In Hippocratis De victu acutorum

Galen

Galen, In Hippocratis De victu acutorum

Ὀδύνη δὲ πλευροῦ ἤν τε κατ᾿ ἀρχὰς γένηται ἤν τε ὕστερον, θερμάσμασι μὲν τὸ πρῶτον οὐκ ἀπὸ τρόπου ἐστὶ χρησάμενον πειρηθῆναι διαλῦσαι τὴν ὀδύνην.

Ὅπερ εἴρηταί μοι πολλάκις ἄμεινον ἀναμνῆσαι καὶ νῦν, ὡς ἡ μὲν ἐξήγησις ἐπὶ τῶν ἀσαφῶν γίγνεται λέξεων, οὐ μὴν

515
οἵ γε ἐξηγηταὶ τοῦτο μόνον ἐν τοῖς ὑπομνήμασι πράττουσιν, ἀλλὰ καὶ κατασκευάζουσι τὰ λεγόμενα διὰ τῶν συγγραμμάτων, εἰς ἃ τὰς ἐξηγήσεις ποιοῦνται. δι᾿ οὖν τοῦτο τὸ ἔθος ἀναγκάζομαι κᾀγὼ συναγορεύειν οἷς οὐκ ἀρέσκομαι, προσαποφαίνεσθαί τε τοῖς ἐξηγήσεως δεομένοις ὡς τὰ πολλὰ καὶ τὴν ἐμὴν γνώμην· οὐ μὴν τὰς ἀποδείξεις γράφω τῶν ἀληθῶν μοι δοξάντων εἶναι, κατὰ τὰ τοιαῦτα ὑπομνήματα, γέγραπται γὰρ ὑπὲρ τούτων ἰδίᾳ καθ᾿ ἕκαστον· ἀλλὰ τὰ κεφάλαια μόνα τῶν ἀποδεδειγμένων ἐν ἑτέραις πραγματείαις ἀναμιμνήσκω, καθάπερ καὶ νῦν ἐπὶ τῆς ὀδύνης ποιήσω. περὶ οὖν ὀδύνης γενέσεως εἴρηται μέν μοι κᾀν τῷ καθ᾿ Ἱπποκράτην στοιχείων περὶ τῶν, εἴρηται δὲ κᾀν ταῖς τῶν συμπτωμάτων αἰτίαις ὡς ἐν τοῖς αἰσθητικοῖς σώμασιν ἡ ὀδύνη γίγνεται μεταβολὴν ἀθρόαν εἰς τὸ παρὰ φύσιν λαμβάνουσι, καὶ ὡς ἔστιν ἡ μεταβολὴ διττὴ, ποτὲ μὲν ἀλλοιουμένων αὐτῶν ἀθρόως τε καὶ βιαίως κατὰ ποιότητα, ποτὲ δὲ τῆς συνεχείας λυομένης. ἀλλοιοῦται μὲν οὖν ἀθρόως κατὰ τὰς δραστικὰς
516
ποιότητας θερμαινόμενα καὶ ψυχόμενα καὶ ξηραινόμενα καὶ ὑγραινόμενα, διαφθείρεται δ᾿ αὐτῶν ἡ συνέχεια τεινομένων σφοδρῶς ἢ θλιβομένων. οὕτως οὖν καὶ τῆς πλευρᾶς ὀδύνη γίγνεται κατὰ τὰ πλευριτικὰ πάθη, περὶ ὧν ὁ λόγος ἦν αὐτῷ, τῆς ἐν