In Hippocratis Epidemiarum I

Galen

Galen, In Hippocratis Epidemiarum I

Λοιμώδη κατάστασιν ἐνταῦθα γράφοντος Ἱπποκράτους, ὅσα πρὸς τὴν ἐξήγησιν ὧν ἐρεῖν μέλλει χρήσιμά ἐστιν, ἐν τοῖς ἔμπροσθεν ὑφ’ ἡμῶν ἐξειργασμένα, διὰ κεφαλαίων ὑπομνήσας, οὕτως ἐπὶ τὰς ῥήσεις αὐτοῦ παραγενήσομαι. πρῶτον μὲν ὅτι κατάστασιν οὐ μόνην τὴν παρὰ φύσιν ἐν τῷ περιέχοντι κρᾶσιν, ἀλλὰ καὶ πᾶσαν ἰδέαν ἅπαντος πράγματος οὕτως εἴωθεν ὀνομάζειν ἀναμνησθῶμεν· ἔπειτα δὲ ὅτι τις ᾖ κατὰ φύσιν ἑκάστῃ τοῦ ἐνιαυτοῦ

647
ὥρᾳ κρᾶσις· εἶθ’ ὅτι διὰ τὴν εἰς τὸ παρὰ φύσιν ἐκτροπὴν αὐτῶν ἐν τοῖς σώμασιν ἡμῶν γίνεται τὰ νοσήματα· σὺν τούτοις δὲ ἀναμνησθῶμεν ὧν ἐν τοῖς ἀφορισμοῖς ἔγραψεν αὐτὸς, λέγων ὧδε· τῶν δὲ καταστάσεων τοῦ ἐνιαυτοῦ τὸ μὲν ὅλον οἱ αὐχμοὶ τῶν ἐπομβρίων ὑγιεινότεροι καὶ ἧσσον θανατώδεες. νοσήματα δὲ ἐν τῇσιν ἐπομβρίῃσιν ὡς τὰ πολλὰ γίνεται, πυρετοί τε μακροὶ καὶ κοιλίης ῥύσιες καὶ σηπεδόνες. ἀναμνησθῶμέν γε καὶ ὧν εἰς τὴν ἀρχὴν τοῦ δευτέρου τῶν ἐπιδημιῶν ἐξηγούμενος ἔγραψα. μεμνημένος δέ τις ὧν εἶπον ἀναγνοὺς ἐπιμελῶς αὐτὰ πρὸς τὴν τῶν νῦν προκειμένων ἐξήγησιν ἀφικνείσθω.

Ἔτος νότιον, ἔπομβρον, ἄπνοια διὰ τέλεος.

Ἐν μὲν τῷ πρώτῳ τῶν ἐπιδημιῶν καταστάσεις ἔγραψε τρεῖς, ἐνταῦθά γε μίαν ταύτην ἡμῖν ἐξηγεῖσθαι πρόκειται. καὶ μέντοι κᾀν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν εἰσί τινες

