In Hippocratis Epidemiarum I

Galen

Galen, In Hippocratis Epidemiarum I

Οἱ δὲ τριταῖοι πλείους μὲν καύσων καὶ ἐπιπονώτεροι.
113
εὐτάκτως δὲ τούτοισι πᾶσιν ἀπὸ τῆς πρώτης λήψεως τέσσαρας περιόδους. ἐν ἑπτὰ δὲ τελέως ἐκρίνοντο, οὐδ’ ὑπέστρεψαν οὐδενὶ τούτων.

Ἕν τε τοῖς περὶ διαφορᾶς πυρετῶν ὑπομνήμασι κὰν τοῖς περὶ κρίσεων ἐπιδέδεικται τά τ’ ἄλλα καὶ ὅτι διὰ πλεονεξίαν χολῆς ξανθῆς οἵ τε καῦσοι καὶ οἱ τριταῖοι γίνονται καὶ τοῦτο ἔχοντες κοινὸν διαφέρουσι τοῖς τόποις ἐν οἷς ὁ πλεονάζων ἀθροίζεται χυμός. ἐν μὲν γὰρ τοῖς καύσοις κατὰ τὰς φλέβας πλεονάζει καὶ μάλιστα τὰς καθ’ ἧπαρ καὶ γαστέρα. τριταῖοι δὲ πυρετοὶ γίνονται κατὰ τὰς ἐν ὅλῳ τῷ σώματι σάρκας ἐπικρατούσης τῆς ξανθῆς χολῆς. ἐπισχεθείσης οὖν τῆς διαπνοῆς τοῖς φύσει χολώδεσιν, ὅσον ἐν τῷ σαρκώδει γένει τῆς χολῆς ἀθροιζόμενον ἐκενοῦτο πρότερον, οὐ κενωθὲν ἐν τῇ νῦν καταστάσει, τοὺς τριταίους ἐγέννησε πλείους τῶν καύσων. ἐκεῖνοι γὰρ οὐ πάνυ τι τὴν γένεσιν ἐξ ἐπισχέσεως ἔχουσι χολωδῶν περιττωμάτων, ἀλλὰ

114
τῆς ἐν τοῖς ἀγγείοις τε καὶ σπλάγχνοις θερμασίας ἀπεκταθείσης, ἐκφλογωθείσης τῆς καταστάσεως τῆς θερμῆς ἰσχυρῶς, ὡς γίνεται τοῖς γυμνασαμένοις ἐπὶ πλέον ἢ φροντίσασιν ἰσχυρῶς ἢ διατρίψασιν ἐπὶ πλέον ἐν ἡλίῳ ἢ ἐδέσμασι καυσώδεσι χρησαμένοις δαψιλῶς ἢ καὶ τὰ πλεῖστα τούτων ἢ καὶ τὰ πάντα πράξασί τε καὶ παθοῦσιν. ἀλλ’ οὐχ ἡ νῦν κατάστασις ἰσχυρῶς θερμὴ, διόπερ οὐδ’ οἱ καῦσοι πολλοῖς ἐγίγνοντο, μᾶλλον δὲ τοῖς λίαν χολώδεσι, καὶ τούτοις μετριώτατοι. τοῖς δ’ αὐτοῖς τούτοις εἰκότως μᾶλλον οἱ τριταῖοι συνέβησαν ἐκ τοῦ τὰς εἰθισμένας ἀποῤῥοίας τῶν χολωδῶν περιττωμάτων ἐπισχεθῆναι. κατὰ λόγον οὖν τούτοις ἐπιπονώτεροί τε τῶν καύσων ἐγίνοντο, διότι καὶ γνησιώτεροι καὶ τὰς κρίσεις οἰκείας ἔσχον.

Οἱ δὲ τεταρταῖοι πολλοῖσι μὲν ἐξ ἀρχῆς ἐν τάξει τεταρταίου ἤρξαντο. ἔστι δ’ οἷσιν οὐκ ὀλίγοισιν ἐξ ἄλλων πυρετῶν καὶ νοσημάτων ἀποστάσιες ἐς τεταρταίους ἐγίνοντο.
115
μακρὰ δὲ, ὡς εἴθισται, τουτέοισι καὶ ἔτι μακρότερα ξυνέπιπτον.

Οὐδ’ οὗτοι διὰ τὴν κατάστασιν ἐγένοντο πρώτως, ἀλλ’ ἐκ τοῦ μὴ κενοῦσθαι ταῖς μελαγχολικαῖς φύσεσι τὴν περιουσίαν τῆς μελαίνης χολῆς ἁλῶναι τοῖς τοιούτοις νοσήμασι συνέβη. χρονίσαι δ’ αὐτοὺς ἐγένετο τῆς καταστάσεως οὔσης ὑγρᾶς καὶ ψυχρᾶς, ἐν ᾖ πάντα τὰ αἴτια μέχρι πλείστου κατὰ τὸ σῶμα μένει, μήτε πεττόμενα μήτε διαπνεόμενα. μέμνητο δὲ πάλιν ἐνταῦθα τῆς περὶ τοὔνομα χρήσεως, τοῦ Ἱπποκράτους εἰπόντος ἀποστάσεις ἐς τεταρταίους γεγονέναι. φαίνεται οὐ μόνον κατ’ ἔκρουν ἀποστάσεις τινὰς ὀνομάζων, ἀλλὰ καὶ κατὰ μετάστασιν ἐξ ἑτέρου νοσήματος εἰς ἕτερον.