τούτοις τοῖς χωρίοις φλεγμονῆς καὶ τῷ πλήθει τῆς παρὰ φύσιν θερμασίας ἀνιώσης τὰ μόρια κατὰ δυσκρασίαν καὶ τῇ πληρώσει δὲ τεινούσης τὰ φλεγμαίνοντα σώματα. πρώτης οὖν ἀξιοῖ βοηθείας εἰς τὴν τῆς ὀδύνης ἴασιν ἢ παρηγορίαν ἀποπειραθῆναι τῆς διὰ τῶν θερμασμάτων· ταῦτα γὰρ εἴωθεν ἀραιόν τε τὸ δέρμα πρὸς τὰς διαπνοὰς ἐργάζεσθαι καὶ τὸ κατὰ τὴν φλεγμονὴν αἷμα λεπτύνειν τε καὶ διαφορεῖν. εἰ μὲν οὖν ταῦτα πραχθείη, κενωθήσεταί τι τοῦ αἵματος ἧττόν τε διατεινόμενα τὰ πεπονθότα μόρια πρὸς τοῦ λοιποῦ πρᾳότερον ὀδυνήσεται· μὴ γιγνομένου δὲ ἐλάττονος τοῦ κατὰ τὴν φλεγμονὴν αἵματος ἢ καὶ πνεύματος ἀτμώδους ἐκ τῆς θερμασίας γεννηθέντος αὐξάνεσθαι συμβαίνει τὴν ὀδύνην. οὐ γίγνεται δὲ ἔλαττον τὸ αἷμα διὰ τὴν ἐν τῷ παντὶ σώματι περιουσίαν τῶν χυμῶν·
517
ἐπὶ γὰρ τὸ θερμαινόμενον μέρος ἕλκεται πλέον ἢ διαφορεῖται, φύσιν ἐχόντων τῶν θερμαινόντων ὥσπερ διαφορεῖν τὸ περιεχόμενον οἶς ἂν πλησιάζῃ μορίοις, οὕτως ἕλκειν τὸ περιττεῦον ἐκ τῶν γειτνιώντων. ὅταν οὖν τὰ θερμάσματα μὴ λύῃ τὴν ὀδύνην, προκενωτέον ἐστί σοι τὸ πᾶν σῶμα διὰ κενώσεως· ἀξιόλογος δὲ κένωσις ἐπὶ τῶν ὀξέως νοσούντων ἥ τε διὰ τῆς γαστρὸς καὶ ἡ διὰ τῆς φλεβοτομίας, ὧν τὴν ἑτέραν ἀξιοῖ παραλαμβάνειν ὁ Ἱπποκράτης, διδάσκων σκοποὺς τῆς μᾶλλον ὠφελῆσαι δυναμένης. τὸ μὲν οὖν κεφάλαιον τοῦ προκειμένου λόγου τοῦτό ἐστι, τῶν δὲ κατὰ μέρος αὐτῷ λεγομένων ὅσα μὴ σαφῆ τοῖς πολλοῖς ἐστι διὰ τῶν ἐφεξῆς δηγήσομαι· τοῖς πολλοῖς δὲ εἶπον, ἐπειδὴ τοῖς προγεγυμνασμένοις ἀκούειν λέξεως παλαιᾶς ὀλίγα παντάπασιν ἀσαφῆ γίνεται. ἀλλ᾿ οὐ στοχαζόμεθα τούτων μόνον ἐν τοῖς ὑπομνήμασι.

