In Hippocratis Epidemiarum I

Galen

Galen, In Hippocratis Epidemiarum I

Γαληνοῦ Προοίμιον. Ἐν τῷ πρὸ τούτου βιβλίῳ λέλεκται περὶ τῆς τῶν ὡρῶν εἰς ἄλληλα μεταβολῆς, εἴρηται δὲ καὶ ἡ κατὰ φύσιν ἑκάστης κρᾶσις, αἵ τε προθεσμίαι τῆς ἀρχῆς αὐτῶν καὶ τῆς τελευτῆς. ὡς ἂν οὖν ἐκείνων μεμνημένων ἡμῶν, ὅσα τῶν νῦν λεγομένων ἐξηγήσεως δεῖται, προσθήσω, στοχαζόμενος οὔτε μόνον ἐσχάτως

85
ἀμαθῶν, οὔτε μόνων τῶν ἱκανὴν ἐχόντων τὴν παρασκευήν. πρὸς ἅπαντας γὰρ ὁ τοιοῦτος λόγος ἕξει μετρίως, τῶν δ’ ἄλλων ὁ μὲν τοῖς ἐσχάτως ἀμαθέσιν οἰκεῖος ἀνιάσει τοὺς ἐν ἕξει διὰ τὸ μῆκος. ὁ δὲ τούτοις ἐπιτήδειος ἀσαφὴς ἔσται τοῖς ἀμαθέσιν. ἀλλ’ οὐδὲ χρὴ τοῖς τοιούτοις ὑπομνήμασιν ἐντυγχάνειν ἀγαπῶντας, ἀλλὰ καὶ ἄλλως ἄλλο καὶ παρ’ ἄλλου ἀκούσαντες πλατύτερον πολλάκις ταὐτὰ καὶ ἄλλως πολλάκις ταῦτα δυνηθεῖεν ἄνευ παρακοῆς ἐκμανθάνειν τι χρηστόν.

Ἐν Θάσῳ πρωῒ τοῦ φθινοπώρου χειμῶνες οὐ κατὰ καιρὸν, ἀλλ’ ἐξαίφνης ἐν βορείοισι καὶ νοτίοισί γε πολλοῖσιν, ὑγροὶ καὶ προεκρηγνύμενοι.

Τὸ φθινόπωρον εἶπον ἄρχεσθαι τῇ τοῦ ἀρκτούρου ἐπιτολῇ, γινομένῃ πρὸ τῆς φθινοπωρινῆς ἰσημερίας. τηνικαῦτα

86
οὖν ἔφη γενέσθαι χειμῶνας μεγάλους πρὸ τοῦ δέοντος. τοῦτο γὰρ αὐτῷ τὸ οὐ κατὰ καιρὸν καὶ τὸ προεκρηγνύμενοι σημαίνει. τὸ μὲν οὖν οὐ κατὰ καιρὸν τοῦ προφθάσαι μόνον δηλωτικὸν ὑπάρχει, τὸ δὲ προεκρηγνύμενοι καὶ τὸ μεθ’ ὑετῶν ἀθρόως αὐτοὺς γενέσθαι.

Ταῦτα δὴ ἐγίνετο τοιαῦτα μέχρι πληϊάδος δύσεως καὶ ὑπὸ πληϊάδος.

Ὅτι τῆς πλειάδος ἡ δύσις ὁρίζει φθινόπωρον εἴρηται πρόσθεν· ἀλλὰ καὶ ὅτι δύο μῆνές εἰσιν ἀπ’ ἀρκτούρου μέχρι πλειάδος, ὅτι τε μία ἐπισημασία κατὰ τὸ περιέχον ἀπ’ ἀρκτούρου γίνεται, δύο δ’ ἐπὶ πλειάδι, μία μὲν ὁπότε συνάπτει τῷ φθινοπώρῳ χειμὼν ἐπὶ τέλος οὖσα, ἑτέρα δὲ ὁπότε ἔαρ τῷ θέρει. τοῦ δ’ ἀρκτούρου τῆς ἐπιτολῆς μόνης οὐδὲ μνημονεύειν εἴωθεν Ἱπποκράτης, ἐπειδὴ κατ’ αὐτὸν ἀρχὴ μὲν γίνεται τοῦ φθινοπώρου, τελευτὴ δὲ τοῦ θέρους. εἴρηται δ’ ἔμπροσθεν ἤδη περί τε τῆς εἰς τὰς δ’ ὥρας διαιρέσεως ὅλου τοῦ ἐνιαυτοῦ καὶ περὶ τῆς εἰς ἑπτὰ,

87
καὶ ὅτι θέρος μὲν ὁρίζουσιν ἐπιτολῇ πλειάδος καὶ ἀρκτούρου καὶ ὡς ἐστὶν αὕτη μόριόν τι τῆς εἰς ἑπτὰ διαιρέσεως ὅλου τοῦ ἐνιαυτοῦ, διχῆ μὲν τοῦ θέρους τεμνομένου, τριχῆ δὲ τοῦ χειμῶνος. εἴρηται δὲ καὶ ὡς οὐδὲν διαφέρει πλειάδα λέγειν ἑνικῶς ἢ πληθυντικῶς πλειάδας.

Χειμὼν δὲ βόρειος.

Ἐφεξῆς τῇ πλειάδι χειμῶνος μνημονεύει, σαφῶς ἐνδεικνύμενος ὅρον εἶναι τοῦ φθινοπώρου τὴν πλειάδα. προσέχομεν οὖν αὐτῷ διηγουμένῳ περὶ τοῦ τότε γενομένου χειμῶνος.

Ὕδατα πολλὰ, λαῦρα, μεγάλα, χιόνες, μιξαίθρια τὰ πλεῖστα. ταῦτα δ’ ἐγένετο μὲν πάντα, οὐ λίην δ’ ἀκαίρως τὰ τῶν
88
ψύξεων. ἤδη δὲ μεθ’ ἡλίου τροπὰς χειμερινὰς καὶ ἡνίκα ζέφυρος πνέειν ἄρχεται, ὀπισθοχείμωνες μεγάλοι, βόρεια πολλὰ, χιὼν καὶ ὕδατα πολλὰ συνεχέως καὶ οὐρανὸς λαιλαπώδης καὶ ἐπινέφελος. ταῦτα δὲ ξυνέτεινε καὶ οὐκ ἀνίει μέχρις ἰσημερίας. ἔαρ δὲ ψυχρὸν, βόρειον, ὑδατῶδες, ἐπινέφελον. θέρος οὐ λίην καυματῶδες ἐγένετο. ἐτησίαι ξυνεχῶς ἐπέπνευσαν. ταχὺ δὲ περὶ ἀρκτοῦρον, ἐν βορέοισι πολλὰ πάνυ ὕδατα.