Ἀμφημερινοὶ δὲ καὶ νυκτερινοὶ καὶ πλάνητες πολλοὶ πολλοῖσι
116
καὶ πολὺν χρόνον παρέμενον, ὀρθοστάδην τε καὶ κατακειμένοισιν.

Οὐ μόνον οὗτοι τῷ λόγῳ τοῦ πλήθους, ἀλλὰ καὶ τῇ τῆς καταστάσεως κράσει τὴν γένεσιν ἔχοντες εἰκότως ἐγένοντο πολλοί τε καὶ πολλοῖσιν. ἡ γὰρ ὑγρά τε καὶ ψυχρὰ κατάστασις, ὥσπερ ὁ χειμὼν, φλεγματώδη γεννᾷ χυμὸν, ἐφ’ ᾧ τοὺς ἀμφημερινοὺς ἐδείξαμεν γίνεσθαι πυρετούς. οἱ πλάνητες δὲ ποικιλωτέρων χυμῶν ἐδείχθησαν ἔκγονοι. θαυμαστὸν δ’ οὐδὲν, εἰ πολλῷ χρόνῳ περιέμενον οἱ τοιοῦτοι πυρετοὶ, τῆς καταστάσεως ὑγρᾶς καὶ ψυχρᾶς ὑπαρχούσης καὶ διὰ τοῦτο μήτε πέπτεσθαι τοὺς χυμοὺς ἐπιτρεπούσης, ἢ ἄλλως χρονίοις τε καὶ δυσπέπτοις διὰ τὴν ψύξιν.

Τοῖσι πλείστοισι τουτέων ὑπὸ πληϊάδα καὶ μέχρι χειμῶνος οἱ πυρετοὶ παρείποντο.
117

Πρόδηλον δ’ ὅτι τῆς πλειάδος οὐ τῆς ἐν τῇ νῦν καταστάσει οὔσης ἐμνημόνευσεν, ἀλλὰ τῆς μετὰ τὴν ἄλλην κατάστασιν ἐν τῷ δευτέρῳ ἔτει, καθότι καὶ πρόσθεν ἐλέγομεν ἐπὶ τέλει γὰρ ἐκείνης τῆς καταστάσεως ἔγραψε· ταχὺ δὲ περὶ ἀρκτοῦρον ἐν βορέοισι πολλὰ πάνυ ὕδατα καὶ μετὰ τοῦτο δ’ εἶπεν, ὡς ἐπὶ τὸ κατὰ φύσιν ἤδη τῆς τῶν ὡρῶν τάξεως ἀφιγμένης καὶ τοῦ λοιποῦ παντὸς τοῦ μετὰ τὴν ἀρκτοῦρον, ὥσπερ γε καὶ τοῦ μετὰ τὸν χειμῶνα. εἰκότως οὖν ὅσα τῆς πρώτης καταστάσεως ἦν λείψανα, κατὰ τὸ φθινόπωρον ἐπέφθη καὶ τοῦ χειμῶνος οὐδεμίαν οὐκέτι νόσον ἐπιδεόμενοι οἱ Θάσιοι.

Πολλοῖσι δὲ σπασμοὶ, μᾶλλον δὲ παιδίοισιν ἐξ ἀρχῆς καὶ ἐπύρεσσον καὶ ἐπὶ πυρετοῖσιν ἐγίνοντο σπασμοὶ, χρόνια μὲν τοῖσι πλείστοισι τουτέων, ἀβλαβέα δὲ, εἰ μὴ ἐπὶ τοῖσι καὶ ἐκ τῶν ἄλλων πάντων ὀλεθρίως ἔχουσιν.

