In Hippocratis Epidemiarum I

Galen

Galen, In Hippocratis Epidemiarum I

Οἷσι ἐν πυρετοῖσιν ὀξέσι μᾶλλον καυσώδεσιν ἀεκούσια δάκρυα ἀποῤῥεῖ, τούτοισιν ἀπὸ ῥινῶν αἱμοῤῥαγίαν προσδέχεσθαι, ἢν καὶ τὰ ἄλλα ὀλεθρίως μὴ ἔχωσιν, ἐπεὶ τοῖσί γε φλαύρως ἔχουσιν οὐχ αἱμοῤῥαγίην, ἀλλὰ θάνατον σημαίνει.

Ἕν τι καὶ τοῦτο τῶν αἱμοῤῥαγικῶν σημείων παραλελειμμένων αὐτῷ διὰ τῶν ἔμπροσθεν εἴρηται νῦν, ἔστι δ’ ἱκανῶς ὁ λόγος σαφὴς τοῖς μεμνημένοις ὧν ἔμπροσθεν εἶπε καὶ κατὰ τοῦτο βιβλίον ὧν τε ἐν τῷ προγνωστικῷ. καί μοι λέλεκται ταῦτα πάντα μετὰ τῶν οἰκείων διορισμῶν ἐν τοῖς κατὰ τὸ προγνωστικὸν ὑπομνήμασι καὶ ἐν τοῖς περὶ κρίσεων.

192
Τὰ περὶ τὰ ὦτα ἐν πυρετοῖσιν ἐπαιρόμενα μετ’ ὀδύνης ἔστιν οἷσιν ἐκλείποντος τοῦ πυρετοῦ κρισίμως οὔτε καθίσταται οὔτ’ ἐξεπύει, τουτέοισι διάῤῥοια χολωδέων ἢ δυσεντερίη ἢ παχέων οὔρων ὑπόστασις γενομένη ἔλυσε, οἷον Ἑρμίππῳ τῷ Κλαζομενίῳ.

Χρησιμώτατόν ἐστι κατὰ τῶν εἰρημένων ἀρτίως προμνησθέντων πρὸς τὸ μὴ διὰ παντὸς ἡγεῖσθαι τὰς παρωτίδας ἀνεκπυήτους μενούσας μοχθηρὸν εἶναι σημεῖον· ἐν γὰρ τῇ προκειμένῃ καταστάσει τοὺς μὲν πυρετούς φησι παύσασθαι κρισίμως ἐνίοις, ὅπερ ἐστὶν ἐν ἡμέρᾳ κρισίμῳ καὶ μεθ’ ἱδρῶτος ἤ τινος ἄλλου τῶν οὕτω κρινόντων, ἔτι διαμένειν τὰς παρωτίδας, εἶτα ἐν τῷ χρόνῳ προϊόντι καταστῆναι δι’ ὧν εἶπεν οὔρων καὶ διαχωρημάτων καὶ δυσεντερίας, ἐκκαθαρθέντων τῶν τὴν νόσον ἐργαζομένων αἰτίων.

193
Τὰ δὲ περὶ τὰς κρίσιας ἐξ ὧν καὶ διαγινώσκομεν ἢ ὅμοια ἢ ἀνόμοια.

Ὅσα περὶ κρίσεων ἢ κρισίμων ἡμερῶν αὐτῷ λέλεκται, πάντα κατὰ δύο πραγματείας ἠθροισμένα ἔχεις πρὸς ἡμῶν, τῇ τε περὶ τῶν κρισίμων καὶ κρίσεων. ἀλλὰ καὶ νῦν διὰ βραχίων εἰρήσεται τὸ κεφάλαιον τοῦ λόγου. τὰ περὶ κρίσιας, φησὶ, κατὰ τὶ μὲν ὅμοια, κατὰ τὶ δὲ ἀνόμοια γενέσθαι. κἄπειτα παρατίθεται πολλοὺς ἐξ ὑποστροφῆς καὶ αὐτοὺς κατὰ τὰς αὐτὰς προθεσμίας ἑπτακαιδεκαταίους κριθῆναι τὸ σύμπαν, εἶτ’ ἄλλους εἰκοσταίους ἐξ ὑποστροφῶν καὶ αὐτοὺς οὐχ ὁμοίως γενομένους. παραδείγματος δὲ χάριν μέμνηται πρῶτον ἀδελφῶν δυοῖν ἐν τῇδε τῇ ῥήσει.

