In Hippocratis Epidemiarum I

Galen

Galen, In Hippocratis Epidemiarum I

Ἀπέθανον δὲ πολλοὶ καὶ πλεῖστοι τουτέων καὶ τῶν κατακλιθέντων, οὐκ οἶδα δ’ εἴ τις καὶ μέτριον τοῦτο χρόνον διεγένετο.

Τῶν φθινωδῶν δηλονότι. τοῦτο γὰρ ἀκοῦσαι χρὴ, κατὰ τὸν εἰρημένον τρόπον τῆς ῥήσεως ὅλης γεγραμμένης· καὶ γὰρ αὖ καὶ μετὰ τοῦτο πάλιν ἐφεξῆς εἰρημένα πάντα φθινωδῶν ἐστι κοινά. μαθήσῃ δὲ προσέχων τὸν νοῦν ταῖς ῥήσεσιν, ὧν πρῶτον ἄρξομαι τῆς ἐφεξῆς γεγραμμένης.

Ἀπέθανον δ’ ὀξυτέρως ἢ ὡς εἴθισται διάγειν τὰ τοιαῦτα.

Τοὺς φθινώδεις φησὶ παρὰ τὸ εἰωθὸς ἀποθανεῖν ὀξύτερον. εἶθ’ αὐτὸς ἐφεξῆς ἐρεῖ τὴν αἰτίαν, ἔνθα φησὶ, ἦν δὲ τοῖς πλείστοισιν αὐτῶν παθήματα τοιάδε. φρικώδεες

65
πυρετοὶ, ξυνεχέες, ὀξέες. οὐ γὰρ εἰθισμένον τοῦτο συνυπάρχειν ταῖς φθίσεσι, ὃ φαίνεται τότε γεγενημένον. αἰτία δὲ τοῦ συνελθεῖν εἰς ταὐτὸ ἄμφω, τήν τε φθίσιν καὶ τὸν τοιοῦτον πυρετὸν, ἡ τῆς γενομένης καταστάσεως πρὸς τὰ σώματα πάσχοντα σχέσις. ἐλέχθη γάρ μοι καὶ μικρὸν ἔμπροσθεν ἐκείνους ἁλῶναι μάλιστα τοῖς ἀπὸ τῆς κεφαλῆς κατάῤῥοις, ὅσοι θερμότεροι τὴν κρᾶσιν ἦσαν, οὗτοι γὰρ καὶ μάλιστα ἐπληρώθησαν τὴν κεφαλὴν ἐν τῇ τοῦ νότου καταστάσει. τοῖς αὐτοῖς δὲ τούτοις ἐπὶ πλέον ἐκταθείσης τῆς νεφελώδους διαθέσεως συνέβη σαπῆναι τοὺς ἐν τῷ σώματι χυμοὺς, κᾀντεῦθεν συνέβη κακοήθεια τῶν πυρετῶν. οἷς δ’ ἧττον ἦν ἡ κρᾶσις θερμὴ, τούτοις οὐχ ἡ τῶν χυμῶν σῆψις οὔθ’ ἡ τῆς κεφαλῆς πλήρωσις ἐγένετο, πλὴν ὀλίγοις τισὶν αὐτῶν ἐπὶ προήκοντι τῷ χρόνῳ. ὃ γὰρ ἐν ὀλίγῳ χρόνῳ πάσχουσιν αἱ παθεῖν ἐπιτήδειοι φύσεις, τοῦτο ἐν πλείονι ταῖς ἄλλαις συμβαίνει. καὶ οὐδὲν ἦν θαυμαστὸν ἐπὶ νοτίῳ τῇ πρόσθεν καταστάσει τὸ θέρος οὐ νότιον μόνον, ἀλλὰ καὶ νεφελῶδες γενόμενον ἐργάσασθαί 
66
τινα σῆψιν χυμῶν, οὐ μόνον ἐν τοῖς θερμοτέροις, ἀλλὰ καὶ ἐν ψυχροτέροις σώμασιν.

Ὥς τά γε ἄλλα καὶ μακρότερα καὶ ἐν πυρετοῖσιν ἐόντα εὐφόρως ἤνεγκαν καὶ οὐκ ἀπέθνησκον, περὶ ὧν γεγράψεται.