Οἱ σπασμοὶ ἐγίνοντο τῆς καταστάσεως ὑγρᾶς καὶ

118
ψυχρᾶς γενομένης. ἐπιτηδειότατα δὲ τὰ παιδία σπασμοῖς ἁλίσκεσθαι διὰ τὴν ἀσθένειαν τοῦ νευρώδους γένους. διὰ τοῦτο γὰρ καὶ ῥαδίως ἐπὶ σμικραῖς προφάσεσι γίνεται τὸ πάθος αὐτοῖς καὶ ἧσσον κινδυνῶδές ἐστι. φησὶ δὲ τοὺς σπασμοὺς ἐνίοις μὲν ἐξ ἀρχῆς εὐθὺς γίνεσθαι, τισὶ δὲ πυρετοῦ προγενομένου, παρὰ τὴν ἐπιτηδειότητα δηλονότι τὴν πρὸς ἑκάτερον ὑπάρχουσαν τοῖς ἁλισκομένοις τοῖς σπασμοῖς καὶ τῷ πυρετῷ. πρὸς ὃ γὰρ ἐπιτηδειότερον εἶπεν ἕκαστος, ἐκεῖνο πρότερον ἐγίγνετο, μετ’ αὐτὸ δὲ ἠκολούθει τὸ δεύτερον. ἐχρόνιζον δ’ εἰκότως οἱ σπασμοὶ τοῦ δευτέρου φθινοπώρου πάλιν, περὶ οὗ κατὰ τὸ τέλος ἔγραψε τῆς ὅλης καταστάσεως, ὑγροῦ καὶ ψυχροῦ καὶ βορείου γενομένου.

Οἱ δὲ δὴ ξυνεχέες μὲν τὸ ὅλον καὶ οὐδὲν ἐκλείποντες, παροξυνόμενοι δὲ πᾶσι τριταιοφυέα τρόπον, μίαν μὲν ὑποκουφίζοντες καὶ μίαν ἐπιπαροξυνόμενοι, πάντων βιαιότατοι
119
τῶν τότε γενομένων καὶ μακρότατοι καὶ μετὰ πόνων μεγίστων γενομένοι, πρῃέως ἀρχόμενοι καὶ τὸ ὅλον ἐπιδιδόντες ἀεὶ καὶ παροξυνόμενοι ἐν κρισίμοισι καὶ ἀνάγοντες ἐπὶ τὸ κάκιον, σμικρὰ διακουφίζοντες καὶ ταχὺ πάλιν ἐξ ἐπισχέσεως βιαιοτέρως παροξυνόμενοι, ἐν κρισίμοισιν ὡς ἐπὶ τὸ πολὺ κακούμενοι. ῥίγεα δὲ πᾶσιν ἀτάκτως καὶ πεπλανημένως ἐγίνοντο. ἐλάχιστα δὲ καὶ ἥκιστα τουτέοισιν, ἀλλ’ ἐπὶ τῶν ἄλλων πυρετῶν μείζω.

Εἰ μὴ προσέγραψεν αὐτὸς ὅπως οἱ τότε γενόμενοι τεταγμένους πυρετοὶ τοὺς παροξυσμοὺς ἐποιοῦντο, μεγάλην ἂν ἡμῖν ἀπορίαν ὑπέλιπεν ζητοῦσιν εὑρεῖν τίνας ὀνομάζει τριταιοφυεῖς. ἐπεὶ δ’ αὐτὸς εἶπε, τὸν τρόπον τῶν τριταιοφυέων, οὐκέτι περὶ πράγματός ἐστιν ἡ ζήτησις, ἀλλ’ ὥσπερ σημαινομένου τοῦ τριταιοφυοῦς ὀνόματος. ἐπισυνάπτεται δὲ τούτῳ καὶ τὸ περὶ τοῦ τριταίου τε καὶ ἡμιτριταίου

