In Hippocratis De victu acutorum
Galen
Galen, In Hippocratis De victu acutorum
Θερινῆς καὶ μετοπωρινῆς ὥρης ἐπὶ τῶν ὀξέων, αἵματος ἀπόσταξις ἐξαπίνης, συντονίην καὶ πολλὴν φλεγμασίην κατὰ τὰς φλέβας δηλοῖ καὶ ἐς τὴν ὑστεραίην λεπτῶν οὔρων ἐπιφάσιας· καὶ ἢν ἀκμάζῃ τῇ ἡλικίῃ καὶ τὸ σῶμα ἐκ γυμνασίων ἢ εὐσαρκώσιος ἔχῃ ἢ μελαγχολικὸς ἢ ἐκ πόσιος χεῖρες τρομεραὶ, καλῶς ἔχει παραφροσύνην προειπεῖν ἢ σπασμόν.
Καὶ αὕτη πάλιν ἡ ῥῆσις ἐπιπλοκὴν ἔχει συμπτωμάτων πολλῶν οὐ συγγινομένων ἐν ἅπαντι ἀνθρώπῳ νοσοῦντι, διὸ καὶ ἄχρηστα τὰ οὕτως γραφόμενα, τῆς χρησίμου διδασκαλίας διὰ τῶν καθόλου γινομένης, ὡς Ἱπποκράτης εἴωθε ποιεῖν. εἴρηται δ᾿ ὅτι τῶν καθόλου τὰ μὲν διηνεκῆ τὴν πρώτην
Κᾒν μὲν ἐν ἀρτίῃσιν ἐπιγένηται, βέλτιον· ἐν κρισίμῃσι δὲ, ὀλέθριον, ἢν μὴ πολὺ ἅλις ἀποσσυθὲν αἷμα ἐξόδους ποιήσηται τῆς πλεονεξίης κατὰ ῥῖνας ἢ καθ᾿ ἕδρην ἐμπυήσεις ἢ μεταστάσεις ἢ ἀποστάσεις ἢ πόνους τῶν ὑποχονδρίων ἢ ἐς ὄρχιας ἢ ἐς σκέλεα· πεφθέντων δὲ τουτέων ἔξοδοι γίγνονται πτυσμῶν, παχέων οὔρων ἢ λείων λευκῶν.
Δύο γραφαί εἰσι τῆς ἐπιγίνεσθαι λέξεως· μία μὲν διὰ τοῦ τ στοιχείου τῆς τρίτης συλλαβῆς γεγραμμένης, ἄλλη δὲ διὰ τοῦ γ. ἀλλ᾿ ἐάν τε κατὰ τὴν προτέραν ἐπιτείνεσθαι λέγῃ τοὺς κάμνοντας ἐν ἀρτίαις ἡμέραις, ἐάν τε κατὰ τὴν δευτέραν ἐπιγίνεσθαι τὰ εἰρημένα συμπτώματα κατὰ τὰς ἀρτίας ἡμέρας, οὐκ εὐθέως ἐστὶ καὶ βέλτιον (τοῦτο δ᾿ αὐτὸς
Πυρετῷ λυγγώδει ὀπὸν σιλφίου, ὀξύμελι, δαῦκον τρίψας, πιεῖν δίδου καὶ χαλβάνην ἐν μέλιτι καὶ κύμινον ἐκλεικτικὸν καὶ χυλὸν πτισάνης ἐπὶ τουτέοισι ῥοφέειν. ἄφυκτος δ᾿ ὁ τοιοῦτος, ἢν μὴ ἱδρῶτες κριτικοὶ καὶ ὕπνοι ὁμαλοὶ ἐπιγένωνται καὶ οὖρα παχέα καὶ δριμέα καταδράμῃ ἢ εἰς ἀπόστασιν στηρίζῃ.
Τὰς λύγγας εἰώθασι καὶ λυγμοὺς ὀνομάζειν· εἰσὶ δὲ κινήσεις τινὲς τοῦ στομάχου σπασμώδεις· γίνεσθαι δέ φασι δι᾿ ἄμετρον κένωσιν ἢ πλήρωσιν. οἱ μὲν οὖν διὰ κένωσιν γιγνόμενοι σχεδὸν ἀνίατοι τυγχάνουσιν ὄντες· οἱ δὲ διὰ πλήρωσιν ὑπὸ τῶν τεμνόντων καὶ ῥυπτόντων τὰ ἐμπεπλασμένα βοηθημάτων θεραπεύονται· τοιαῦτα δέ εἰσι καὶ τὰ νῦν γεγραμμένα. φαίνεται δὲ νῦν ἡ δῆξις αὕτη γιγνομένη καὶ διὰ δριμύτητα δάκνουσαν τὸν στόμαχον, ὡς ἐπειδάν τις πέπερι πλέον ἤ τι τοιοῦτον καταπίῃ· καὶ μέντοι καὶ τῶν πυρεσσόντων ἔνιοι λύγξαντες ἤμεσαν
Κόκκαλος καὶ σμύρνα ἐκλικτόν· πίνειν δὲ τοῖσι τοιουτέοισιν ὀξύμελι δίδου ὡς ἐλάχιστον· ἢν δὲ διψώδεες ἔωσι σφόδρα, τοῦ κριθίνου ὕδατος.