518
Θερμασμάτων δὲ κράτιστον μὲν ὕδωρ θερμὸν ἐν ἀσκῷ ἢ ἐν κύστει ἢ ἐν χαλκῷ ἀγγείῳ ἢ ἐν ὀστρακίνῳ.

Θερμάσματα δηλονότι καλεῖ τὰ θερμαίνοντα τὸ σῶμα καθ᾿ ὁντιναοῦν τρόπον· ἔστιν οὖν αὐτῶν ἔνια μὲν ὑγρὰ τελέως, ἔνια δὲ ξηρὰ, τινὰ δὲ ἔξ ἀμφοῖν μικτά· δακνώδη δὲ ἄλλα ἢ ἄδηκτα καί τινα τρίτα κᾀνταῦθα σύμμικτα. τὸ μὲν οὖν πρῶτον εἶδος αὐτῶν ὃ κατὰ τὴν ῥῆσιν ἔγραψεν ἄδηκτόν τέ ἐστι καὶ ὑγρὸν, τὸ δὲ δεύτερον μικτὸν ἔξ ἀμφοτέρων, ξηροῦ τε καὶ ὑγροῦ δακνώδους τε καὶ ἀδήκτου· τὸ δὲ τρίτον ξηρὸν μὲν, ἀλλ᾿ ἤτοι δακνῶδες ἢ ἄδηκτον· εἰ δὲ καὶ τὰς διαθέσεις αὐτὸς εἰρήκει τὰς ἑκάστου τῶν εἰρημένων δεομένας, τοσούτῳ βελτίων ἂν ἦν ὁ λόγος, ὅσῳ καὶ ὠφελιμώτερος τοῖς ἀναγινώσκουσιν· ἐπεὶ δ᾿ οὐκ εἶπεν, ἦν μὲν οὐδ᾿ ἡμῖν ἀναγκαῖον ἀλλοτρίαν διδασκαλίαν σαφηνίζουσιν, οὐκ ἰδίαν διερχομένοις. ἐπεὶ δ᾿ ἔμπαλιν τοῖς ἄλλοις ἐξηγηταῖς

519
ἔχει τοὐμὸν (ἐκεῖνοι μὲν γὰρ ἐπισπείρουσιν ταῖς ἐξηγήσεσι τὰ σοφιστικὰ ζητήματα, μηδὲν εἰς τὸ τέλος τῆς τέχνης ὠφελοῦντα τοὺς μανθάνοντας· ἐγὼ δ᾿ ἀεὶ πειρῶμαι τὰ χρησιμώτατα διεξέρχεσθαι) διὰ τοῦτο καὶ νῦν οὐκ ὀκνήσω προσθεῖναι τῇ τοῦ Ἱπποκράτους διδασκαλίᾳ τὰ παραλελειμμένα μὲν ὑπ᾿ αὐτοῦ, τῇ δ᾿ ὅλῃ γνώμῃ καὶ τοῖς δόγμασι καὶ τοῖς καθόλου παραγγέλμασιν ἑπόμενα. πυρία μὲν οὖν πᾶσα καθ᾿ ὅντινα λόγον ὀνίνησι πολλάκις ὀδύνας ἔμπροσθεν εἴρηται· λέλεκται δὲ καὶ περὶ τῶν οὐδὲν ὠφελουμένων ὑπὸ πυρίας ὀδυνῶν, εἰ μὴ προκενωθείη τὸ πᾶν σῶμα. κοινῶν δ᾿ ὄντων τούτων ἁπάσαις πυρίαις, αἱ μὲν ὑγραὶ φλεγμοναῖς ἁρμόζουσιν ὑπὸ χολωδεστέρων ὑγρῶν γεγονυίαις, αἱ δὲ ξηραὶ ταῖς ὑπὸ λεπτοῦ καὶ ὑδατώδους αἵματος· ἀεὶ γὰρ χρὴ μεμνῆσθαι τοῦ τὰ ἐναντία τῶν ἐναντίων ἰάματα εἶναι. κατὰ τοῦτον οὖν τὸν σκοπὸν αἱ μὲν ἄδηκτοι πυρίαι τοῖς δακνώδεσιν ἁρμόττουσι χυμοῖς, αἱ δὲ δακνώδεις, ἐπειδὴ λεπτύνουσι, τοῖς παχέσι καὶ γλίσχροις· ὥστε καὶ σὺ πειρῶ στοχάζεσθαι τίς
520
ἐστιν ὁ κατὰ τὸ φλεγμαῖνον μέρος ἐπικρατῶν χυμὸς ἐξ ὧν εἶπον ὁρμώμενος ἡλικίας τε τοῦ κάμνοντος καὶ φυσικῆς κράσεως ὥρας τε καὶ χώρας καὶ τοῦ προηγουμένου βίου. φαινομένης δέ σοι τῆς φλεγμονῆς κᾀκ τῶν συμβεβηκότων αὐτῇ κατά τε χροιὰν καὶ μέγεθος ἀντιτυπίαν τε καὶ μαλακότητα, πλευρῖτιν δὲ καὶ περιπνευμονίαν θεραπεύων, κᾀκ τῶν ἀναπτυομένων, στοχαστικῆς δὲ οὔσης, οὐκ ἐπιστημονικῆς οὐδὲ βεβαίας, τῆς εἰρημένης ἁπάσης διαγνώσεως, καὶ μάλισθ᾿ ὅταν ἐν τῷ βάθει τοῦ σώματος ᾖ τὸ τὴν ὀδύνην ἔχον μόριον, ἄρξαι μὲν ἀπὸ τῶν δοξάντων σοι μᾶλλον ἑτέρων ὠφελήσειν, ἐὰν δὲ μηδὲν ἀνύσῃ, κᾀπὶ τἄλλα μετάβαινε, μὴ παυσαμένης δὲ τῆς ὀδύνης ἐπὶ τὴν τοῦ παντὸς σώματος ἀφικνοῦ κένωσιν. φαίνεται τοιγαροῦν ὁ Ἱπποκράτης ἀπὸ τῆς ἀκινδυνοτάτης ἀρξάμενος πυρίας, ἥτις ἐστὶν ἀδηκτοτάτη τε καὶ ὑγρά· κᾂν γὰρ ὠφελήσῃ μηδὲν, ἀλλ᾿ οὐ βλάψει γε μεγάλως· αἱ δὲ δι᾿ ὄξους ἢ ὀρόβων ἢ ἁλῶν, ἐὰν μὴ τύχωσιν ἐπιτηδείας
521
διαθέσεως, οὐ μόνον οὐδὲν ὠφελοῦσιν, ἀλλὰ καὶ μεγάλως παροξύνουσι δραστήριον ἔχουσαι δύναμιν.