120
καὶ τῆς ἑκατέρων διαφορᾶς ἀκριβοῦς τριταίου καὶ οὐκ ἀκριβοῦς, ἀλλ’ ὅτι βραχύ τι παραυξηθέντος ἢ πλέον ἢ ἐπὶ πλεῖστον, ἄχρι τε πόσου τούτων ἕκαστος ἐκτείνεται καὶ τίς μὲν ὁ μέγας ἡμιτριταῖός ἐστι, τίς δ’ ὁ μέσος, τίς δ’ ὁ μικρός. Ἀγαθίνῳ γοῦν ὅλον βιβλίον γέγραπται πρῶτον περὶ ἡμιτριταίων, τὸ σημαινόμενον ὑπὸ τῆς προσηγορίας ταύτης ἐπεξηγουμένῳ. ἐὰν δὲ καὶ τὰ τοῖς μεθοδικοῖς γεγραμμένα περὶ αὐτοῦ διέρχωμαι νῦν ἢ τὰ μετὰ ταῦτα ὑπ’ Ἀρχιγένους οὐχ ἅπαξ, ἄλλὰ πλεονάκις ἐν πλείοσι πραγματείαις εἰρημένα, μετὰ τοῦ καὶ διακρίνειν ὅσα καλῶς ἢ μὴ καλῶς εἰρήκασι, τρία μοι νομίζω βιβλία πληρωθήσεσθαι. τό γε μὴν εἰς τὰ τῆς τέχνης ἔργα χρήσιμον εἴρηται μὲν ἤδη κἀν τοῖς περὶ τῶν πυρετῶν διαφορᾶς· εἰς δὲ τὰ παρόντα βέλτιόν ἐστι συγγράψαι τὸ λεγόμενον εἶδος τοῦ πυρετοῦ τῇ καταστάσει. φησὶν οὖν αὐτὸς τῇ μὲν ἑτέρᾳ τῶν ἡμερῶν παροξύνεσθαι, τῇ δὲ ἑτέρᾳ ὑποκουφίζεσθαι. μετὰ γὰρ τῆς ὑπὸ προθέσεως γράψαντος αὐτοῦ τὸ ῥῆμα καὶ ἡμᾶς ἀκούειν προσῆκον ἕτερόν τι σημαινόμενον ἐκ τῆς συνθέτου φωνῆς.
121
παρὰ τὴν ἁπλῆν. τὸ μὲν γὰρ κουφίζεσθαι δύναιτ’ ἄν τις ἀκούειν τὴν ἀξιόλογον ἔνδοσιν σημαίνειν τοῦ πυρετοῦ, τὸ δ’ ὑποκουφίζεσθαι μετριωτέραν. οὐ μὴν διωρισμένως τε καὶ σαφῶς ἐδήλωσεν εἴτε παροξύνονται τῇ ἑτέρᾳ τῶν ἡμερῶν οἱ οὕτω πυρέξαντες ἕτερον παροξυσμὸν ἐλάττονα τοῦ κατὰ τὴν προτεραίαν, εἴτε καὶ διαμένων ἐκεῖνος ἐκουφίζετο κατὰ τὴν δευτέραν. δοκεῖ γέ μοι οὖν μᾶλλον ἐμφαίνειν ἡ λέξις ἕνα γίνεσθαι τὸν διὰ τρίτης παροξυσμὸν, ὑποκουφίζοντα κατὰ τὴν ὑστεραίαν. λέγει δὲ καὶ ῥίγη γίνεσθαι τούτοισι πεπλανημένως, ὅπερ σημαίνει τὸ μὴ καθ’ ἕκαστον παροξυσμὸν, ἀλλ’ ἐνίοτε, καὶ ταῦτα σμικρά. οὕτως δὲ καὶ ἱδρῶτας ὀλίγους, ἀλλὰ καὶ ψύξιν ἀκρέων δυσεκθερμάντων, ἐξ ὧν ἁπάντων δῆλόν ἐστιν ὠμῶν καὶ φλεγματικῶν χυμῶν σηπομένων γίνεσθαι τὸν τοιοῦτον πυρετὸν, ἐπιμεμιγμένης αὐτοῖς ξανθῆς χολῆς. ὁ μὲν οὖν ἐπὶ μόνῃ τῇ τοιαύτῃ χολῇ συνιστάμενος ὀνομάζεται τριταῖος, ὁ δὲ καὶ τὸν ὠμὸν χυμὸν ἰσοσθενῆ προσλαβὼν, ἀκριβὴς ἡμιτριταῖος γίνεται, πλεῖστον ἐν Ῥώμῃ γινόμενος, ὡς ἂν τῶν κατὰ τὴν πόλιν ἀνθρώπων
122
οἰκειότατος ὤν. αὐτὸς μὲν οὖν φρικώδης τ’ ἐστὶ καὶ μετὰ τῶν καλουμένων ἀναδιπλώσεων γίνεται, παροξύνων οὐ μόνον τῇ προτέρᾳ τῶν ἡμερῶν, ἀλλὰ καὶ τῇ μετὰ ταύτην, ἐλάσσονά τε τῶν προγεγενημένων παροξυσμὸν, ἧττόν τε φρικώδη καὶ τὴν ἐπανάληψιν ἤτοι γ’ ἧττον ἢ οὐδ’ ὅλως ἔχοντα. νυνὶ δὲ περὶ τοῦ διὰ τρίτης μὲν γινομένου, κουφίζοντος δὲ κατὰ ταῦτα τὴν ἑτέραν ἡμέραν ὁ λόγος ἐστὶν, ὃς δόξῃ εἶναι ἐγγυτέρω τῆς τοῦ ἐπιπαροξυνομένου τριταίου φύσεως, πλέον ἀποκεχωρηκὼς τοῦ ἡμιτριταίου. μεγάλη γὰρ ἀπόστασις τό τε μὴ παροξύνεσθαι τῇ ἑτέρᾳ τῶν ἡμερῶν καὶ τὸ χωρὶς ἀναδιπλώσεως γίνεσθαι. καὶ τό γε μὴν σμικρὸν ῥῖγος ἐγγύς ἐστι τῇ φρίκῃ. καίτοι οὐδὲ τοῦτο συνεισβάλλειν εἰσαεὶ τοῖς παροξυσμοῖς εἶπεν, ἀλλὰ πεπλανημένως, εἰ μή τι ἄρα τὸ πεπλανημένως ἐπὶ μὲν τῶν ἄλλων πυρετῶν εἶπεν, ἐπὶ δὲ τῶν τριταιοφυέων οὐκ εἶπεν. ἐλάχιστα δὲ καὶ ἥκιστα ῥίγη γίνεσθαι τούτοισιν εἰπὼν τὴν φρίκην μὲν ἐδήλωσεν, οὐκ ἀφείλετο δὲ τελέως αὐτὰ τῶν παροξυσμῶν. ὅπως δ’ ἄν σοι ᾖ περὶ τούτων πρόδηλον,
123
τοῦτό γε τοιοῦτόν ἐστιν, ὅτι οὗτος ὁ πυρετὸς εἰκότως εἴρηται τριταιοφυής. οὔτε γὰρ ἡμιτριταῖός ἐστιν ὡς ἂν μήτε τῇ δευτέρᾳ παροξυνόμενος, ἀναδιπλώσεις τε μὴ ποιούμενος, οὔτε παρεκτεταμένος, εἴ γε μηδ’ ὅλως εἰς ἀπυρεξίαν τελευτᾷ. δίκαιον οὖν ἦν αὐτῷ τινὰ προσηγορίαν παρακειμένην ταῖς προειρημέναις προσειπεῖν. ἦν δ’ ὁ λόγος εἰπεῖν οὐκέτ’ οὐδεμίαν παρὰ τὴν τοῦ τριταιοφυοῦς· τό γε μὴν ἐν κρισίμοις ὡς ἐπὶ τὸ πολὺ κακοῦσθαι τριταιοφυῶν ἴδιον, οὐ κοινὸν ἁπάντων ἐστίν. ἐμάθομεν δ’ ἐν τοῖς περὶ κρισίμων τοῖς κακοήθεσι νοσήμασι τοῦτο γινόμενον, σμικρὰ κουφίζοντες καὶ ταχὺ πάλιν ἐξ ἐπισχέσεως βιαιοτέρως παροξυνόμενοι τῷ μεμνημένῳ τῶν εἰρημένων ἐν τοῖς περὶ κρίσεών τε καὶ κρισίμων καὶ τοῖς περὶ διαφορᾶς πυρετῶν, οὐδὲν ἔτι δευτέρας ἀναμνήσεως δεῖται. δέδεικται γὰρ ἐν ἐκείνοις ὑπὲρ ἁπάντων τῶν τοιούτων ὁποῖον καὶ τὸ νῦν εἰρημένον ἐστὶ, τὸ διακουφίζοντες. οἱ γοῦν τοιοῦτοι πυρετοὶ τὴν γένεσιν ἔχουσιν οὐκ ἐξ ἑνὸς, ἀλλὰ καὶ ἐκ πλεόνων χυμῶν, ὧν ὁ μὲν θερμότερος ἀνάπτει τὸν ὀξὺν πυρετὸν ἐν τάχει τε παύεται.
124
τούτου δὲ κατειληφότος τὸ σῶμα συμβαίνει διαφθείρεσθαί τε καὶ σήπεσθαι τοῖς ψυχροτέροις, εἶθ’ οὕτως ἀνάπτεσθαι πάλιν ἐκ τῆς γινομένης ἐπισχέσεως, ὅπερ ἐστὶν οἷον ἀναπαύσεως καὶ μειώσεως τοῦ πυρετοῦ. χείρων δὲ τοῦ πρόσθεν ὁ τοιοῦτος γίνεται πυρετὸς, ὡς ἂν προκεκμηκυῖαν ἤδη τὴν δύναμιν ἐκ τῶν ὀχληρῶν εὑρών. εὔδηλον γὰρ ὅτι κᾂν ἴσος ᾖ τῷ μεγέθει, πολὺ γοῦν μειζόνως ἂν ὀχλεῖ τὰς μὲν ἰσχυροτέρας δυνάμεις, μᾶλλον δὲ τῶν τὰς ἀσθενεστέρας.

