In Hippocratis Epidemiarum I

Galen

Galen, In Hippocratis Epidemiarum I

Ἐν Ἀβδήροις Ἡρόπυτος κεφαλὴν ἐπιπόνως εἶχεν ὀρθοστάδην, οὐ πολλῷ δὲ χρόνῳ ὕστερον κατεκλίθη, ᾤκει πλησίον τῆς ἄνω ἀγωγῆς, πυρετὸς ἔλαβε καυσώδης, ὀξὺς, ἔμετοι τὸ κατ’ ἀρχὰς πολλῶν χολωδέων, διψώδης, πολλὴ δυσφορίη, οὖρα λεπτὰ, μέλανα, ἐναιώρημα μετέωρον, ὁτὲ μὲν, ὁτὲ δ’ οὔ. νύκτα ἐπιπόνως, πυρετὸς ἄλλοτε ἀλλοίως παροξυνόμενος, τὰ πλεῖστα ἀτάκτως. περὶ δὲ
773
τεσσαρεσκαιδεκάτην κώφωσις, οἱ πυρετοὶ ἐξέτεινον, οὖρα διὰ τῶν αὐτῶν. εἰκοστῇ πολλὰ παρέκρουσε καὶ τὰς ἑπομένας. τεσσαρακοστῇ διὰ ῥινῶν ᾑμοῤῥάγησε πολὺ καὶ κατενόει. μᾶλλον ἡ κώφωσις ἐνῆν μὲν, ἧσσον δὲ οἱ πυρετοὶ ξυνέδωκαν, ᾑμοῤῥάγει τὰς ἑπομένας πυκνὰ καὶ κατ’ ὀλίγον. περὶ δὲ τὴν ἑξηκοστὴν αἱ μὲν αἱμοῤῥαγίαι ἀπεπαύσαντο. ἰσχίου δὲ δεξιοῦ ὀδύνη ἰσχυρὴ καὶ οἱ πυρετοὶ ἐνέτεινον, οὐ πολλῷ δὲ χρόνῳ ὕστερον πόνοι τῶν κάτω πάντων. ξυνέπιπτε δὲ ἢ τοὺς πυρετοὺς εἶναι μείζους καὶ τὴν κώφωσιν πολλὴν, ἢ ταῦτα μὲν ὑφιέναι καὶ κουφίζειν, τῶν δὲ κάτω περὶ ἰσχία μείζους εἶναι τοὺς πόνους. ἤδη δὲ περὶ τὴν ὀγδοηκοστὴν ξυνέδωκε μὲν πάντα, ξυνέλιπε δὲ οὐδέν. οὖρά τε γὰρ εὔχροα καὶ πλείους ὑποστάσιας ἔχοντα κατέβαινεν, οἱ παράληροί τε μείους ἦσαν. περὶ δὲ ἑκατοστὴν ἡ κοιλίη πολλοῖσι χολώδεσιν ἐπεταράχθη καὶ εἴη χρόνον οὐκ ὀλίγον πολλὰ τοιαῦτα. καὶ πάλιν δυσεντεριώδεα μετὰ πόνου. τῶν δὲ ἄλλων
774
ῥᾳστώνη. τὸ δέ ξύνολον οἱ πυρετοὶ ἐξέλιπον καὶ ἡ κώφωσις ἐπαύσατο. ἐν ἑκατοστῇ τελέως ἐκρίθη καῦσος.

Οὗτος ὁ ἄνθρωπος ἄξιος μνήμης ἐξαρκέσας νοσήματι χαλεπῷ διὰ τὴν εὐρωστίαν τῆς δυνάμεως. ἀδύνατον γὰρ ἄλλως ἀντισχεῖν ἰσχυρῷ πάθει. καὶ πάντως ἦν ἐν τοῖς σφυγμοῖς αὐτοῦ ῥώμη τε ἅμα καὶ πάντα τἄλλα τὰ κατὰ τὴν φύσιν σωζόμενα. καί μοι λέλεκται καὶ ἄλλοτε παραλελεῖφθαι τὸ μέρος τοῦτο τῆς ἐπὶ τῶν πυρεττόντων προγνώσεως τῷ Ἱπποκράτει. φαίνεται δ’ οὖν τῷ κάμνοντι καὶ τὰ περὶ τὴν ἀναπνοήν τε καὶ τὴν ὄρεξιν ἄμεμπτα γεγονέναι, μεγάλην ἔχοντα δύναμιν εἰς σωτηρίαν, ὡς αὐτὸς ἐδίδαξεν. ὁ πυρετὸς δ’ ἐν ἀρχῇ μὲν ὀξὺς εἰσέβαλεν, ἐξελύθη δ’ αὐτοῦ κατὰ τὸν ἑξῆς χρόνον ἡ ὀξύτης. ἔγραψε δ’ ἐπ’ αὐτοῦ, πυρετοὶ ἄλλοτε ἀλλοίως, παροξυνόμενοι τὰ πλεῖστα ἀτάκτως. ἓν δὲ μόνον ἐγένετο χαλεπὸν τῷ κάμνοντι σημεῖον, ἡ τῶν οὔρων λεπτότης τε καὶ μελανότης. διὸ καὶ πολλῷ χρόνῳ μόγις ἡ φύσις ἐκράτησε τοῦ νοσήματος, αἱμοῤῥαγίαν