Οἷον οἱ δύο ἀδελφοὶ καὶ ἤρξαντο ὁμοῦ τὴν αὐτὴν
194
ὥρην· κατέκειντο παρὰ τὸ θέατρον Ἐπιγένεος ἀδελφεοὶ, τουτέων τῷ πρεσβυτέρῳ ἔκρινεν ἑκταίῳ, τῷ δὲ νεωτέρῳ ἑβδομαίῳ. ὑπέστρεψεν ἀμφοτέροισιν ὁμοῦ τὴν αὐτὴν ὥρην καὶ διέλιπεν ἡμέρας πέντε. ἐκ δὲ τῆς ὑποστροφῆς ἐκρίθη ἀμφοτέροισιν ὁμοῦ τὸ σύμπαν ἑπτακαιδεκαταίοισιν, ἔκρινε δὲ τοῖσι πλείστοισι πεμπταίοις, διέλιπεν ἑβδομαίοις. ἐκ δὲ τῆς ὑποστροφέων ἔκρινε πεμπταίοισι, οἷσι δ’ ἔκρινεν ἑβδομαίοισι, διέλιπεν. ἑβδομαίοισιν, ἐκ δὲ τῆς ὑποστροφῆς ἔκρινε τριταίοισιν. οἶσι δὲ ἔκρινεν ἑβδομαίοισι, διαλιπόντας τὴν τρίτην ἔκρινεν ἑβδομαίοισι, οἷσι δ’ ἔλειπεν ἑκταίοισι, διαλιπόντας ἕκτην, ἐλάμβανε τριταίους. οἶσι δὲ ἔλειπε πρώτη ἐλάμβανε καὶ ἔκρινε πρώτη, οἷον Εὐάγοντι τῷ Δαϊφάρσους. οἷσι δ’ ἔκρινε ἑκταίοισι, διέλιπεν ἑβδομαίοισιν. ἐκ δὲ τῆς ὑποστροφῆς ἔκρινε τεταρταίοισιν, οἶον τῇ Ἀγλαΐδου θυγατρί. οἱ μὲν οὖν πλεῖστοι τῶν νοσησάντων ἐν τῇ καταστάσει ταύτῃ τούτῳ τῷ τρόπῳ διενόσησαν καὶ οὐδένα οἶδα τῶν περιγενομένων ὅντινα οὐχ ὑπέστρεψαν κατὰ λόγον αἱ
195
ὑποστροφαὶ γενόμεναι καὶ διεσώζοντο πάντες οὓς ἐγὼ οἶδα, οἶσιν αἱ ὑποστροφαὶ διὰ τοῦ εἴδεος τούτου γενοίατο. οὐδὲ τῶν διανοσησάντων διὰ τούτου τοῦ τρόπου, οὐδενὶ οἶδα ὑποστροφὴν γενομένην πάλιν. ἔθνησκον δὲ ἐν τοῖσι νοσήμασι τούτοισιν οἱ πλεῖστοι ἑκταῖοι, οἷον Ἐπαμινώνδας καὶ Σιληνὸς καὶ Φιλίσκος ὁ Ἀνταγόρεω.

Τὸ μὲν χρήσιμον τοῦ λόγου πρόδηλον ἐπὶ τῶν εἰρημένων ἐστὶ, τὸ δ’ ἄχρηστον ἄδηλον, ὥστ’ οὐ ζητεῖν αὐτὸ προσῆκεν, ἀλλ’ οἱ μὲν τὰ χρήσιμα σπουδάζοντες ἑαυτοῖς πράγματα παρέχουσι, ζητοῦντες πῶς εἰπὼν ὁ Ἱπποκράτης τῷ μὲν πρεσβυτέρῳ τὴν κρίσιν ἑκταίαν γενέσθαι, τῷ δὲ νεωτέρῳ ἑβδομαίαν. καὶ μετὰ ταῦτα πάλιν εἰπὼν, ἐπέστρεψεν ἀμφοτέροις ὁμοῦ τὴν αὐτὴν ὥρην, ἐπήνεγκε, διέλιπον ἡμέρας πέντε. οὐ γὰρ ἀμφοτέροις δυνατόν ἐστι τὰς πέντε διαλιπεῖν, ἀλλὰ τῷ ἑτέρῳ μόνῳ, καίτοι γε καὶ δυνατόν ἐστιν αὐτὸ τοῦθ’ ὃ λέγουσιν, ἀκοῦσαι περὶ μόνου τοῦ ἑνὸς, τοῦ δευτέρου κατὰ τὴν διήγησιν εἰρημένου, τοῦ

