων πτέρυξι τὰς ὠμοπλάτας ἔχοντας ἐκκειμένας τε καὶ προηκούσας εἰς τοὐπίσω. τούτοις οὖν φασι συναίτιον εἶναι τὸ φυσῶδες ἐμπίπτειν εἰς τὸ πάθος ὥσπερ ἐμπίπτουσι, τουτέστιν εἰς τὴν ἀναγωγὴν τοῦ αἵματος· καὶ γὰρ εἶναι φυσώδεις αὐτούς. ὅτι μὲν οὖν εἰς τὸ ῥαγῆναί τι κατὰ τὸν πνεύμονα συναίτιόν ἐστι τὸ φυσῶδες οὐκ ἄδηλον. εἰ δὲ καὶ φυσώδεις εἰσὶν οἱ στενοθώρακες, τοῦτο διὰ τῆς πείρας βασανιστέον ἡμῖν ἐπιμελῶς. ἐμοὶ μὲν γὰρ ἐφάνησαν ὀλίγου δεῖν ἅπαντες τοιοῦτοι καὶ τάχα διὰ τὴν ἔνδειαν τῆς ζωτικῆς θερμασίας, ἣν ἐκ τῆς καρδίας ὁρμᾶσθαι μεμαθήκατε. μικρὰν οὖν ἔχοντες οἱ πτερυγώδεις τὴν καρδίαν ἀκολούθως ταύτῃ καὶ τὴν ἅπαντι
35
τῷ σώματι θερμασίαν ἐξ αὐτῆς ἐπιῤῥέουσαν ἔχουσιν ἀσθενῆ. διὰ γάρ τοι τὴν ἀσθένειαν ταύτης ἐξ ἀρχῆς αὐτῆς ἡ καρδία γέγονεν, ὡς ἐμάθετε, μικρά· τινὲς δ’ οὐ πτερυγώδεσιν, ἀλλὰ πυρετώδεσιν γράφουσι, τὴν λέξιν ποιοῦντες τοιάνδε· τὸ φυσῶδες συναίτιον τοῖς πυρετώδεσι· καὶ γάρ εἰσι φυσώδεις. οὐκ ἀληθεύουσι δ’ οὐδ’ αὐτοὶ πάντας τοὺς πυρετώδεις φυσώδεις εἶναι νομίζοντες. ὅ γε μὴν Διοσκορίδης, ὡς ὀλίγον ἔμπροσθεν ἔφην, ἐπὶ τῇ τελευτῇ τῆς προγεγραμμένης ῥήσεως γράψας τὸ φυσῶδες, ὧδέ πως ἔγραψε τὴν νῦν προκειμένην ῥῆσιν· συναίτιον οἱ πτερυγώδεες, ὡς εἶναι τὸ συνεχὲς ὅλως αὐτῆς τοιόνδε. Ἀρκεσιλάῳ δὲ κακὸν ᾤδει τὸ φυσῶδες. εἶθ’ ἑξῆς ἀπ’ ἄλλης ἀρχῆς· συναίτιον οἱ πτερυγώδεες· καὶ γάρ εἰσι φυσώδεες. ἅλις δ’ οὖν ἤδη καὶ τῶν φυσωδῶν, ἵνα μὴ τῷ λόγῳ νῦν ἀεὶ παραιτῶμαι τοῦ γράφειν πολλὰ, τῷ δ’ ἔργῳ κατάφωρος γίνωμαι μηκύνειν περιττῶς.

36
Τὸ ψυχρὸν πάνυ φλεβῶν ῥηκτικὸν καὶ βηχῶδες, οἶς χιὼν, κρύσταλλος καὶ συστρεπτικὸν, οἷον τὰ φήρεα καὶ αἱ γογγρῶναι, συναίτιον καὶ αἱ σκληρότητες.

Εἴρηται μὲν ἐπὶ πλέον ἔν τε τῷ περὶ ὑγρῶν χρήσιος κἀν τοῖς ἀφορισμοῖς ὁποία τίς ἐστιν ἡ δύναμις τοῦ ψυχροῦ. λέλεκται δέ τινα καὶ νῦν αὐτοῦ τῶν ἔργων ὡς ἐν ὑποτυπώσει χρήσιμα πρὸς τὴν τῆς καθόλου δυνάμεως εὕρεσιν. ὅσον μὲν γὰρ ἐφ’ ἑαυτῷ συνάγει καὶ πυκνοῖ καὶ πιλεῖ καὶ σφίγγει τὸ ψυχρὸν ἅπανθ’ ὅσοις ἂν πλησιάζῃ, καὶ διὰ τοῦτο τάς τε ἀδήλους αἰσθήσει διαπνοὰς τῶν σωμάτων καὶ τὰς αἰσθητὰς ἐκροὰς κωλύει. οὕτω γοῦν κἀν ἀφορισμοῖς ἔγραψεν· ἐν τούτοισι δὲ τῷ ψυχρῷ χρῆσθαι, ὅταν αἱμοῤῥαγέειν μέλλῃ, μὴ ἐπ’ αὐτὰ, ἀλλὰ περὶ αὐτὰ, ὅθεν ἐπιῤῥεῖ. καὶ ὅσα τούτων ἐφεξῆς εἴρηκεν ἔργα τοῦ ψυχροῦ τῆς οἰκείας δυνάμεως, ὅταν διὰ μέσου μηδενὸς ἐνεργῇ. πάλιν δ’ ὅταν εἴπῃ, τὰ ψυχρὰ, οἷον χιὼν, κρύσταλλος, στήθει