775
τε κινήσασα κατὰ τὴν μ΄ ἡμέραν ἐκ κρισίμων οὖσαν, ἰσχίου τε ὀδύνην καὶ τῶν κάτω πάντων ἐργασομένη μετὰ ταῦτα. δεῖται γὰρ τὰ μεγάλα τῶν νοσημάτων καὶ τῶν κρινόντων αὐτὰ γενναίων, ἀλλ’ οὐδ’ ἐπὶ τούτῳ ἐπαύσατο τελέως ἡ νόσος. περὶ δὲ τὴν κ΄ ἡμέραν ἐφάνη σημεῖα πεττομένης αὐτῆς διὰ τῶν οὔρων, ἐφ’ οἷς μετὰ βραχὺ μέχρι τῆς ρ΄ πεφθεῖσα τὴν παντελῆ λύσιν ἐποιήσατο.

Ἐν Ἀβδήροισι Νικόδημον ἐξ ἀφροδισίων καὶ πότων πυρετὸς ἔλαβε. ἀρχόμενος δὲ ἦν ἀσώδης καὶ καρδιαλγικὸς, διψώδης, γλώσση ἐπεκαύθη, οὖρα λεπτὰ, μέλανα. δευτέρᾳ ὁ πυρετὸς παρωξύνθη, φρικώδης, ἀσώδης, οὐκ ἐκοιμήθη, ἤμεσε χολώδεα, ξανθὰ, οὖρα ὅμοια, νύκτα δι’ ἡσυχίης, ὕπνωσε. τρίτῃ ὑφῆκε πάντα, ῥᾳστώνη δὲ ἦν περὶ ἡλίου δυσμὰς, πάλιν ὑπεδυσφόρει, νύκτα ἐπιπόνως. τετάρτῃ ῥῖγος, πυρετὸς πολὺς, πόνοι πάντων, οὖρα λεπτὰ, ἐναιώρημα, παρέκρουσε πολλά. ἑβδόμῃ ῥαστώνη,
776
ὀγδόῃ τὰ ἄλλα ξυνέδωκε πάντα. δεκάτῃ καὶ τὰς ἑπομένας ἐνῆσαν μὲν οἱ πόνοι, ἧσσον δὲ πάντες. οἱ δὲ παροξυσμοὶ καὶ οἱ πόνοι τουτέῳ διὰ τέλεος ἐν ἀρτίῃσιν ἦσαν μᾶλλον. εἰκοστῇ οὔρησε λευκὸν, πάχος εἶχε, κείμενον οὐ καθίστατο, ἵδρωσε πολλὰ, ἔδοξε ἄπυρος γενέσθαι. δείλης δὲ πάλιν ἐθερμάνθη καὶ οἱ αὐτοὶ πόνοι, φρίκη, δίψα, σμικρὰ παρέκρουσεν. εἰκοστῇ τετάρτῃ οὔρησε πολὺ λευκὸν, πολλὴν ὑπόστασιν ἔχον, ἵδρωσε πολλῷ θερμῷ διόλου, ἀπύρετος ἐκρίθη.

Καὶ αὐτὸς ὁ Ἱπποκράτης ἐπεσημήνατο λέγων, οἱ παροξυσμοὶ καὶ οἱ πόνοι ἐν ἀρτίῃσι. διὰ τοῦτο γοῦν ἐκρίθη μετὰ τὴν κ΄ ἡμέραν ἱδρῶτι. τὰ δὲ κατὰ μέρος ὁ μεμνημένος ἁπάντων, ὡς ἔμπροσθεν ἐξηγησάμην ἔν τε τούτῳ τῷ βιβλίῳ καὶ τοῖς πρὸ αὐτοῦ δυσὶ καὶ πρὸ τούτων τῷ προγνωστικῷ τε καὶ προῤῥητικῷ, δυνατὸς ἂν εἴη πάντ’ ἐξευρίσκειν αὐτός.

777
Ἐν Θάσῳ γυνὴ δυσάνιος, ἐκ λύπης μετὰ προφάσιος ὀρθοστάδην, ἐγένετο ἄγρυπνός τε καὶ ἄσιτος καὶ διψώδης ἦν καὶ ἀσώδης, ᾤκει δὲ πλησίον τῶν Πυλάδου ἐπὶ τοῦ λείου. τῇ πρώτῃ ἀρχομένης νυκτὸς φόβοι, λόγοι πολλοὶ, δυσθυμίη, πυρέτιον λεπτὸν, πρωῒ σπασμοὶ πολλοὶ, ὅτε δὲ διαλίποιεν οἱ σπασμοὶ οἱ πολλοὶ, παρέλεγεν, ἰσχυρομύθει, πολλοὶ πόνοι, μεγάλοι, ξυνεχέες. δευτέρᾳ διὰ τῶν αὐτῶν οὐδὲν ἐκοιμᾶτο, πυρετὸς ὀξύτερος. τρίτῃ οἱ μὲν σπασμοὶ ἀπέλιπον, κῶμα δὲ καὶ καταφορὴ καὶ πάλιν ἔγερσις ἀνίησε, κατέχειν οὐκ ἠδύνατο, παρέλεγε πολλὰ, πυρετὸς ὀξύς. ἐς νύκτα δὲ ταύτην ἵδρωσε πολλῷ θερμῷ διόλου, ἄπυρος ὕπνωσε, πάντα κατενόει, ἐκρίθη περὶ τὴν γ΄ ἡμέρην, οὖρα μέλανα, λεπτὰ, ἐναιώρημα δὲ ἐπὶ πολὺ στρογγύλον, οὐχ ἵδρυτο. περὶ δὲ κρίσιν γυναικεῖα πολλὰ κατέβη.
778