Πολλὰ λέγομεν ὕδατα γίνεσθαι κατά τινα καιρὸν, διὰ τὸ τοῦ χρόνου μῆκος, εἰ καὶ μὴ λάβρον ἐν αὐτῷ καταῤῥήσσοιτο. λέγομεν δὲ πολλὰ, κἂν ἐν ὀλίγῳ χρόνῳ ὑπέλθοι λάβρα. δύναται δὲ ταῦτα καὶ μεγάλα καλεῖσθαι, ἀλλ’ ὅταν γ’ ἐφεξῆς ἀλλήλλων εἴποι τις ὕδατα λάβρα καὶ μεγάλα γεγονέναι, καθάπερ Ἱπποκράτης συνέγραψεν, ἀκουσώμεθα λάβρα μὲν τὰ ἐξαιφνίδια, σφοδρά τε καὶ ὀλιγοχρόνια, μεγάλα δὲ τὰ μήτ’ ἐξαιφνίδια μήτ’ ὀλιγοχρόνια παντάπασιν,

89
ὥσπερ γε μηδὲ πολυχρόνια. σαφηνείας δ’ ἕνεκεν οὐδὲν κωλύσει καὶ μακροτέρα βραχεῖ χρήσασθαι διηγήσει. γιγνέσθω τοίνυν ἐξαίφνης ὑετὸς πάμπολυς ὥραις τρισὶν ἢ τέτρασιν, εἶτ’ εὐθέως παυέσθω, λάβρον τοῦτον ὀνομάσομεν. ἄλλος δέ τις κατὰ βραχὺ μὲν ἀρξάσθω, κατὰ βραχὺ δ’ αὐξηθήτω καὶ τοῦτο ταθήτω δι’ ὅλης ἡμέρας καὶ νυκτὸς, εἶτ’ ἀκμάσας πάλιν ἀφαιρείτω τοῦ πλήθους κατὰ βραχὺ δι’ ὅλης τῆς ὑστέρας ἡμέρας, εἶτα παυσάσθω, τὸν τοιοῦτον ὑετὸν οὐκ ἐροῦμεν λάβρον, ἀλλὰ μέγαν. ὁ τοίνυν χειμὼν ὃν διηγεῖται ποτὲ μὲν λάβρους ἔσχεν ὑετοὺς, ποτὲ δὲ μεγάλους ἐκ διαλειμμάτων, καθαροῦ δηλονότι γινομένου πολλάκις ἐν τῷ μεταξὺ τοῦ περιέχοντος. τοῦτ’ οὖν ὁμολογεῖ καὶ τὸ γεγραμμένον ὑπ’ αὐτοῦ, μιξαίθρια τὰ πλεῖστα. καὶ χίονας δέ φησι γεγενῆσθαι ἐν τῷ χειμῶνι, μὴ προσθεὶς αὐτὰς πολλὰς ἢ ὀλίγας, ὡς ἂν οὐδέτερον ἱκανῶς ἐσχηκυίας, ἀλλὰ κατὰ τῆς πόλεως ἔθος μᾶλλον γενομένας. διὸ καὶ προσέθηκεν αὐτὸς, οὐ λίην δ’ ἀκαίρως τὰ τῶν
90
ψύξεων. καὶ τἄλλα δὲ τούτων ἐφεξῆς πάντα τὸν χειμῶνα ψυχρὸν καὶ ὑγρὸν γεγονέναι δηλοῖ, κατὰ φύσιν μόνον αὐτὸν γινόμενον τοιοῦτον, μᾶλλον δὲ τοῦ προσήκοντος ὑγρὸν τηνικαῦτα συμβάντα. καὶ μέντοι καὶ τὸ ἔαρ ὑδατῶδες, ψυχρόν τε καὶ βόρειον ἔφη γεγονέναι, πρὸς δὲ τούτῳ καὶ ἐπινέφελον, εἶτα τὸ θέρος μέτριόν πως, ἐφ’ οἶς πᾶσιν ἐν βορείοις τισὶ, περὶ ἀρκτοῦρον ὕδατα γενέσθαι πολλά. καὶ μετὰ ταῦτα τὸ κεφάλαιον ὅλης τῆς καταστάσεως ἐρεῖ κατὰ τὴν λέξιν· γενομένου δὲ τοῦ ἔτεος ὅλου ὑγροῦ καὶ ψυχροῦ καὶ βορείου, οὐρανὸς λαιλαπώδης καὶ ἐπινέφελος. οὐρανὸν εἴρηκε κατὰ τὸ τῶν ἰδιωτῶν ἔθος τὸν ὑπὲρ ἡμᾶς ἀέρα μέχρι τῆς χώρας τῶν νεφελῶν. ὁ δ’ ὑπὸ τῶν ἀστρονόμων τε καὶ φιλοσόφων οὐρανὸς ὀνομαζόμενος ἀπὸ τῶν κατὰ τὴν σελήνην ἄρχεται τόπων. λαίλαπας δὲ τοὺς ἐξαιφνιδίους καὶ σφοδροὺς ἀνέμους οἱ Ἕλληνες ὀνομάζουσι, καὶ μάλισθ’ ὅταν ὑετὸς ἅμα ἐν αὐτοῖς γίγνηται λάβρος.

91
Γενομένου δὲ τοῦ ἔτεος ὅλου ὑγροῦ καὶ ψυχροῦ καὶ βορείου, κατὰ χειμῶνα μὲν ὑγιηρῶς εἶχον τὰ πλεῖστα, πρωῒ δὲ τοῦ ἦρος πολλοί τινες καὶ οἱ πλεῖστοι διῆγον ἐπιπόνως.

Δέδεικται διὰ τῶν ἔμπροσθεν ἡμῖν ὅτι εἴωθεν ὁ Ἱπποκράτης τῆς διηγήσεως τῶν γενομένων περὶ τὸν ἀέρα καταστάσεων ἄρχεσθαι κατ’ ἐκεῖνον τὸν χρόνον, ὅταν πρῶτον ἐκτραπῇ τῆς κατὰ φύσιν κράσεως, καὶ οὐκ ἀπὸ τοῦ λόγου ἐστὶ τοῦτο πράττειν τῷ μέλλοντι συνάψειν τῇ τοῦ περιέχοντος ἀέρος δυσκρασίᾳ τὰς τῶν ἐπιδημησάντων νοσημάτων ἰδέας. ἐπεὶ τοίνυν ἀπὸ φθινοπώρου τὴν ἀρχὴν ἐποιήσατο, δῆλον ὅτι τὸ πρὸ αὐτοῦ θέρος ἐστὶ καὶ ἕπεται τῷ πρὸ αὐτοῦ. καὶ τοίνυν ὅσον ἐπὶ ταῖς ὥραις, κατὰ φύσιν ἔχοντα τὰ σώματα παραλαβὸν τὸ φθινόπωρον ὑγρὸν καὶ ψυχρὸν γενόμενον οὐδὲν εἰργάσατο φαῦλον, ἀλλ’ ἴσως ἕνια