37
πολέμια, βηχέων κινητικὰ, αἱμοῤῥοϊκὰ καὶ καταῤῥοϊκὰ, τὸ μὲν στήθους πολέμια κατὰ τὴν τοῦ αὐτοῦ τοῦ ψυχροῦ δύναμιν εἶπεν, τὸ δὲ βηχέων κινητικὰ αἱμοῤῥοϊκὰ διὰ μέσων ἑτέρων. ἐπειδὴ γὰρ εἰς ἑαυτὰ συνάγεται καὶ σφίγγεται τὰ σώματα τῶν περιεχόντων ἀγγείων τὸ αἷμα, διὰ τοῦτο ἐνίοτε συμβαίνει ῥήγνυσθαι τοὺς χιτῶνας αὐτῶν, ἵν’ ὅπερ ὑπὸ πολλοῦ τοῦ περιεχομένου γίνεται ἐν τοῖς χαλαροῖς ἀγγείοις, τοῦτο ὑπὸ τοῦ μὴ πολλοῦ, συμβαίνει τοῖς τεταμένοις. διὰ τοῦτο οὖν οὐχ ἁπλῶς εἶπεν ἐν τῇ προκειμένῃ ῥήσει τὸ ψυχρὸν εἶναι φλεβῶν ῥηκτικὸν, ἀλλὰ τὸ πάνυ ψυχρὸν ἔφη. ταὐτὸ δὲ τοῦτο δυνάμει κὰν τοῖς ἀφορισμοῖς ἔγραψεν ἐν τῷ φάναι, τὰ ψυχρὰ, οἷον χιὼν κρύσταλλος, ἐξηγησάμενος διὰ τῶν παραδειγμάτων τίνα τ’ ἐστὶ τὰ πάνυ ψυχρά. πάλιν δ’ ἐν ἀφορισμοῖς εἰπών· ἕλκεσι τὸ μὲν ψυχρὸν δακνῶδες, δέρμα περισκληρύνειν, νῦν εἶπε τὸ ψυχρὸν συστρεπτικὸν, ἐν ἴσῳ τῷ συναπτικόν. οὕτως οὖν ἐργάζεται καὶ τοὺς ἐν τοῖς νευρώδεσι μορίοις ὄγκους. καὶ κατά γε τὰ νεῦρα τά τε γαγγλία καλούμενα καί τινας ἄλλας τάσεις
38
τὰς μὲν προμηκεστέρας, τὰς δὲ στρογγυλωτέρας. καί μοι δοκεῖ τὰς προμηκεστέρας ὠνομακέναι φήρεα, τὰς δὲ στρογγυλωτέρας γογγρώνας, φήρεα μὲν εἰπὼν τὰ μὲν ἐμφέρειαν ἔχοντα φηρεῶν, οὕτω γὰρ ὠνομάκασιν ἔνιοι τῶν Ἰώνων σατύρους, οὓς γράφουσί τε καὶ πλάττουσι προμήκεις ἐξοχὰς ἔχοντας παρὰ τοῖς ὠσὶ, γογγρώνας δὲ τὰς περιφερεστέρας ἐξοχὰς μετὰ σκληρότητος, οἷαί περ εἰσὶν αἱ γινόμεναί τισι τῶν δένδρων ἐπιφύσεις, ἃς καλοῦσι γόγγρους, ὡς καὶ Θεόφραστος ἐν τῷ πρώτῳ τῶν περὶ φυτῶν ἔγραψε λέξιν οὕτως· ἔνια δὲ ἴσχει τοὺς καλουμένους ὑπό τινων γόγγρους ἢ τὸ ἀνάλογον, οἷον ἐλαία. λέγουσι δ’ ἔνιοι καὶ νῦν ἔτι κατὰ Θετταλίαν ἀκηκοέναι τινῶν γογγρώνας ὀνομαζόντων τὰς τοιαύτας σκληρότητας, ὅταν ἐν τραχήλῳ συστῶσιν, οὐ μὴν τά γε φήρεα λέγοντός τινος οὔτ’ αὐτὸς ἤκουσα κατά τι τῶν ἐθνῶν οὔτε τινὸς ἀκηκοότος ἐπυθόμην. καίτοι τινὲς τῶν ἐξηγητῶν φασι τὸν Ἱπποκράτην φήρεα καλεῖν τὰ ἐν Φηραῖς τῆς Πελοποννήσου πλεονάζοντα. τινὲς δὲ διὰ τοῦ ε τὴν πρώτην συλλαβὴν γράφοντες ἅμα τῷ φ δηλονότι,
39
φήρεα φασιν αὐτὸν ὀνομάζειν τὰ ἐν Φεραῖς τῆς Θετταλίας πολλάκις γινόμενα. τοῦ μέντοι τὰς προμήκεις ἐξοχὰς ὀνομάζειν φήρεα μαρτύριον εἶναι δοκεῖ καὶ τὸ γεγραμμένον ἐν τῷ τῶν ἐπιδημιῶν ἑβδόμῳ κατὰ λέξιν οὕτως· ἐπεδήμησαν βῆχες, μάλιστα δὲ παιδίοις, τὰ περὶ τὰ ὦτα πολλοῖσιν, οἶα τοῖς σατύροις. τὸ δὲ ἐπὶ τῇ τελευτῇ τῆς προκειμένης ῥήσεως, συναίτιον καὶ αἱ σκληρότητες, τοιοῦτον σημαίνει. ταῖς τῶν εἰρημένων παθῶν γενέσεσιν ὑπὸ τοῦ ψυχροῦ συναίτιόν ἐστι καὶ ἡ σκληρότης τοῦ σώματος, ἐν ᾧ συνίσταται τὰ πάθη, τουτέστιν, ὅταν ὁ ἄνθρωπος ᾖ φύσει σκληρὸν ἔχων τὸ δέρμα. διὰ γὰρ τὴν αὐτὴν αἰτίαν τό τε ψυχρὸν αἴτιόν ἐστι τῆς τῶν εἰρημένων παθῶν γενέσεως τό τε δέρμα τὸ σκληρόν. ὅτι γὰρ, ὡς αὐτὸς ἔφη, τὸ ψυχρὸν δέρμα περισκληραίνει, διὰ τοῦτο τὰ τοιαῦτα πάθη γεννᾷ, διεξέρχεσθαι δι’ αὐτοῦ τῶν ὑπ’ αὐτῷ συναθροιζομένων χυμῶν μὴ δυναμένων. οἶς οὖν ἐστι φύσει σκληρὸν τὸ δέρμα, τούτοις συναίτιον καὶ αὐτὸ γίνεται τοῦ μήτε διαφορεῖσθαι τοὺς παχεῖς καὶ γλίσχρους χυμοὺς,
40
ἀθροιζομένους δ’ ὑπ’ αὐτῷ τοὺς εἰρημένους σκληροὺς καὶ σκιῤῥώδεις ὄγκους ἐργάζεσθαι. ὅτι δὲ καὶ φλεβῶν ῥῆξις ἐν τοῖς φύσει σκληροτέροις ἔσται διὰ τὴν τοῦ ψυχροῦ βίαν οὐκ ἄδηλόν ἐστιν. εἰ γὰρ ὑπὸ τοῦ περιεχομένου κατὰ τὰς φλέβας αἵματος ἡ ῥῆξις γίνεται τῶν ἀγγείων, ἐν τοῖς τοιούτοις ἔσται μᾶλλον, ὅσα διὰ σκληρότητα δυσχερῶς καὶ μόγις ἀνευρύνεται. τὰ γὰρ ἐπὶ πλέον ἐκτείνεσθαι πεφυκότα, κἂν πολὺ τὸ περιεχόμενον ἐν αὐτοῖς ᾖ, στέγει τοῦτο μὴ ῥηγνύμενα, καὶ βῆχες δ’ ἂν εἰκότως ἐν τοῖς φύσει σκληροτέροις σώμασι γίνοιντο. λέλεκται γὰρ ὅτι τῶν μαλακῶν ῥᾷον ταῦτα τραχύνεται. γεγραφότων δέ τινων κατὰ τὴν ῥῆσιν ἀντὶ τοῦ, βηχῶδες, φυσῶδες, εἰπεῖν τι καὶ περὶ τούτου προσήκει. φαίνεται γὰρ ὁσημέραι τὰ κατὰ τὴν γαστέρα πνεύματος φυσώδους ἐμπιπλάμενα τοῖς ψυχθεῖσιν, ἀλλ’ ἥ γε παλαιὰ γραφὴ τῆς ῥήσεως οὐ τὸ φυσῶδες, ἀλλὰ τὸ βηχῶδες ἔχει καὶ κατὰ τοὺς ἀφορισμοὺς, ὡς ἔφην ἄρτι, τῶν ψυχροτάτων ὑλῶν ἐν παραδείγματι μνημονεύσας,
41
οὐ προσέθηκεν αὐταῖς τὸ φυσῶδες. τὰ γὰρ ψυχρὰ, φησὶν, οἷον χιὼν, κρύσταλλος, στήθει πολέμια, βηχῶν κινητικὰ, αἱμοῤῥοϊκὰ καὶ καταῤῥοϊκά. διδάσκει τε καὶ τὴν νῦν προκειμένην ἡμῖν ῥῆσιν καὶ κατὰ τὸν εἰρημένον ἀφορισμὸν, οὐχ ἁπλῶς γίνεται διὰ τὸ ψυχρὸν, ἀλλ’ ὅσα διὰ τὸ λίαν ψυχρόν. ἐνταῦθα μὲν εἰπὼν, τὸ ψυχρὸν πάνυ φλεβῶν ῥηκτικὸν, ἐν δὲ τοῖς ἀφορισμοῖς τὸ, οἷον χιὼν, κρύσταλλος. ὅτι δὲ μετέχειν τινὸς δεῖται θερμασίας τὰ φυσώμενα, καθάπερ γε καὶ τὰ.