Προϋποτιθέναι δὲ χρὴ μαλθακόν τι πρὸς τὴν πλευρὴν προσηνείης ἕνεκεν.

Ἐπειδὴ τὸ ὕδωρ ἐν ἀσκῷ ἢ κύστει ἢ ἀγγείῳ χαλκῷ ἢ ὀστρακίνῳ προσφέρειν ἠξίωσε ταῖς πλευραῖς, ὅπως ἄθλιπτός τε ᾖ καὶ τελέως ἄλυπος ἡ τῶν προσφερομένων ὁμιλία, μαλακόν τι προϋποτιθέναι κελεύει κατὰ τῶν πλευρῶν ἐπιβάλλοντας. ἔριον δ᾿ ἂν εἴη τοῦτο τὸ μαλακὸν ἢ τὸ πολύπτυχον ἱμάτιον ἢ καί τι τῶν ἁπαλῶν ὑπαρχόντων. μικρὸν γοῦν ἐφεξῆς τῆς διὰ τοῦ σπόγγου πυριάσεως μνημονεύων οὐδὲν ἀξιοῖ προϋποτιθέναι.

Ἀγαθὸν δὲ καὶ σπόγγος μαλθακὸς μέγας, ἐξ ὕδατος θερμοῦ
522
ἐκπεπιεσμένος προστίθεσθαι. περιστέγειν δὲ ἱματίῳ τὴν θάλψιν χρή· πλείω τε γὰρ χρόνον ἂν διαρκέσει καὶ παραμενεῖ, καὶ ἅμα ὡς μὴ ἡ ἀτμὶς πρὸς τὸ πνεῦμα τοῦ κάμνοντος φέρηται, ἢν μὴ ἄρα δοκέῃ καὶ τοῦτο χρήσιμον πρός τι εἷναι· ἔστι γὰρ ὅτε δεῖ πρός τι.