Ἀτάκτως τοῦτο γέγραπται· βέλτιον γὰρ ἦν αὐτὸ μικρῷ πρόσθεν γεγραφέναι κατ᾿ ἐκεῖνο τοῦ λόγου τὸ μέρος, ἔνθα ἐθεράπευσε τοὺς δεομένους τὸν θώρακα καὶ πνεύμονα διὰ πτυσμάτων ἐκκαθαίρεσθαι, οὐ πρὸς τὸν λυγγώδη πυρετόν·
Τὰ δὲ περιπνευμονικὰ καὶ πλευριτικὰ ὧδε χρὴ σκέπτεσθαι· ἢν ὀξύς τε ὁ πυρετὸς ᾖ καὶ τὰ ὀδυνήματα τοῦ πλευροῦ τοῦ ἑτέρου ἢ καὶ ἀμφοῖν καὶ τοῦ πνεύματος ἄνω φερομένου, ἢν πονέῃ καὶ βῆχες ἐνέωσι καὶ πτύσματα ἀνείη πυῤῥὰ ἢ πελιὰ ἢ καὶ λεπτὰ καὶ ἀφρώδεα καὶ ἀνθηρὰ καὶ εἴ τι ἄλλο διαφέρον ἔχῃ παρὰ τὰ μεμαθηκότα τούτοισιν· οὕτω χρὴ διάγειν.
Τὰ μεγάλα καὶ ἀξιόλογα πλευρίτιδος καὶ περιπνευμονίας
Ἢν μὲν ὀδύνη ἄνω περαίνῃ πρὸς κληῖδα ἢ περὶ μαζὸν καὶ852βραχίονα, τέμνειν χρὴ τὴν ἐν τῷ βραχίονι φλέβα τὴν εἴσω, ἐφ᾿ ὁκότερον ἂν ᾖ τῶν μερῶν, κατὰ τόδε.
Κᾀνταῦθα πάλιν ἐξεργάζεται τὴν τοῦ γνησίου μέρους γνώμην· ἐπεὶ παρελέλειπτο τὸ συνεπινοούμενον τοῖς εἰρημένοις αὐτῷ, προστιθεῖ, οἷον καὶ τοῦτο, κατ᾿ εὐθὺ τῆς πεπονθυίας πλευρᾶς ποιεῖσθαι τὴν φλεβοτομίαν, ὅπερ ἐδήλωσεν εἰπών· τέμνειν χρὴ τὴν ἐν τῷ βραχίονι φλέβα τὴν εἴσω, ἐφ᾿ ὁκότερον ἂν ᾖ τῶν μερῶν, κατὰ τόδε. προδήλως συντέμνων τῆς ἑρμηνείας ἀμελεῖ· δέον γὰρ εἰπεῖν τὴν κατ᾿ ἀγκῶνα φλέβα, τὴν ἐν τῷ βραχίονι λέγει.
Ἀφαιρέειν δὲ κατὰ τὴν τοῦ σώματος ἕξιν καὶ ὥρην καὶ ἡλικίην καὶ χροιὴν πλέον· καὶ θαρσέων, ἢν ὀξὺ τὸ ἄλγημα ᾖ, ἀγαγεῖν πρὸς λειποψυχίην· ἔπειτα ὑποκλύζειν μετὰ τοῦτο.