648
ἄλλαι γεγραμμέναι. ἀλλ’ οὐ δοκεῖ πρὸς ἔκδοσιν ἐκεῖνο καθάπερ τὸ πρῶτόν τε καὶ τὸ τρίτον αὐτῷ πεποιῆσθαι. οὐ μὴν οὐδὲ προγέγραπται τῆς διηγήσεως τῶν γενομένων εὐθέως ἐν ἀρχῇ τὸ κατάστασις ἐν ἐκείνοις τοῖς βιβλίοις, ἀλλ’ ἄντικρυς διηγήσεως ἄρχεται τῶν ἱστορισμάτων αὐτὸ, κατά τε τὰ γενόμενα νοσήματα καὶ τὴν τοῦ περιέχοντος κρᾶσιν. ἐν Θάσῳ γοῦν, φησὶ, φθινοπώρου, περὶ ἰσημερίην καὶ ὑπὸ Πληϊάδας ὕδατα πολλὰ, ξυνεχέα μαλθακῶς ἐν νοτίοισιν, ἀνάλογόν γε καὶ τῶν ἑξῆς δυοῖν καταστάσεων ἤρξατο. κατὰ δὲ τὴν νῦν προκειμένην αὐτὸ μὲν τὸ τῆς καταστάσεως ὄνομα σχεδὸν ἐν ἅπασι τοῖς ἀντιγράφοις, οὐ μὴν ἔν τινί γε χώρᾳ ταῦτ’ ἐγένετο δηλοῦται. κοινοῦ γάρ τινος ἔθνεσι πολλοῖς γενομένου λοιμοῦ τὴν διήγησιν ἐν τῷδε ποιεῖται. ἐν μὲν τοῖς κατὰ Διοσκορίδην ἀντιγράφοις οὐ μόνον οὕτως ἁπλῶς γέγραπται κατάστασις, ἀλλὰ πρόσκειται τὸ θερμὴ καὶ ὑγρὰ κατὰ τὸ μέσον τῆς σελίδος ὅλου τοῦ γεγραμμένου, καθάπερ ἐν τοῖς ἄλλοις ἀντιγράφοις μόνου τοῦ κατάστασις.
649
εὕροις δ’ ἄν τινα μηδ’ ἐν τῷ μέσῳ τὸ πρόγραμμα τοῦτο ἔχοντα, καθάπερ ἔν τισι μηδ’ ὅλως, ἐξ ὧν ὑπονοήσειεν ἄν τις οὐκ αὐτὸν Ἱπποκράτην προγεγραφέναι τὸ κατάστασις, ἀλλ’ ἴσως ἐκείνους, ὅσοι καὶ τοὺς χαρακτῆρας ἐπὶ τῷ τέλει τῶν κατὰ τοὺς ἀῤῥώστους διηγήσεως ἔγραψαν. ἀλλὰ ταῦτα μὲν ὅπως ἂν ἔχῃ, βλάβην ἢ ὠφέλειαν οὐδεμίαν εἰς πρόγνωσιν ἢ θεραπείαν φέρει. τρεπώμεθα δ’ ἐπὶ τὴν ἐξήγησιν ἐκείνων, ἐν οἷς ὠφέλειά τίς ἐστιν. ἔτος νότιον, ἔπομβρον, ἄπνοια διὰ τέλεος. ὁμοία τῇδε τῇ καταστάσει καὶ ἡ ἐν ἀρχῇ τοῦ δευτέρου τῶν ἐπιδημιῶν ἐστι, κατὰ τήνδε τὴν τάξιν εἰρημένη. ἄνθρακες ἐν Κρανῶνι θερινοὶ, ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ διόλου, ἐγίνετο μᾶλλον νότῳ. διαφέρουσι δ’ ἀλλήλων αἱ καταστάσεις, ὅτι τε δι’ ὅλου τοῦ ἔτους ἐνταῦθά φησι γεγονέναι τοῦ περιέχοντος ἡμᾶς ἀέρος κρᾶσιν, ἐν δὲ τῷ δευτέρῳ κατὰ τὸ θέρος μόνον· ὅτι τε προσέγραψε νῦν, ἄπνοια διὰ τέλεος, ὅπερ οὐ προσέγραψεν ἐκεῖ. λογίσαιτο δ’ ἄν τις ἐκ τοῦ προσγράψαι κατ’
650
ἐκεῖνο τὸ βιβλίον, ἐγίνοντο μᾶλλον νότῳ, τοιοῦτόν τι δηλοῦσθαι. καὶ γὰρ οὖν κᾀνταῦθα νότιόν τε ἅμα καὶ ἄπνουν ἔφη γεγονέναι ὅλον τὸ ἔτος, ὡς δυνατόν ἐστιν ἄπνουν τε ἅμα καὶ βόρειον εἶναί τε καὶ λέγεσθαι τὸ ὅλον ἔτος, οὕτως ἡμῶν ἀκουόντων, διορισθήσεται γὰρ ὀλίγον ὕστερον τοῦτο. ἀναμνησθῶμεν δ’ ὅτι πολλὰς ἐν τῷ περιέχοντι κράσεις ἑοράκαμεν ἠρεμίαν καὶ νηνεμίαν ἐχούσας, οὐ μὴν ὁμοίως