Τὸ μετ’ οὔρησιν σύναγμα παιδίοισι μᾶλλον, ἆρα ὅτι θερμότερα;

Ὅτι μὲν ὁ λόγος ὅδε περὶ τῶν λιθιώντων παιδίων ἐστὶν ἅπαντες εἰρήκασιν οἱ ἐξηγησάμενοι τὸ βιβλίον, οὐ μὴν τὸ διὰ τί προσέθηκε τὸ μετ’ οὔρησιν, ἐνὸν ἁπλῶς γράψαι τὸ σύναγμα παιδίοισιν, ἐπεσκέψαντο, καθάπερ οὐδὲ διὰ

42
τί τὸν ἀπορητικὸν σύνδεσμον προσέθηκεν, οὐχ ἁπλῶς εἰπὼν τὸ σύναγμα παιδίοισιν ὅτι θερμότερα. τὸ γὰρ ἆρά γε θερμότερα, τοῦ μὴ τολμῶντος ἀποφήνασθαι βεβαίως ἐστὶν ἐνδεικτικόν. καίτοι γε ἐν τοῖς ἀφορισμοῖς ἁπλῶς ἔφη, τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν. τὸ μὲν οὖν ὄνομα τοῦ συνάγματος ἐν μόνῳ τῷ ἑβδόμῳ τῶν ἐπιδημιῶν εὗρον, εἰπόντος τοῦ γράψαντος αὐτὸ καὶ σύναγμα ἐφαίνετο ἐν τῷ χερνίβῳ. διὰ τί δὲ τὸ μετ’ οὔρησιν ἢ διὰ τί τὸ ἆρα προσέθηκεν ἑξῆς ἐπισκεψόμεθα, καὶ πρῶτόν γε τὸ περὶ τῆς ἀπορίας, εἰ καὶ δεύτερον γέγραπται. ἤτοι τοίνυν ἔτι μὲν ἀπορῶν ἔγραψε ταῦτα, τῷ χρόνῳ δὲ εὑρών τινα ἀπόδειξιν ἀπεφήνατο περὶ τῆς τῶν αὐξανομένων κράσεως, ἢ, ὅπερ ἄμεινόν ἐστι, διώρισται πρὸς ἡμῶν ἔν τε τοῖς περὶ κράσεων ὑπομνήμασι κἀν τοῖς εἰς τοὺς ἀφορισμούς. οὐχ ἁπλῶς ἐστι θερμότερος ὁ παῖς τοῦ ἀκμάζοντος, ἀλλὰ τῷ συμφύτῳ θερμῷ θερμότερος. ἐδείχθη δὲ τούτου θερμότερον ἁπλῶς τὸ μὴ σύμφυτον, ὃ πλέον κτῶσιν οἱ ἀκμάζοντες. ὥστ’ εἰκὸς ἦν μᾶλλον ὑπὸ τούτου τοῦ θερμοῦ πήγνυσθαι τὸν ἐν
43
τῇ κύστει λίθον. διὰ τοῦτο μὲν οὖν εἰκότως ἀπορεῖ· τὸ δ’ ἀληθές ἐστι, λίθους τοῖς παιδίοις ἐν τῇ κύστει, διὰ τὸ πάχος τῶν οὔρων. ὅτι μὲν οὖν οὐρεῖται παχύτατα τοῖς παιδίος οὖρα καὶ τοῖς πρὸ ἡμῶν ἅπασιν ἰατροῖς ὡμολόγηται. διὰ τί δὲ οὐρεῖται τοιαῦτα, καθ’ αὑτὸ μὲν ἄξιον ἐπισκέψεώς ἐστιν, εἰς δὲ τὸ προκείμενον οὐδὲν συντελεῖ. τὸ γὰρ οὐρεῖσθαι παχέα καὶ φαινόμενον σαφῶς καὶ πράγμασιν ὡμολογημένον. τὸ γάρ τοι πάχος τοῦτο συνιστάμενόν τε καὶ ἀθροιζόμενον, ὅταν ἅπαξ ποτὲ μὴ κατὰ τὸν προσήκοντα καιρὸν ἐκκριθὲν ἔνδον ἐπὶ πλέον μείνῃ; συστάσεώς τε καὶ πήξεως ἀρχὴν λαμβάνει. γενομένης δὲ τοιαύτης ἀρχῆς, ἑτοίμως λοιπὸν ὅσον ἅπαν αὖθις εἰς τὴν κύστιν ἀφικνεῖται παχὺ, προσπλάττεται τούτῳ καὶ γίνεται μείζων ὁ πωρώδης λίθος, ὥσπερ ἐκτὸς ἔν τε τοῖς αὐτοφυέσι θερμοῖς ὕδασιν ὁρᾶται συνιστάμενος ἔν τε τοῖς ἀγγείοις, ἐν οἷς ὕδωρ ὁσημέραι θερμαίνεται. τὸ τοίνυν πάχος τῶν οὔρων τὴν πρώτην τε καὶ μεγίστην αἰτίαν ἔχει τῆς τῶν λίθων γενέσεως.
44
ἡ δὲ θερμότης ἀρκεῖ καὶ σύμμετρος οὖσα πρὸς τὴν τῆς τοιαύτης ὕλης γένεσιν, ἀμέλει κἀν τοῖς θερμοῖς αὐτοφυέσιν ὕδασι, κᾂν χλιαρώτερα τῶν συμμέτρων ᾖ, φαίνονται συνιστάμενοι πῶροι. διὰ τοῦτ’ οὖν μοι δοκεῖ καὶ ὁ Ἱπποκράτης προσθεῖναι τὸ ἆρα, διότι καὶ ἡ τοσαύτη θερμότης, ἣν ἔχει παιδία φύσει, συνεργεῖ τι πρὸς τὴν πῆξιν, οὐ μὴν αὐτῆς γε τὸ πλεῖστον, ἀλλ’ ἡ τῆς ὕλης ποιότης ἑξῆς ὁ λίθος γίνεται, τῆς συστάσεως αὐτῆς τὴν αἰτίαν ἔχει. διὰ τί οὖν προσέθηκε τὸ μετ’ οὔρησιν, καὶ οὐχ ἁπλῶς εἶπε, τὸ σύναγμα παιδίοισιν; ὅτι περὶ τῶν ἐν τῇ κύστει λίθων τὸν λόγον ποιεῖται νῦν, οὐ τῶν ἐν τοῖς νεφροῖς. γίνεται δὲ ἡ σύστασις τῶν μὲν ἐν τῇ κύστει μετὰ τὴν οὔρησιν, τῶν δ’ ἐν τοῖς νεφροῖς πρὸ τῆς οὐρήσεως. ἴσμεν δὲ τὰ μὲν παιδία τοὺς ἐν τῇ κύστει λίθους γεννῶντα, τοὺς παρακμάζοντας δὲ τοὺς ἐν τοῖς νεφροῖς, ὅπερ οὖν ὀλίγον ἔμπροσθεν ἔφην, ὅτι μὲν οὕτως ἔχει ταῦτα, μαρτυρεῖ τὸ φαινόμενον αὐτό. τίς δέ ἐστιν ἡ αἰτία κατὰ σχολὴν ἔξεστι ζητεῖν. ὥσθ’ ἡ μὲν ἐξήγησις ἤδη πεπέραται· τὴν δ’ αἰτίαν
45
ὥσπερ ἐπὶ τῶν ἔμπροσθεν, οὕτω καὶ νῦν ἐκ περιουσίας ἐρῶ, πρότερόν γε μεμψάμενος τοῖς εἰποῦσι διὰ τοῦτο γίνεσθαι τοῖς παιδίοις τοὺς λίθους, ὅτι στενόπορα διὰ μικρότητα τῶν ἀγγείων εἰσίν. ἐχρῆν γὰρ, ὅσον ἐπὶ τοῦτο, τοὺς ἐν τοῖς νεφροῖς λίθους μᾶλλον γίνεσθαι τοῖς παιδίοις. στεναὶ γὰρ αἱ κατ’ ἐκείνους διέξοδοι. τῆς κύστεως δ’ ὁ τράχηλος εὐρύς ἐστιν εἰς τοσοῦτον τοῖς παιδίοις, ὡς πάσης ὕλης πάχος ἑτοίμως αὐτοῦ διεξέρχεσθαι. μή ποτ’ οὖν οὐδὲ ἐπὶ τῶν προηκόντων κατὰ τὴν ἡλικίαν ἡ στενότης τῶν ἐν νεφροῖς πόρων αἰτία τῆς τῶν λίθων γενέσεώς ἐστιν, ἀλλὰ τό τε τῶν ἐνεργειῶν ἀσθενὲς καὶ τὸ τῶν παχέων χυμῶν ἀκατέργαστον. ἐπὶ μὲν γὰρ τῶν παιδίων, ἰσχυρῶν ἁπασῶν τῶν φυσικῶν ἐνεργειῶν οὐσῶν, κέχυταί τε καὶ διαλέλυται τὸ πάχος τῶν χυμῶν, ἐπὶ δὲ τῶν προηκόντων κατὰ τὴν ἡλικίαν συνῆκται. φαίνεται δὲ κἀπὶ τῶν ἐκτὸς ὅσα παχέα φύσει διά τινων λεπτῶν διηθεῖν βουλόμεθα, τὰ μὲν ὑπὸ θερμασίαν χυθέντα διεξερχόμενα ῥᾳδίως, τὰ δὲ ἄτηκτά τε καὶ ἄχυτα μὴ διεξιόντα. παραδείγματα δὲ τῶν
46
τοιούτων ὑλῶν πίττα καὶ ῥητίνη καὶ στέαρ καὶ κηρὸς καὶ μέλι. τῶν παίδων οὖν ἐχόντων τὸ πολὺ τὸ ἔμφυτον θερμὸν καὶ τὰς ἐνεργείας ἰσχυρὰς, τὸ πάχος τῆς ὕλης κεχυμένον, εἰς τοὺς νεφροὺς ἀφικνεῖται καὶ διὰ τοῦτο διαθεῖται ῥᾳδίως εἰς τὴν κύστιν, οὐ μικρὸν οὐδὲ τῆς τῶν ἐνεργειῶν ῥώμης εἰς τὸ τάχος τῆς διεξόδου συντελούσης. ἅτε δὲ τῆς κύστεως οὔσης ψυχρᾶς, ὅτι τε νευρώδης ἐστὶ καὶ ὀλίγαιμος, ὅτι τε πλείστην εὐρυχωρίαν ἐντὸς ἑαυτῆς ἔχει, συνίσταται πάλιν ἐνταῦθα καὶ πήγνυται τὸ διεξελθὸν εἰς αὐτὴν πάχος, ὡς ἔμπροσθεν εἶπον, ἀρχὴν λαμβάνον τῆς τοιαύτης συστάσεως, ὅταν ἐπὶ πλέον ἐν τῇ κύστει χρονίζῃ. καὶ μὴν καὶ γλίσχρον εἰκὸς αὐτὸ μᾶλλον εἶναι τοῖς παιδίοις, τῷ κατειργάσθαι μᾶλλον ὑπὸ τῆς ἐμφύτου θερμασίας, ὅσα γὰρ ὑπὸ τῆς θερμότητος ἀλλοιοῦται πεττόμενα προσλαμβάνει τινὰ τῷ χρόνῳ γλισχρότητα, κἂν ἐξ ἀρχῆς μηδεμίαν ἔχῃ, καὶ διὰ τοῦτο δὴ μᾶλλον ἑνοῦταί τε καὶ συνίσταται καὶ πήγνυται. τῶν γὰρ ἴσον ἐχόντων πάχος ἐπιτηδειότερον εἰς ἕνωσιν καὶ σύστασιν καὶ πῆξίν ἐστι τὸ γλισχρότερον. ἐπεὶ
47
τοίνυν ἔνια τῶν οὐκ ἀναγκαίων εἰς τὴν προκειμένην ῥῆσιν αἰτιολογεῖται, προσθῶ ἔτι τὴν περὶ τοῦ πάχους τῶν οὔρων ἐν τοῖς παιδίοις αἰτίαν. ἔστι δὲ ἥδε τό τ’ ἀδηφάγον αὐτῶν καὶ τὸ μετὰ τροφὴν κινεῖσθαι παίζοντα καὶ σκιρτῶντα, τοῖς δὲ θηλάζουσι καὶ ἡ ὕλη συντελεῖ. παχὺ γὰρ φύσει τὸ γάλα καὶ πρὸς λίθων γένεσιν ἐπιτηδειότατον, ἀμέλει καὶ τῶν τελείων τοῖς πλεονάζουσιν ἐν τυρῶν ἐδωδῇ λίθους ἐν νεφροῖς γεννωμένους ἔγνωμεν πολλάκις.