Ἱδρῶτες πολλοί.

Δηλονότι τοῖς ἄλλοις πυρετοῖς ἐφάνησαν ἱδρῶτες πολλοὶ, δυνατὸν δὲ καὶ τοῖς ἄνευ πυρετοῦ πάθεσιν, οἷον τοῖς σπασμοῖς ἱδρῶτας ἐπιφανῆναι πολλοὺς ἐκ τῆς ἠθροισμένης ἐν τῷ σώματι πολλῆς ὑγρότητος ψυχρᾶς διὰ τὴν κατάστασιν, ὑπὸ δὲ τῆς τοῦ σπασμοῦ βίας ἐκκρινομένης· ἀλλὰ καὶ

125
οἷς γέ τισιν ἔφη γενέσθαι, τούτοις οὖν αὐτοῖς καὶ εἰκός ἐστιν, ἱδρῶτες πολλοί.

Τουτέοισιν ἐλάχιστα κουφίζοντες οὐδὲν, ἀλλ’ ὑπεναντίως βλάβας φέροντες.

Τούτοις φησὶ τοῖς πυρετοῖς, ὑπὲρ ὧν ὁ λόγος ἐστὶ, τοῖς τριταιοφυέσιν ἱδρῶτες συνήδρευον οὐδὲν ὠφελοῦντες. ἡ δ’ αἰτία πρόδηλος, ἀποδεδωκότων ἡμῶν ἀπέπτοις νοσήμασιν, οὔτ’ ὠφελεῖν τοὺς ἱδρῶτας οὔτ’ ἀγαθὸν εἶναι σημεῖον ἢ γὰρ πλεονεξίαν ὑγρῶν· ἢ ἀῤῥωστίαν δυνάμεως ἐνδείκνυται.