ἀλλήλαις, ἀλλὰ τὴν μέν τινα μαλακήν τε καὶ ὑγρὰν, τὴν δὲ ξηράν τε καί τι κρύους ἔχουσαν. αὕτη μὲν οὖν ἀκριβῶς αἴθριός ἐστιν, ἡ μαλακὴ δ’ ὁμιχλώδη τε ἔχει καὶ θολερὰν κατάστασιν καὶ νότιον, ἔσθ’ ὅτε καὶ νεφελῶν οὖσαν πλήρη, ἡ δ’ ἐναντία αὐτῇ βόρειος καὶ ὅτι μάλιστα μηδεμία φαίνοιτο κατὰ τὸν ἀέρα κίνησις, ἀλλ’ ἀκριβῶς εἴη τὸ καλούμενον νήνεμον. τὸν αὐτὸν γὰρ τρόπον ἔοικεν ἔχειν τὰ κατὰ τὸν ἀέρα τοῖς κατὰ θάλατταν. ὡς οὖν ἐν ἐκείνῃ διὰ παντὸς μέν ἐστι ῥεῦμα κατὰ τὸ βάθος μεῖζον ἢ μεῖον, οὐ φαίνεται δ’ ἐνίοτε σαφῶς διὰ σμικρότητα, πλὴν εἰ στενὸν εἴη
651
τὸ δεχόμενον αὐτὴν χωρίον, ὡς ἐν Χαλκίδι τε τῆς Εὐβοίας καὶ Μεσσήνῃ τῆς Σικελίας φαίνεται, κατὰ τὸν αὐτὸν λόγον ἐν τῷ περιέχοντι παντελὴς μὲν ἀκινησία καὶ στάσις ἔοικεν οὐδέποτε γίνεσθαι, λανθάνει δ’ ἐνίοτε διὰ σμικρότητα. καὶ νέφη δ’ ὁρῶμεν ἐν ταῖς τοιαύταις ἀπνοίαις πολλάκις ἑστάναι μὲν δοκοῦντα, κινούμενα δὲ κατ’ ἀλήθειαν. ὁρᾶται οὖν ὀλίγον ὕστερον ἐν ἑτέρᾳ χώρᾳ τοῦ περιέχοντος, ὅπερ οὐκ ἂν αὐτοῖς ἐγένετο μηδ’ ὅλως κινουμένοις. τοιαύτην οὖν τινα καὶ νῦν ἡγεῖσθαι χρὴ κατάστασιν ἐν ὅλῳ τῷ ἔτει γεγονέναι, τοσούτῳ διαφέρουσαν τῆς ἐν Κρανῶνι κατὰ τὸ δεύτερον βιβλίον εἰρημένης, ὅσῳ καὶ χρονιωτέρα. τό γε μὴν ἐν ἀμφοτέραις ταῖς καταστάσεσι κοινὸν πάθος σηπεδών ἐστι, κοινὴν ἔχουσα καὶ τὴν αἰτίαν, ὑγρότητα σὺν ἀπνοίᾳ. φαίνεται δὲ ἐξ ὕλης μὲν ὑγρᾶς πᾶσα γίνεσθαι σηπεδὼν, αἰτίας δὲ δραστικῆς, ἀλλοτρίου τε καὶ παρὰ φύσιν θερμοῦ, συνεπαύξεσθαι δ’ ὑπὸ τῆς ἀκινησίας. ὅτι μὲν οὖν οὐδὲν τῶν ἀκριβῶς ξηρῶν σήπεται πάντες ἐναργῶς ὁρῶμεν. οὐδὲ γὰρ λίθος, οὕτε κέραμος, οὔτε χρυσὸς, οὔτ’ ἄργυρος, οὔτε
652
χαλκὸς, οὔτ’ ἄλλο τι τοιοῦτον φαίνεται σηπόμενον. ὅτι δὲ καὶ τὰ φύσιν ἔχοντα σήπεσθαι διαμένοντα μέχρι πλείστου φαίνεται κατὰ τὰς ψυχρὰς κράσεις, οὐδὲ τοῦτ’ ἀγνοεῖ τις, ἔτι δὲ μᾶλλον ὅταν ῥιπίζηται τοιούτοις ἀνέμοις. ἀμέλει καὶ τὴν ἐσθῆτα συνεχῶς τινάσσουσιν οἱ ἄνθρωποι καὶ μάλισθ’ ὅταν ὑγρὸν καὶ θερμὸν ᾖ τὸ περιέχον ὡς τῆς ἀκινησίας σηπούσης αὐτήν. οὕτως δὲ καὶ ἡ τῶν ἀρτηριῶν κίνησις ἐν τοῖς ζώοις ἄλλα τέ τινα χρηστὰ καὶ τὴν τοιαύτην ὠφέλειαν παρέχεται. λέγει δὲ καὶ αὐτὸς ὁ Ἱπποκράτης ἐν τοῖς ἀφορισμοῖς, ὡς ἐν τοῖς ἔμπροσθεν ἔφην, ἐν ταῖς ἐπομβρίαις γίνεσθαι σηπεδόνας. ὅτι μὲν οὖν ἀναγκαῖον ἦν σαπῆναι τὰς ἐν τοῖς σώμασιν ὑγρότητας ἐκ τούτων δῆλον. ἴδωμεν δ’ ἐφεξῆς ἕκαστον τῶν κατὰ μέρος ἀκολουθήσαντες αὐτοῦ ταῖς ῥήσεσιν.