Ἐνταῦθα πάλιν πλέον τοῦ μέτρου τοὺς σκοποὺς τῆς φλεβοτομίας ἅπαντας εἰπεῖν φιλοτιμηθεὶς, ὅμως παραλέλοιπέ τινας· οὔτε γὰρ τῆς δυνάμεως ἐμνημόνευσεν |οὔτε τῆς μεταβολῆς τοῦ αἵματος, ἀλλ᾿ οὐδὲ χώρας ἢ καταστάσεως. πλέον δ᾿ ἀφαιρεῖν κελεύων καὶ θαῤῥεῖν μέχρι λειποθυμίας ἄγειν, ἥμαρτεν ἐν τῇ λέξει προσθεὶς δι᾿ ὃ θαῤῥεῖν προσήκει· διὰ μὲν γὰρ τὴν ὀξύτητα τοῦ ἀλγήματος ἐπὶ τὸ πλέον ἐκκενοῦν τοῦ αἵματος ἀφικνούμεθα· τὸ δ᾿ ἐᾷν ῥεῖν, οὐκ ἐκ τῆς ὀξύτητος, ἀλλ᾿ ἐξ ἄλλων ἔχομεν, ἐὰν ἥ τε δύναμις ἐῤῥωμένη καὶ ἡ τῶν ἀκμαζόντων ἡλικία καὶ τὸ πλῆθος αἱματικὸν καὶ ἡ τοῦ κάμνοντος φύσις πυκνοτέρα τε καὶ σκληροτέρα καὶ δυσδιαφορητοτέρα καὶ πολύαιμος, ἥ τε ὥρα τοῦ ἔτους καὶ ἡ κατάστασις εὔκρατος, οὕτω γὰρ καὶ ἡ χώρα· τὸ γὰρ ἄχρι λειποθυμίας ἄγοντα θαῤῥεῖν, ἐκ τούτων ἡμῖν προσγίνεται. ἔπειτα ὑποκλύζειν μετὰ τοῦτο. μετὰ τὴν φλεβοτομίαν κλύζειν κελεύει, βέλτιον δὲ ἦν προστεθεικέναι τὸν Ἱπποκράτειον διορισμὸν, ἢν μὴ αὐτόματα διεξίῃ καλῶς.
Ἢν δὲ ὑποκάτω τοῦ θώρακος τὸ ἄλγημα ᾖ καὶ συντείνῃ λίην, τῷ πλευριτικῷ τὴν κοιλίην ὑποκάθαιρε· μεσσηγὺ δὲ τῆς καθάρσεως μηδὲν δίδου, μετὰ κάθαρσιν δὲ ὀξύμελι. φαρμακεύειν δὲ τεταρταῖον· τὰς δὲ ἐξ ἀρχῆς τρεῖς ὑποκλύζειν· κᾂν μὴ κουφίζῃ οὕτως, ὑποκάθαιρε. φυλακὴ δὲ ἔστω ἕως ἀπυρέτου καὶ ἑβδόμης· ἔπειτα ἢν ἀσφαλὴς ἐὼν φαίνηται, οὕτω χυλῷ ὀλίγῳ καὶ λεπτῷ τὸ πρῶτον, σὺν μέλιτι μίσγων δίδου· ἢν δὲ ἀνάγηται ῥηϊδίως καὶ εὔπνοος ἢ καὶ ἀνώδυνος ᾖ τὰ πλευρὰ, κατὰ σμικρὸν παχυτέρῳ τε καὶ πλείονι καὶ δὶς τῆς ἡμέρης.
Πλευριτικὸν ὠνόμασε τὸ εἰρημένον ὑφ᾿ Ἱπποκράτους ἐν τῷ γνησίῳ μέρει βιβλίου, ἐν ὧ καθαίρει τοὺς οὕτως ἔχοντας πλευριτικούς· σκευάζει δὲ αὐτὸ διττῶς. τὸ φαρμακεύειν δὲ τεταρταῖον, ἀδιορίστως εἴρηκε καὶ τοῦτ᾿ αὐτό. τὴν γὰρ ἀρχὴν οὐδὲν τῶν τοιούτων βοηθημάτων
Ἢν δὲ μὴ ῥηϊδίως ἀπαλλαγῇ, ἔλασσόν τε τὸ πόμα καὶ τὸ ῥόφημα ὀλίγον, χυλὸν λεπτὸν καὶ ἅπαξ, ἐν ὁκοτέρῃ ἂν ὥρῃ βέλτιον διάγῃ· γνώσῃ δὲ ἐκ τῶν οὔρων. δεῖ δὲ ῥόφημα προσφέρειν τοῖσιν ἐκ τῶν νοσημάτων μὴ πρότερον ἢ πέπονα τὰ οὖρα ἢ πτύσματα ἴδῃς γεγενημένα. ἢν δὲ φαρμακευθεὶς συχνὰ καθαρθῇ, ἀναγκαῖον διδόναι, ἔλασσον δὲ καὶ λεπτότερον· οὐ γὰρ δυνήσεται ὑπὸ κενεαγγείης ὑπνώσσειν, οὐδὲ πέσσειν ὁμοίως, οὐδὲ τὰς κρίσιας ὑπομένειν·856ἀλλ᾿ ἐπειδὰν ξυντήξιες ὠμῶν γένωνται καὶ τὰ ἀντέχοντα ἀποβάλλῃ, ἀνθέξει οὐδέν.