Τί ἡ δυσάνιος φωνὴ σημαίνει Κριτίας ἐδήλωσε γράψας ὧδε· δυσάνιος ἐστὶν ὅστις ἐπὶ τοῖς μικροῖς ἀνιᾶται καὶ ἐπὶ τοῖς μεγάλοις μᾶλλον ἢ οἱ ἄλλοι ἄνθρωποι καὶ πλείω χρόνον εἴη ἀνιαρὸς ἢ σκυθρωπὸς, νῦν ὑφ’ Ἱπποκράτους εἰρημένη δυσάνιος, παραμεινάσης αὐτῇ τῆς λύπης ἐπὶ πλείονα χρόνον, ὅπερ πάλιν μετ’ ὀλίγον ἐπὶ τῆς ἐν Κυζίκῳ τὰς διδύμους θυγατέρας τεκούσης ἔφη· σιγῶσα δὲ καὶ σκυθρωπὴ καὶ οὐ πειθομένη. θαυμάζω γε μὴν πῶς οὐ προσέγραψεν ἐπὶ τῆς γυναικὸς ταύτης ἤτοι γε ἐπεσχῆσθαι τὰ καταμήνια παντάπασιν ἢ μὴ τελέως γεγονέναι. φαίνεται γὰρ ὀξέως τε ἅμα καὶ πληθωρικῶς νοσῆσαι καὶ τῇ γ΄ τῶν ἡμερῶν εἰς νύκτα δι’ ἱδρώτων τε κριθῆναι καὶ καταμηνίων ἐκκρίσεως. ἀλλὰ καὶ μετὰ τὴν κρίσιν ἐκκενωθέντα πολλὰ βεβαίαν εἰργάσατο τὴν γενομένην ἀπαλλαγὴν τοῦ νοσήματος. ἡ δὲ τῶν οὔρων χρόα, καίτοι μέλαινα γενομένη χαλεπὸν οὐδὲν εἰργάσατο, διότι καταμηνίων ἐπίσχεσις ἦν μελαγχολικωτέρων, ἐφ’ οἷς εἰκότως ἡ γυνὴ δυσάνιος ἐγένετο καὶ φοβερὰ καὶ παρέκρουσεν ἐν μέρει ποτὲ καὶ κωματώδης γενομένη.

779
Ἐν Λαρίσσῃ τὴν παρθένον πυρετὸς ἔλαβε καυσώδης, ὀξὺς, ἄγρυπνος, διψώδης, γλῶσσα λιγνυώδης, ξηρὴ, οὖρα εὔχροα μὲν, λεπτὰ δέ. δευτέρᾳ ἐπιπόνως, οὐχ ὕπνωσε. τρίτῃ πολλὰ διῆλθεν ἀπὸ κοιλίης ὑδατόχροα καὶ τὰς ἑπομένας διῄει τοιαῦτα εὐφόρως. τετάρτῃ οὔρησε λεπτὸν, ὀλίγον, εἶχεν ἐναιώρημα μετέωρον, οὐχ ἵδρυτο, παρέκρουσεν ἐς νύκτα, ἕκτῃ διὰ ῥινῶν λαῦρον ἐῤῥύη πολὺ, φρίξασα, ἵδρωσε πολλῶ θερμῶ διόλου, ἄπυρος ἐκρίθη. ἐν δὲ τοῖσι πυρετοῖσι καὶ ἤδη κεκριμένων γυναικεῖα κατέβη πρῶτον τότε, παρθένος γὰρ ἦν. ἦν δὲ διὰ παντὸς ἀσώδης, φρικώδης, ἔρευθος προσώπου, ὀμμάτων ὀδύνη, καρηβαρική. ταύτῃ οὐχ ὑπέστρεψεν, ἀλλ’ ἐκρίθη, οἱ πόνοι ἀρτίῃσιν.
780