196
κριθέντος ἑβδομαίου τὴν πρώτην κρίσιν. καὶ εἰ δὴ τούτῳ διέλιπεν ἡμέρας πέντε, πρόδηλον ὅτι τῷ κατὰ τὴν ἕκτην ἡμέραν κριθέντι [κατὰ τὴν δευτέραν ἡμέραν κριθέντος] διέλιπεν ἕξ. ἐγχωρεῖ δὲ κατ’ ἀρχὴν εὐθὺς ὑπὸ τοῦ βιβλιογράφου τὴν λέξιν ἁμαρτηθεῖσαν φυλαχθῆναι, καθάπερ καὶ ἄλλαι πολλαὶ τοῦτο πεπόνθασι, παρά τε τῷ Ἱπποκράτει καὶ ἄλλοις οὐκ ὀλίγοις. ὃ δὲ λέγω σφάλμα τοῦ βιβλιογράφου γενέσθαι, τοιόνδε ἐστίν. ἐνεδέχετο γεγράφθαι μὲν ὡδί πως τὴν λέξιν, διέλιπεν ἡμέρας ἓξ μὲν τῷ πρεσβυτέρῳ, τῷ δ’ ἑτέρῳ πέντε. τὸ γράψαι δὲ τὸν ἁμαρτάνοντα, διέλιπε πέντε, καὶ πιθανώτερον ἐπὶ τῷ πρεσβυτέρῳ, τὰς ἓξ διαλιπεῖν, τῷ δὲ νεωτέρῳ τὰς πέντε, τῆς δ’ ὑποστροφῆς ἄμα ἀμφοτέροις γενομένης κατὰ τὴν δωδεκάτην ἡμέραν. ἐφεξῆς γοῦν φησὶ, ἔκρινε δὲ τοῖσι πλείστοισιν ἑκταίοισι, διέλιπε πεμπταίοισιν, ὥστ’ εἰκάσαι τοὺς ἀδελφοὺς τῶν τοῖς πλείστοις γενομένων κρίσεων καὶ αὐτοὺς εἶναι παράδειγμα. μετά γε μὴν τὴν τούτων διήγησιν καὶ ἄλλας κρίσεις ἔγραψε πολυειδεῖς ἁπάσας τῇ ἑπτακαιδεκάτῃ περιγραφομένας ἡμέρᾳ,
197
τοιαύτην δ’ οὐδεμίαν, οἵαν ἐπὶ τῶν δύο ἀδελφῶν ἐγώ φημι δεῖν ἀκούειν, ὥσθ’ ὑποστρέψαι κατὰ τὴν δωδεκάτην ἡμέραν αὐτοὺς ἀμφοτέρους καὶ νεωτέρου διαλείποντος τὰς πέντε. πιθανὸν μὲν οὕτως ἐν αὐτοῖς ἐῤῥέθη, ἵνα τό τε πρὸς τοῖς ἄλλοις ὅμοιον αὐτοῖς διασώζηται, τὸ ἐξ ὑποστροφῆς ἑπτακαιδεκαταίους κριθῆναι καὶ τὸ ἴδιον, ὅτι περὶ τὴν δωδεκάτην ὑπέστρεψαν. καὶ καλὸν δ’, ὡς ἔφην, μὴ ζητεῖν ἔχοντα χρήσιμα. καὶ τοίνυν ἤδη καταλείπωμεν ἅπαντα τὰ περὶ κρίσεις ἐφεξῆς αὐτῷ λελεγμένα, κεφάλαια ἔχοντες κατὰ τὶ μὲν ὁμοίας αὐτὰς γενέσθαι, κατὰ τὶ δ’ ἀνομοίας. τῶν γάρ τοι πρώτων κρίσεων ἤτοι κατὰ τὴν ἕκτην ἡμέραν ἀναιρούντων τοὺς νοσοῦντας ἢ ἀπίστων γινομένων ὡς ὑποστρέφειν αὖθις ἐπὶ τὴν ὑστάτην τε καὶ τελείαν κρίσιν, ἐπὶ τῆς ἑπτακαιδεκάτης ἡμέρας λαμβανουσῶν, ἐν τούτῳ τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον ἐγίγνετο. μετὰ δὲ ταῦτα κρίσεων ἄλλων μνημονεύει καὶ ὑποστροφῶν γινομένων εἰς τὴν εἰκοστὴν ἡμέραν, ὥστ’ ἐν ταύτῃ τελείως κριθῆναι. κατέκειντο παρὰ τὸ θέατρον. γράφουσί τινες οὐ θέατρον, ἀλλὰ θέρετρον, ἵν’
198
ἔχωσιν ἐξηγεῖσθαι χωρίον τι εἶναι παρὰ τὸ θέρεσθαι κεκλημένον οὕτως. διαφέρει δ’ οὐδὲν εἰς τὴν προκειμένην θεωρίαν ὅπως ἄν τις γράφει τὰ τοιαῦτα τῶν ὀνομάτων. καὶ γὰρ εἴτε Περιγένους εἴτε Δίωνος ἢ Θέωνος ἦσαν ἀδελφοὶ διήνεγκεν οὐδὲν, ἀλλ’ οἱ μὴ δυνάμενοι τὰ κατὰ τὴν ἰατρικὴν τέχνην ἐξηγεῖσθαι καλῶς, ἐπὶ τὰς τοιαύτας ἐκτρέπονται περιεργίας.