Ἄλλα φησὶ νοσήματα χωρὶς τοῦ φθινωδικῶν, ὑπὲρ ὧν ὁ λόγος ἦν αὐτῷ, καίτοι μακρότερα γενόμενα καὶ μετὰ πυρετῶν, ὅμως εὐφόρως ἠνέχθη, καὶ εἴρηται ἡ αἰτία μικρὸν ἔμπροσθεν ὑφ’ ἡμῶν, ὅτι τούτοις ἧττον κακοήθης ὁ χυμὸς ἐκ τῆς σήψεως ἐγίνετο.

Μοῦνον γὰρ καὶ μέγιστον τῶν τότε γενομένων νοσημάτων τοὺς πολλοὺς τὸ φθινῶδες ἔκτεινε.
67

Εἴρηται τούτου μικρὸν ἔμπροσθεν ἡ αἰτία, τὴν κρᾶσιν τοῦ σώματος ἡμῶν αἰτιασαμένων, δι’ ἧς τοῖς φθινώδεσιν ἑάλωσαν νοσήμασι καὶ τοῖς κακοήθεσι πυρετοῖς, ὑπὲρ ὧν ἐφεξῆς ἐρεῖ.

Ἦν δὲ τοῖς πλείστοισιν αὐτέων τὰ παθήματα τοιάδε, φρικώδεες πυρετοὶ, συνεχέες ὀξέες, τὸ μὲν ὅλον οὐ διαλείποντες, ὁ δὲ τρόπος ἡμιτριταῖος, τὴν μίην κουφοτέρην, τῇ δ’ ἑτέρῃ ἐπιπαροξυνόμενοι καὶ τὸ ὅλον ἐπὶ τὸ ὀξύτερον ἐπιδιδόντες.

Τοῖς πλείστοις τῶν φθινωδῶν ὑπὲρ ὧν ἐποιεῖτο λόγον παθήματα γενέσθαι φησὶν ἃ κατέλεξεν αὐτὸς ἐφεξῆς, καλοῦσι δὴ παθήματα πάντες οἱ Ἕλληνες, ὅσα παρὰ φύσιν ἐν τοῖς σώμασιν γίνεται· μέμνηται δὲ πρῶτον μὲν αὐτῶν τοῦ φρικώδεες [φησὶν ἦσαν οἱ πυρετοὶ], σημαίνει δὲ τοῦτ’ αὐτὸ