Αὐχμῶν δὲ γενομένων τοὺς ὑπόπροσθεν χρόνους ἐπ’ ἐνιαυτὸν ἐν νοτίοισι περὶ ἀρκτοῦρον ὕδατα πολλά.
653

Ἔμαθες ἤδη κατὰ τὰς ἐν τῷ πρώτῳ γεγραμμένας καταστάσεις ὡς ἡ τοῦ περιέχοντος ὑπηλλάχθη κρᾶσις ἐκ τῆς ὑγιεινῆς τε καὶ κατὰ φύσιν αὐτῷ τάξεως. ἔμαθες δὲ καὶ ὁποία τίς ἐστιν ἡ κατάστασις ἥδε καὶ ὡς τέτταρες μὲν αὐτῆς εἰς τὸ παρὰ φύσιν ἁπλαῖ, τέτταρες δ’ ἄλλαι σύνθετοι γίνονται μεταβολαί· ἁπλαῖ μὲν αἱ κατὰ θερμασίαν μόνην καὶ ψύξιν, ὑγρότητά τε καὶ ξηρότητα, σύνθετοι δ’ αἵ τε κατὰ θερμότητα καὶ ὑγρότητα, καὶ ψυχρότητα καὶ ξηρότητα, ψυχρότητα καὶ ὑγρότητα, θερμότητα καὶ ξηρότητα. νῦν οὖν ἀναμνησθεὶς ὧν ἔμαθες ἀκολούθει τῇ διηγήσει τῆς γενομένης καταστάσεως, εἰπόντος τοῦ Ἱπποκράτους, αὐχμῶν δὲ γενομένων τοὺς ὑπόπροσθεν χρόνους. εἶθ’ ἑξῆς τούτου μνησθέντος, ἐν νοτίοισι περὶ ἀρκτοῦρον ὕδατα πολλά. φαίνεται μὲν γὰρ ἤδη τῷ πρόσθεν ἐνιαυτῷ μὴ φυλαχθῆναι τοῦ περιέχοντος ἡμᾶς ἀέρος ἀκριβὴς ἡ κατὰ φύσιν κρᾶσις, οὐ μὴν ἐν ἐκείνῳ γε τῷ χρόνῳ γενέσθαι τι νόσημα τῶν ἐπιδημιῶν ὀνομαζομένων. καὶ γὰρ καὶ κατὰ τοὺς ἀφορισμοὺς ἔμαθες αὐτοῦ γράψαντος ὧδε. τῶν δὲ καταστάσεων τοῦ ἐνιαυτοῦ τὸ μὲν ὅλον

654
οἱ αὐχμοὶ τῶν ἐπομβρίων εἰσὶν ὑγιεινότεροι καὶ ἧσσον θανατώδεες. ἔτι δὲ μᾶλλον οὐδὲν ἐγένετο νόσημα τοιοῦτον, διότι κατὰ τὸ ξηρὸν μόνον ἐπεκράτησεν ἡ ἐκτροπὴ τῆς κράσεως, οὐδεμίαν τῆς ἑτέρας ἀντιθέσεως μεταβολὴν λαβούσης, ὡς ἤτοι θερμὸν ἢ ἄγαν ψυχρὸν ἀπεργασθῆναι τὸ περιέχον. ἀλλ’ ἥ γ’ ἐπὶ τοὐναντίον ἀθρόα μεταβολὴ περὶ τὴν ἐπιτολὴν τοῦ ἀρκτούρου φαίνεται γεγονυῖα. προηγεῖται δ’ αὕτη βραχὺ τῆς φθινοπωρινῆς ἰσημερίας. ὁποῖον δέ τι μετ’ αὐτὴν ἐγένετο τὸ φθινόπωρον, εἶτα ὁ χειμὼν καὶ μετ’ ἐκεῖνον αἱ ἐφεξῆς ὧραι, ταῖς ῥήσεσιν ἀκολουθήσαντες αὐτοῦ μαθησόμεθα.

    Φθινόπωρον σκιῶδες, ἐπινέφελον, ὑδάτων πλήθεα, χειμὼν νότιος, ὑγρὸς, μαλακός.

    Σκιῶδες εἶπεν ἐν ἴσῳ τῷ ζοφῶδες, ὅπερ σημαίνει τὸ μὴ λαμπρὸν, μηδὲ καθαρὸν μηδ’ ἀκριβῶς αἴθριον.

    655
    εἰώθασι γὰρ ἔτι καὶ νῦν οἱ κατὰ τὴν Ἀσίαν Ἕλληνες ὀνομάζειν σκιώδη τε καὶ σκιαρὰ πάντα τὰ πρὸς τὸ μέλαν ἐκτρεπόμενα. τοῖς τοιούτοις δὲ καὶ τὸ ζοφῶδες ἐπιφέρουσιν ὄνομα καὶ τὸ φαιὸν ἐγγὺς τοῦ μέλανος ὄν. εὔδηλον δ’ ὅτι τοιοῦτος ὁ ἀὴρ οὐκ ἂν γένοιτο χωρὶς τοῦ νέφη πολλὰ καὶ ταῦτ’ ἔχειν μὴ λαμπρά. περιείχετο μὲν οὖν δυνάμει κατὰ τὸ σκιῶδες καὶ τὸ ἐπινέφελον. ἀλλ’ ἔμαθες οὐ μόνον Ἱπποκράτει τῷ τοιούτῳ τρόπῳ τῆς ἑρμηνείας χρῆσθαι οἰκεῖον εἶναι, ἀλλὰ καὶ πλείστοις τῶν ἄλλων. ἐπιφέρει δὲ χειμὼν νότιος ὑγρὸς μαλακός. ἔνιοι τὸν νότον οἴονται διὰ παντὸς ὑγρὸν εἶναι, τὸ δ’ οὐχ οὕτως ἔχει. φαίνεται γὰρ ἐνίοτε ξηρὸς γινόμενος ὃν προσαγορεύουσιν οἱ ἰδιῶται λευκόνοτον καὶ ὁ ποιητὴς λέγει·