Ψύξις πολλὴ τουτέοισι τῶν ἀκρέων, καὶ μόλις ἀναθερμαινόμενα.
126

Καὶ διὰ φλεγμονὴν μὲν ἀξιόλογον σπλάγχνων ἐν τοῖς παροξυσμοῖς δυσεκθέρμαντα γίνονται τὰ ἄκρα καὶ διὰ πλῆθος δὲ ψυχρῶν χυμῶν, ὡς ἀπεδείξαμεν ὑπὲρ ἀμφοτέρων ἐν ταῖς προειρημέναις πραγματείαις.

Οὐδὲ ἄγρυπνοι τὸ σύνολον, μάλιστα δ’ οὗτοι καὶ πάλιν κωματώδεες.

Καὶ πάλιν ἀγρύπνους μὲν αὐτούς φησι γεγονέναι μᾶλλον ἐν μέρει, οὐ μὴν τὸ σύνολόν γε ἐπὶ τούτοις, οὐδ’ ἐναντίωσις σφοδρά. φησὶ γὰρ αὐτοῖς ἐν μέρει καὶ τὸ κωματῶδες σύμπτωμα γεγονέναι. τοῦτο δ’ ἐστὶν ὅταν καταφέρωνται, μὴ δυνάμενοι τὰ τῶν ἐγρηγορότων πράττειν, ὡς ἀπεδείξαμεν.

Κοιλίαι δὲ πᾶσι ταραχώδεες καὶ κακαὶ, πολὺ δὲ τουτέοισι κάκισται.
127

Τῆς περιουσίας τῶν χυμῶν εἰς τὴν γαστέρα ῥεούσης, ὡς ἔμπροσθεν εἶπον, εἰκὸς ἦν ταραχώδεις γίνεσθαι αὐτάς. τούτοις οὖν τοῖς τριταιοφυέσιν, ὑπὲρ ὧν ποιεῖται τὸν λόγον, ὡς ἂν κακοηθεστέροις τῶν ἄλλων νοσημάτων, ἀναγκαῖον ἦν καὶ κατὰ τὴν γαστέρα χείρους γίνεσθαι.

Οὖρα δὲ τοῖσι πλείστοισι τουτέων ἢ λεπτὰ καὶ ὠμὰ καὶ ἄχροα καὶ κατὰ χρόνον σμικρὰ πεπαινόμενα κρισίμως, ἢ πάχος μὲν ἔχοντα, θολερὰ δὲ καὶ οὐδὲ καθιστάμενα, οὐδὲ ὑφιστάμενα, οὐδὲ πεπαινόμενα, ἢ σμικρὰ καὶ ὠμὰ καὶ κακὰ, τὰ δὲ ὑφιστάμενα καὶ κάκιστα ταῦτα πάντα.

Ταῦτα πάντα τὰ καθόλου διὰ τοῦ προγνωστικοῦ γράμματος ἐδίδαξε, ταῦτα καὶ νῦν ὡς ἐπὶ παραδειγμάτων διὰ τῶν κατὰ μέρος πιστοῦται· προεξηγησάμενοι δὲ κατὰ τὸ προγνωστικὸν οὐδὲν ἔτι δεόμεθα περὶ τῆς συμφωνίας

128
τούτων πρὸς ἐκεῖνα λέγειν, ἐναργῶς φαινομένης, ἐδείχθη γὰρ ἡμῖν ἐν ἐκείνοις ὠμῶν καὶ ἀπέπτων χυμῶν σημεῖα τὰ τοιαῦτα.

Βῆχες μὲν παρείποντο τοῖς πυρετοῖσι, γράψαι δὲ οὐκ ἔχω βλάβην οὐδ’ ὠφελείην γινομένην διὰ βηχὸς τότε.

Τῆς πλεονεξίας τῶν χυμῶν ἐκκαθαιρομένης εἰώθασιν αἱ βῆχες ἐπιφέρειν.

Χρόνια μὲν οὖν καὶ δυσχερέα καὶ πάνυ ἀτάκτως καὶ πεπλανημένως καὶ ἀκρίτως τὰ πλεῖστα τουτέων διετέλει γινόμενα καὶ τοῖσι πάνυ ὀλεθρίως ἔχουσι καὶ τοῖσι μή. εἰ γάρ τινες αὐτέων διαλείποιεν μικρὰ, ταχὺ πάλιν ὑπέστρεφον. ἔστι δ’ οἷσιν ἔκρινεν αὐτῶν ὀλίγοισιν, οἷσι τὰ βραχύτατα γίγνοιτο περὶ ὀγδοηκοστὴν ἐοῦσι καὶ τούτων
129
ἐνίοις ὑπέστρεψαν, ὥστε κατὰ χειμῶνα τοὺς πλείστους αὐτέων ἔτι νοσεῖν, τοῖσι δὲ πλείστοισιν ἀκρίτως ἐξέλειπον.