68
τὸ μέχρι πλείστου τῆς ἀναβάσεώς τε καὶ ἐπιδόσεως καλουμένης τοῦ παροξυσμοῦ, τὰς φρίκας γενέσθαι τοῖς νοσοῦσιν. οὐ γὰρ δὴ τούς γε κατὰ τὴν ἀρχὴν τῆς ἐπισημασίας φρικώδεις γενομένους οὕτως ὠνόμασεν, ἀλλ’ ἐφ’ ὧν ἐπὶ πλεῖστον ὅλου τοῦ παροξυσμοῦ τὸ τῆς φρίκης ἐκτέταται σύμπτωμα. καὶ γίνεται διττῶς,· ἐνίοτε μὲν ἀναδιπλώσεις ποιούσης τῆς ἐπιτάσεως, ἐνίοτε δ’ αὐτὸ τοῦτο μόνον, ἀνώμαλον ἀνάβασιν. ἡ διαφορὰ δέ ἐστιν ἐν τῷ ποσῷ τοῦ χρόνου. βραχέσι μὲν γὰρ πάνυ διαλείμμασι διοριζομένων ἀπ’ ἀλλήλων τῶν φρικωδῶν κινήσεων, ἀνώμαλός τε καὶ φρικώδης κίνησις λέγεται. μειζόνων δὲ τῶν διαλειμμάτων ὄντων ἀναδίπλωσις γίνεταί τε καὶ ὀνομάζεται τὸ τοιοῦτον σύμπτωμα. καὶ γίνεται μάλιστα αὕτη κατὰ τοὺς ἡμιτριταίους ὀνομαζομένους πυρετοὺς, διὸ καὶ τρεῖς ὡς τὸ πολὺ καὶ τέτταρες εἰσίν. δέδεικται δὲ τοῦτο ἡμῖν ἐν τοῖς περὶ πυρετῶν λογισμοῖς, ὁ ἡμιτριταῖος ἐπ’ ἀνωμάλῳ συνιστάμενος χυμῷ τὸ μέν τι πικρόχολον δριμὺ, τὸ δέ τι φλεγματῶδες
69
σηπόμενον ἔχοντι. τοιούτους οὖν τότε συνεδρεῦσαί φησι τοὺς φρικώδεις πυρετοὺς διὰ τὴν γενομένην κατάστασιν, ὡς προείρηταί μοι. συνεχέας δ’ αὐτοὺς ὠνόμασεν, ἐνδεικνύμενος τὸ μὴ λήγειν εἰς ἀπυρεξίαν, ὃ δὴ καὶ αὐτὸς ἐξηγούμενος ἐρεῖ, τὸ μὲν ὅλον οὐ διαλείποντες. διαλείποντας γὰρ ἐκείνους ὀνομάζουσιν ἰδίως πυρετοὺς, ὅσοι μετὰ τὴν ἀκμὴν ἀπυρεξίαν τινὰ φέρουσιν, ὅσοι δ’ αἰσθητὴν μὲν ποιοῦνται παρακμὴν, ἀπυρεξίαν δὲ οὐδεμίαν ἔχουσιν, ὀξεῖς καὶ συνεχεῖς καλεῖ, τὴν μὲν ὅλην περίοδον ἔχοντας ὀκτὼ καὶ τεσσαράκοντα ὡρῶν τοὐπίπαν, ὅσων ὥσπερ καὶ ὁ ἡμιτριταῖος, ἀλλ’ οὔτ’ εἰς ἀπυρεξίαν λήγοντας ἔν τε τῇ ἑτέρᾳ τῶν ἡμερῶν τῇ κουφοτέρᾳ φέροντας πάλιν ἕτερον παροξυσμὸν, μικρότερον μὲν θατέρου τοῦ τῆς ἄλλης περιόδου, οὐδὲ τὰς ἀναδιπλώσεις ἔχοντα, δυσεκθέρμαντον δὲ καὶ μόλις ἐπὶ τὴν ἀκμὴν ἀνιόντα. ἴδιον δ’ αὐτοῦ καὶ τὸ τὰς ἐφεξῆς τῇ πρώτῃ περιόδους οὔτε ἀλλήλαις τῇ πρώτῃ ἴσας γίνεσθαι κατὰ τὴν ὀξύτητα, παραυξάνεσθαι δὲ ἀεὶ καὶ σφοδρύνεσθαι μέχρι τῆς τοῦ νοσήματος ἀκμῆς.

70
Ἱδρῶτες δ’ αἰεὶ, οὐ διόλου, ψύξις ἀκρέων πολλὴ καὶ μόγις ἀναθερμαινόμενα.

Ὅτι ταῦτα τὰ συμπτώματα κακοήθων ἐστὶ πυρετῶν ἐν τῷ προγνωστικῷ μεμαθήκαμεν.

Κοιλίαι ταραχώδεες, χολώδεσιν, ὀλίγοισιν, ἀκρήτοισι, λεπτοῖσι, δακνώδεσι, πυκνὰ ἀνίσταντο.

Ἀκρήτους ἐκκρίσεις εἴωθεν ὀνομάζειν τὰς ἀκριβῶς χολώδεις, ὅταν δὲ μεθ’ ὑγρότητος ὑδατώδους μιχθῇ καὶ ἐκκενοῦται, τὸν τοιοῦτον χυμὸν οὐκέτι ἄκρητον ὀνομάζει. ἐμάθομεν δὲ καὶ αὐτὸ τοῦτο περὶ τῶν ἀκράτων ἐκκρίσεων, ὧν εἶπε κακοήθειαν ἐν τῷ προγνωστικῷ καὶ περὶ τῶν λεπτῶν τὴν σύστασιν χυμῶν, ὅτι πάντες ἄπεπτοι καὶ δεόμενοι 

71
ῥωμαλέας φύσεως εἰς τὸ πεφθῆναι. δακνώδεις δ’ εἰκότως ἦσαν, εἴπερ γε καὶ χολώδεις καὶ ἄκρατοι. τοῦτο δ’ αὖ πάλιν εἵπετο τῷ δακνῶδες εἶναι, τὸ συνεχῶς ἐξανίστασθαι, ὥστε καὶ κατὰ τοῦτο τὸ σύμπτωμα κάμνειν τῶν νοσούντων τὴν δύναμιν.