Περὶ τοῦ κατὰ μέρος καιροῦ τῆς τροφῆς ἐπισκοπούμενος ὁ Ἱπποκράτης καὶ αὐτὸς δὲ οὗτος ὁ ταῦτα γράψας ἐν τοῖς ἀνωτέρω γεγραμμένοις αὐτῷ θερμασίᾳ προσέχειν ἠξίου τῇ κατὰ τὸν θώρακα καὶ τοὺς πόδας. ἡ γὰρ τῶν οὔρων ἐπίσκεψις εἰς τὴν καθόλου δίαιταν, οὐκ εἰς τὴν τοῦ μερικοῦ μέρους τῆς τροφῆς ἐστι χρήσιμος· ὥστε οὐκ ὀρθῶς εἶπε νῦν, χυλὸν λεπτὸν ἅπαξ διδόναι καθ᾿ ἣν ὥρην βέλτιον διάγει, γνώσεσθαι δ᾿ ἐκείνην ἐκ τῶν οὔρων· εἰ γὰρ καὶ ὅτι μάλιστα βραχεῖαν ῥοπὴν ἐπὶ τὸ βέλτιον ἴσχει τὰ οὖρα κατὰ τοὺς μερικοὺς παροξυσμοὺς, ἀλλ᾿ οὐχ οὕτως γε μακρὸς ὁ χρόνος ἐκεῖνός ἐστιν, ὡς ἀποθέσθαι ταῦτα ἡμᾶς καὶ περιμεῖναι, πότερον νεφέλας ἐπαιωρουμένας ἢ κάτω χωρούσας ἴσχει· ταῦτα γὰρ ἐν πολλῷ χρόνῳ γίγνεται, τρέφεσθαι δ᾿ ἐν τοῖς ὀξέσι νοσήμασι τοὺς κάμνοντας ἐνίοτε ἀναγκαῖόν ἐστι καὶ ἐν ἀρχῇ τῆς παρακμῆς.
Πέπονα δέ ἐστι τὰ μὲν πτύελα, ὁκόταν γένηται ὅμοια πύῳ· τὰ δὲ οὖρα τὰς ὑποστάσιας ἔχοντα ὑπερύθρους, ὁκοῖον ὀρόβων. οὐδὲν δὲ κωλύει καὶ πρὸς τὰ ἄλλα ἀλγήματα τῶν πλευρέων χλιάσματα προστιθέναι καὶ κηρώματα· ἀλείφειν δὲ τὰ σκέλη καὶ ὀσφὺν θερμῷ καὶ λίπος ἐγκαταλείφειν· ἐπὶ δὲ ὑποχόνδρια λίνου σπέρμα καταπλάσσειν ἕως μαζῶν. ἀκμαζούσης δὲ τῆς περιπλευμονίης, ἀβοήθητον μὴ ἀνακαθαιρομένου καὶ πονηρὸν ἢν δύσπνοος ᾖ καὶ οὖρα λεπτὰ καὶ δριμέα καὶ ἱδρῶτες περὶ τράχηλον καὶ κεφαλὴν γίγνονται· οἱ τοιοῦτοι γὰρ ἱδρῶτες πονηροὶ, ὑπὸ πνιγμοῦ καὶ ῥωγμῆς καὶ βίης ἐπικρατεόντων τῶν νουσημάτων, ἢν μὴ οὖρα πολλὰ καὶ παχέα ὁρμήσῃ καὶ πτύσματα πέπονα ἔλθῃ· ὅ τι δ᾿ ἂν τούτων αὐτοματήσῃ, λύει τὸ νόσημα.
Οὔτε αὑτοῦ μέμνηται διὰ τῶν ἔμπροσθεν οὕτω γράψαντος ὑπὲρ τῶν πεττομένων οὔρων οὔθ᾿ Ἱπποκράτους
Περιπνευμονίης ἐκλικτόν. κόκκαλον, χαλβάνην ἐν μέλιτι Ἀττικῷ· ἀβρότονον ἐν ὀξυμέλιτι· πέπερι, ἐλλέβορον μέλανα ἀποζέσας καὶ πλευριτικῷ ἐν ἀρχῇσι περιωδύνῳ ἐόντι πίνειν δίδου. ἀγαθὸν δὲ καὶ τὸ πάνακες ἐν ὀξυμέλιτι ἀναζέσαντα καὶ διηθέοντα διδόναι πίνειν καὶ ἡπατικοῖσι καὶ τῇσι ἀπὸ τῶν φρενῶν περιωδυνίῃσιν. καὶ ὁκόσα δεῖ ἐς κοιλίην ἢ ἐς οὔρησιν, ἐν οἴνῳ καὶ μέλιτι· τὰ δὲ ἐς κοιλίην ξὺν ὑδαρεῖ μελικρήτῳ πίνειν πλεῖον δίδου.