92
σώματα καὶ προσωφέλησεν, ὅσα θερμότερα καὶ ξηρότερα ταῖς κράσεσιν ὄντα κατὰ τὸ θέρος εἴωθεν εἰς ἀμετρίαν ἀφικνεῖσθαι. τούτων οὖν ὥσπερ ἴαμά τι τὸ φθινόπωρον ἐγένετο, ψυχρὰν καὶ ὑγρὰν ἔσχον τὴν κατάστασιν. οὐ μὴν οὐδὲ κατὰ τὸν χειμῶνα νόσος ἐπιδήμιος ἐγεννήθη διηγήσεως ἀξία. τοιοῦτον γὰρ ἐπισημαίνει λέγων, κατὰ χειμῶνα μὲν ὑγιηρῶς εἶχον τὰ πλεῖστα· καὶ γὰρ ὁ χειμὼν ὑγρότερος μὲν ἐγένετο, ψυχρότερος δ’ οὐκ ἐπὶ πλέον ἢ κατὰ φύσιν αὐτῷ συμβέβηκεν εἶναι ψυχρῷ. διὸ δὴ καὶ διηγούμενος ὑπὲρ τῆς ἐν αὐτῷ καταστάσεως εἶπεν, οὐ λίην δὲ ἀκαίρως τὰ τῶν ψύξεων. πρῶτον δὲ εὔλογον ἦν ἄρξασθαι νόσους ἐκ τῆς τοῦ περιέχοντος ἐπὶ πλέον ἐξαλλαγῆς, ἡνίκα φησὶν αὐτός· ἔαρ δὲ ψυχρὸν, βόρειον, ὑδατῶδες, ἐπινέφελον. ἔαρ γὰρ εὔκρατον εἶναι χρὴ, οὐ ψυχρὸν, ὥσπερ οὐδ’ ἐπινέφελον, οὐδ’ ὑδατῶδες. ὅτι δ’ ἀπὸ τῆς ἰσημερίας ἄρχεται τῆς μετὰ τὸν χειμῶνα τὸ ἔαρ ἐῤῥέθη ἡμῖν κατὰ τὸ πρόσθεν ὑπόμνημα, καὶ αὐτὸς δὲ σαφῶς ὁ Ἱπποκράτης ἐνεδείξατο κατὰ τὴν προκειμένην διήγησιν. εἰπὼν γὰρ ὅτι ὀπισθοχείμων,
93
κἄπειτα προσθεὶς, ταῦτα δὲ συνέτεινε καὶ οὐκ ἀνίει μέχρι ἰσημερίας, ἐφεξῆς προσέγραψεν, ἔαρ δὲ ψυχρὸν, βόρειον, ὑδατῶδες, ἐπινέφελον. ἴδωμεν οὖν ὁποίᾳ τῇ καταστάσει τοῦ περιέχοντος ἠκολούθησε νοσήματα.

Ἤρξαντο μὲν οὖν τὸ πρῶτον ὀφθαλμίαι ῥοώδεες, ὀδυνώδεες, ὑγραὶ, ἄπεπτοι, λημίαι σμικραὶ καὶ δυσκόλως πολλοῖσιν ἐκρηγνύμεναι, τοῖσι πλείστοισιν ὑπέστρεφον, ἀπέλιπον ὀψὲ πρὸς τὸ φθινόπωρον.

Καὶ διὰ τί μὲν ἐν ἦρι τῶν ἐπιδημίων νοσημάτων ἡ γένεσις ἤρξατο προείρηται· διὰ τί δ’ ὀφθαλμίαι μᾶλλον τῶν ἄλλων παθῶν ἐγένοντο μάθοις ἂν εἰ τῆς ἐν αὐτῷ καταστάσεως ἀναμνησθείης. ψυχρότερον γὰρ ἔφη καὶ βόρειον καὶ ὑδατῶδες καὶ ἐπινέφελον γεγονέναι αὐτό. εἰ μὲν οὖν ὑπὸ τῶν ἀνέμων μόνον ἐπλήγησαν οἱ ὀφθαλμοὶ, χωρὶς

94
ῥεύματος ἂν αἱ ὀφθαλμίαι συνέπεσον αὐτοῖς. ἐπεὶ δὲ μεθ’ ὑγρότητος πολλῆς ἐγένετο τὰ βόρεια πνεύματα, εἰκότως ῥοώδεις ἔφη τὰς ὀφθαλμίας γεγονέναι, τουτέστιν ὑγρὰς, ὡς ἀπὸ καταστάσεως ὑγρᾶς γεννηθείσας. ὀδυνώδεις δ’ ἑκατέρως ἦσαν καὶ μετὰ ῥεύματος συνιστάμεναι καὶ χωρὶς τούτου, τῷ διαμένειν τὴν ψύξιν. ἱκανὴ γὰρ καὶ αὕτη τοὺς ὀφθαλμοὺς ὀδυνώδεις ἐργάσασθαι. νυνὶ δ’ εἰκὸς αὐξηθῆναι τὰς ὀδύνας, τῆς ψύξεως τῶν ὀφθαλμῶν ἅμα τῷ κατ’ αὐτοὺς ῥεύματι συνελθούσης. ἄπεπτοι δὲ γίνονται καὶ χρόνῳ πολλῷ παρέμενον διά τε τὴν ὑγρότητα καὶ τὴν ψύξιν. τὸ γάρ τοι πέττεσθαι τοῖς ῥεύμασι γίνεται κρατουμένοις ὑπὸ τῆς ἐμφύτου θερμασίας. κρατεῖται δὲ ῥᾷον, ὅταν ὀλίγον τε ᾖ τὸ ὑγρὸν καὶ μὴ πάνυ ψυχρὸν, ὅταν δὲ πολὺ καὶ ψυχρὸν, δυσκόλως πέττεται. καὶ μὲν δὴ καὶ ἡ κατὰ φύσιν ἐν τοῖς ζώοις θερμότης ἰσχυρὰ μὲν οὖσα θᾶττον ἐκπέττει τὰς ἐν αὐτοῖς ὑγρότητας· εἰ δ’ ἀσθενὴς, μόγις ἐν χρόνῳ πλείονι περιγίνεται καὶ κρατεῖν δύναται τῶν ὑγρῶν. διὸ καὶ εἴ
95
τινες ἐθεραπεύθησαν, ὑπέστρεφον αὖθις. ἠσθενηκότας γὰρ ἐν ταῖς ὀφθαλμίαις τοὺς ὀφθαλμοὺς τὸ περιέχον ψυχρὸν καὶ βόρειον ὑδατῶδες καὶ ἐπινέφελον γενόμενον εἰκότως ἔβλαπτε. εἴωθε δὲ ταῖς τοιαύταις ὀφθαλμίαις λημία γίνεσθαι μικρὰ, μόγις ἐκπίπτουσα διὰ τὴν πύκνωσιν τῶν χιτώνων, ἣν ἐκ τῆς τοῦ περιέχοντος ψυχρότητος ἔσχον. ὅλῳ μὲν οὖν τῷ ἦρι χείρους ἀναγκαῖον ἦν ἐν αὐτῷ γίνεσθαι τοὺς ὀφθαλμοὺς, ἐν δὲ τῷ θέρει τὴν γενομένην ἐν αὐτοῖς σκιῤῥώδη διάθεσιν ἐς πέψιν ἀχθῆναι κατὰ βραχύ. τὰ γὰρ ἐν χρόνῳ κατασκευασθέντα νοσήματα, καὶ μάλιστα ὑπὸ ψυχρῶν τε καὶ ὑγρῶν, οὐκ ἐνδέχεται λυθῆναι ταχέως. εἰκότως οὖν ἔφη τελέως παύεσθαι τὰ κατὰ τοὺς ὀφθαλμοὺς πάθη κατὰ τὸ φθινόπωρον.