Οὖρα δ’ ἦν λεπτὰ καὶ ἄπεπτα καὶ ἄχροα καὶ ὀλίγα ἢ πάχος ἔχοντα καὶ σμικρὴν ὑπόστασιν, οὐ καλῶς καθιστάμενα, ἀλλ’ ὠμῇ τινὶ καὶ ἀκαίρῳ ὑποστάσει.

Καὶ περὶ τῶν οὔρων ἐμάθομεν ὅτι τὰ λεπτὰ καὶ ἄχροα καὶ ὀλίγα, ἢ πάχος ἔχοντα καὶ ὀλίγα, μοχθηρὰ, καθάπερ καὶ τὰ παχέα μὲν, ὑπόστασιν δ’ οὐδ’ ὅλως ἢ πάνυ σμικρὰν ἔχοντα. καὶ τοῦτο αὐτοῖς συμβαίνει, διὰ τὸ μὴ καλῶς καθίστασθαι. τοῦτο δ’ αὐτοῖς πάλιν ἐκείνοις γίνεται τοῖς πυρετοῖς, ἐν οἷς θερμασία πολλὴ καὶ φλογώδης τῶν ὠμῶν

72
χυμῶν καὶ παχέων, ἐργάζεταί τινα ζέσιν. εἰκότως οὖν ἐπ’ αὐτῶν, ἢ οὐδ’ ὅλως γίνεται, ἢ καὶ αὐτὴ, καθάπερ αὐτὸς εἶπεν, ὠμὴ καὶ ἄπεπτος. λέλεκται δ’ αὐτῷ περὶ τῶν μοχθηρῶν ὑποστάσεων ἐν τῷ προγνωστικῷ.

Ἔβηττον δὲ σμικρὰ καὶ πυκνὰ, κατ’ ὀλίγον μόγις ἀνάγοντες. οἷσι δὲ τὰ βιαιότατα ξυμπίπτοι, οὐδ’ ἐπ’ ὀλίγον πεπασμὸς ἦν, ἀλλὰ διετέλεον ὠμὰ πτύοντες.

Ταῖς μὲν κακοηθεστάταις φθίσεσι καὶ οἷς ἐγγὺς ἦν θάνατος, οὐδ’ ἐπ’ ὀλίγον πέττεται τὰ πτυόμενα. ταῖς δ’ ἄλλαις, ὅσαι μετρίαι γε εἰς πλείονα χρόνον ἐκπίπτουσιν, δι’ αὐτὸ τοῦτο πέττεται καλῶς ἡ περὶ τοῦ πνεύμονος περιουσία τῶν χυμῶν καὶ ἀποπτύεται ῥᾳδίως. ἀλλὰ τούτος γε τοῖς γεγενημένοις φθινώδεσι οὐδὲν τούτων ὑπῆρχε. ἤτοι γὰρ παντάπασιν ἄπεπτον ἔπτυον, ἢ πεπεμμένον μὲν, μικρὸν δὲ

73
καὶ κατὰ βραχὺ μόγις ἀναφερόμενον. εἴρηκε δὲ καὶ περὶ τῆς τοιαύτης πτύσεως ἐν τῷ προγνωστικῷ.

Φάρυγγες δὲ τοῖσι πλείστοισι τούτων ἐξ ἀρχῆς καὶ διὰ τέλεος ἐπώδυνον εἶχον, ἔχοντες ἔρευθος μετὰ φλεγμονῆς, ῥεύματα σμικρὰ, λεπτὰ, δριμέα, ταχὺ τηκόμενοι καὶ κακούμενοι.