Ὅτι μὲν ὥραν εἶχεν ἡ παρθένος καταμηνίων δῆλόν ἐστιν· ἐξ ὧν αὐτὸς ἔγραψεν εἰπὼν ὧδεν γυναικεῖα κατέβη. τότε πρῶτον φαίνεται καὶ ἡ νόσος αὐτὴ γεγονέναι πληθωρικὴ καὶ κριθῆναι μὲν ἐπὶ τῆς στ΄ ἡμέρας, διότι καὶ τοὺς πόνους ἔσχεν ἀρτίαις, ὡς αὐτὸς ἔγραψε. παράδοξον δὲ τὸ μηδ’ ὑποστρέψαι, καίτοι τῆς στ΄ ἡμέρας μηδέποτε πιστῶς κρινούσης. ξένον οὖν τοῦτο καὶ πάνυ σπάνιον ἐπ’ αὐτῆς γενόμενον ἐπεσημήνατο γράψας, ταύτῃ οὐχ ὑπέστρεψεν, ἀλλ’ ἐκρίθη ὡς δέον ὑποστρέψαι. ἀλλὰ καὶ τὴν αἰτίαν ἔγραψε τοῦ μὴ ὑποστρέψαι, προσθεὶς ἐν τοῖσι πυρετοῖσι καὶ ἤδη κεκριμένων, γυναικεῖα κατέβη. τὸ γὰρ ἐπιμεῖναι τὴν κένωσιν αὐτῇ ταῖς μετὰ τὴν κρίσιν ἡμέραις ἱκανὸν ἐγένετο βεβαίαν φυλάξαι τὴν προηγησαμένην κρίσιν ἐν τῇ στ΄ ἡμέρᾳ δι’ αἱμοῤῥαγίας τε καὶ ἱδρώτων καὶ μάλιστα ὅτι μήτε φλεγμονή τις ἐγένετο κυρίου μορίου μήτε κακόηθες ἦν τὸ πλῆθος. αὐτὸς γὰρ ἐπεσημήνατο πληθωρικὴν εἶναι τὴν διάθεσιν ἐν τῷ φάναι διὰ παντὸς ἐσχηκέναι προσώπου μὲν ἔρευθος, ὀμμάτων δὲ ὀδύνην καὶ καρηβαρίαν. εὔδηλον οὖν

781
ἦν ὅτι κενώσεως ἐδεῖτο μόνης. καὶ ταύτην ἡ φύσις ἤρξατο μὲν ἐργάζεσθαι τῇ γ΄ τῶν ἡμερῶν, συνεπλήρωσε δὲ κατὰ τὴν ς΄. ὅτι δὲ τῷ λόγῳ τῆς φύσεως οὐχ ὡς σύμπτωμα τῆς νόσου διὰ τῆς γαστρὸς ἡ κένωσις ἐγένετο σαφῶς ἐδήλωσεν αὐτὸς γράψας, τῇ τρίτῃ δὲ πολλὰ διῆλθεν ἀπὸ κοιλίης ὑδατόχροα καὶ τὰς ἑπομένας ἦν τοιαῦτα εὐφόρως. τοῦτο προσκείμενον ἐνδείκνυται τῶν λυπούντων γίγνεσθαι τὴν ἔκκρισιν. ἐπισημῄνασθαι δὲ τῶν κατὰ τὴν διήγησιν αὐτῆς εἰρημένων ἄξιόν ἐστι καὶ ταῦτα τὰ β΄ πρὸς τοῖς εἰρημένοις, ἓν μὲν τὸ κατὰ τὴν ἀρχὴν γεγραμμένον, γλῶσσα λιγνυώδης, ξηρὴ, δεύτερον δὲ τὸ δ΄, οὐρῆσαι λεπτὸν, ὀλίγον, εἶχεν ἐναιώρημα μετέωρον, οὐχ ἵδρυτο, παρέκρουσε. τὸ μὲν γὰρ αὐτῶν πρότερον εἰρημένον χρήσιμόν ἐστιν εἰς τὸ μὴ παντελῶς ἡγεῖσθαι ὀλεθρίαν τὴν λιγνυώδη γλῶσσαν, ὀνομάζει δ’ οὕτως τὴν ἐπικεχρωσμένην οἷον λιγνύϊ τινὶ, ξηρὰν οὖσαν ἐξ ἀναθυμιάσεως. τὸ δὲ β΄ ἐπειδὴ καὶ κατ’ ἄλλους ἀῤῥώστους εἰπὼν ἐναιώρημα μετέωρον εὐθέως ἐπήνεγκεν αὐτῷ τὸ παρέκρουσεν, ἐμφαίνων τοῖς τοιούτοις
782
ἐναιωρήμασιν ἕπεσθαι παραφροσύνην. καίτοι κατά γε τὸ προγνωστικὸν ἅπαντα τὰ περὶ τῶν οὔρων διελθὼν οὐδεμίαν ἐξ αὐτῶν εἰς παραφροσύνην ἐποιήσατο πρόγνωσιν. ἔοικεν οὖν τὸ σημεῖον τοῦτο καθ’ αὑτὸ μὲν οὐδέποτε σημαίνειν παραφροσύνην, συνενδείκνυσθαι δέ ποτε κατὰ συμβεβηκὸς, ἐπειδὴ πνευματωδέστερον εἶναι δηλοῖ τὸ ἐναιώρημα. κατὰ γὰρ τὸ παντελῶς ἄφυσον εἰς τὸ κάτω τῶν ἀγγείων φέρεται τὰ ἐναιωρήματα.