Οἷσι δὲ τὰ παρὰ τὰ ὦτα γενοίατο, ἔκρινε μὲν εἰκοσταίοισι. κατέσβη δὲ πᾶσιν οἷς οὐκ ἐξεπύησεν, ἀλλ’ ἐπὶ κύστιν ἐτράπετο. Κρατιστονάκτῃ τῷ παρὰ Ἡρακλίῳ ᾤκει καὶ Σκύμνου τοῦ γναφέως θεραπαίνῃ ἐξεπύησεν, ἀπέθανεν. οἷσι δὲ ἔκρινεν ἑβδόμῃ, διέλιπεν, ἐνάτῃ ὑπέστρεφεν, ἔκρινεν ἐκ τῆς ὑποστροφῆς. ἔκρινεν ἑβδόμῃ Φανοκρίτῳ, ὃς κατέκειτο παρὰ Γνάθωνι τῷ γραφεῖ.
199

Ὅ καὶ πρόσθεν εἶπον ἄξιον εἶναι μνήμης, ἀναμνήσω καὶ νῦν, ὅτι παραδοξότερόν τε καὶ σπανιώτερον ἐκείνου. τὸ γὰρ χωρὶς τοῦ διαπυῆσαι τὰς παρωτίδας ὑπὸ μόνων τῶν κάτω γενομένων ἐκκρίσεων θεραπευθῆναι, μὴ πάνυ σύνηθες γενόμενον. ἐπέτεινεν ἐν τῷ νῦν λόγῳ γράψας Κρατιστονάκτῃ καὶ τὴν τοῦ γραφέως θεράπαιναν ἀποθανεῖν ἐκπυησάντων τῶν περὶ τὰ ὦτα. μάχεσθαι γὰρ δόξει τὸ, πεπασμοὶ ταχυτῆτα κρίσεως καὶ ἀσφάλειαν ὑγιεινὴν σημαίνουσιν. ἀλλὰ νῦν γε τὰ μὲν κατὰ τὰς φλέβας αἴτια τῶν πυρετῶν οὐκ ἔφθασε πεφθῆναι τῷ Κρατιστονάκτῃ καὶ τῇ θεραπαίνῃ τοῦ γραφέως, ἢ οὐκ ἂν ἀπέθανεν. αἱ μέντοι παρωτίδες ἐπέφθησαν, ὅπερ ἔφην σπάνιον εἷναι καὶ δεῖν αὐτοῦ μνημονεύειν, ὡς ἐνδεχόμενον μερικὴν γενέσθαι πέψιν ἐν μορίῳ τινὶ, καίτοι τῆς ὅλης νόσου μὴ πεφθείσης. τὰ δ’ ἄλλα πάντα τὰ κατὰ τὸν τρόπον τοῦτον εἰρημένα περὶ τῶν κρίσεων ἐξειργασάμεθα τελέως ἐν τοῖς περὶ κρίσεων καὶ κρισίμων ἡμερῶν γεγραμμένοις ἡμῖν ὑπομνήμασιν.

200
Ὑπὸ δὲ χειμῶνα περὶ ἡλίου τροπὰς χειμερινὰς καὶ μέχρι ἰσημερίης παρέμενον μὲν καὶ οἱ καῦσοι καὶ τὰ φρενιτικὰ καὶ ἔθνησκον πολλοί. αἱ μέντοι κρίσιες μετέπεσον καὶ ἔκρινε τὸ τοῖς πλείστοισιν ἐξ ἀρχῆς πεμπταίοισι, διελίπετο τεταρταίοισι, ὑπέστρεφεν. ἐκ δὲ τῆς ὑποστροφῆς ἔκρινε πεμπταίοισιν. τὸ δὲ σύμπαν τεσσαρεσκαιδεκαταίοισι. ἔκρινε δὲ παιδίοισιν οὕτω τοῖς πλείστοισιν, ἀτὰρ καὶ πρεσβυτέροισιν. ἔστι δ’ οἶσιν ἔκρινεν ἑνδεκάτῃ, ὑπέστρεφε τεσσαρεσκαιδεκάτῃ, ἔκρινε τελείως εἰκοστῇ. εἰ δέ τινες ἐπεῤῥίγουν περὶ τὴν εἰκοστὴν, τουτέοισιν ἔκρινεν τεσσαρακοστῇ ἐπεῤῥίγουν δὲ οἱ πλεῖστοι περὶ κρίσιν τὴν ἐξ ἀρχῆς. οἱ δὲ ἐπιῤῥιγώσαντες ἐξ ἀρχῆς περὶ κρίσιν καὶ ἐν τῇσιν ὑποστροφῇσιν ἅμα κρίσει.