Τὰ συμπτώματα προειπὼν, ὅσα τοῖς τότε φθινώδεσιν ἐφαίνετο περὶ τὴν φάρυγγα, τὴν αἰτίαν αὐτὸς προσέθηκεν ἐν τῷ φάναι, ῥεύματα σμικρὰ, δριμέα. διὰ γὰρ τὴν τῶν ῥευμάτων κακοήθειαν ἀπὸ τῆς κεφαλῆς δηλονότι καταφερομένων αἱ φάρυγγες ἐπώδυνοι μὲν ἦσαν, τῷ δάκνεσθαι δὲ πρὸς αὐτῶν ἔρευθος καὶ φλεγμονὴν ἔσχεν, ὅτι καὶ αὐτὸ ῥεῦμα θερμὸν ἦν, οὐδὲν ἦν θαυμαστὸν ἐν Θάσῳ τῶν ἄλλων φθινωδῶν, εἰ οὕτως ἔχοντες εἰς ἐσχάτην ἰσχνότητα παρεγένοντο.

74
Ἀπόσιτοι πάντων γευμάτων διετέλεον.

Ὅτι τοὺς ἀνορέκτους ἀσίτους ὀνομάζουσιν οἱ Ἕλληνες, τοὺς μὴ προσενηνεγμένους σιτία, τοὺς δ’ ἀπεστραμμένους προσίεσθαι καλοῦσιν ἀποσίτους. πρόδηλον δ’ ὅ τι καὶ τουτὶ τὸ τῆς ἀνορεξίας σύμπτωμα τοῖς φθινώδεσιν ἐγένετο τοῦ τὴν φάρυγγα καὶ τὸν πνεύμονα κακοῦντος ῥεύματος, μέρους τινὸς εἰς γαστέρα καταῤῥέοντος.

Ἄδιψοι.

Οὐ κατὰ τὴν κακοήθειαν τοῦ ῥεύματος, ἅπερ αὐτὸς ὠνόμαζε δριμέα, τουτὶ τὸ σύμπτωμα τοῖς φθινώδεσι συνέπεσε. διό μοι δοκεῖ καὶ ὁ Ἱπποκράτης ἐπισημαινόμενος αὐτῶν τὸ παράλογον αὐτὸς προσγράψαι τὸ ἄδιψοι. κακοηθείας

75
γάρ ἐστι μεγίστης σημεῖον, ὅταν ἤτοι θερμοῦ καὶ διακαοῦς ὄντος τοῦ πυρετοῦ μὴ διψῶσιν ἢ ῥεύματος εἰς γαστέρα καταφερομένου δριμέος. καὶ δηλοῦται πρὸς τοῦ συμπτώματος ἡ αἰσθητικὴ τοῦ μορίου δύναμις ἀπολωλέναι καὶ νενεκρῶσθαι, εἴ γε τῆς κατὰ μέρος διαθέσεως οὐκ αἰσθάνεται.

Καὶ παράληροι πολλοὶ περὶ θάνατον. περὶ μὲν τὰ φθινώδεα ταῦτα.

Οὐδὲ τοῦτο τοῖς ἄλλοις φθίνουσιν εἴωθε συμπίπτειν, ἀλλὰ διὰ τὴν κακοήθειαν τῶν τότε γενομένων πυρετῶν ἠκολούθησε τοῖς ἐν τῇ προκειμένῃ καταστάσει νοσήμασι.

Κατὰ δὲ θέρος ἤδη καὶ φθινόπωρον πυρετοὶ πολλοὶ, 
76
ξυνεχέες, οὐ βίαιοι, μακρὰ δὲ νοσέουσιν, οὐδὲ περὶ τὰ ἄλλα δυσφόρως ἔχουσιν ἐγένετο.

Εἰρήκει δὲ καὶ πρόσθεν ὡς τὸ φθινῶδες μόνον ὀλέθριον ἐγένετο καὶ ἡμεῖς τὴν αἰτίαν προσπαρεθήκαμεν. ἀκόλουθα τοίνυν ἐστὶν ἐκείνοις τά τε κατὰ τὴν προκειμένην ῥῆσιν εἰρημένα καὶ τὰ τούτων ἐφεξῆς, ἐν οἷς φησίν·

Κοιλίαι ταραχώδεες τοῖσι πάνυ εὐφόρως καὶ οὐδὲν ἄξιον λόγου προσέβλαπτον, οὖρά τε τοῖσι πλείστοισιν εὔχροα μὲν καὶ καθαρὰ, λεπτὰ δὲ καὶ μετὰ χρόνον περὶ κρίσιν πεπαινόμενα.