Κατὰ δὲ θέρος ἤδη καὶ τὸ φθινόπωρον λειεντεριώδεες καὶ δυσεντεριώδεες καὶ τεινεσμοὶ καὶ διάῤῥοιαι χολώδεσι, λεπτοῖσι, πολλοῖσι, ὠμοῖσι καὶ δακνώδεσιν, ἔστι δ’ οἷσι καὶ ὑδατώδεσι.
96
πολλοῖσι δὲ καὶ περίῤῥοιαι μετὰ πόνου χολώδεες, ὑδατώδεες, ξυσματώδεες, πυώδεες καὶ στραγγουριώδεες.

Οὐ ταῦτα μόνον ἐγίνετο νοσήματά τε καὶ συμπτώματα τοῖς Θασίοις, ἀλλὰ καὶ ἄλλα τινὰ περὶ ὧν ἐφεξῆς ἐρεῖ. ποικιλώτατα γὰρ ἐνόσησαν, ἑτερογενέσι περιπεσόντες νοσήμασι. τὸν κοινὸν δ’ οὖν λόγον, ὃς καὶ πρὸς τὸ μὴ νοσεῖσθαι πάντας τοὺς ἐν τοιαύτῃ καταστάσει γενομένους ἐστὶ χρήσιμος, ἐρῶ πρότερον, εἶθ’ ἑξῆς ἐπὶ τὰ κατὰ μέρος ἀφίξομαι νοσήματα. σκοπεῖσθαι δεῖ ἐν πάσαις ταῖς καταστάσεσι τὴν ἡλικίαν καὶ τὴν φύσιν ἑκάστου τῶν ἀνθρώπων, ὅπως ἔχει σχέσεως πρὸς τὴν κατάστασιν. ἤτοι γὰρ εὐάλωτον ἢ δυσάλωτον ἣ μετρίως ἔχοντα πρὸς αὐτὴν εὑρήσεις αὐτά. εἶθ’ ἑξῆς ἁρμόσεις τά τ’ ἐπιτηδεύματα καὶ σύμπασαν τὴν ὑγιεινὴν δίαιταν ὑπεναντίον τῇ καταστάσει. τὸ μὲν οὐκ εὐάλωτόν τε καὶ δυσάλωτον εἷναι τὸ σῶμα τοῖς ἔξωθεν αἰτίοις εἴρηται πολλάκις ἡμῖν, διά τε τῶν ὁμοιότητα