Χειμῶνος νῦν μνημονεύει κατὰ τὸ δεύτερον ἔτος, οὐχὶ κατὰ τὸ πρότερον, ὅν ἐν τῇ καταστάσει διηγήσατο καὶ λέλεκταί μοι

201
πρόσθεν ἡ αἰτία, δι’ ἣν αἱ φρενίτιδες ὕστερον ἐπλεόνασαν, οὐκ οὖσαι κατ’ ἀρχὰς, ἀλλὰ καὶ τὰς τῶν κρίσεων προθεσμίας μεταπεσεῖν φησὶ καὶ διηγεῖται αὖ καὶ τὴν τούτων ποικιλίαν, κοινὸν ἐχουσῶν πρὸς τὰς ἔμπροσθεν εἰρημένας τὸ μεθ’ ὑποστροφῶν γίνεσθαι. παιδίοις μὲν οὖν καὶ τοῖς τούτων ἔτι πρεσβυτέροις τεσσαρεσκαιδεκαταίας τὸ σύμπαν γενέσθαι φησὶ τὰς κρίσεις. καὶ γὰρ διαφορεῖται τάχιστ’ αὐτοῖς τὰ τῶν νόσων αἴτια καὶ πέττεται. τοῖς δ’ ἄλλοις οὐ μόνον εἰς τὴν εἰκοστὴν, ἀλλὰ καὶ εἰς τὴν τεσσαρακοστὴν ἀφικνεῖσθαί φησιν ἐξ ὑποστροφῆς τὴν ὑστάτην κρίσιν, καὶ οὐδὲν θαυμαστὸν ἀξιολόγους γενέσθαι διαφορὰς τῶν κρίσεων ἐπὶ τῇ ποικιλίᾳ τῶν νοσημάτων.

Ἐπεῤῥίγουν δ’ ἐλάχιστοι μὲν τοῦ ἦρος, θέρεος δὲ πλείους, φθινοπώρου δ’ ἔτι πλείους, ὑπὸ δὲ χειμῶνα πολλῷ πλεῖστοι, αἱ δ’ αἱμοῤῥαγίαι ὑπέλειπον.
202

Ἦρος μέμνηται νῦν τοῦ κατὰ τὴν πρώτην κατάστασιν ὑπ’ αὐτοῦ ῥηθέντος, οὐ κατὰ τὸ δεύτερον ἔτος. οὐ γὰρ ἐξέτεινεν ἐπὶ τοσούτῳ γε τὴν διήγησιν τῶν γιγνομένων νοσημάτων, ἀλλὰ μέχρι καὶ τοῦ δευτέρου χειμῶνος ἀφίκετο. διὰ τί δὲ τὸ τοῦ χρόνου προϊόντος ἀεὶ καὶ μᾶλλον ὁ τῶν ἐπιῤῥιγούντων ἀριθμὸς ηὐξάνετο πρόσθεν ἤδη μοι δυνάμει λέλεκται κατ’ ἐκεῖνον τὸν λόγον, ἡνίκα μὲν ἀνεμίμνησκον, ἐπιδέδεικται μοι τὸ ῥῖγος γινόμενον, διὰ τῶν στερεῶν σωμάτων διερχομένης τῆς ξανθῆς χολῆς, οὐκ ἐν ταῖς κοιλότησι τῶν ἀγγείων περιεχομένης. ἐν ἀρχῇ μὲν οὖν ἐν κινήσει οὖσα τοὺς καύσους ἐγέννησε, μεταλαμβανομένη δ’ ὕστερον εἰς τὰ σαρκώδη μόρια καὶ δι’ αὐτῶν ἐπὶ τἀκτὸς φερομένη τὸ ῥῖγος εἰργάσατο. κατ’ ὀλίγον δ’ ἀποπαύεσθαι τὰς αἱμοῤῥαγίας, μηκέτ’ ἐν ταῖς φλεψὶν οὔσης, ἀλλὰ διασκεδαννυμένης εἰς ὅλον τὸ σῶμα.