Ἀπολλώνιος ἐν Ἀβδήροις ὀρθοστάδην ὑπεφέρετο χρόνον πολὺν, ἦν δὲ μεγαλόσπλαγχνος καὶ περὶ ἧπαρ ξυνήθης ὀδύνη χρόνον πολὺν παρείπετο, καὶ δὴ τότε καὶ ἰκτερώδης ἐγένετο, φυσώδης, χροιῆς τῆς ὑπολεύκου, φαγὼν δὲ καὶ πιὼν ἀκαιροτέρως βόειον, ἐθερμάνθη μικρὰ τὸ πρῶτον, κατεκλίθη. γάλαξι δὲ χρησάμενος ἑφθοῖσι καὶ ὠμοῖσι, πολλοῖσιν ἀγγείοισι καὶ μηλείοισι καὶ διαίτῃ κακῇ, πάντων αἱ βλάβαι μεγάλαι. οἵ τε γὰρ πυρετοὶ παρωξύνθησαν,
783
κοιλίη τε τῶν προενεχθέντων οὐδὲν διέδωκεν ἄξιον λόγου, οὖρά τε λεπτὰ καὶ ὀλίγα διῄει, ὕπνοι οὐκ ἐνῆσαν, ἐμφύσημα κακὸν πολὺ δίψος. κωματώδης, ὑποχονδρίου δεξιοῦ ἔπαρμα ξὺν ὀδύνῃ, ἄκρεα πάντοθεν ὑπόψυχρα, σμικρὰ παρέλεγεν, λήθη πάντων ὅ τι λέγοι, παρεφέρετο. περὶ δὲ τεσσαρεσκαιδεκάτην, ἀφ’ ἧς ῥιγώσας ἀπεθερμάνθη, κατεκλίθη καὶ ἐξεμάνη, βοὴ, ταραχὴ, λόγοι πολλοὶ καὶ πάλιν ἵδρωσις καὶ τὸ κῶμα τηνικαῦτα προσῆλθε. μετὰ δὲ ταῦτα κοιλίη ταραχώδης, πολλοῖσι χολώδεσιν, ἀκρήτοισιν, ὠμοῖσιν, οὖρα μέλανα, σμικρὰ, λεπτὰ, πολλὴ δυσφορίη, τὰ τῶν διαχωρημάτων ποικίλως. ἢ γὰρ μέλαινα καὶ σμικρὰ καὶ ἰώδεα, ἢ λιπαρὰ καὶ ὠμὰ καὶ δακνώδη. κατὰ δὲ χρόνους ἐδόκεε καὶ γαλακτώδεα διδόναι. περὶ δὲ εἰκοστὴν τετάρτην διὰ παρηγορίης, τὰ μὲν ἄλλα ἐπὶ τῶν αὐτῶν, σμικρὰ δὲ κατενόησεν. ἐξ οὗ δὲ κατεκλίθη, οὐδενὸς ἐμνήσθη. πάλιν δὲ ταχὺ παρενόει,
784
ὥρμητο πάντα ἐπὶ τὸ χεῖρον, περὶ δὲ τριακοστὴν πυρετὸς ὀξὺς, διαχωρήματα πολλὰ, λεπτὰ, παράληρος, ἄκρεα ψυχρὰ, ἄφωνος, τριακοστῇ τετάρτῃ ἀπέθανε. τουτέῳ διὰ τέλεος, ἐξ οὗ καὶ ἐγὼ οἶδα, κοιλίη ταραχώδης, οὖρα λεπτὰ, μέλανα, κωματώδης, ἄγρυπνος, ἄκρεα ψυχρὰ, παράληρος, διὰ τέλεος φρενιτικός.

Κᾀπὶ τούτου πάλιν ὁ Ἱπποκράτης ὡς ἐπ’ ἄλλων πολλῶν, αὐτὸς ἐπὶ τῷ τέλει τῆς διηγήσεως ἐν κεφαλαίοις βραχέσιν ἐδήλωσε τὰ γενόμενα συμπτώματά τε καὶ σημεῖα, δι’ ὧν ἄν τις προγνῷ τὸν ἐσόμενον θάνατον. ἔχει δὲ ἡ ῥῆσις ὧδε· τούτῳ διὰ τέλεος ἐξ οὗ καὶ ἐγὼ οἶδα κοιλίη ταραχώδης, οὖρα λεπτὰ καὶ μέλανα, κωματώδης, ἄγρυπνος, ἄκρεα ψυχρὰ, παράληρος διὰ τέλεος. τῶν δὲ κατὰ μέρος οὐδέν ἐστιν ἀσαφὲς, εἴ τις τῶν προεξηγησαμένων ἡμῖν μνημονεύει.