Καὶ τὸ τῶν φαρμάκων πρῶτον καὶ δεύτερον ἀναγωγὰ πτυέλων ἐστὶ· τὸ δὲ διὰ τοῦ μέλανος ἐλλεβόρου, γαστρὸς ὑπακτικόν· τὸ δὲ διὰ τοῦ πάνακος, οὗτος εἶπεν εἰς ὃ ἂν χρήσιμον ὑπάρχῃ.
Δυσεντερίη ἀπόστημα ἢ ἔπαρμά τι παυσαμένη ποιήσει, ἢν μὴ ἐς πυρετοὺς ἢ ἱδρῶτας καὶ οὖρα παχέα καὶ λευκὰ καὶ λίαν ἐπιφανῆ ἢ ἐς τριταίους ἢ ἐς κιρσὸν ἢ ἐς ὄρχιν ἢ ἐς σκέλεα ἢ ἐς ἰσχίον στηρίξῃ ὀδύνη.
Καὶ οὗτος ὁ λόγος ἀδιόριστός ἐστιν, οὔθ᾿ ὁποίαν λέγει δυσεντερίαν ἐνδειξαμένου τοῦ συγγραφέως, οὔτε πᾶσα ἐπαύσατο ταῦτ᾿ ἐπιφέρουσα.
Ἐν πυρετῷ χολώδει πρὸ τῆς ἑβδόμης ἡμέρας μετὰ860ῥίγους ἴκτερος ἐπιγινόμενος λύει τὸν πυρετόν· ἄνευ δὲ ῥίγεος ἢν ἐπιγένηται ἔξω τῶν καιρῶν, ὀλέθριον.
Οὐ δήπου πρὸ τῆς ζ΄ μετὰ ῥίγους ἐπιγενόμενος ἴκτερος λύει τὸν πυρετὸν, οὐχὶ δὲ μετὰ τὴν ζ΄, ἀλλ᾿ ὁ διορισμός ἐστι τοιόσδε· τοῖς πυρέττουσιν ἴκτερος ἐπιγίγνεται, ἐνίοτε μὲν ὡς σύμπτωμα τῆς κατὰ τὸ ἧπαρ διαθέσεως, ἐνίοτε δὲ τὴν χολὴν τῆς φύσεως ἐκκρίνειν διὰ τοῦ δέρματος ἐπιχειρησάσης, εἶτα μὴ δυνηθείσης αὐτὸ, καθάπερ εἴωθεν ἐπὶ πάντων γίνεσθαι τῶν ἀποστημάτων· εἴρηται δὲ περὶ τῶν τοιούτων ἰκτέρων ἐν ἀφορισμοῖς.
Τέτανος δὲ ὀσφύος καὶ ἐπὶ μελαγχολικῶν διὰ φλεβῶν πνευμάτων ἀπολήψιες ὁκόταν ἔωσι, φλεβοτομίη λύεται.
Ὅταν δὲ, φησὶ, διὰ μελαγχολικὸν αἷμα πλεονάζον ἐν
Ὁκόταν δὲ ἀπὸ τῶν τενόντων σφοδρῶς ἔμπροσθεν ἀντισπῶνται καὶ περὶ τὸν τράχηλον καὶ πρόσωπον ἱδρῶτες, ὑπὸ τοῦ πόνου δακνομένων καὶ ξηραινομένων τῶν τενόντων καὶ τῶν οὐρωδέων, οἳ παχύτατοι μὲν τὴν ῥάχιν ξυνέχουσιν, ᾗ οἱ μέγιστοι σύνδεσμοι καταπεφυκότες, ἕως εἰς πόδας ἀποτελευτῶσι· τῷ τοιῷδε ἢν μὴ πυρετὸς καὶ ὕπνος ἐπιγένηται καὶ ἑπόμενα οὖρα πέψιν ἔχοντα ἔλθῃ καὶ ἱδρῶτες862κριτικοὶ, πίνειν οἶνον Κρητικὸν οἰνώδεα καὶ ἄλητον ἑφθὸν ἐσθίειν καὶ κηρωτῇ ἀλείφειν καὶ ἐγχρίειν, τά τε σκέλεα περιελίσσειν ἕως τῶν ποδῶν, θερμῷ προσβρέχων ἐν σκάφῃ καὶ βραχίονας ἕως δακτύλων κατελίσσειν καὶ ὀσφὺν ἀπὸ τοῦ τραχήλου ἕως τῶν ἰσχίων, σίαλον ἐγκηρώσας μαλακῷ δέρματι, ὅκως καὶ τὰ ἔμπροσθεν περιέξῃ καὶ διαλείπων πυρία τοῖσιν ἀσκίοισι θερμὸν ὕδωρ ἐγχέων καὶ περιτείνων σινδόνιον,ἐπανάκλινε αὐτόν. κοιλίην δὲ μὴ λίην λύσῃς ἢν μὴ βαλάνῳ, ἢν μὴ πολὺν χρόνον ᾖ ἀδιαχώρητος ἐοῦσα. καὶ ἢν μέν τί σοι ἐπιδιδῷ ἐπὶ τὸ βέλτιον· εἰ δὲ μὴ, τοῦ μόδου τῆς ῥίζης τρίβων ἐν οἴνῳ εὐώδει καὶ δαῦκον πίνειν δίδου πρωῒ νήστει πρὸ τοῦ βρέχειν καὶ ταχὺ ἐπὶ τούτοισι τὸ ἄλευρον ἑφθὸν χλιαρὸν ἐσθιέτω ὡς πλεῖστον καὶ οἶνον ὁκόταν βούληται εὔκρητον ἐπιπινέτω. καὶ ἢν μέν σοι ἐπιδιδῷ ἐπὶ τὸ βέλτιον· ἢν δὲ μὴ, προλέγειν.