Τὰ σχήματα τὰ ῥηίζοντα μᾶλλον, οἷον ὁ τὰ κλήματα τῇ χειρὶ πλέκων ἢ στρέφων, ὑπὲρ ὀδυνάων κατακείμενος, λαβόμενος πασσάλου ἄκρον ὑπερπεπηγότος, εἴχετο καὶ ἐρήϊσεν.

Αὐτὸ μὲν τὸ λεγόμενον εὔδηλόν ἐστιν. αἰτίαν δὲ αὐτοῦ χαλεπὸν εἰπεῖν, ὅτι μήτε ὁ Ἱπποκράτης ἔγραψε, καίτοι δυνάμενος, ἤτοι γε ἐξαιφνίδιον αὐτῷ γενέσθαι τὴν ὀδύνην

48
εἰπὼν ἢ κατὰ βραχὺ λαβεῖν τὴν αὔξησιν, ἄρξασθαί τε ἐνεργοῦντι περὶ τὴν τῶν κλημάτων πλοκὴν ἢ μετ’ αὐτὴν εὐθέως ἢ κατ’ ἄλλον τινὰ χρόνον τῆς ἡμέρας ἢ τῆς νυκτός. ἀλλ’ οὐδὲ τί μόριον ἦν, ᾧπερ ἡ ὀδύνη, λέλεκται. τὴν χεῖρα δὲ ἡγοῦνται διὰ τὸ τοῦ παττάλου λαμβανόμενον αὐτὸν ὠφεληθῆναι. εἰ μὲν οὖν ἐκοπώθη στρέφων αὐτὸς τὰ κλήματα, ἀπίθανον οὐκ ἂν εἴη διὰ σχήματος αὐτὸν τοιούτου ῥαΐσαι. τὸ γὰρ ἀνώδυνον τῆς χειρὸς σχῆμα διά τε τοῦ περὶ ἀγμῶν καὶ τοῦ κατ’ ἰητρεῖον, ὁποῖον ἐστίν. εἰ δέ τις ἐν τῷ περιστρέφειν τὴν χεῖρα διαστροφὴ μυὸς ἐγένετο περὶ τὸν ἄνθρωπον ἢ καὶ πνεῦμα φυσῶδες ἐναπελείφθη μεταξὺ δυοῖν μυῶν οὐκ ἔχον διέξοδον, εἰκὸς ἦν ἐν ἐπιτηδείῳ σχήματι, καθ’ ὃ κενωθῆναι συνέβη τὸ πνεῦμα, ῥαΐσαι τὸν περιωδυνῶντα.

49
Ὃν ἐξ ὀρειτυπίης περὶ τὴν γέφυραν εἶδον ἐγὼ ῥιπτοῦντα τὰ σκέλεα, κνήμην ἑτέρην ἥκιστα ἐλεπτύνετο, μηροὺς δὲ κάρτα, οὖρα καὶ γονὴ οὐκ ἴσχετο.

Ὀρειτύπους ὀνομάζουσιν οἱ Ἕλληνες τοὺς ὁτιοῦν ἐκ τῶν ὀρῶν εἰς τὴν πόλιν καταφέροντας, οἷον ξύλα καὶ λίθους ἤ τι τοιοῦτον. γεγραφότος δὲ τοῦ Ἱπποκράτους οὐχ ἁπλῶς οὕτω, τὸν ὀρειτύπον ἐθεασάμην ῥιπτοῦντα τὰ σκέλη, προσθέντος δὲ τῷ λόγῳ τὴν ἐξ πρόθεσιν καὶ γράψαντος τοῦ ἐξ ὀρειτυπίης, ἐμφαίνεταί πως ἐξ ἀρχῆς αὐτῆς τῆς κατὰ τὴν ὀρειτυπίαν ἐνεργείας, πληγῆναι τὸν κατὰ τὴν ὀσφὺν νωτιαῖον ὁ ἄνθρωπος, ἀφ’ οὗ πέφυκε τὰ κινοῦντα τὰ σκέλη νεῦρα. καίτοι γε τὸ περὶ τὴν γέφυραν ἱκανὸν ἦν γεγράφθαι μόνον εἰς ἀνάμνησιν αὐτῷ τοῦ παθόντος, ὡς μηδὲν δεῖσθαι τῆς τέχνης. περιττὸν δὲ ἴσως ζητεῖν ἐκ τίνος αἰτίας ἔπαθεν ὁ ἄνθρωπος ἐκεῖνος τὰ σκέλη, καθάπερ γε καὶ τὸ τί δηλοῦται διὰ τοῦ φάναι σκέλεα ῥιπτοῦντα,