  1. αὐτὰρ ἐγὼ ζεφύροιο καὶ ἀργέσταο νότοιο.
  2. τὸν γὰρ καθαρὸν νότον, ὃν χωρὶς ὄμβρων ἴσμεν γινόμενον, οὕτως ὠνόμασεν. ἀλλὰ κᾀν τῷ πρώτῳ τῶν ἐπιδημιῶν ὁ Ἱπποκράτης

    656
    ἐπὶ τῆς πρώτης καταστάσεως ἔφη· γινομένης δὲ τῆς ἀγωγῆς ὅλης ἐπὶ τὰ νότια καὶ μετ’ αὐχμῶν. ὁ μὲν οὖν τοιοῦτος νότος ἐνίοτε μὲν καὶ σφοδρὸς γίνεται, σαφῆ δ’ οὖν ἀεὶ τὴν κίνησιν ἔχει. μαλθακὸς δ’ ἄλλος ἐστὶ νότος, ὃς ἀναίσθητον ἔχει τὴν κίνησιν ἐν τῷ περιέχοντι καὶ κατὰ τὰ νέφη. καὶ τοίνυν θερμὸς μὲν οὗτός ἐστι διὰ παντὸς, ὁ δὲ λευκόνοτος ἐνίοτε φαίνεται ψυχρός.

Μετὰ δὲ ἡλίου τροπὰς ὕστερον πολλῷ πλησίον ἰσημερίης, ὀπισθοχειμῶνες καὶ ἤδη περὶ ἰσημερίην βόρεια χιονώδεα χρόνον οὐ πολύν.

Τῆς ἐναντίας καταστάσεως μέρος τι τοῦτο παρενέπεσεν, ὡς αὐτὸς εἶπεν οὐκ ἐπὶ πολὺν χρόνον.

Ἦρ πάλιν νότιον, ἄπνουν, ὕδατα πολλὰ διὰ τέλεος ἄχρι κυνός.
657

Ἐδήλωσέ σοι χειμῶνα τὸ ἁπλοῦν ἐν τῷ γράψαι νῦν, ἔαρ πάλιν νότιον ἄπνουν. τὸ γὰρ πάλιν ἔνδειξιν ἔχει τῆς μεταξὺ παρεμπεσούσης ἐναντίας καταστάσεως αὖθις ἐπὶ τὴν αὐτὴν κρᾶσιν ἐπανελθεῖν τὴν περὶ ἀέρα κατάστασιν.

Θέρος αἴθριον, θερμὸν, πνίγεα μεγάλα, ἐτησίαι μικραὶ διεσπασμένως ἔπνευσαν.

Τὸ μαλθακὸν τοῦ χειμῶνος καὶ τὸ ἄπνουν τοῦ ἦρος ἐκ ταὐτοῦ γένους ἐστὶ τοῦ θέρους πνιγώδους. φύσει γὰρ οὔσης ἀεὶ τῆς θερινῆς ὥρας θερμῆς, ὅταν ἄπνοια προσγένηται, πνὶξ ἐξ ἀνάγκης ἕπεται. γίνεται δὲ τοῦτο μήτε τῶν προδρόμων καλουμένων πνευσάντων μήτε τῶν ἑπομένων αὐτοῖς, οὓς καλοῦσιν ἐτησίας. διορίζει δ’ αὐτοὺς καὶ ἡ τοῦ κυνὸς ἐπιτολὴ. καὶ αὐτὸς δ’ ὁ Ἱπποκράτης προσέγραψεν, ἐτησίαι σμικραὶ διεσπασμένως ἔπνευσαν.

658
Πάλιν δὲ περὶ ἀρκτοῦρον ἐν βορείοισιν ὕδατα πολλά.

Τὸ πάλιν ἐπὶ τὸ πλῆθος τῶν ὑδάτων, οὐκ ἐπὶ τὰ βόρεια τὴν ἀναφορὰν ἔχει. πλῆθος μὲν γὰρ ὑδάτων ἐγένετο κατὰ τὴν ἔμπροσθεν ἐπιτολὴν ἀρκτούρου καὶ πολλάκις ἐν τῷ μετὰ ταῦτα χρόνῳ, βόρεια δ’ ὀλιγάκις.