97
καὶ τὴν ἀνομοιότητα τῆς κράσεως γενέσθαι. τῆς γὰρ ὑγείας ἐκ συμμετρίας γινομένης τῶν τεττάρων στοιχείων, εἴτε ποιοτήτων εἴτε δυνάμεων θέλεις ὀνομάζειν, ὑγρότητος καὶ ξηρότητος καὶ θερμότητος καὶ ψυχρότητος, ἕνια τῶν σωμάτων καὶ φύσεων καὶ ἡλικιῶν ἐστὶ δύσκρατα. τούτοις οὖν αἱ μὲν ὅμοιαι καταστάσεις νοσώδεις εἰσὶν, αἱ δ’ ἐναντίαι συμφέρουσιν αὐτοῖς. τοῖς δ’ εὐκράτοις σώμασιν αἱ μὲν εὔκρατοι καταστάσεις ὑγιειναὶ, βλαβεραὶ δ’ αἱ δύσκρατοι. ἀλλ’ ὥσπερ οὐδεμία τῶν δυσκράτων καταστάσεων ἀγαθὴ τοῖς εὐκράτοις ἐστὶν, οὕτως οὐδὲ μεγάλως βλαβερὰ, καθάπερ τοῖς δυσκράτοις. αἱ μὲν γὰρ ἰσχυρῶς ὑγραὶ καταστάσεις ἐσχάτως βλάπτουσι τὰ δύσκρατα σώματα καθ’ ὑγρότητα καὶ ψυχρότητα, καθάπερ γε καὶ αἱ ὑγραὶ καὶ αἱ θερμαὶ καταστάσεις τὰς ὑγρὰς καὶ θερμὰς τῶν κράσεων βλάπτουσι. καὶ κατὰ τὸν αὐτὸν λόγον αἱ θερμαὶ καὶ ξηραὶ τὰς ὁμοίας. ὅσα γὰρ ἐγγὺς ἤδη τοῦ νοσεῖν ἐστι σώματα, νόσον τοιάνδε διὰ τὴν οἰκείαν δυσκρασίαν ἐξελέγχεται. τὰ δ’ ἐναντίως
98
κεκραμένα τῷ περιέχοντι πρὸς τῷ μηδὲν ἀδικεῖσθαι γίνεται βελτίω τῇ ἀμετρίᾳ κολαζόμενα. τὰ γὰρ ἐναντία τῶν ἐναντίων ἐστὶν ἰάματα. ταῖς οὖν θερμαῖς καὶ ξηραῖς κράσεσιν ἡ ὑγρὰ καὶ ψυχρὰ κατάστασις ὠφέλειαν μᾶλλον ἢ βλάβην παρέχει, διὰ τῆς εἰς τοὐναντίον ἀγωγῆς μεσότητα κράσεως ἐργαζομένη. καὶ τοῦτ’ ἦν αἰτία τοῦ μὴ νοσεῖν ἅπαντας ἐν ταῖς δυσκράτοις καταστάσεσιν. ἐὰν οὖν τις τοῦτο γινώσκῃ, τὴν ὑγείαν φυλάξει, τοῖς σώμασι τἀναντία διαιτήματα προσάγων. ἂν γὰρ ὑγρὸν καὶ ψυχρὸν τὸ περιέχον ἡμᾶς ἐστι, δεήσει θερμαίνειν τὰ σώματα, καὶ μάλισθ’ ὅσα ψυχρότερά τέ ἐστι καὶ ὑγρότερα. γυμνάσιά τε οὖν πλείω τοῖς τοιούτοις ὠφέλιμα καὶ οἶνος ὀλίγος θερμότερος φύσει ὢν καὶ ὕδωρ προσλαβὼν, ἐδέσματά τε θερμαίνοντα. καὶ μέντοι καὶ τὸ καθ’ ἕκαστον αὐτῶν ποσὸν ἔκ τε τῆς τοῦ σώματος κράσεως εἰσόμεθα καὶ τῆς τοῦ περιέχοντος, ἐφ’ ὅσον ἑκάτερον ἐκτέτραπται τῆς εὐκρασίας ἐπισκοπούμενοι. κατὰ γὰρ τὸ μέγεθος τῆς ἐκτροπῆς καὶ τὸ ποσὸν τῆς διαίτης ὑπαλλακτέον, οἷον εἴ τί ἐστι σῶμα τῆς εὐκρασίας
99
ἐπὶ πλεῖστον ἀποκεχωρηκὸς πρὸς ὑγρότητά τε καὶ ψυχρότητα, τοῦτο κατὰ τὴν προκειμένην κατάστασιν ἐπὶ πλέον αὐτοὶ ξηρανοῦμέν τε καὶ θερμανοῦμεν. εἰ δὲ μετρίως εἰς τοιοῦτον, ἄλογον ἂν εἴη ἐσχάτως αὐτῷ τοῦτο ποιεῖν, ἀναλόγως ἄν. πολὺ δὲ δὴ μᾶλλον ἐπὶ τῶν ξηρῶν καὶ θερμῶν σωμάτων οὐ χρὴ τὰ διαιτήματα σφοδρῶς εἶναι θερμὰ καὶ ξηρὰ, παρ’ ἑαυτῶν γὰρ ἔχει τοῦτο. σκοπεῖσθαι δὲ μόνον, ὁπόσον τὸ περιέχον ἐκτέτραπται τῆς προσηκούσης εὐκρασίας. εἰ μὲν γὰρ ὀλίγον, οὐδ’ ὅλως ὑπανάξομεν τὴν μέσην δίαιταν ἐπὶ τῶν θερμῶν καὶ ξηρῶν σωμάτων· εἰ δ’ ἐπὶ πλέον, ἀρκέσει τὸ μετρίως ὑπαλλάξαι. ταῦτ’ οὖν ὅστις ἐστὶν ἐπιστάμενος τὰς αἰτίας τῆς ἑκάστου τῶν νοσημάτων γινέσεως, ἐν ἑκάστῃ καταστάσει φυλάξει. Κόϊντος δὲ τοῖς ἐμπειρικοῖς ὁμοίως ἀρνούμενος ἐπίστασθαι τῶν οὕτω γινομένων παθῶν τὰς αἰτίας, ἀναφέρων δ’ εἰς πεῖραν μόνην αὐτὰς, τῶν προσηκόντων βοηθημάτων τῆς εὑρέσεως ἠπόρει, καίτοι δι’ αὐτὸ τοῦτο χρησίμης οὔσης ἀνεγνῶσθαι τῆς γενέσεως τῶν ἐπιδημιῶν νοσημάτων. ἐπισκεψώμεθα οὖν ἡμεῖς
100
τὴν προκειμένην κατάστασιν, ἀναλαβόντες ἐξ ἀρχῆς. ἐγένετο δὲ, καθάπερ ὁ Ἱπποκράτης ἐδήλωσεν, ὑγρὰ καὶ ψυχρὰ, τὴν ἀρχὴν ἀπὸ φθινοπώρου ποιησαμένη. διὰ τοῦτ’ οὖν ἐν μὲν αὐτῷ τῷ φθινοπώρῳ καὶ τῷ μετ’ αὐτὸν χειμῶνι μετρίως διῆγον οἱ Θάσιοι. κατὰ δὲ τὸ ἔαρ ἐπειδὴ καὶ αὐτὸ ψυχρόν τε καὶ ὑγρὸν ἐγένετο, πρῶτοι πάντων ἐνόσησαν οἱ ὀφθαλμοὶ, διότι μὴ μόνον ὑγρὸν ἦν καὶ ψυχρὸν τὸ περιέχον, ἀλλὰ καὶ λαιλαπῶδες ἔμπροσθεν ἐγεγόνει. πληττομένους οὖν ὑπὸ ψυχρῶν ἀνέμων τοὺς ὀφθαλμοὺς εἰκὸς ἦν πρώτους τῶν ἄλλων μερῶν νοσῆσαι τοῦ σώματος, κατὰ τὴν τοῦ δρῶντος αἰτίου φύσιν, ὥστ’ οὐκ ἄλλως αὐτοῖς ὑγρὰ καὶ ψυχρὰ ῥεύματα συνέπεσεν. ἐπειδὴ δ’ οὐκ ἤχθη εῖς ἐσχάτην ἡ κατάστασις ὑγρότητα, διὰ τοῦτο τῶν ἄλλων παθημάτων οὐδὲν ἠκολούθησεν, ὅσα πλεονεκτούσης ἐν τῷ περιέχοντι τοιαύτης κράσεως εἴωθε γίνεσθαι. λέγω δὲ ἀποπληξίας καὶ σπασμοὺς καὶ παλμοὺς καὶ τετάνους, περιπνευμονίας τε καὶ πλευρίτιδας. ἀλλ’ ὕστερόν γε νοσήματα πληθωρικὰ μετὰ διαφορᾶς ἐγένετο, σηπομένων ἤδη τῶν χυμῶν διὰ τὴν πολυχρόνιον ἔνδον μονήν. καὶ γὰρ τὰ ψυχρὰ τῶν αἰτίων πυκνοῦντα τὸ δέρμα κωλύει
101
διαφορεῖσθαι τοὺς χυμοὺς, ἥ θ’ ὑγρότης ἡ ἐκ τοῦ περιέχοντος οὐ μόνον οὐδὲν ἀπάγει τοῦ σώματος, ἀλλὰ προσδίδωσιν. ἀμφοτέρων οὖν ὁμοῦ γενομένων ἐν τῇ προκειμένῃ καταστάσει, πλῆθος ἠθροίσθη κατὰ τὰ σώματα τῶν νοσησάντων οὐχ ὅμοιον ἅπασιν. οἷς μὲν γὰρ ἦν ἐν τῷ σώματι χολῶδες περίττωμά τι, οὐ διαφορηθὲν τοῦτο χολῶδες τὸ πάθος ἐποίησεν, οἶς δὲ φλεγματικὸν ἢ μελαγχολικὸν ἢ αἱματικὸν, αὐτίκα καὶ τὸ πάθος ἦν ὅμοιον τῷ μὴ κενωθέντι. διαφθείρεσθαι δὲ πεφυκυίας ἐν τῷ σώματι καὶ σήπεσθαι τῆς τοιαύτης περιουσίας εὔλογον ἦν ἄλλους ἄλλοις ἁλῶναι νοσήμασιν, πρὸς τῷ καὶ τὰ μέρη τοῦ σώματος οὐχ ὁμοίως διακείμενα ἅπαντας ἔχειν, ἀλλὰ τῷ μὲν ἧπαρ ἀσθενέστερον εἶναι, τῷ δὲ σπλῆνα, τῷ δὲ γαστέρα, τῷ δὲ ἔντερον, τῷ δὲ ἄλλο τι. δεχομένων οὖν ἀεὶ τῶν ἀσθενεστέρων μορίων τὴν ἐκ τῶν ἰσχυροτέρων περιουσίαν ἀκόλουθον ἦν καὶ παρὰ τὴν τῶν τόπων φύσιν ἄλλον ἄλλο παθεῖν τῶν Θασίων. αἱ μὲν οὖν δυσεντερίαι καὶ οἱ τεινεσμοὶ καὶ αἱ διάῤῥοιαι καὶ λιεντερίαι ῥυέντων εἰς
102
ἔντερα τῶν περιττῶν ἐγένοντο, δυσουρίαι δ’ εἰς τὴν κύστιν τρεπομένων, ἔμετοι δ’ ἐπὶ τὸ στόμα τῆς γαστρὸς ἀφικομένων. ἀλλὰ ταῦτα μὲν ἔσωθεν τοῦ σώματος ὥρμησε διὰ τὴν ἐκ τοῦ περιέχοντος ψύξιν. ἐν δὲ τῷ θέρει ταῖς θερμοτέραις κράσεσι τῶν σωμάτων ἰσχυρά τε τὰ ἔνδον ἐχούσαις, εἰκὸς ἦν ἱδρῶτας γενέσθαι, καὶ τισὶ μὲν αὐτῶν ἄνευ πυρετῶν τοῦτο συμβῆναι μηδέπω σῆψιν ἱκανὴν ἐσχηκυίας τῆς περιουσίας, ἐνίοις δὲ καὶ μετὰ τοῦ πυρέττειν. ἐν δὲ τῷ χρόνῳ προήκοντι καὶ πυρετοὺς γενέσθαι ποικίλους, ἄλλον ἄλλης ἰδέας, ἐπειδὴ καὶ οἱ σηπόμενοι χυμοὶ διαφέροντες ἦσαν. οὐ γὰρ ἐγεννήθησαν ὑπὸ τοῦ περιέχοντος, ἀλλ’ ἠθροίσθησαν, ἅτε τῆς καταστάσεως ψυχρᾶς, οὐ θερμῆς γενομένης, ἵνα κατὰ τὸ ἑαυτῆς λόγον ἐκθερμαίνει τὸ σῶμα καὶ ἡ μετὰ κυνὸς ἐπιτολὴ, ἀεὶ γίνεσθαι πεφύκασι πυρετοὶ διακαεῖς. ἀλλὰ νῦν γε οὐχ ὑπ’ αὐτῆς πρώτως ἐγένετο τῆς καταστάσεως, ἀλλὰ διὰ μέσης τῆς πυκνώσεως τοῦ δέρματος. ἡ μὲν οὖν σύνοψις τῶν ἐπιδημησάντων τότε παθημάτων
103
εἴρηταί μοι· πρὸς δὲ τὸ μετὰ μέρος ἤδη τρέψομαι, μετὰ τοῦ καὶ τὴν λέξιν, εἴ πού τι φαίνοιτο μὴ σαφὲς ἔχειν, ἐξηγεῖσθαι.