50
πότερα ἀκίνητα ἀλγεῖν, μὴ πάσχοντα, καὶ γὰρ τοῦτ’ εἴρηταί τισιν ἀπιθάνως, ὅπερ ἐστὶ πιθανώτερον, ἀκρατῶς ἔχοντα τῶν σκελῶν ἐν τῷ βαδίζειν, ὁμοίαν γίνεσθαι τὴν περιφορὰν αὐτῶν τοῖς ῥίπτουσι πρὸς τὴν ἔξω χώραν, οὐκ ἰσχυρῶς αὐτά. ἀλλ’ οὐδ’ ὅτι κνήμας μέντοι γε ἀμφοτέρας ἢ τὴν ἑτέραν ἥκιστα λελέπτυντο, μηροὺς δὲ κάρτα φέρειν τινὰ τοῖς ἀκούσασιν ἡμῖν ὠφέλειαν, ὥσπερ οὐδὲ αὐτῷ τῷ Ἱπποκράτει πρὸς ἀνάμνησιν. οὐ γὰρ σπανίως, ἀλλὰ πολλάκις φαίνεται τὰ τοιαῦτα γινόμενά τε καὶ γινωσκόμενα σαφῶς τοῖς ἰατροῖς ἅπασι. τί δὴ οὖν ἐστι δι’ ὃ τοῦτο ἔγραψεν ἐγὼ πειράσομαι δηλῶσαι τὴν ὅλην ῥῆσιν εἰπὼν πρότερον ἑτέρᾳ λέξει σαφεστέρᾳ τε καὶ συντομωτέρᾳ, τῶν περιττῶν ἀφαιρεθέντων. παραλυόμενός τις τὰ σκέλη, τὰ μὲν κατὰ μηροὺς ἐλεπτύνετο μᾶλλον τῶν κατὰ τὰς κνήμας. οὖρα μέντοι καὶ γονὴ οὐκ ἐπεσχέθησαν αὐτῷ. τοῦτ’ οὖν ἐστι χρήσιμον εἰς τὸ γινώσκειν ἡμᾶς, ἀλλ’ ἴσως ἐρήσεταί τις, τί φησιν ὃ γέγραπται κατὰ τὸ περὶ τῶν ἄρθρων βιβλίον, ἐπεὶ οἱ πολὺ πλέονες σκελέων τε καὶ χειρῶν ἀκρατέες
51
γίνονται καὶ καταναρκοῦνται τὸ σῶμα καὶ οὖρα ἴσχεται αὐτέοισιν οἷς ἂν μὴ ἐκστῇ μὲν τὸ ὕβωμα μήτε εἴσω μήτε ἔξω, σεισθῶσι δὲ ἰσχυρῶς εἰς τὴν εὐθυωρίαν τῆς ῥάχεως. ἐκ ταύτης τῆς ῥήσεως ὁρμηθέντες τινὲς ἀπεφήναντο διὰ τῶν νεύρων παράλυσιν ἐπὶ τοῦ νωτιαίου πάθει γίνεσθαι ταῦτα τὰ συμπτώματα, μὴ προσέχοντες ὅτι τῶν σπονδύλων μετακινηθέντων ἐκ τῆς κατὰ φύσιν ἕδρας καὶ τῷ τῆς συμπαθείας λόγῳ, φλεγμονὰς μὲν τὸ πρῶτον, ὕστερον δὲ καὶ σκιῤῥώδεις ὄγκους ἐργασαμένων περὶ τὴν κύστιν καὶ τὸ καλούμενον ἀπευθυσμένον ἔντερον, αἱ φυσικαὶ τῶν ὀργάνων τούτων ἐνέργειαι βλάπτονται, δι’ ἃς ἴσχεται τὰ πρότερον ὑπ’ αὐτῶν ἐκκρινόμενα, τῶν μέντοι νεύρων βλαβέντων μόνων ἄνευ τοῦ συμπαθῆσαί τι τῶν εἰρημένων ὀργάνων, οὐ τὰς φυσικὰς ἐνεργείας, ἀλλὰ τὰς προαιρετικὰς συμβαίνει κακοῦσθαι. καὶ διὰ τοῦτο χωρὶς προαιρέσεως ἐκρεῖ τὸ οὖρον αὐτοῖς καὶ ἡ κόπρος, ὅταν γε συντελεσθῇ τῶν νεύρων ἡ παράλυσις, ὅσα φέρεται πρὸς τοὺς ἐπὶ τοῖς πέρασι τῆς κύστεως καὶ ἀπευθυσμένου μῦς, ὑφ’ ὧν κλείεταί τε καὶ
52
σφίγγεται τὸ στόμιον ἑκατέρου τῶν ὀργάνων. ὅτι μὲν οὖν οὐκ ἐπεσχέθη τῷ ὀρειτύπῳ τὰ οὖρα, λέλεκται κατὰ τὴν ῥῆσιν· εἰ δ’ ἀπροαιρέτως ἢ κατὰ προαίρεσιν ἀπεκρίνετο, τοῦτ’ οὐκέτι προσέθηκεν. εἰ μὲν οὖν σύγγραμμα πρὸς ἔκδοσιν ἦν τὸ βιβλίον, ἐκ τοῦ προσγεγράφθαι δῆλον ἦν ὡς οὐδὲ ἐγένετο, πάντως γὰρ ἂν ἐδήλωσεν αὐτὸ, μὴ γεγραμμένου δ’ οὕτως, ἀλλ’ ὡς εἴρηται πολλάκις ἐν ὑπογραφαῖς πρὸς ἀνάμνησιν. οὐδὲ γὰρ οὐδὲ περὶ τῶν διαχωρημάτων ἔγραψέ τι. καίτοι καὶ ταῦτα ἀναγκαῖόν ἐστιν ἢ οὐδ’ ὅλως ἐπεσχῆσθαι, ἀλλὰ τοῖς οὔροις ὡσαύτως ἀκουσίως ἐκρεῖν, ἢ κατὰ προαίρεσιν ἀποκρίνεσθαι. ἀλλ’ εἰκὸς αὐτὸν εἰς ἀνάμνησιν ὧν εἶδεν ἀρκεσθῆναι τῷ περὶ τῶν οὔρων ῥηθέντι. τῆς γὰρ τῶν ἀποπατημάτων κενώσεως ὡσαύτως τοῖς οὔροις γινομένης, εἰ μὲν ἐναντίον τι περὶ τὴν ἑτέραν αὐτῶν ἐγεγόνει, πάντως ἂν ἐπεσημήνατο, τῶν δ’ αὐτῶν αὐτοῖς ἀκολουθησάντων οὐκ ἦν ἀναγκαῖον ἀμφοτέρων μνημονεύειν,
53
ἀλλ’ οὐδὲ γονὴ φησὶν, ἴσχετο. φυσικὴ γάρ ἐστι καὶ ἡ ταύτης κένωσις, ὥσπερ καὶ ἡ τῶν οὔρων τε καὶ σκυβάλων. διὰ τί δὲ βουληθέντες μὲν ἀφροδισιάζειν ἐπ’ αὐτὴν ἀφικνοῦνται, μὴ βουληθέντες δ’ οὐκ ἔρχονται, μακροτέρῳ λόγῳ καὶ ἐν τοῖς περὶ τῶν ἀπόρων κινήσεων λογισμοῖς εἴρηται.

Ὅσαι πτερυγώδεες φύσιες πλευρέων δι’ ἀδυναμίαν τῆς ἀφορμῆς ἐπὶ τοῖσι κατάῤῥοισι τοῖσι κακοηθέσι, ἔκκρισις εἴη, μὴ εἴη, κακόν.