Καὶ ὁ λόγος ἀδιορίστως εἴρηται μετὰ τοῦ καὶ ἀκύρως ἔνια τῶν ὀνομάτων γεγράφθαι· τὸ γὰρ ὑπὸ τοῦ πόνου δάκνεσθαι τοὺς τένοντας ἀκύρως λέλεκται, δριμέσι χυμοῖς πρέποντος τοῦ δάκνειν ῥήματος, οὐ τοῖς πόνοις. καὶ μέντοι καὶ κατὰ τὴν ἀρχὴν τῆς ῥήσεως ἐπὶ τοῦ σφοδρῶς ἔμπροσθεν ἀντισπῶνται, μετὰ ταῦτά φησι, ξηραινομένων τῶν τενόντων οὐρωδέων, οἳ παχύτεροι τὴν ῥάχιν συνέχουσι· τοὺς ἄχρι τοῦ οὐραίου καλέσας οὕτως, ὀνομάζουσι δὲ οὐραῖον τὸ πέρας τοῦ ὀστέου. εἰ δ᾿ ἀμφότερα τὰ μέρη δηλῶσαι βούλεται τεινόμενα καὶ περὶ τὰ πρόσω καὶ ὀπίσω, τέτανον ἐπιτείνασθαι δυνατὸν, καθάπερ ὀλίγον ἔμπροσθεν ἔφη, τετάνοισι δὲ ὀσφύος. οὐκ ἀσφαλῶς δὲ οὐδὲ τῇ πέψει τῶν οὔρων, τὴν ῥᾳστώνην τῶν παθῶν προγινώσκει· πυρετώδους γὰρ νοσήματος ἀπεψίαι διὰ τῶν οὔρων δηλοῦνται σαφῶς, τῶν δὲ κατὰ τοὺς μῦς οὐκ ἀσφαλὴς ἡ διὰ τῶν οὔρων σημείωσίς ἐστιν. ἀλλὰ τοῦτο μὲν μικρόν· τὸ δ᾿ οἶνον αὐτοῖς διδόναι χωρὶς τοῦ διορίσασθαι πότερον ὑπὸ ψύξεως
Τὰ δὲ νουσήματα πάντα λύεται ἢ κατὰ στόμα ἢ κατὰ κοιλίην ἢ κατὰ κύστιν ἤ τινος ἄλλου τοιοῦδε ἄρθρου· ἡ δὲ τοῦ ἱδρῶτος ἰδέη κοινὸν ἁπάντων.
Οὐκ ἔστιν ὁ λόγος καθόλου, οὐδὲ κοινὸς ἁπάντων· οὐ γὰρ διὰ τούτων μόνον, ἀλλὰ καὶ διὰ μήτρας καὶ διὰ τῆς ἐκ τῶν ῥινῶν αἱμοῤῥαγίας γιγνομένης αἱ λύσεις γίνονται τῶν νοσημάτων.
Ἐλλεβορίζειν δὲ χρὴ οἷσιν ἀπὸ κεφαλῆς φέρεται ῥεῦμα.
Οὐκ ἀναγκαῖον, ὅσοις ἀπὸ κεφαλῆς φέρεται ῥεῦμα πάντας ἐλλεβορίζειν, ἀλλ᾿ ἐνίοτε τῆς κεφαλῆς μόνης ποιεῖσθαι πρόνοιαν εἰθίσμεθα.