Εὔδηλον δ’ ὅτι τοῦ δευτέρου χειμῶνος μέμνηται νῦν οὗτος, οὐ τοῦ προτέρου, κατὰ τὴν προτέραν αὐτῷ λελεγμένου τῆς ὅλης καταστάσεως. ἅπαντα γὰρ ταῦτα τὰ νοσήματα περὶ ὧν ὁ λόγος αὐτῷ νῦν ἐστὶν, ἤκμασε μάλιστα καὶ κατὰ τὸ δεύτερον φθινόπωρον, εἶτα τινὰ μὲν αὐτῶν ἐπαύσατο χειμῶνος ἀρχομένου, τινὰ δὲ μέχρι πλείονος ἐπετάθη. τὸ δ’ ἄτακτον αὐτῶν καὶ ὑποστροφῶδες ἐπὶ τῇ ψυχρότητι δηλονότι καὶ τῷ πλήθει τῶν ἐργαζομένων τὰ νοσήματα χυμῶν εἰκότως ἀπήντησε, διὸ καὶ συμπεσεῖν ὁμοίως αὐτὰ τοῖς περιγενομένοις.

Ὁμοίως δὲ ταῦτα ξυνέπιπτε τοῖσι περιγενομένοισι καὶ τοῖσι οὔ. πολλῆς δέ τινος γενομένης ἀκρισίης καὶ ποικίλης
130
ἐπὶ τῶν νοσημάτων καὶ μεγίστου μὲν σημείου καὶ κακίστου διὰ τέλεος παρεπομένου, τοῖσι πλείστοισιν ἀποσίτους εἶναι πάντων γευμάτων, μάλιστα δὲ τουτέων οἷσι καὶ τὰ ἄλλα ὀλεθρίως ἔχοι. διψώδεες δὲ οὐ λίην ἀκαίρως ἦσαν ἐπὶ τοῖσι πυρετοῖσι τούτοισιν.

Ὅτι τὸ ἐῤῥῶσθαι τὴν διάνοιαν καὶ εὖ ἔχειν πρὸς τὰς προσφορὰς ἀγαθὸν μέγιστον ἑτέρωθι πρὸς αὐτοῦ λέλεκται καὶ καθόλου καὶ νῦν καὶ διά τινος τοῦ κατὰ μέρος παραδείγματος ἐπιστώθη. τὸ δὲ μὴ λίαν αὐτοὺς διψώδεις εἶναι τῇ ποιότητι τῶν πλεοναζόντων χυμῶν εἰκότως ἠκολούθησε.

Γιγνομένων δὲ χρόνων μακρῶν καὶ πόνων πολλῶν καὶ κακῆς συντήξεως, ἐπὶ τουτέων ἀποστάσιες ἐγίγνοντο ἢ μείζους ὥστε ὑποφέρειν μὴ δύνασθαι ἢ μείους ὥστε μηδὲν ὠφελέειν,
131
ἀλλὰ ταχὺ παλινδρομέειν καὶ ξυνεπείγειν ἐπὶ τὸ κάκιον.

Ὅταν τὸ πλῆθος ᾖ πολὺ χυμῶν ἀπέπτων, αἱ ἀποστάσεις γίνονται· εἰ μὲν σμικραὶ εἶεν αἱ ἀποστάσεις, οὐδὲν ὠφελοῦσιν, εἰ δὲ μεγάλαι, φέρειν αὐτὰς ἡ δύναμις οὐ δύναται. ὅτι δὲ καὶ νῦν τὰς κατ’ ἔκρουν κενώσεις ἀποστάσεις ὀνομάζει διὰ τῆς ἐπιφερομένης ῥήσεως σαφῶς ἐδήλωσε.

Ἦν δὲ τουτέοισι τὰ γενόμενα δυσεντεριώδεα καὶ τεινεσμοὶ καὶ λειεντερίαι καὶ ῥοώδεες, ἔστι δ’ οἷσι καὶ ὕδρωπες, μετὰ τούτων καὶ ἄνευ τούτων ἆσαι.