785
Ἐν Κυζίκῳ γυναικὶ θυγατέρας διδύμους τεκούσῃ καὶ δυστοκησάσῃ καὶ οὐ πάνυ καθαρθείσῃ τῇ μὲν πρώτῃ ἐπῆλθε πυρετὸς φρικώδης, ὀξὺς, κεφαλῆς καὶ τραχήλου βάρος μετὰ ὀδύνης, ἄγρυπνος ἐξ ἀρχῆς, σιγῶσα δὲ καὶ σκυθρωπὴ καὶ οὐ πειθομένη, οὖρα λεπτὰ καὶ ἄχροα, διψώδης, ἀσώδης τὸ πολὺ, κοιλίη πεπλανημένως ταραχώδης καὶ πάλιν ξυνισταμένη. ἕκτῃ εἰς νύκτα πολλὰ παρέλεγεν, οὐδὲν ἐκοιμήθη. περὶ δὲ ἑνδεκάτην ἐοῦσα ἐξεμάνη καὶ πάλιν κατενόει, οὖρα μέλανα, λεπτὰ καὶ πάλιν διαλείποντα, ἐλαιώδεα καὶ κοιλίη πολλοῖσι λεπτοῖσι, ταραχώδεσι. τεσσαρεσκαιδεκάτῃ σπασμοὶ πολλοὶ, ἄκρεα ψυχρὰ, οὐδὲν ἔτι κατενόει, οὖρα ἀπέστη, ιστ΄ ἄφωνος, ιζ΄ ἀπέθανε, φρενῖτις.

Οὐ μόνον ὅτι μὴ καλῶς ἐκαθάρθη τὴν λόχειον κάθαρσιν, ὑπελείφθη τῇ γυναικὶ ταύτῃ μελαγχολικώτερον αἷμα,

786
διὸ κατὰ ἀρχὰς μὲν ἦν σιγῶσα καὶ σκυθρωπὴ καὶ οὐ πειθομένη. μετὰ δὲ ταῦτα παρεφρόνησε σφοδρῶς, ὡς ἐκμανῆναι, ἀλλὰ καὶ διὰ τὴν δυστοκίαν φλεγμηνάσης τῆς μήτρας ὁ πυρετὸς ηὐξήθη. δῆλον δ’ ὅτι τῆς κακοχυμίας ἐπὶ τὴν κεφαλὴν ἀνενεχθείσης ἥ τε παραφροσύνη μανιώδης ἐγένετο καὶ οἱ σπασμοὶ συνηκολούθησαν. αἱ δὲ τῶν κρισίμων ἡμερῶν περίοδοι σώζονται κᾀνταῦθα, καθάπερ ἐπὶ πάντων τῶν ἀῤῥώστων. εἰ δέ πού τι φανείη σπανίως διαφθειρόμενον, ἐκεῖνο μόνον ἐπισημαίνομαι.

Ἐν Θάσῳ Δεάλκους γυναῖκα, ἣ κατέκειτο ἐπὶ τοῦ Λείου, πυρετὸς φρικώδης ὀξὺς ἐκ λύπης ἔλαβεν. ἐξ ἀρχῆς δὲ περιεστέλλετο καὶ διὰ τέλεος, αἰεὶ σιγῶσα ἐψηλάφα, ἔτιλλεν, ἔγλυφεν, ἐτριχολόγει, δάκρυα καὶ πάλιν γέλως, οὐκ ἐκοιμᾶτο, ἀπὸ κοιλίης ἐρεθισμὸς, οὐδὲν διῄει, σμικρὰ ὑπομιμνησκόντων ἔπεινεν, οὖρα λεπτὰ, σμικρὰ, πυρετοὶ
787
πρὸς χεῖρα λεπτοὶ, ἀκρέων ψύξις. ἐνάτῃ πολλὰ παρέλεγε καὶ πάλιν ἱδρύνθη, σιγῶσα. τεσσαρεσκαιδεκάτῃ πνεῦμα ἀραιὸν, μέγα διὰ χρόνου καὶ πάλιν βραχύπνοος. ἑπτακαιδεκάτῃ ἀπὸ κοιλίης ἐρεθισμὸς, ταραχώδεα, ἔπειτα τὰ ποτὰ οὐ διῄει, οὐδὲν ξυνίστατο, ἀναισθήτως εἶχε πάντων, δέρματος περίτασις καρφαλέου. εἰκοστῇ λόγοι πολλοὶ καὶ πάλιν ἱδρύνθη, ἄφωνος, βραχύπνοος. εἰκοστῇ πρώτῃ ἀπέθανεν. ἦν ταύτῃ διὰ τέλεος πνεῦμα ἀραιὸν, μέγα, ἀναισθήτως πάντων εἶχεν, ἀεὶ περιεστέλλετο ἢ λόγοι πολλοὶ ἢ σιγῶσα, διὰ τέλεος φρενῖτις.

Ἐξ ἀρχῆς αὕτη φαίνεται φρενιτικὴ γενομένη. χαλεπώτατοι δ’ εἰσὶν, ὡς καὶ πρῶτον εἶπον, αἱ τοιαῦται φρενίτιδες καὶ τάχιστα πάντας οἷς ἂν γένωνται διαφθείρουσιν. ἀλλὰ νῦν γε ὀξέως αὕτη ἄχρι τῆς κα΄ ἡμέρας ἐξήρκεσεν ἴσως, ὅτι μετρίως ἐπύρεξε. καὶ διὰ τοῦτο ἐπεσημήνατο κατὰ ταύτην τὴν ἄῤῥωστον μόνην γράψας πυρετοὶ