Ὁκόσοι δ᾿ ἐξ ἀποστημάτων ἢ φλεβοῤῥαγίης ἢ δι᾿ ἀκρησίην ἢ δι᾿ ἄλλην τινὰ ἰσχυρὰν αἰτίαν ἔμπυοι γίνονται, μὴ δίδου ἐλλέβορον τοῖσι τοιουτέοισιν· οὐδὲν γὰρ ὠφελήσει, καὶ ἤν τι πάθῃ, αἴτιον δόξειεν εἶναι ὁ ἐλλέβορος. ἢν δὲ διαλύηται τὸ σῶμα ἢ πόνος ἐν κεφαλῇ ἢ ἐμπεπλασμένα τὰ οὔατα ἢ ῥὶς ἢ πτυαλισμὸς ἢ τῶν γονάτων βάρος ἢ σώματος ὄγκος παρὰ τὸ ἔθος, ὅ τι ἂν συμβαίνῃ, μήθ᾿ ὑπὸ πότων, μήθ᾿ ὑπὸ ἀφροδισίων, μήθ᾿ ὑπὸ λύπης, μήθ᾿866ὑπὸ φροντίδων, μήθ᾿ ὑπὸ ἀγρυπνιῶν· κᾒν μέν τι τουτέων ἔχῃ αἴτιον, πρὸς τοῦτο ποιέεσθαι τὴν θεραπείαν.
Φλεβοῤῥαγίην μὲν λέγει τὴν ῥῆξιν τῶν φλεβῶν. ὅτι δ᾿ οὔτε τοὺς ἐκ τοιαύτης αἰτίας ἐμπύους γενομένους ἐλλεβορίζειν προσῆκεν οὔτε τοὺς ἐξ ἀποστημάτων οὔτε τοὺς ἐξ ἄλλης αἰτίας εὔδηλον· οἱ δὲ δι᾿ ἀκρασίαν ἔμπυοι, κακῶς ἐν τῷ νῦν εἴρηται καταλόγῳ, τῆς ἀκρασίης αὐτῆς καθ᾿ ἑαυτὴν βλαπτούσης τοὺς ἀκρατεῖς, οἷον πλησμονῆς, ἀπεψίας, οἰνοφλυγίας, ἀφροδισίων πολλῶν καὶ ἀγρυπνιῶν, ὅσα τε ἄλλα τοιαῦτα. προειπὼν δὲ τίσιν ἐλλέβορον οὐ χρὴ διδόναι φησίν· ἢν διαλύηται τὸ σῶμα, τουτέστιν ἐὰν ἔκλυτον ἱκανῶς γένηται, χωρὶς προφάσεως δηλονότι ἢ πόνος ἐν κεφαλῇ χρόνιος καὶ δύσλυτος (ὑπακοῦσαι γάρ σε τοῦτο κᾀν τῷ τῆς κεφαλῆς χρὴ πόνῳ καὶ τοῖς ἐφεξῆς εἰρημένοις ἅπασι, τοῖς ἐμπεπλασμένοις ὠσὶ καὶ ῥινὶ καὶ τῷ πτυαλισμῷ) προστίθησι δὲ γονάτων βάρος καὶ πόνον καὶ σώματος ὄγκον παρὰ
Τὰ δὲ ἐκ πορείης ἀλγήματα πλευρέων, νώτου, ὀσφύος, ἰσχίων καὶ ὁκόσα ἀναπνέοντες ἀλγέουσι πρόφασιν ἔχοντες· πολλάκις γὰρ μεμάθηκε φοιτᾷν ἐκ κραιπαλέων καὶ βρωμάτων φυσωδέων ἀλγήματα καὶ εἰς ὀσφὺν καὶ ἐς ἰσχίον. οἷσι δ᾿ ἂν αὐτέων ᾖ τοιάδε δυσουρέεται· τούτων δὲ πορείη αἰτίη καὶ κορυζέων καὶ βράγχων.
Οὐ τεταγμένως ἡρμήνευσε ταῦτα· προειπὼν γὰρ τὰ ἐκ πορείης ἀλγήματα, πλευρῶν, νώτου, ὀσφύος, ἰσχίων, ἔμφασιν ἐποίησεν ὡς μέλλων ἐρεῖν ὅπως τὰ τοιαῦτα θεραπεύηται· κᾄπειτα παρενθεὶς, πολλάκις γὰρ μεμάθηκε φοιτᾷν ἐκ κραιπαλέων καὶ βρωμάτων φυσωδέων, μετὰ ταῦτα ἐπήνεγκεν, ὅσα ἂν ᾖ τοιάδε δυσουρέεται. καὶ μετὰ τοῦτο πάλιν ἐφεξῆς ἔφη, τούτων δὲ πορείη αἰτίη καὶ κορυζέων καὶ βράγχων· ἀκέφαλον, ὡς ἂν εἴποι τις, ἐργασάμενος τὸν λόγον.