Ἃς διὰ τῆς προγεγραμμένης ῥήσεως ἐν τῷ καθόλου γεγονέναι φησὶν ἀποστάσεις, ταύτας νῦν διεξέρχεται κατὰ μέρος. προείρηται δ’ ἡμῖν ἐν τοῖς πρόσθεν εἰκότως γενέσθαι τὰ τοιαῦτα νοσήματα τῶν περιττωμάτων εἰς τὴν

132
γαστέρα συῤῥεόντων, τὰς μὲν δυσεντερίας δηλονότι μετὰ τῶν αἱματωδῶν διαχωρημάτων καθ’ ὁντιναοῦν τρόπον γενομένας, τοὺς δὲ τεινεσμοὺς τάσεις ὄντας σφοδρὰς ἐπὶ τῆς κατὰ τὸ ἀπευθυσμένον ἑλκώσεως, τὰς δὲ λειεντερίας ταχείας διεξόδους ἀμεταβλήτων σιτίων οὔσας. ῥοώδεις δὲ λέγει τοὺς χωρὶς τούτων τῶν εἰρημένων παθημάτων διαχωροῦντας, ἀεί τε καὶ συνεχῶς ὑγρὰ διαχωρήματα. τοὺς δὲ καὶ εἰς ὑδέρους ὀξεῖς φησι κατασκῆψαι διὰ τὴν πλεονεξίαν τῶν ψυχρῶν καὶ ὑγρῶν χυμῶν, ἐνίοις μὲν μετὰ τῶν προειρημένων συμπτωμάτων, ἐνίοις δὲ ἄνευ τούτων.

Ὅτι δὲ παραγένοιτο τούτων βιαίως, ταχὺ ξυνῄρει ἢ πάλιν, ἐπὶ τὸ μηδὲν ὠφελέειν.

Τὰ διὰ δυσπεψίαν καὶ πλῆθος τῶν ὠμῶν χυμῶν γινόμενα νοσήματα πρὸς τῶν ἐκκρίσεων οὐδὲν ὠφελεῖται. ἔφη

133
γὰρ τὰς μὲν πολλὰς βιαίους ταχὺ καθαιρεῖν τὴν δύναμιν, τὰς δὲ μὴ τοιαύτας οὐδὲν ὀνινάναι. οὐσῶν δὲ καὶ τούτων διττῶν, οὐδὲν ὠφελήσουσιν αἱ χωρὶς τοῦ πεφθῆναι, ἅτε καὶ τούτων ἔτι πολλῶν οὐδὲν ὠφελήσει τι χωρὶς τοῦ πεφθῆναι.

Ἐξανθήματα μικρὰ καὶ οὐκ ἀξίως τῆς ἐκκρίσεως τῶν νοσημάτων καὶ ταχὺ πάλιν ἀφανιζόμενα ἢ παρὰ τὰ ὦτα οἰδήματα μὴ λυόμενα καὶ οὐδὲν ἀποσημαίνοντα.

Κεφάλαιον ἁπάντων τῶν γενομένων παθημάτων ἢ τῶν χυμῶν ἦν ἀπεψία. εἰ δὲ καί που βιασαμένη τινὰς αὐτῶν ἡ φύσις ἐκκρίνειν ἐπεχείρησεν, οὐδὲν ἤνυσεν, ἀλλ’ ἡττηθεῖσα πρὸς αὐτῶν ἢ ἐπέτρεψεν αὐτίκα παλινδρομῆσαι πρὸς τὸ βάθος, ἢ δι’ ὀλιγότητα τῶν γενομένων ἐκκρίσεων εἰς ἀπόστασιν ὥρμησε.

134
Ἔστι δ’ οἶσιν ἐς ἄρθρα μάλιστα δὲ κατὰ τὸ ἰσχίον, ὀλίγοισι κρισίμως ἀπολιπόντα καὶ ταχὺ πάλιν ἐπικρατευόμενα ἐπὶ τὴν ἐξ ἀρχῆς ἔξιν.

Ὅτι μὲν οὖν ἡ κατ’ ἀπόθεσιν ἀπόστασις ἐν τοῖς χρονίοις μάλιστα νοσήμασι γίγνεται καὶ ὅτι μάλιστα παρ’ αὐτοῦ μεμαθηκότες ἐκ τοῦ καθόλου καὶ νῦν ἐκ τοῦ κατὰ μέρος τούτου μαρτυρούμενον ἕξομεν. διὰ δὲ πολλὴν εἷναι τὴν περιουσίαν τῶν ὠμῶν καὶ ψυχρῶν χυμῶν καὶ ἀπέπτων εἰς τὸ μέγιστον τῶν ἄρθρων πολλοῖς ἀπέσκηψεν, ἀλλ’ οὐκ ἐκκρίνοντο, διὰ τὸ δύσπεπτον τῶν χυμῶν. εἰ δέ τινι τοῦτο ἔδοξε λωφῆσαι, ταχὺ πάλιν ὑπέστρεφε, τοῦτο γάρ ἐστι τὸ δηλούμενον, ἀπολιπόντα τὰ οἰδήματα, τῆς ἄνω φορᾶς γεγονυίας, ὑποστρέφοντα δὲ πάλιν ἐπὶ τὴν ἐξ ἀρχῆς ἕξιν ἀνέσκηψε. καὶ γὰρ καὶ τοῦτο δηλοῦται πρὸς αὐτοῦ διὰ τοῦ

135
φάναι καὶ ταχὺ πάλιν ἐπικρατούμενα ἐπὶ τὴν ἐξ ἀρχῆς ἕξιν.