Γενομένου δὲ τοῦ ἔτεος νοτίου καὶ ὑγροῦ καὶ μαλθακοῦ κατὰ μὲν τὸν χειμῶνα διῆγον ὑγιεινῶς, πλὴν τῶν φθινωδέων, περὶ ὧν γεγράψεται.

Διὰ δὲ τὸ βραχέα παντελῶς γεγενῆσθαι τοιαῦτα βόρεια, τὴν ὅλην κατάστασιν ἀπὸ τῶν κρατησάντων ἐν αὐτῇ, προσηγόρευσεν ὑγρὰν καὶ νότιον, ὅτι δὲ τὴν ἄπνουν καὶ θερμὴν ὀνομάζει μαλθακὴν, ἔμπροσθεν ἔμαθες. ἀλλ’ ἥ γε τοιαύτη κατάστασις οὐδὲν οὐδέπω μέγα τοὺς ἀνθρώπους

659
ἔβλαψε, καίτοι γ΄ ἐξαιφνίδιος γινομένη, διὰ τὴν τοῦ προγεγονότος ἔτους αὐχμηροῦ κρᾶσιν. ἤρξαντο μέντοι τισὶ διαθέσεις φθινώδεις, ὅσοι δηλονότι παθεῖν ἦσαν ἐπιτήδειοι τὸ πάθος τοῦτο, καὶ γράψαι γε αὐτὸς τὰ κατ’ αὐτοὺς ἐπαγγέλλεται ἐν τοῖς ἐφεξῆς.

Πρὸ δὲ τοῦ ἦρος ἅμα τοῖσι γενομένοισι ψύχεσιν, ἐρυσιπέλατα πολλὰ, τοῖσι μὲν μετὰ προφάσιος, τοῖσι δ’ οὔ. κακοήθεα πολλοὺς ἔκτεινε.

Ὑπὸ χολώδους ῥεύματος ἔμαθες γίνεσθαι τὸ ἐρυσίπελας, οὐ μὴν ἀεί γε μοχθηροῦ καὶ σηπεδονώδους ὄντος αὐτοῦ. τοὐναντίον γὰρ ἅπαν ὅταν ἐπιεικὲς ᾖ τὸ ῥεῦμα τὴν κατὰ φύσιν ἐν ἡμῖν γενομένην ἔχον ὠχρὰν χολὴν, ἐρυσιπέλατα μὲν εἴωθεν ἐργάζεσθαι, βλάβην δ’ οὐδεμίαν ἐπιφέρειν ἐξ αὐτῶν, ὅταν γ΄ ὀρθῶς τις αὐτὰ μεταχειρίζηται. οὐ μὴν νῦν γε τοιοῦτος ἦν ὁ γεννήσας χυμὸς τὸ ἐρυσίπελας, ἀλλὰ

660
καὶ κακοήθης καὶ διαβρωτικὸς καὶ σηπτικὸς, ἐπὶ τῇ πλεονεξίᾳ τῆς ὑγρᾶς ἀπνοίας γεννηθεὶς ἐκείνοις μάλιστα τῶν ἀνθρώπων, ὅσοι φύσει τε χολωδέστεροι τῶν ἄλλων ἦσαν ἥ τε δίαιτα χολώδης μᾶλλον αὐτοῖς ἤθροιζε χυμόν. αἱ γάρ τοι διαφοραὶ τῶν νοσημάτων ἐπὶ μὲν τῇ τοῦ περιέχοντος ἡμᾶς ἀέρος κράσει γίνονται, διὰ τὴν ἑκάστου φύσιν τε καὶ δίαιταν, ἣν ὑγιαίνων διαιτᾶται. λέγω δὲ δίαιταν οὐ τὴν ἐν τοῖς ἐσθιομένοις τε καὶ πινομένοις μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς ἄλλοις, οἷον ἀργίαις, γυμνασίοις, λουτροῖς, ἀφροδισίοις, ὕπνοις, ἀγρυπνίαις, ἅπασί τε τοῖς ὁπωσοῦν γινομένοις κατὰ τὰ τῶν ἀνθρώπων σώματα.

Πολλοὶ φάρυγγας ἐπόνεσαν, φωναὶ κακούμεναι.

Οἷς εὐπλήρωτος ἦν ἡ κεφαλὴ φύσει, τούτοις νῦν ἐμπλησθεῖσα περιουσίας χυμῶν, ἤρξατο καταπέμπειν εἰς πνεύμονά τε καὶ γαστέρα ῥεύματα διὰ τῆς φάρυγγος. εἰκότως

661
δὲ καὶ τὰς φωνὰς ἔφη κακοῦσθαι τοῖς τοιούτοις. ὁρᾶται γὰρ καὶ τοῦτο συνεχῶς γινόμενον ἐπὶ κατάῤῥοις, ὅταν ἱκανῶς διαβρέξωσι τὰ περὶ τὴν φάρυγγα καὶ τὸν λάρυγγα χωρία.