Τίνας μὲν ὀνομάζουσιν οἱ ἰατροὶ πτερυγώδεις ἔμπροσθεν εἴρηται. μεμαθήκατε δὲ καὶ ὅτι πρὸς φθίσιν ἐπιτήδειοι τυγχάνουσιν ὄντες οἱ τοιοῦτοι διὰ τοῦ τρίτου τῶν ἐπιδημιῶν, ἀφορμὴν δὲ λέγειν εἴωθεν ὁ Ἱπποκράτης καὶ σχεδὸν ἅπαντες οἱ παλαιοὶ πᾶσαν ὕλην πράγματος, ἀφ’ ἧς ὁρμὴ γίνεται πρὸς τὰς ἐφεξῆς ἐνεργείας, εἴτε ἀργύριον

54
εἴτε τις ἄλλη κτῆσις, εἴτε δύναμις εἴη τις, εἴτε χωρίον, εἴτε πίστις, εἴτε πρᾶξις, εἴτε αἴτιον, εἴθ’ ὁτιοῦν ἁπλῶς ἄλλο. τινὲς δ’ οἴονται τοὺς πρωτοπαθοῦντας τόπους ἄλλων ἀφορμὰς ὀνομάζειν αὐτὸν, ἀποδείκνυσθαί τε καὶ τοῦτο φασὶν διὰ τῆσδε τῆς ῥήσεως. τὰς ἀφορμὰς ὁκόθεν ἤρξατο κάμνειν σκεπτέον. εἰ δὲ καὶ τοῦτο τὸ σημαινόμενον, ὡς πρόσθεν εἶπον, ὄντι καθόλου πολλῶν τοιούτων κατὰ μέρος. οἱ μὲν γὰρ ῥήτορες, ὥσπερ γε καὶ οἱ ἱστορικοὶ καὶ οἱ φιλόσοφοι ἀφορμὰς τῶν ἀνθρώπων ἐνεργείας εἰρήκασιν, ὡς ἂν καὶ περὶ τούτων διαλεγόμενοι. μετενήνεκται δ’ ὑφ’ Ἱπποκράτους τοὔνομα, καθάπερ καὶ τὰ ἄλλα πολλὰ τῶν φυσικῶν ἐνεργειῶν τε καὶ παθῶν. ἐν οἷς ἅπασι κοινόν ἐστι τὸ ὁκόθεν ἤρξατο γενέσθαι. νῦν μὲν γὰρ ἐπὶ τῆς εἰρημένης ῥήσεως ὁ Ἱπποκράτης ὁκόθεν ἤρξατο κάμνειν ἔφη, δύναται δὲ ὡσαύτως λέγεσθαι καὶ τὸ ὁκόθεν ἤρξατο πληΐζεσθαι, πολεμεῖν, εἰρηνεύειν, μάχεσθαι, φιλεῖν ἀλλήλους, μισεῖν, τυραννεῖν καὶ πᾶν ὁτιοῦν ἄλλο τοιοῦτο. καὶ νῦν οὖν τὴν πρώτην ἀρχὴν τοῦ πτερυγώδη τινὰ γίνεσθαι λέλεκται
55
πρὸς Ἱπποκράτους. ἀφορμὴν δ’ οὐκ ἄν τις ἀπὸ τρόπου φαίη. τίς οὖν ἐστιν αὕτη; τῆς ἐμφύτου θερμασίας, ἥτις ἐκ τῆς καρδίας ἔχει τὴν ἀρχὴν, ἡ ἀῤῥωστία. μεμάθηκας ὥσπερ ἐγκεφάλῳ μεγάλῳ μὲν ὑπάρχοντι κεφαλὴ συναύξεται, σμικρῷ δ’ ὄντι συνσμικρύνεται, κατὰ τὸν αὐτὸν λόγον καὶ τῇ καρδίᾳ συναύξεσθαί τε καὶ συμμειοῦσθαι τὸν θώρακα, τὴν καρδίαν δὲ αὐτὴν σμικρὰν γίνεσθαι πρὸς τῆς ἀῤῥωστίας τῆς ζωτικῆς δυνάμεως, ἧς οὐσίαν εἶναι τὸ ἔμφυτον θερμόν. ὅταν οὖν ἄῤῥωστος αὐτὴ φύσει τινὶ γένοιτο, τουτέστιν ἐξ ἀρχῆς, ἐκ τῆς πρώτης διαπλάσεως ἀναγκαῖόν ἐστι καὶ τὴν καρδίαν γενέσθαι μικρὰν καὶ τὸν θώρακα. τοῦ δὲ τρεῖς ἀρχὰς εἶναι τὰς διοικούσας τὸ ζῶον ἔμαθες τὰς ἀποδείξεις ἐν τῇ περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων πραγματείᾳ. τοὺς δ’ οἰηθέντας ἀφορμὰς λέγεσθαι τοὺς πρωτοπαθοῦντας τόπους, πολλόν τε περὶ τὴν ἐξήγησιν τῆς προκειμένης ῥήσεως εὑρήσεις ἁμαρτάνοντας, κᾀν τῷ προσυπακούειν οὐ λέξιν τινὰ μίαν, ἀλλὰ λόγον ὅλον, ὡς εἰ καὶ οὕτως ἡ ῥῆσις εἴρητο· ὅσαι πτερυγώδεες φύσιες
56
πλευρέων δι’ ἀδυναμίαν τῆς ἀφορμῆς ἐν τοῖσι κατάῤῥοισι τοῖσι κακοήθεσι, μάλιστα φθίσεσιν ἁλίσκονται καὶ ἢν ἔκκρισις εἴη καὶ ἢ μὴ εἴη κακόν. πολλῶν εἰρημένων τοῖς ἐξηγηταῖς εἰς τήνδε τὴν ῥῆσιν αὔταρκές ἐστι τὸ δοκοῦν ἀληθέστατόν γ’ ἐμοὶ καὶ ὠφελιμώτατον εἶναι τοῖς μανθάνουσι τὴν ἰατρικὴν τέχνην, ὑποτυπῶσαι μόνον ὡς οἷόν τε διὰ βραχυτάτων. τοὺς τοίνυν ἀπὸ κεφαλῆς εἰς τὸν πνεύμονα γινομένους κατάῤῥους τηνικαῦτα νομιστέον εἶναι κακοήθεις, ὅταν λεπτὰ καὶ βρωτικὰ ταῖς δυνάμεσιν ᾖ τὰ καταῤῥέοντα. ταῦτ’ οὖν οὔτε μένειν ἐν τῷ πνεύμονι προσήκει μέχρι περ ἂν πεφθέντα παχυνθῇ, καθάπερ τὰ ἄλλα ῥεύματα τὰ λεπτὰ μὲν, οὐκ ἔχοντα δὲ τὸ διαβρωτικόν τε καὶ δύσπεπτον, οὔτ’ εὐθέως ἐκκρίνεσθαι. μένοντα γὰρ ἔνδον οὐ πέττεται ῥᾳδίως καὶ φαίνεταί γε τὸ σπλάγχνον ἑλκοῦν, ἐκκρινόμενα δὲ βῆχας ἐργάζεται συντόνους, ἐφ’ αἷς ἥ τε κεφαλὴ πληροῦται, αὐτή τε πάλιν καταπέμπει τῷ πνεύμονι κατάῤῥουν, εἰς κίνδυνόν τε τοῦ ῥαγῆναί τι τῶν κατ’ αὐτὸν ἀγγείων ἀφικνεῖται διὰ τὴν ἐπὶ βηχὶ συντονίαν. εἰωθυῖαν
57
γίνεσθαι τοῖς μὴ ῥᾳδίως ἀναπτύουσι τὰ ἐκ τοῦ πνεύμονος ὑγρὰ, λεπτὰ καὶ ὑδατώδη κατὰ τὴν σύστασιν ὄντα. γίνεται μὲν γὰρ ἡ ἄνοδος αὐτοῖς ἀναφερομένοις ὑπὸ τοῦ κατὰ τὰς βῆχας ἐκπεμπομένου πνεύματος, ὅταν δ’ ᾖ λεπτὰ καὶ ὑδατώδη, περισχίζεταί τε ταῦτα καὶ ἀντικαταφέρεται, μὴ φθάνοντα διεξελθεῖν ὅλην τὴν τραχεῖαν ἀρτηρίαν. ἀληθὲς οὖν ἐστι τὸ βλάβην ἕπεσθαι καὶ μένουσι κατὰ τὸν πνεύμονα τοῖς τούτοις ὑγροῖς καὶ κενουμένοις.