788
πρὸς χεῖρας λεπτοί. καὶ φαίνεταί γε τὸ τῆς παραφροσύνης εἶδος αὐτῇ μικτὸν ἐκ μελαγχολίας καὶ φρενίτιδος γεγονέναι. τὸ γὰρ, οἱ λόγοι πολλοὶ ἢ σιγῶσα διὰ τέλεος ἐνδεικτικόν ἐστι τῆς τοιαύτης μίξεως. οὐκ οἶδα δ’ ὅπως οἱ ἐξηγηταὶ τοῦ Ἱπποκράτους οὐδὲν ἔγραψαν περὶ τῆς λέξεως ἐν ᾗ φησι· πνεῦμα ἀραιὸν, ὅπερ οὐχ ἕτερόν ἐστι τοῦ διὰ χρόνου καὶ φαίνεται δὲ ἐφεξῆς ταυτὸν εἰρηκώς. μή τις οὖν ἤτοι τῆς ἀραιότητος ἐπίτασιν δηλῶσαι βουληθεὶς τὸ διὰ χρόνου προσέγραψεν, ὡς εἰ καὶ οὕτως εἰρήκει, διὰ πάνυ πολλοῦ χρόνου. καὶ γὰρ σύνηθές ἐστιν ἐνίοτε παραλιπεῖν τὸ πολλοῦ καὶ μόνῳ χρήσασθαι τῷ διὰ χρόνου ἢ μὴ συνεχῶς, ὥσπερ ἐπ’ ἄλλων ἄλλα. μηδ’ ὡς τὸ ταχὺ τὴν ἄνθρωπον τοιοῦτον ἀναπεπνευκέναι δι’ ὅλης τῆς νόσου δηλοῖ. ἐπιφέρων γοῦν ἐρεῖ καὶ πάλιν βραχύπνοος, ἐνδεικνύμενος κᾀνταῦθα καθάπερ ἔμπροσθεν ἐκ καταψύξεως οὐ μόνον μικρὸν, ἀλλὰ καὶ διὰ πολλοῦ τὴν ἄνθρωπον ἀναπνεῖν, ὅπερ ὄντως ἐστὶ βραχὺ πνεῦμα. τὸ γὰρ ἀραιὸν καὶ μέγα, καθόσον μὲν ἀραιόν ἐστιν, ἧττον ὑπάρχει τοῦ πυκνοῦ τε ἅμα καὶ μεγάλου,
789
καθόσον δὲ μέγα, πλέον ἐστὶ ταύτῃ τοῦ μικροῦ καὶ ἀραιοῦ. κατ’ ἄμφω τοίνυν μικρὸν ἔσται τὸ βραχὺ καὶ ἀραιόν. καὶ φαίνεται καὶ νῦν ὥσπερ καὶ σὺν καταψύξει τοιαύτῃ γεγονέναι τὸ γύναιον ἐν οἵᾳ καὶ αὐτῇ ἀπνοίᾳ καταλαμβανόμεναι γίνονται. γράφει γοῦν ἐπ’ αὐτῆς κ΄ λόγοι πολλοὶ καὶ πάλιν ἰδίως ἐρεῖ βραχύπνοος. ἡ δ’ ἀφωνίη τοὐπίπαν ἅμα βραχεῖ καὶ ἀραιῷ γίγνεται πνεύματι. ἀλλὰ τό γε διὰ χρόνου μετὰ τοῦ ἀραιοῦ γεγραμμένον ἀντὶ τοῦ διὰ πάνυ πολλοῦ ἐκδέξασθαι χρή. τὸ γὰρ ἐν ὀλίγῳ τῆς νόσου χρόνῳ σημαίνειν οὐ δύναται, κατὰ τὴν τελευτὴν τῆς ῥήσεως προσγράψας, ταῦτῃ διὰ τέλεος πνεῦμα ἀραιὸν, μέγα. τὸ γὰρ διὰ τέλεος εἴωθε λέγειν ἀντὶ τοῦ δι’ ὅλης τῆς νόσου μέχρι τῆς τελευτῆς. ὥσπερ δὲ τοῦτο τὸ διὰ τέλεος, οὕτω καὶ τόδε φησὶν, ἀεὶ περιεστέλλετο ἢ λόγοι πολλοὶ ἢ σιγῶσα διὰ τέλεος. τὸ μὲν γὰρ λόγοι πολλοὶ φρενιτικὸν, τὸ δὲ σιγῶσα μελαγχολικὸν, τὸ δὲ περιεστέλλετο κοινὸν ἀμφοῖν, εἰ μή που ἄρα καὶ διὰ τὴν κατάψυξιν ἐνίοτε περιεστέλλετο.

790
Ἐν Μελιβοίῃ νεηνίσκος ἐκ πότων καὶ ἀφροδισίων πολλῶν πολὺν χρόνον θερμανθεὶς κατεκλίθη, φρικώδης δὲ καὶ ἀσώδης ἦν, ἄγρυπνος καὶ ἄδιψος. ἀπὸ δὲ κοιλίης τῇ πρώτῃ πολλὰ κόπρα διῆλθε σὺν περιῤῥόῳ πολλῷ καὶ τὰς ἑπομένας, ὑδατόχλοα, πολλὰ διῄει, οὖρα λεπτὰ, ὀλίγα, ἄχροα, πνεῦμα ἀραιὸν, μέγα διὰ χρόνου, ὑποχονδρίου ἔντασις ὑπολάπαρος, παραμήκης ἐξ ἀμφοτέρων, καρδίης παλμὸς διὰ τέλεος, ξυνεχὴς, οὔρησεν ἐλαιῶδες. δεκάτῃ παρέκρουσεν ἀτρεμέως, κόσμιός τε καὶ ἥσυχος, δέρμα καρφαλέον καὶ περιτεταμένον, διαχωρήματα πολλὰ καὶ λεπτὰ ἢ χολώδεα, λιπαρά. ιδ΄ πάντα παρεκρούσθη, πάντα παρωξύνθη, πολλὰ παρέλεγεν. ὀγδόῃ ἐξεμάνη, βληστρισμὸς, οὐδὲν οὔρει, μικρὰ ποτὰ κατείχετο. τῇ κδ΄ ἀπέθανε φρενῖτις.
791