Καὶ τἆλλα ἃ περὶ τῶν οὔρων εἶπε, ὥσπερ γὰρ τὰ πρόσθεν ὅσα περὶ τῶν φθινωδῶν κατέλεξεν ἦν κακοήθη, οὕτω καὶ τὰ νῦν λεγόμενα πάνυ ἐστὶ μέτρια.

77
Βηχώδεες οὐ λίην, οὐδὲ τὰ βησσόμενα δυσκόλως, οὐδὲ ἀπόσιτοι, ἀλλὰ καὶ διδόναι πάνυ ἐνεδέχετο.

Οἱ πλεῖστοι τῶν ἐξηγησαμένων τὸ βιβλίον ἐπὶ τοὺς φθινώδεις αὐτὸν ἐν τῇδε τῇ ῥήσει μεταβεβηκέναι φασίν. ἐγὼ δὲ ἡγοῦμαι ἔτι περὶ τῶν ἄλλων πυρετῶν ὧν διηγεῖται κατὰ ταὐτὸ λέγεσθαι. πῶς γὰρ ἂν εἰρηκὼς ἔμπροσθεν ἐπὶ τῶν φθινωδῶν, ὡς ἀπόσιτοι πάντων γευμάτων διὰ τέλεος ἦσαν, ἐνταυθοῖ νῦν ἔλεγεν, οὐδ’ ἀπόσιτοι, ἀλλὰ καὶ διδόναι πάνυ ἐνεδέχετο. τί δή ποτ’ οὖν ἔγραψεν ἐν τῷδε τῷ λόγῳ, βηχώδεες οὐ λίην. τοῦτο γάρ ἐστι τὸ τὴν φαντασίαν παρασχὸν τοῦ λέγεσθαι ταῦτα περὶ τῶν φθινωδῶν αὐτῶν. ἐγὼ δὲ νομίζω περὶ τῶν ἄλλων ἔτι πυρετῶν τοῦ λόγου γιγνομένου προσγεγράφθαι. γίνονται γὰρ βηχώδεις συνεισβαλλούσης τῆς βηχὸς αὐτοῖς λόγῳ συμπτώματος, οὐ μὴν φθινώδεις γε πάντως εἰσὶν οὗτοι. θαυμαστὸν οὖν οὐδὲν ἅμα πυρέσσειν ἄρξασθαί τινας τῶν Θασίων ἐπὶ τῇ προγεγραμμένῃ καταστάσει καὶ πληρωθείσης

78
αὐτῆς τότε τῆς κεφαλῆς, συνελθόντος τοῦ πυρετοῦ τῇ καταστάσει βηχώδεις γενέσθαι. ἄλλ’ οὔτε λίαν αὐτοῖς ἐνώχλει τὸ σύμπτωμα, οὔτε τὰ βησσόμενα δυσχέρειαν εἶχεν, οὐ γὰρ ἦσαν οὗτοι φθινώδεις.

Τὸ μὲν οὖν ὅλον ὑπενόσεον οἱ φθινώδεες τρόπον, πυρετοῖσι φρικώδεσι, σμικρὰ ἐφιδροῦντες, ἄλλοτε ἄλλοι ὡς παροξυνόμενοι πεπλανημένως, τὸ μὲν ὅλον οὐκ ἐκλείποντες, παροξυνόμενοι δὲ τριταιοφυέα τρόπον.

Αὕτη πᾶσα ἡ ῥῆσις ἐπαγομένη τῇ προειρημένῃ τὴν φαντασίαν βεβαιοτέραν εἰργάσατο τοῖς πλείστοις τῶν ἐξηγητῶν, ὑπὲρ τοῦ καὶ τὴν ἔμπροσθεν ῥῆσιν ὑπὲρ τῶν φθινωδῶν αὐτῶν λελέχθαι. ἀλλ’ ὅτι μὲν ἐκείνην ἀδύνατόν ἐστιν ἐπ’ αὐτῶν εἰρῆσθαι, δέδεικταί μοι, δι’ ὧν ἀπεδείκνυον, ἀποσίτους μὲν ὠνομάσθαι πρὸς αὐτοῦ τοὺς φθινώδεις, οὐκ