Τὰ μὲν ἄλλα τῆς ῥήσεως δῆλα, περὶ δὲ τῆς ἀτμίδος εἰπεῖν χρὴ, πολὺ τὸ ἀσῶδες καὶ ἀνιαρὸν ἐχούσης, παροξυνούσης τε τὴν δύσπνοιαν αὐξήσει τῆς θερμασίας καὶ τὴν κατὰ τὸν πνεύμονα στενοχωρίαν, ἣν ἐκ τῆς ὑγρᾶς ἀτμίδος πληρούμενος ἴσχει. μόναις οὖν ταῖς ξηραῖς καὶ ἀπτύστοις πλευρίτισιν ἐπιτήδειός ἐστιν ἡ τῆς ἀτμίδος εἰσπνοὴ πλέον ἔχουσα τοῦ βλαβεροῦ τὸ ὠφέλιμον. ἐνταῦθα μὲν οὖν ἐπιγέγραπται τὸ πρῶτον εἶδος τῆς πυριάσεως, ἐφεξῆς δὲ ἐπὶ τὸ δεύτερον μεταβαίνων ἐρεῖ·

Ἔτι δὲ καὶ κριθαὶ ἢ καὶ ὄροβοι ἐν ὄξει κεκραμένῳ σμικρῷ
523
ὀξύτερον ἢ ὡς ἂν πίῃ τις διέντα καὶ ἀναζέσαντα εἰς μαρσύππιά τε ἀποῤῥάψαντα προστιθέναι καὶ πίτυρα τὸν αὐτὸν τρόπον.

Καὶ κριθὰς καὶ ὀρόβους οὐχ ὁλόκληρα τὰ σπέρματα κελεύει δι᾿ ὄξους καὶ ὕδατος ἑψεῖν, ἀλλὰ κόψαντας πρότερον· δῆλον δὲ κᾀκ τοῦ λέγειν διέντα, καὶ ἄλλως δ᾿ ἄν τις ἔξ αὐτοῦ τοῦ πράγματος διδαχθείη τοῦτο βούλεσθαι τὸν Ἱπποκράτην. καὶ γὰρ οὖν προσηνέστερον οὕτως ἔσται τὸ πυρίαμα καὶ δραστικώτερον· ἀμέλει καὶ πίτυρα κατὰ τὸν αὐτὸν δὴ τρόπον σκευάζειν κελεύει. δραστικωτέρα δὲ τῆς πρόσθεν ἡ τοιαύτη πυρία τῇ τοῦ ὄξους γίνεται δυνάμει· εἰ δὲ δι᾿ ὀρόβων σκευάζοιτο, καὶ οὗτοι συντελοῦσιν οὐ σμικρὸν, ἱκανὴ γὰρ ἡ δύναμις αὐτῶν τέμνειν καὶ κατεργάζεσθαι καὶ διαφορῆσαι πάχος χυμῶν. διὸ καὶ παραληπτέον τὰς τοιαύτας πυρίας, ἐφ᾿ ὧν ὑπονοοῦμεν παχεῖς ἢ γλίσχρους χυμοὺς ἠθροῖσθαι κατὰ τὸ φλεγμαῖνον μόριον· ἔσται δέ σοι δῆλον τοῦτο ἔκ τε τῆς προηγησαμένης διαίτης, εἰ τοιούτων