Καῦσοι φρενιτικοί.

Καῦσοι μὲν ἐγένοντο τῆς χολώδους περιουσίας κατασκηπτούσης εἰς ἧπάρ τε καὶ γαστέρα· φρενιτικοὶ δ’ ἐπὶ κεφαλὴν ἀναφερομένης.

Στόματα ἀφθώδεα, αἰδοίοις φύματα, ὀφθαλμίαι, ἄνθρακες.

Τούτων ἕκαστον τῶν παθῶν γίνεται μὲν καὶ συνήθως ἄνευ κακοηθείας, ὡς ἐπὶ τῶν ἐρυσιπελάτων ὀλίγον ἔμπροσθεν εἴρηται. γίνεται δὲ καὶ κακοήθως ὥσπερ νῦν,

662
ἐπεὶ σηπεδονώδης ἦν ὁ πλεονάζων χυμός. ἐπὶ πάντων οὖν ὧν καταλέγει νοσημάτων, ἀεὶ τούτου μοι μέμνησο καὶ μήτ’ ἄφθας ἄκουε γεγονέναι τοῖς πάσχουσι μήτ’ ἄλλο τι πάθημα κατὰ τὸν συνήθη τρόπον, ἀλλὰ μετὰ τοῦ σήπεσθαι τὰ μόρια. μέμνησο δὲ καὶ τοῦ κοινοῦ λόγου τοῦδε, τὸν σηπεδονώδη χυμὸν ὑπὸ τῆς αὐτῆς καταστάσεως ἅπασι γεννηθέντα καταλαμβάνειν οὐ τὰ αὐτὰ μόρια, διὰ τὸ μηδὲ φύσει πᾶσιν ὡσαύτως ἔχειν ἐν τῇ τοιαύτῃ διαθέσει τὸ πᾶν, ἀλλ’ ἄλλων ἄλλο ἀσθενέστερον. αἱ μὲν οὖν ἄφθαι κατὰ τὸ στόμα γίνονται συνεχῶς τοῖς παιδίοις, ἕλκωσις ἐπιπολῆς οὖσαι, διότι τε μαλακώτατα τὰ μόρια πάντ’ ἐστὶν αὐτῶν καὶ οἷον βρυώδη καὶ πρὸς τούτοις ἔτι τὸ στόμα παντάπασιν ἄηθες ὁμιλίας ἐδεσμάτων τε καὶ πομάτων ὅταν οὖν τὸ γάλα τῆς τιτθῆς ἔχῃ τινὰ δριμύτητα, τὰς ἄφθας ἐργάζεται παυομένας ῥᾳδίως, ἐὰν μετρίως στύφῃ τις τὸ στόμα τοῦ βρέφους. ὅταν δέ τις ἐπιῤῥυῇ μοχθηρὸς χυμὸς, ἀεὶ κακοήθεις ἄφθαι συνίστανται. τὸ δὲ τῶν ἀνθράκων πάθος ἀεὶ κινδυνῶδές ἐστιν, ὡς ἂν ὑπὸ μοχθηρῶν γινόμενον χυμῶν,
663
ὥστε καὶ νῦν εὔλογον ἦν ὀλεθριώτατον αὐτὸ γενέσθαι, προσλαβὸν τῇ συμφύτῳ κακοηθείᾳ τὴν ἐκ τῆς καταστάσεως. εἴρηται δ’ ἱκανῶς περὶ τῆς τοῦδε τοῦ πάθους γενέσεως, ἡνίκ’ ἐξηγούμην τὴν ἀρχὴν τοῦ δευτέρου τῶν ἐπιδημιῶν. τὰ δ’ ἄλλα τῆς ῥήσεως δῆλα.

Κοιλίαι ταραχώδεες, ἀπόσιτοι.

Τοῦ καταῤῥυέντος ἐκ τῆς κεφαλῆς εἰς τὴν φάρυγγα μοχθηροῦ χυμοῦ, τὸ μὲν εἰς τὸν πνεύμονα χωρῆσαν τὰς φθινώδεις ἐργάσατο διαθέσεις, τὸ δ’ εἰς τὴν κοιλίην ἐνεχθὲν ὑπιὸν κάτω μετὰ δήξεως ἐκτάραξιν αὐτῆς ἐποιεῖτο. ὅπερ ἐδήλωσε, κοιλίαι ταραχώδεες. ἐν δὲ τῇ διόδῳ τὴν ὀρεκτικὴν τῶν σιτίων δύναμιν ἐκάκωσε τῆς γαστρὸς κᾀντεῦθεν ἀποσιτίαι.

664
Διψώδεες οἱ μὲν, οἱ δ’ οὔ.