79
ἀποσίτους δὲ τούτους. ἡ δ’ ἐφεξῆς ῥῆσις ἡ νῦν προκειμένη κατὰ διττὸν ἂν τρόπον ἐξηγήσεως τύχῃ, καθ’ ἕνα μὲν ὧδέ πως ἡμῶν λεγόντων. ἀναλήψομαι δὲ τὴν προγεγραμμένην ῥῆσιν, εἶτα συνάψω τῇ νῦν, παρενθεὶς αὐτῇ μίαν συλλαβὴν ἕνεκα σαφηνείας, βηχώδεες οὐ λίην, οὐδὲ τὰ βησσόμενα δυσκόλως, οὐδ’ ἀπόσιτοι, ἀλλὰ καὶ διδόναι πάνυ ἐνεδέχετο. τὸ μὲν γὰρ ὅλον ὑπενόσεον οἱ φθίνοντες, οὐ τὸν φθινώδεα τρόπον. ἐνδέχεται δι’ αὐτὸν οὕτως εἰρηκέναι περὶ τῶν ἄλλως πυρεσσόντων, γράφοντα κοινὸν σύμπτωμα τῶν νόσων ἐχόντων τὰ βηχώδη συμπτώματα, μὴ μέντοι καὶ αὐτῶν φθινόντων. ἐπαναλαβεῖν γὰρ αὖθις εἰκός ἐστι τὸν περὶ τῶν φθινωδῶν λόγον, εἰς ἀνάμνησιν τοῦ διαφέρειν τοὺς ἀῤῥώστους τούσδε, περὶ ὦν νῦν διέρχεται τῶν ἔμπροσθεν τῶν φθινωδῶν. καὶ γάρ τοι καὶ τὰ συμπτώματα πάλιν εἶπε τὰ αὐτὰ τοῖς ἔμπροσθεν εἰρημένοις. μία μὲν αὕτη παραμυθία τῆς κατὰ τήνδε τὴν ῥῆσιν ἐπαναλήψεως τοῦ περὶ τῶν φθινωδῶν λόγου, ἑτέρα δ’ ἣν ἴσμεν πολλάκις γιγνομένην
80
ἐπὶ πολλῶν συγγραμμάτων. ἐνίοτε γὰρ ὑπὲρ ἑνὸς πράγματος διττῶς ἡμῶν γραψάντων, εἶτα τῆς μὲν ἑτέρας γραφῆς κατὰ τὸ ὕφος οὔσης, τῆς δ’ ἑτέρας ἐπὶ θάτερα τῶν μετώπων, ὅπως κρίνωμεν αὐτῶν τὴν ἑτέραν, ἐπὶ σχολῆς δοκιμάσαντες, ὁ πρῶτος μεταγράφων τὸ βιβλίον ἀμφότερα ἔγραψεν, εἶτα μὴ παρασχόντων ἡμῶν τὸ γεγονὸς, μηδ’ ἐπανορθωσαμένων τὸ σφάλμα, διαδοθὲν εἰς πολλοὺς τὸ βιβλίον ἀνεπανόρθωτον ἔμεινεν.

Ἐκρίνετο δὲ τουτέων, οἷσι τὰ βραχύτατα γίγνοιτο, περὶ εἰκοστὴν ἡμέρην τοῖσι δὲ πλείστοισι περὶ τεσσαρακοστὴν, πολλοῖσι δὲ περὶ τὴν ὀγδοηκοστήν. ἔστι δ’ οἵοιν οὐδ’ οὕτως, ἀλλὰ πεπλανημένως τε καὶ ἀκρίτως ἐξέλιπον. τουτέων δὲ τοῖσι πλείστοισι, πλὴν οὐ διαλείποντες χρόνον, ὑπέστρεψαν οἱ πυρετοὶ πάλιν. ἐκ δὲ τῶν ὑποστροφέων ἐν τῇσιν αὐτῇσι περιόδοισιν ἐκρίνοντο. πολλοὶ δὲ αὐτέων ἀνήγαγον, ὥστε καὶ ὑπὸ χειμῶνα νοσεῖν.