Οὐ νεφριτικαὶ, ἀλλὰ τουτέοισιν ἄλλα ἀντ’ ἄλλων.

Καὶ διὰ τῆς ἕδρας ἐκκρίσεις γίνονται μοχθηραὶ πολλάκις, ἀπαθῶν μὲν τῶν κατὰ τὴν γαστέρα μενόντων, ἐκκαθαιρομένου δὲ δι’ αὐτῶν ὅλου τοῦ σώματος ἢ ἀποστάσεως οὔσης κατ’ αὐτὴν, κατ’ ἔκρουν τινα, κατ’ αὐτὸν τὸν Ἱπποκράτην βουλόμενον οὐ μόνον κατ’ ἀπόθεσιν, ἀλλὰ καὶ κατ’ ἔκρουν ἀπόστασιν γίνεσθαι. οὕτως οὖν καὶ διὰ νεφρῶν καὶ κύστεώς ἐστιν ὅτε πᾶν ἐκκαθαίρεται τὸ σῶμα μηδὲν αὐτῶν τῶν ὀργάνων ἴδιον ἐχόντων πάθος, ὥσπερ ἐπὶ τῆς προκειμένης καταστάσεως ἐγίνετο, διότι καὶ προελθὼν αὐτὸς ἐρεῖ κατὰ λέξιν· μοῦνον δὲ χρηστὸν καὶ μέγιστον τῶν γινομένων σημείων καὶ πλείστους ἐῤῥύσατο τῶν ὄντων

104
ἐπὶ τοῖς μεγίστοις κινδύνοισιν, οἷσιν ἐπὶ τὸ στραγγουριῶδες ἐτράπετο καὶ εἰς τοῦτο ἀποστάσεις ἐγίνοντο. τουτ’ οὖν ἐστι τὸ καὶ νῦν εἰρημένον, οὐ νεφριτικαὶ, ἀλλὰ τούτοισιν ἄλλα ἀντ’ ἄλλων. καὶ γὰρ τῶν ἐν ὅλῳ τῷ σώματι περιττῶν ῥυέντων ἐπὶ νεφροὺς καὶ κύστιν, ἐκκρίσεις ἐπεγίνοντο παραπλήσιαι ταῖς νεφριτικαῖς.

Ἔμετοι φλεγματώδεες, χολώδεες καὶ σιτίων ἀπέπτων ἀναγωγαί.