Διὰ πλείους αἰτίας εἰκὸς ἦν οὔτ’ ἀδίψους ἅπαντας οὔτε διψώδεις γενέσθαι. φαίνεται μὲν γὰρ ὑγρότης ἠθροισμένη σηπεδονώδης ἅπασιν, οὐ μὴν ἴση γε τὸ πλῆθος ἢ ὁμοίως μοχθηρά. τινὰς μὲν οὖν ἀδίψους εἶναι δυνατὸν, ὥσπερ καὶ τοὺς ἀποσίτους ἐπὶ τῇ βλάβῃ τῆς ὀρεκτικῆς τῶν πομάτων δυνάμεως. εὔδηλον δ’ ὅτι κακίστην οὗτοι διάθεσιν ἴσχον, μήτε κακοήθη αὐτοῖς συῤῥεῖν ὑγρότητα, ὡς μετρίως διψῇν. ἄλλους δὲ διψώδεις εἶναι, συῤῥεούσης εἰς τὴν γαστέρα τῆς κακοχυμίας, μηδέπω τὸ στόμα αὐτῆς βεβλαφυίας ἄχρι τοσούτου, ὡς διεφθάρθαι τὴν ὀρεκτικὴν τῶν πομάτων δύναμιν.

Οὖρα ταραχώδεα, πολλὰ, κακά.
665

Τὰ μὲν οὖρα ταραχώδη γεγονέναι κατὰ τὸν αὐτὸν τρόπον ἄκουε καθ’ ὃν ὀλίγον ἔμπροσθεν ἤκουες αὐτοῦ κοιλίαι ταραχώδεες εἰπόντος. ὅσοις γὰρ ἔῤῥεψεν ἐπὶ νεφροὺς ἡ κακοχυμία, τούτοις ἀναγκαῖον ἦν οὖρα ταραχώδεα γίνεσθαι, τουτέστι μετὰ δήξεως καὶ πόνων διεξόντα. τὸ δ’ ἐφεξῆς αὐτῷ γεγραμμένον, πολλὰ, κακὰ, δυνατὸν μέν ἐστι καὶ περὶ τῶν οὔρων εἰρῆσθαι, δυνατὸν δὲ καὶ αὐτὸ καθ’ ἑαυτὸ, δι’ ἑνὸς λόγου τοῦδε, πλῆθός τι συμπτωμάτων μοχθηρῶν ἐνδεικνυμένου γενέσθαι τοῖς τότε νοσοῦσι.

Κωματώδεες ἐπὶ πολὺ καὶ πάλιν ἄγρυπνοι.

Τὸ μὲν ἄμικτον ἀγρυπνίᾳ κῶμα δι’ ὑγρότητα καὶ ψύξιν ἔμαθες ἐγκεφάλου γίνεσθαι· τὴν δ’ ἄμικτον ἀγρυπνίαν κώματι διὰ ξηρότητα καὶ θερμότητα. νῦν οὖν αὐξηθέντων τῶν χυμῶν, ὑγρότητα μὲν ἐπιπολοῦσαν ἐχόντων, οὐ μὲν δή γε δριμεῖαν ἅπασαν. ἡ μὲν ὑγρότης τὴν κωματώδη

666
διάθεσιν, ἡ δ’ ἐκ τοῦ σήπεσθαι δριμύτης τὴν ἀγρυπνίαν εἰργάσατο, τῶν ἐναντίων συμπτωμάτων ἐπ’ ἐναντίοις αἰτίοις εὐλόγως γινομένων.

Ἀκρισίαι πολλαί· τὰ δὲ δύσκριτα.

Διὰ τὴν κακοχυμίαν ἔνια μὲν τῶν νοσημάτων οὐδ’ ὅλως ἐκρίνετο, τινὰ δὲ μοχθηρῶς.

Ὕδρωπες.

Καὶ τοῦτο τὸ πάθημα γίνεσθαί φησιν ἐνίοις ἐκ τῆς περιουσίας τῶν μοχθηρῶν ὑγρῶν. ἅπαν γὰρ αὕτη νόσημα δύναται γεννᾶν ἄλλο κατ’ ἄλλο σῶμα, παρά τε τὰς φυσικὰς αὐτῶν διαφορὰς καὶ τὴν τῆς διαίτης ἀνομοιότητα, καθάπερ ὀλίγον ἔμπροσθεν εἴρηται.

667
Φθινώδεες πολλοί.

Λέλεκταί μοι καὶ πρόσθεν ὡς τὸ καταῤῥυὲν ἐκ τῆς κεφαλῆς εἰς τὴν φάρυγγα διὰ τοῦ λάρυγγος εἰς τὴν τραχεῖαν ἀρτηρίαν καὶ τὸν πνεύμονα ἀφικόμενον τὰς τοιαύτας διαθέσεις εἰργάσατο.