Οἱ μὲν πολλοὶ πότοι τά τε νεῦρα βλάπτουσι καὶ τὴν ἀρχὴν αὐτῶν τὸν ἐγκέφαλον. τὰ δ’ ἀφροδίσια καὶ ταῦτα μὲν ἱκανῶς λυπεῖ καὶ τὴν δύναμιν καταλύει τε καὶ ἄῤῥωστον ἐργάζεται. μοχθηρὸν οὖν ἀθροίσας πλῆθος ὁ νεανίσκος οὗτος, εἰκότως ἤρξατο μὲν ἀπὸ πυρετῶν μετρίων, ἐπὶ προήκοντι δὲ τῷ χρόνῳ χείρων ἑαυτοῦ γενόμενος ὕστερον εἰς φρενῖτιν ἀκριβῆ περιέστη. γίνεσθαι δ’ αὐτὴν ἐδήλου τότε μέγα καὶ ἀραιὸν πνεῦμα καὶ τὸ κόσμιόν τε καὶ ἀεὶ σιωπηλὸν εἶναι τὸν νοσοῦντα, παρακροῦσαι μέτρια. τοῖς μὲν γὰρ κούφοις καὶ ταραχώδεσιν ἀνθρώποις ἐπὶ σμικραῖς προφάσεσιν αἱ παραφροσύναι γίνονται, τοῖς δ’ ἐναντίοις τὸ ἦθος ἐπὶ μεγάλαις αἰτίαις. διὰ τί δὲ τῷ ἀραιῷ πνεύματι τὸ διὰ τοῦ χρόνου προσέγραψε κατὰ τὸν ἔμπροσθεν ἄῤῥωστον ἐπεσκεψάμεθα. καὶ περὶ τῶν καθ’ ὑποχόνδρια παλμῶν ἐν ἄλλοις τε κᾀν τῷ προγνωστικῷ διῆλθον, ὥσπερ καὶ τῆς ὑπολαπάρου καθ’ ὑποχόνδριον ἐντάσεως, ὅτι τὴν χωρὶς ὄγκου λέγει καὶ γίγνεται τῶν μὲν μυῶν ἀπαθῶν ὄντων, ἐν διαθέσει δέ τινι διαμενόντων τῶν ἔνδον τοῦ περιτοναίου μορίων.

792
Δοκέει δέ μοι προσωφελῆσαι κατὰ λόγον τὸ γενόμενον θέρος. τὰς γὰρ θερινὰς νόσους χειμὼν ἐπιγενόμενος λύει καὶ τὰς χειμερινὰς θέρος ἐπιγενόμενον μεθίστησι, καίτοι αὐτό γε ἐπὶ ἑωυτοῦ τὸ γενόμενον θέρος οὐκ εὐσταθὲς ἐγένετο, ἀλλὰ ἐξαίφνης θερμὸν καὶ νότιον καὶ ἄπνοον, ἀλλ’ ὅμως πρὸς τὴν ἄλλην κατάστασιν μεταλλάξαν ὠφέλησεν. μέγα δὲ μέρος ἡγοῦμαι τῆς τέχνης εἶναι τὸ δύνασθαι σκοπεῖν καὶ περὶ τῶν γεγραμμένων ὀρθῶς. ὁ γὰρ γνοὺς καὶ χρώμενος τούτοις οὐκ ἄν μοι δοκέει μέγα σφάλλεσθαι ἐν τῇ τέχνῃ. δεῖ δὲ καταμανθάνειν ἀκριβῶς τὴν κατάστασιν τῶν ὡρέων ἑκάστην καὶ τὸ νόσημα ἀγαθὸν ὅ τι κοινὸν ἐν τῇ καταστάσει ἢ ἐν τῇ νούσῳ καὶ ὅ τι κοινὸν ἐν τῇ καταστάσει ἢ ἐν τῇ νούσῳ μακρόν. ὅ τι νόσημα καὶ θανάσιμον, μακρὸν, ὅ τι καὶ περιεστηκός. ὀξὺ ὅ τι θανάσιμον, ὀξὺ ὅ τι περιεστηκὸς, τάξιν τῶν κρισίμων ἐκ τούτων σκοπεῖσθαι καὶ προλέγειν ἐκ τούτων εὐπορεῖται. εἰδότι περὶ τούτων ἐστὶν εἰδέναι οὓς καὶ ὅτε καὶ ὡς δεῖ διαιτᾶν.