Τῆς ἕσω ῥεπούσης περιουσίας τῶν χυμῶν, ὅσον ἐπὶ τὴν ἕδραν ἐῤῥύη, διαῤῥοίας τε καὶ τεινεσμοὺς καὶ δυσεντερίας καὶ λιεντερίας εἰργάσατο. διὰ νεφρῶν δὲ καὶ κύστεως ἄλλο τὴν ἔκκρισιν ἔσχεν. οὕτως οὖν ἐῤῥύη τὸ περιττὸν εἰς τὴν ἄνω γαστέρα καὶ δι’ ἐμέτων ἐπιπολάσαν, ἐξεβλήθη, τοῖς μὲν φλεγματώδεσι φύσει φλεγματωδῶν ἐμέτων γινομένων, τοῖς δὲ χολώδεσι χολωδῶν. εἵρηται γὰρ ὅτι διὰ μὲν τὴν κατάστασιν

105
ἠθροίσθη τὰ περιττὰ, διέφερον δ’ ἀλλήλων ταῦτα ταῖς ποιότησι κατὰ τὰς φύσεις τῶν σωμάτων. θαυμαστὸν δ’ οὐδὲν εἰ καὶ σιτίων ἀπέπτων ἀναγωγαὶ τούτοις ἐγένοντο, φλεγματωδῶν καὶ χολωδῶν χυμῶν εἰς τὴν γαστέρα συῤῥεόντων.

Ἱδρῶτες.

Ὅσοις φαμὲν διὰ τοῦ δέρματος ἀπόῤῥοιαι πλείους ἐγίνοντο, κατ’ ἐκεῖνον τὸν χρόνον ἴσχυσεν ἡ φύσις ἀπώσασθαι τὸ περιττὸν ἐνταῦθα καὶ οὕτως τούτοις ἱδρῶτας γενέσθαι.

Πᾶσι πάντοθεν πολὺς ὁ πλάδος.

Τὴν περιττὴν ὑγρότητα πλάδον εἴωθεν ὀνομάζειν.

106
ἐπεὶ τοίνυν ἄλλοις ἄλλως, τισὶ δὲ καὶ πολυειδῶς ἐξεκενοῦντο τὰ συνειλεγμένα χρόνῳ τῶν ὑγρῶν, διὰ τοῦτο εἰκότως ἔφη, πᾶσι πάντοθεν πλάδος.

Ἐγίνοντο δὲ ταῦτα πολλοῖσιν ὀρθοστάδην ἀπύροισι, πολλοῖσι δὲ πυρέττουσι, περὶ ὧν γεγράψεται.

Ὅσοις μὲν ἔφθασε τὸ ἠθροισμένον πλῆθος, ἤ τι χολῶδες ὑπάρχον, ὅλως εὐδιάφθαρτον, εἰς σηπεδόνα πυρετώδη μεταβαλεῖν, ἐπύρεξαν οὗτοι παραχρῆμα. τινὲς δ’ ὀρθοστάδην ἢ οὐ πρότερον εἰς τοὺς πυρετοὺς ἠνέχθησαν.

Ἐν οἷσι δὲ ἐπεφαίνετο πάντα τὰ ὑπογεγραμμένα μετὰ πόνου, φθινώδεες μὲν, ἤδη δὲ φθινοπώρου καὶ ὑπὸ χειμῶνα.
107

Περὶ δὲ τοῦ δευτέρου φθινοπώρου δηλονότι λέγει καὶ τοῦ δευτέρου χειμῶνος, ἐπεὶ περί γε τοῦ προτέρου προείρηκεν οὕτως, κατὰ χειμῶνα μὲν ὑγιεινῶς ἔχον τὰ πλεῖστα. πρὸ δὲ τοῦ ἦρος πολλοί τινες καὶ οἱ πλεῖστοι διῆγον ἐπιπόνως. εἶτα περὶ τῶν ἐν τῷ ἦρι γενομένων διελθὼν, ἐφεξῆς τοῦ θέρους ἐμνημόνευσε καὶ μετὰ τοῦτο τοῦ δευτέρου φθινοπώρου, περὶ οὗ κατὰ τὴν τελευτὴν τῆς ὅλης καταστάσεως εἰρήκει. ταχὺ περὶ ἀρκτοῦρον ἐν βορείοισι, πολλὰ πάνυ ὕδατα. φθινώδεας δὲ τίνας εἴρηκεν οὐ πάνυ σαφές ἐστιν, εἴωθε γὰρ τοὺς ὁπωσδήποτε ἰσχνουμένους τὸ σῶμα καὶ φθίνοντας οὕτως ὀνομάζειν, οὐ μόνον τοὺς διὰ τὴν τοῦ πνεύμονος ἕλκωσιν ὅλον τὸ σῶμα τηκομένους. εἰκὸς δὲ καὶ νῦν ἐπ’ αὐτοῦ λελέχθαι φθινώδεις τοὺς ὁπωσδήποτε τὸ σῶμα λεπτυνομένους, μηδενός γε προειρημένου περὶ τῶν κατὰ τὸν πνεύμονα νοσημάτων. οὔτε γὰρ αἵματος ἀναγωγὴν ἐξ αὐτῶν γεγονέναι προειπὼν οὔτε περιπνευμονίαν οὔτε ῥεῦμα κατασκῆψαι τῷ σπλάγχνῳ τούτῳ, πῶς ἂν εἰκότως δόξαις φθινώδεις λέγειν γεγονέναι τοὺς τότε κάμνοντας ἐπὶ τῇ

108
κακώσει τοῦ πνεύμονος; οὐ μὴν ἀδύνατόν γε, καθάπερ ἐπὶ γαστέρα καὶ νεφροὺς ἧκέ τι τῆς καθ’ ὅλον τὸ σῶμα περιουσίας, οὕτως καὶ τοῖς πνευματικοῖς κατασκῆψαι.

Πυρετοὶ ξυνεχέες.

Τὸ ὑπὸ χειμῶνα μεταξὺ λεγόμενον τῆς τε προγεγραμμένης λέξεως καὶ ταύτης οἱ μὲν ἐκείνῃ προσένειμαν, οἱ δὲ ταύτῃ. ἐμοὶ δὲ σύμπας ὁ λόγος φαίνεται τοιόσδε. καὶ κατὰ τὸ φθινόπωρον ἤδη τινὲς ἐγένοντο φθινώδεις, ὡσαύτως δὲ καὶ κατὰ τὸν χειμῶνα, καὶ μέντοι καὶ πυρετοὶ συνεχεῖς καὶ κατὰ τὸ φθινόπωρον ἐγένοντο καὶ κατὰ τὸν χειμῶνα. πρόδηλον δ’ ὅτι τοῦ δευτέρου χειμῶνος οὐκ ἔγραψε τὴν κατάστασιν ὡς φυλάξαντος τὴν οἰκείαν χειμῶνος κρᾶσιν. ἐμάθομεν οὖν ἐκ τοῦ δευτέρου λόγου νοσήματα γίνεσθαι κατ’ ἐνίας τῶν ὡρῶν οὐδὲν αὐτὰς πεπονθυίας, ἀλλὰ τὰ τῶν πρόσθεν ἁμαρτήματα διαδεξαμένας.