Ῥίγεα ἄρχεται γυναιξὶ μὲν μᾶλλον ἀπὸ ὀσφύος καὶ διὰ νώτου τότε ἐς κεφαλήν. ἀτὰρ καὶ ἀνδράσιν ὄπισθεν μᾶλλον ἢ ἔμπροσθεν. φρίσσουσι γὰρ τὰ ἔξωθεν μᾶλλον ἢ τὰ ἔνδον τοῦ σώματος, οἷον πήχεων, μηρῶν. ἀτὰρ καὶ τὸ δέρμα ἀραιότερον, δηλοῖ δὲ ἡ θρίξ. ἀφ’ ὧν δὲ ἄλλων ῥιγοῦσιν ἴσως ἑλκέων ἄρχεται ἐκ τῶν ἀγγείων.
58

Τὰ μὲν ἄλλα τῆς ῥήσεως ἐξηγησάμεθα κατά τε τοὺς ἀφορισμοὺς καὶ τὸ δεύτερον τῶν ἐπιδημιῶν. τὸ δ’ ἐπὶ τῇ τελευτῇ προσκείμενον οὐκ ὀλίγα πράγματα παρέσχηκε τοῖς ἐξηγησαμένοις τὸ βιβλίον. ἄλλος γοῦν ἄλλως αὐτὰ γράφει, δηλοῦντες ἅπαντες ὡς οὐχ οἷόν τ’ ἐστὶ πιθανῶς ἐξηγήσασθαι τὴν ῥῆσιν, ἐάν γε τὴν ἀρχαίαν φυλάττῃ γραφήν. ἐκείνη μὲν οὖν ἐστι τοιάδε, ἐξ αὐτῆς δέ τινες τὸ ἴσως ἑλκέων ὑπαλλάξαντες ἔγραψαν ὡς ἑλκέων, ἵν’ ᾖ παράδειγμα τοῦτ’ αὐτὸ τῶν ἄλλων. οὐ γὰρ ἀφ’ ἑλκῶν μόνον, ἀλλὰ καὶ ἀποστημάτων εἰς πῦον μεταβαλλόντων ῥιγοῦσι. καὶ μέντοι καὶ καυθέντες τινὲς καὶ τμηθέντες ἐῤῥίγωσαν ἐπί τε τῇ καύσει καὶ τῇ τομῇ. τινὰς δ’ ἐθεασάμην διὰ δριμὺ φάρμακον ἐπιτεθὲν ἕλκει ῥιγώσαντας. ἀλλὰ πάντα τὰ τοιαῦτα ῥίγη φαινόμενον ἔχει τὸ προκατάρχον αἴτιον. ἑτέρα δ’ ἐστὶν ἐν τριταίοις καὶ τεταρταίοις πυρετοῖς καὶ πολλάκις ἅμα κρίσει γινόμενα, χωρὶς αἰτίας φανερᾶς, ἐφ’ ὧν φασιν εἰρῆσθαι τὸ ῥίγεα ἄρχεται γυναιξὶ μὲν μᾶλλον καὶ τὰ ἄλλα ἐφεξῆς. καίτοι γε τοῦτο πρῶτον αὐτὸ θαυμάσειν ἄν τις ὅπως ἐν τοῖς ἀφορισμοῖς,

59
ἔνθα μάλιστα τὴν ἑαυτοῦ γνώμην ἐνδείκνυται καὶ τὸν περὶ τοῦ ῥίγος λόγον ἔγραψεν ἀποφηνάμενος καθόλου, χωρὶς διορισμοῦ τοῦ νῦν ἐν τῇ προκειμένῃ ῥήσει διδασκομένου. φαίνεται γὰρ εἰ ταύτῃ τις προσέχῃ τὸν νοῦν, οὐ πάντα μόνον τὰ ῥίγη καθ’ ἕνα τρόπον γίνεσθαι δοξάζων ἐν τῷ λέγειν· ἀφ’ ὦν δὲ ἄλλων ῥιγέουσιν, οἷον ἑλκέων, ἄρχεται ἐκ τῶν ἀγγείων, πρὸς τῷ καὶ αὐτὸ τοῦτο, ἐκ τῶν ἀγγείων ἄρχεσθαι φάναι τὸ ῥῖγος, οὔτ’ ἔχειν ἀντιδιαίρεσιν τοῖς προειρημένοις. ἔνεστι γοῦν λέγειν ὡς ἐκ τῶν ἀγγείων μὲν ἄρχεσθαι τὰ ῥίγη πάντα, τουτέστι τῆς ἐν αὐτῇ κακοχυμίας, ἀλλὰ φρίττει πρῶτα μὲν ὀσφὺς καὶ τὰ κατὰ νῶτον, ἔπειτα δὲ καὶ τὰ ἄλλα. διὰ τοῦτ’ οὖν ἔνιοι μὲν μεταγράψαντες τὴν παλαιὰν γραφὴν οὕτως ἐτύπωσαν τὴν λέξιν. ἀφ’ ὧν δὲ ἄλλων ῥιγέουσιν, ὡς ἑλκέων, ἄρχεται ἐκ τῶν ἀγγείων, ἵν’ ὁ λόγος ᾖ τοιοῦτος. ὅσα μὲν ἄνευ τόπου πεπονθότος γίνεται ῥίγη, τὴν ἀρχὴν ἐξ ὀσφύος τε καὶ νώτου λαμβάνει. τὰ δ’ ἄλλα τῶν πεπονθότων ἀφορμᾶται μορίων, ἅπερ δὴ καὶ αὐτοῦ τοῦ ῥίγους ἐστὶν ἡ αἰτία. τινὲς δ’ ἀντὶ
60
τῶν ἀγγείων ἔγραψαν ἐναντίων, ἵν’ ἐφ’ ὧν ὁ πεπονθὼς τόπος αἴτιος γίνεται τοῦ ῥίγους, ἕλκων ἐφ’ ἑαυτὸν, ὥς φασι, κατ’ ἐκεῖνον τὸν χρόνον ἐν ᾧ ῥιγοῦσι τὸ ἐκ παντὸς τοῦ σώματος αἷμα φανεῖται τὸ ῥῖγος ἐκ τῶν ἐναντίων τοῖς πεπονθόσι μορίοις ἀρχόμενον, ἐναντία καλοῦντος αὐτοῦ τοῖς μὲν ἄνω τὰ κάτω, τοῖς δ’ ἀριστεροῖς τὰ δεξιά. δῆλον οὖν γέγονε τοῖς γε προσέχουσι τὸν νοῦν ὡς ἐξ αὐτῶν ὧν μεταγράφουσιν, ἐπ’ ἐναντιωτάτας ἀποφάσεις ἄγουσι τὸν λόγον, ἔνιοι μὲν ἐκ τῶν πεπονθότων μορίων ἄρχεσθαι τὰ ῥίγη λέγοντες, ἔνιοι δ’ ἐκ τῶν ἐναντίων αὐτοῖς, ἅπερ, ὡς αὐτοί φασι, τὰ ποῤῥωτάτω. περὶ μὲν οὖν αἰτίας, ὡς εἴρηται πολλάκις, ἔξεστι τῷ βουλομένῳ λέγειν ὡς ἂν θέλῃ, τὰ φαινόμενα δὲ ἐναργῶς οὐκ ἔξεστιν. ἀνατραπήσονται γὰρ οὕτως αἱ τέχναι πᾶσαι καὶ τῶν ἀνθρώπων ὁ βίος. φαίνεται δ’, ὡς ἐν ἀφορισμοῖς ἐδίδαξε, τὰ ῥίγη πάντα τὴν ἀρχὴν ἐξ ὀσφύος τε καὶ νώτου λαμβάνοντα καὶ τουτὶ τὸ νῦν προκείμενον ἐπὶ τῇ τελευτῇ τῆς ῥήσεως. εἰ μὲν οὖν ὁ συνθεὶς τὸ βιβλίον, ὡς λέγουσι, Θέσσαλος ὁ τοῦ
61
Ἱπποκράτους υἱὸς, ἐν τοῖς τοῦ πατρὸς ὑπομνήμασιν εὑρὼν ἐξεγράψατο, κακῶς ἐποίησεν ἐγγράψας αὐτὸ τῷ βιβλίῳ. τὰ γὰρ ὑπὸ τοῦ πατρὸς κεκριμένα χρόνῳ πολλῷ καὶ διὰ τῶν ἀφορισμῶν εἰς ἀπόφασιν καθολικὴν ἠγμένα βεβαιότερα νομίζειν αὐτὸν ἐχρῆν εἶναι τῶν, ὁπότ’ ἐζήτει, πρόσθεν οὐδέπω γινωσκομένων. εἰ δ’ αὐτὸς ἐξ αὐτοῦ προσέγραψε τοῦτο, πολὺ χεῖρον ἔπραξε, τὴν τοῦ πατρὸς ἀπόφασιν καθολικὴν διαστρέψας ἐπὶ τὸ φαῦλον. εἰ δ’ ἄλλος τις τῶν μετὰ Θέσσαλον ἔγραψε τὸ βιβλίον τοῦτο, κακῶς ἐκεῖνος ἐποίησεν. καὶ γὰρ ὡς εἴρηται πολλάκις ἡ πεῖρα κρείττων ἐστὶ τῶν ἐναργῶς φαινομένων, οὐχ ὁ λόγος, ὃν ἂν ἕκαστος ἑαυτῷ πιθανῶς ἀναπλάσῃ. τοῦ γὰρ ὅτι δὴ γίνεται τόδε τι συμφωνηθέντος ὁ λόγος ζητεῖ καὶ διατείνεται· τοῦ δ’ ὅλως φαινομένου γίνεσθαι ληρῶδές ἐστιν ὡς γενομένου λέγειν αἰτίαν. εἴρηται δὲ καὶ ἄλλα τινὰ τοῖς ἐξηγηταῖς εἰς τὴν προκειμένην ῥῆσιν. ἀλλ’ ἔγωγε πολλάκις ἤδη παρῃτησάμην ἁπάντων μεμνῆσθαι καὶ μάλισθ’ ὅταν αὐτῶν
62
τὰ πιθανώτατα δόξαντα εἶναι βασανιζόμενα φαίνηται ψευδῆ.