81
Τίνων δὲ τούτων κριθῆναί φησι τὸ νόσημα περὶ τὴν κ΄ ἡμέραν; ὅτι περὶ ὧν ἐποιεῖτο τὸν λόγον, ὡς ἐγώ φημι, τῶν ἄλλων νοσησάντων, οὐχὶ τῶν φθινόντων. ὁμολογεῖ δὲ τούτῳ καὶ τὰ ἐφεξῆς ἅπαντα. καὶ γὰρ ἄχρι τῆς ὀγδοηκοστῆς ἡμέρας ἐκταθῆναί φησι τὸ νόσημα τισὶν αὐτῶν, ἄλλοις δὲ πεπλανημένως τε καὶ ἀκρίτως ἐκλείπειν, καὶ τούτων τοῖς πλείστοισιν ὑποστρέψαι πάλιν. τοὺς δ’ ἐκ τῶν ὑποστροφέων πυρετοὺς ἐν ταῖς αὐταῖς περιόδοις πάλιν κριθῆναι καὶ πολλοῖς αὐτῶν καὶ μέχρι τοῦ χειμῶνος ἐκταθῆναι τὸ νόσημα. ταῦτα δὲ πάντα τοῖς ἀνωτέρω εἰρημένοις ὁμολογεῖν σαφῶς ἐστιν, ἐν οἷς ἔλεγε· κατὰ δὲ θέρος ἤδη καὶ περὶ φθινόπωρον, πυρετοὶ πολλοὶ, ξυνεχέες, οὐ βιαίως, μακρὰ δὲ νοσέουσιν, οὐδὲ περὶ τὰ ἄλλα δυσφόρως διάγουσιν, ἐγένετο. ταῦτα μὲν ὁμολογεῖ τοῖς κατὰ τὴν προκειμένην ῥῆσιν εἰρημένοις ὑπ’ αὐτοῦ συμπτώμασιν· ὅσα δὲ περὶ τῶν φθινωδῶν εἶπεν οὐχ ὁμολογεῖ, μάθοις δ’ ἂν, εἰ ἀναμνησθείης βραχέος μορίου τῆς ὑπὲρ αὐτῶν διηγήσεως, ἔνθα φησίν· ἀπέθνησκον δ’ ὀξυτέρως ἢ ὡς εἴθισται τὰ τοιαῦτα διάγειν. τοῦτο μὲν
82
γὰρ αὐτῷ περὶ τῶν φθινωδῶν εἴρηται, καί φησιν αὐτοὺς ὀξυτέρως ἀποθανεῖν. περὶ δὲ τῶν ἄλλως νοσησάντων ἐφεξῆς ἔγραψε τούτοις ὧδέ πως τά τ’ ἄλλα καὶ μακρότερα ἐν πυρετοῖσιν ἐόντα εὐφόρως ἤνεγκαν καὶ οὐκ ἀπέθνησκον, περὶ ὧν γεγράψεται. ταῦτ’ οὖν ὁμολογεῖ τοῖς κατὰ τὴν προκειμένην ῥῆσιν τὴν τῶν πυρεξάντων διὰ τοῦ φθινοπώρου καὶ τοῦ χειμῶνος. ἀλλὰ καὶ διὰ τὸ προειπεῖν μὲν αὐτὸν περὶ ὧν γεγράψεται, μηδεμίαν δ’ ἄλλην ἡμᾶς ἔχειν δεῖξαι γραφὴν, ὅτι μὴ τὴν νῦν προκειμένην ἐπ’ αὐτοῖς γενομένην, ἀναγκαῖόν ἐστι περὶ τῶν ἄλλως νοσησάντων, οὐ φθινωδῶς ἅπαντα τοῦτον αὐτῷ τὸν λόγον εἰρῆσθαι.

Ἐκ πάντων δὲ τῶν ὑπογεγραμμένων ἐν τῇ καταστάσει ταύτῃ μόνοισι τοῖσι φθινώδεσι θανατώδεα ξυνέπεσεν. ἐπὶ τοῖσί γε ἄλλοισι εὐφόρως πᾶσι καὶ θανατώδεες ἐν τοῖσιν ἄλλοισι πυρετοῖσιν οὐκ ἐγένοντο.
83

Ἐσχάτη ῥῆσίς ἐστιν αὕτη τῶν εἰρημένων αὐτῷ περὶ τῆς πρώτης καταστάσεως, οὐδὲν μὲν πλέον διδάσκουσα, ἀνακεφαλαίωσιν δέ τινα ἔχουσα τῶν προειρημένων, ὅπερ εἴωθεν ὁ ἀνὴρ πολλάκις ποιεῖν.