Ὁκόσα δὲ ἀπὸ διαιτημάτων, τὰ μὲν πολλὰ ἕκαστος, ὡς ἂν παρὰ τὸ ἔθος διαιτηθῇ, μάλιστα ἐπισημαίνει· καὶ γὰρ ὁκόσοι ἂν μὴ μεμαθηκότες ἀριστᾷν, ἢν ἀριστήσωσιν, ὄγκος πολὺς αὐτοῖσι τῆς γαστρὸς καὶ νυσταγμὸς καὶ πληθώρη· ἢν δὲ ἐπιδειπνήσωσι, κοιλίη ἐκταράσσεται. ξυμφέρει δὲ τουτέοισιν ἐκλουσαμένοισι καθεύδειν, κοιμηθέντας δὲ περιπατῆσαι βραδέως συχνὴν περίοδον· καὶ ἢν μὲν λαπαχθῇ,869δειπνῆσαι καὶ πιεῖν οἶνον ἐλάσσονα ἀκρητέστερον· ἢν δὲ μὴ λαπαχθῇ, ὑποχρίσασθαι τὸ σῶμα θερμῷ· κᾒν διψῇ, ὑδαρέα οἶνον λευκὸν ἢ γλυκὺν ἐπιπιόντα, ἀναπαύεσθαι· ἢν δὲ μὴ ἐγκοιμηθῇ, πλείω ἀναπαύεσθαι, τὰ δὲ ἄλλα ὁμοίως τοῖσιν ἐκ κραιπάλης διαιτάσθω. τὰ δὲ ἀπὸ πομάτων, ὁκόσα μὲν ὑδαρέα βραδυπορώτερά ἐστι καὶ ἐγκυκλέεται καὶ ἐπιπολάζει περὶ ὑποχόνδρια καὶ εἰς οὔρησιν οὐ κατατρέχει· τοιούτου δὲ πόματος πληρωθεὶς μηδὲν ἔργον ὀξέως διαπράξῃ, ὁκόσα τῷ σώματι ξυνταθέντι βίῃ ἢ τάχει πονέειν ξυμβαίνει· ὡς μάλιστα δὲ ἡσυχαζέτω, μέχρι καταπεφθήτω μετὰ τῶν σιτίων. ὁκόσα δὲ τῶν πομάτων ἀκρητέστερά ἐστιν ἢ αὐστηρότερα, παλμὸν ἐν τῷ σώματι καὶ σφυγμὸν ἐν τῇ κεφαλῇ ἐμποιέει· τούτοισι καλῶς ἔχει ἐπικοιμᾶσθαι καὶ θερμόν τι ῥοφέειν πρὸς ἅπερ μάλιστα ἥδιστα ἔχουσι· νηστείη δὲ πονηρὸν πρὸς τὴν κεφαλαλγίην καὶ κραιπάλην. ὁκόσοι δὲ μονοσιτέουσι,870κεῖνοι καὶ ἀδύνατοί εἰσιν καὶ οὐρέουσι θερμὸν παρὰ τὸ ἔθος κενεαγγέοντες· γίνεται δὲ καὶ στόμα ἁλικὸν καὶ πικρὸν καὶ τρέμουσιν ἐν παντὶ ἔργῳ καὶ κροτάφοις ἐπιξυντείνονται καὶ τὸ δεῖπνον οὐ δύνανται πέσσειν, ὅκωσπερ ἢν ἠριστηκότες ἔωσιν. τούτους δὲ χρὴ πίνειν ἔλασσον ἢ μεμαθήκασιν καὶ ὑγροτέρην μάζαν ἀντὶ ἄρτου· καὶ λαχάνων, λάπαθα ἢ μαλάχην ἢ πτισάνην καὶ σεῦτλα. πίνειν δὲ κατὰ τὸ σιτίον οἶνον ὁκόσον σύμμετρον καὶ ὑδαρέστερον· καὶ ἀπὸ δείπνου περιπατῆσαι ὀλίγον, ἕως οὖρα καταδράμῃ καὶ οὐρήσει. χρήσθω δὲ καὶ ἰχθύσιν ἑφθοῖσι· βρώματα δὲ μάλιστα ἐπισημαίνει.
Μεμνήμεθα δήπου τοῦτον ἅπαντα τὸν λόγον ἐπὶ τῷ γνησίῳ μέρει τοῦ συγγράμματος ἱκανῶς ἐξειργασμένον· ἐξ ἐκείνων οὖν δυνήσῃ ὡσαύτως εἰρημένα καὶ ταῦτα διαγνῶναί τε καὶ κρῖναι, ἐμοὶ δ᾿ οὐκ ἀναγκαῖον ἐν τοῖς τοιοῖσδε μηκύνειν. βρώματα δὲ μάλιστα ἐπισημαίνει. οὐκ ἐκ λόγου