Κεφάλαιον ἐκ τῆς γενέσεως καὶ ἀφορμῆς καὶ πλείστων λόγων καὶ κατὰ μικρὸν γινωσκομένων συνάγοντα καὶ καταμανθάνοντα, εἰ ὅμοιά ἐστιν ἀλλήλοισιν καὶ εἰ μὴ ὅμοια ἀλλήλοισίν εἰσιν, ὡς ἐκ τῶν ἀνομοιοτήτων ὁμοιότης γένηται μία, οὕτως ἂν εἴη ὁδός. οὕτω καὶ τῶν ὀρθῶς ἐχόντων δοκιμασίη καὶ τῶν μὴ ἐχόντων ἔλεγχος.

Οὐ τὸ προστάττειν ἃ νῦν εἶπεν, ἀλλὰ τὸ πράττειν ἐπὶ τῶν νοσούντων αὐτὰ δύσκολον, ὅλως γοῦν τῆς τέχνης τὸ κεφάλαιον ἐν αὐτοῖς ἐστιν. ἐάν γάρ τις ἀκριβῶς εἰδῇ τήν τ’ ἐκ πρώτης γενέσεως φύσιν τοῦ νοσοῦντος, ἐκ τίνος τε νῦν αἰτίας νοσεῖ καὶ διὰ πολλῶν λόγων κατὰ μικρὸν γινωσκομένων, ἐπισκοπούμενος τάς τε φαινομένας ὁμοιότητας

63
καὶ τὰς δοκούσας ἀνομοιότητας εἶναι καὶ τἄλλα τὰ διὰ τῆς ῥήσεως εἰρημένα καλῶς εὑρίσκῃ, θεραπεύειν οὕτως δυνήσεται κάλλιστα. σκεψώμεθα οὖν ἅπαντα τὰ κατὰ μέρος, ἀναμιμνήσκοντες μὲν ὅσα δι’ ἄλλων ἐπὶ πλέον ἐξειργάσμεθα, προστιθέντες δ’ αὐτοῖς εἴ τι λείποι. τὸ μὲν οὖν ἐπίστασθαι τὴν ἐκ τῆς πρώτης γενέσεως ἑκάστῳ τῶν θεραπευομένων φύσιν εἴρηται καὶ δέδεικται πολλάκις ὅπως ἄν τις κάλλιστα πράττῃ. δέδεικται δ’ οὐδὲν ἧττον ἃ χρὴ περί τε τῶν πεπονθότων τόπων καὶ τῶν συμπαθούντων αὐτοῖς ἐπίστασθαί τε καὶ διαγινώσκειν ἀκριβῶς ἐπὶ τῶν νοσούντων. ὥσπερ γε καὶ περὶ τῶν αἰτίων ὅσα γε προκατάρχοντα καλοῦσι καὶ ὅσα προηγούμενα καὶ ὅσα συνεκτικά. δέδεικται δὲ καὶ κατ’ αὐτὸ τοῦτο τὸ βιβλίον, ἡνίκα ἔλεγεν ἡ περὶ τὸν κάμνοντα οἰκονομία, τίνα χρησίμως ἄν τις ἐκ τῶν τοῦ κάμνοντος λόγων ἀθροίσειεν εἰς τὰ τῆς τέχνης ἔργα. καὶ μέντοι καὶ ὡς ἐκ τῶν κατὰ μέρος ἐν αὐτῇ θεωρουμένων ἐπισκοπούμενον τὰς ἀνομοιότητας εἰς μίαν ἄγειν καθόλου τε καὶ κοινὴν ὁμοιότητα προσήκει. τὰ πλεῖστα
64
δὲ τῶν ἐν τούτοις τοῖς βιβλίοις γεγραμμένων ἐστὶ χρήσιμα, τὸ δ’ ἐφεξῆς εἰρημένον αὖθις ἀνομοιότητας τούτοισι τὴν ἀπὸ τῶν καθόλου καὶ κοινῶν καὶ ὁμοίων εἰς τὰς διαφορὰς τομὴν ἐνδείκνυται. δέδεικται δ’ ἡμῖν καὶ τοῦτο κατὰ πάντα τὰ μέρη τῆς τέχνης. ἐν μὲν τῷ περὶ τῆς διαφορᾶς τῶν συμπτωμάτων, ἐπὶ τῆς τοῦ γενικοῦ συμπτώματος. οὕτως δὲ κᾀν τοῖς περὶ διαφορᾶς τῶν σφυγμῶν καὶ τοῦ σφυγμοῦ. ἀλλὰ καὶ κατὰ ταύτας τὰς διαφορὰς πάλιν ὁμοιότης ἐστὶ καὶ τέμνεταί γε πάλιν ἑκάστη διαφορὰ, καθάπερ ἐδιδάξαμεν, εἰς ἄλλας μερικωτέρας διαφορὰς, καὶ αὗται πάλιν ἔχουσιν ὁμοιότητάς τινας. κατὰ τοῦτ’ οὖν εἰπὼν αὖθις, τὰς ἀνομοιότητας τούτοισιν, ἐπήνεγκε καὶ εἰ ὅμοια ἀλλήλοισιν, ἵν’ ἀκούσωμεν περισπασθέντος τοῦ κατὰ τί. βούλεται γὰρ ἡμᾶς γινώσκειν τὰς ὁμοιότητας, αἵπερ εἰσὶ διαφοραὶ, κατὰ τί πάλιν ὅμοιαί εἰσιν ἀλλήλαις, ὡς ἐκ τῶν ὁμοιοτήτων ὁμοιότης γένηται μία. καὶ γὰρ αὐτὴ καθ’ ἑαυτὴν ἑκάστη διαφορὰ κοινὴν ἔχει ὁμοιότητα καὶ πάσας ἡ γενικὴ περιλαμβάνει.
65
καλῶς οὖν εἶπεν αὕτη. ἡ γὰρ ὁδὸς, ὀρθὴ κατὰ πᾶσαν δηλονότι τέχνης σύστασίν ἐστιν, ὡς ἔμαθες. κεκλήκασι δὲ οὐχ ὁδὸν, ἀλλὰ μέθοδον οἱ μεθ’ Ἱπποκράτην τὴν τοιαύτην ὁδὸν, ἔξ ἧς καὶ τῶν ὀρθῶς εὑρισκομένων τε καὶ γινομένων ἐν ταῖς τέχναις δοκιμασία καὶ τῶν οὐκ ὀρθῶς ἐχόντων ὁ ἔλεγχος γίνεται.