109
Καὶ τίσιν αὐτέων ὀλίγοισι καυσώδεες.

Οὐ κατὰ τὸν ἴδιον λόγον τῆς καταστάσεως οἱ καυσώδεις ἐγίνοντο πυρετοὶ, κατά τι δὲ συμβεβηκὸς, καθάπερ πρόσθεν εἴπομεν τὰ συμβεβηκότα. ἐπισχεθείσης γὰρ τῆς καθ’ ὅλον τὸ σῶμα διαπνοῆς τὰ περιττεύειν ἑκάστῃ τῶν φύσεων εἰθισμένα κωλυθέντα τῆς κενώσεως οἰκείας ἑαυτοῖς ἐγέννησαν νόσους, ὡς ὅσοι σφοδρῶς ἦσαν χολώδεις, τούτοις φύσει εἰθισμένως συνέβη τὸν καῦσον γενέσθαι, διὸ καὶ περὶ αὐτῶν ἐφεξῆς ἐρεῖ· οἱ μὲν οὖν καῦσοι ἐλαχίστοισιν ἐγένοντο καὶ ἥκιστα τῶν καμνόντων οὗτοι ἐπόνησαν. οὐ γὰρ θερμὴ καὶ διακαὴς καὶ αὐχμηρὰ κατάστασις ἐγέννησεν αὐτούς. πολλοὶ γὰρ ἂν ἐγένοντο καὶ πολλοῖσι καὶ μετὰ πόνων ἰσχυρῶν.

Ἡμερινοὶ, νυκτερινοὶ, ἡμιτριταῖοι, τριταῖοι ἀκριβεῖς, τεταρταῖοι, πλάνητες ἕκαστοι δὲ τῶν ὑπογεγραμμένων
110
πυρετῶν πολλοῖσιν ἐγίνοντο· οἱ μὲν καῦσοι ἐλασχίστοισί τε ἐγένοντο καὶ ἥκιστα τῶν καμνόντων οὗτοι ἐπόνησαν.

Διὰ τί πᾶν μὲν εἶδος ἐν τῇ προγεγραμμένῃ καταστάσει συνέβη γενέσθαι πρόσθεν εἴρηται. τὸ δ’ ἀκριβὲς μεταξὺ κείμενον, τοῦτο τριταίου καὶ τεταρταίου προσνέμειν ἑκατέροις χωρεῖ.

Οὔτε γὰρ ᾑμοῤῥάγησεν, εἰ μὴ πάνυ τι σμικρὰ καὶ ὀλίγοισιν, οὔθ’ οἱ παράληροι, τά τ’ ἄλλα πάντα εὐφόρως.

Ἴδιον Ἱπποκράτους ἐστὶ τὸ διδάσκειν ἐν παρέργῳ θεωρήματα χρήσιμα. τὰ γὰρ τῶν οἰκεῖα νοσημάτων συμπτώματα μὴ γενόμενα τότε κατὰ τοῦτον εἴωθε τὸν τρόπον ἑρμηνεύειν, ἐκ τοῦ μὴ γενέσθαι τότε, γενέσθαι πολλάκις

111
αὐτὰ διδάσκων. ἐν μὲν οὖν τοῖς γνησίοις, ὡς ἂν εἴπῃ τις, καύσοις διὰ τὸ πλῆθος τῆς θερμασίας ἐπὶ τὴν κεφαλὴν ἀναφερομένων τῶν χυμῶν αἱμοῤῥαγίαι τε καὶ παράληροι γίνονται. νυνὶ δὲ, οὐ καὶ ἦν γνήσιος ὁ καῦσος, εἰκότως οὐδὲ τὰ συμπτώματα ἔσχε τὰ καύσων ἴδια.

Ἐκρίνετο δὲ τουτέοισι πάνυ εὐτάκτως, τοῖσι πλείστοισι ξὺν τῇσι διαλειπούσῃσιν ἐν ἑπτακαίδεκα ἡμέρῃσιν.

Καὶ τοῦτο τῶν τότε γινομένων καύσων ἴδιον, οὐ κοινὸν πρὸς τοὺς ἄλλους οὓς γνησίους ὠνόμασεν. ἐκεῖνοι γὰρ ὥσπερ σφοδροὶ τοῖς πυρετοῖς, οὕτω καὶ τῇ δίψῃ καὶ τῇ ἀγρυπνίᾳ καὶ τῇ δυσφορίᾳ καί που καὶ τῇ παραφορᾷ τῆς διανοίας ἐνοχλοῦσι. διὰ δὲ τὴν τοιαύτην ὀξύτητα καὶ τὴν κρίσιν ἔχουσιν ἐν τάχει γινομένην. ἐν δὲ τῷ νῦν ἐπιδημήσαντι καύσῳ, καθάπερ τὸ ὀξύτητος ἦν μέτριον καὶ τῶν ἐπιπόνων συμπτωμάτων οὐδὲν, οὕτως οὐδ’ ἡ

112
κρίσις ἐγίνετο βέβαιος, ἀλλ’ οἷον ἡμίῤῥοπός τις, ὡς ἐξ ὑποστροφῆς αὖθις κρίνεσθαι τὸ δεύτερον. ἐν γὰρ τῷ φάναι, σὺν τῇσι διαλειπούσῃσι τὸ προκεκρίσθαι μὲν ἐνδεῶς, ἐξ ὑποστροφῆς δὲ κριθῆναι τὸ δεύτερον ἐνεδείξατο.

Οὐδ’ ἀποθανόντα οὐδένα οἶδα τότε ἐν καύσῳ, οὐδὲ φρενιτικὰ τότε γενόμενα.

Οὐδεὶς μὲν ἀπέθανε ἐν τῷ τότε καύσῳ ὅτι μέτριος ἐγένετο. καὶ λέλεκται πρόσθεν ἡ αἰτία τούτου. τὰ φρενιτικὰ δ’ οὐκ ἐγένετο, διότι μὴ ἐπληροῦτο τούτοις ἡ κεφαλὴ τῆς καταστάσεως ὅλης ψυχρᾶς οὔσης. ἐδείχθη δ’ ὅτι φρενίτιδες ὑπὸ θερμαινομένων τῶν κατὰ τὸν ἐγκέφαλον χωρίων γίνονται.