524
χυμῶν εἴη γεννητικὴ, κᾀκ τῆς τοῦ κάμνοντος κράσεως ὥρας τε καὶ χώρας καὶ ἡλικίας, ἔτι δὲ κᾀκ τοῦ τὰς πρᾳείας πυρίας, ὧν πρῶτον ἐμνημόνευσε, μηδὲν ἠνυκέναι. διορισαμένῳ γάρ σοι περὶ τοῦ κατὰ πᾶν τὸ σῶμα πλήθους, ὅταν μὴ φαίνηται μὲν τὰ τούτου γνωρίσματα, τὰ δὲ ἐπιεικῆ θερμάσματα μηδὲν ἀνύει, πάχος ἐστὶ χυμῶν εἰς ἀτμοὺς καὶ πνεῦμα φυσῶδες λυόμενον, ὃ διέξοδον οὐκ ἔχον ἀνιᾷ. καὶ τοῦτ᾿ οὖν αὐτὸ καὶ τοὺς γεννῶντας αὐτὸ χυμοὺς αἱ εἰρημέναι πυρίαι διαλύουσι καὶ μάλιστα ἡ διὰ τῶν ὀρόβων. ἀλλὰ καὶ περὶ τῆς ἐμμέτρου κράσεως τοῦ ὄξους πρὸς τὸ ὕδωρ ἐμνημόνευσε σαφέστατά τε ἅμα καὶ κάλλιστα διελθὼν τὸν λόγον· οὕτω γὰρ αὐτὸ κεκρᾶσθαί φησι δεῖν, ὡς εἶναι μικρῷ ὀξύτερον ἢ ὡς ἂν πίῃ τις, ὅπως ἀποχωρήσῃ μὲν τοῦ δριμυτέρου διὰ τὸ δακνῶδες, ἀποστῇ δὲ καὶ τοῦ ὑδατωδεστέρου διὰ τὸ ἄπρακτον. ὅσον μὲν οὖν ἐπὶ τῷ τομῆς δεῖσθαι καὶ διαφορήσεως τοὺς παχυτέρους τε καὶ γλισχροτέρους χυμοὺς, ἐπιτηδειότερον ἂν εἴη τοῦ ὑδατώδους ὀξυκράτου τὸ δριμύτερον· ἐπεὶ δὲ οὐκ ἀνέξεται τὰ φλεγμαίνοντα τῶν τοιούτων φαρμάκων,
525
διὰ τοῦτο μέσην ἀμφοτέρων τῶν ὑπερβολῶν τὴν κρᾶσιν αὐτοῦ πεποίηται. τοῦτό σοι καὶ τὸ δεύτερον εἶδος τῶν πυριάσεων ἐστιν, ὧν ἐξ ἀρχῆς διείλομεν τριχῶς.

Ξηρῶν δὲ θερμασμάτων ἅλες, κέγχροι πεφρυγμένοι ἐν ἐρινέοισι μαρσυππίοισιν ἐπιτηδειότατοι· καὶ γὰρ κοῦφον καὶ προσηνὲς ἡ κέγχρος.

Ἐπὶ τὸ τρίτον εἶδος τῶν πυριάσεων, ὧν ἐξ ἀρχῆς διείλομεν μετέβη, ἁλῶν καὶ κέγχρων μνημονεύσας. ἔστι δὲ ἀμφοτέρων κοινὸν μὲν ἡ ξηρότης, ἴδιον δὲ τῶν μὲν ἁλῶν τὸ δακνῶδες, τῶν δὲ κέγχρων τὸ ἄδηκτον.

Μάλθαξις δὲ λύει ἡ τοιήδε καὶ τὰς πρὸς κληῖδα περαιούσας ἀλγηδόνας.
526

Ἐκ τοῦ προσθεῖναι τὸν καὶ σύνδεσμον ἐδήλωσεν ὅτι καὶ τὰς ἄλλας ὀδύνας λύει, τουτέστι τὰς πρὸς ὑποχόνδριον περαιούσας.

Τομὴ μέντοι γε οὐχ ὁμοίως λύει ὀδύνην, ἢν μὴ πρὸς τὴν κληῖδα περαίνοιτο ἡ ὀδύνη.

Τομὴν λέγει δηλονότι τὴν τῆς φλεβὸς, ἣν οὐχ ὁμοίως εἰπὼν λύειν συνεχώρησε καὶ αὐτὴν ὠφελεῖν. ἐπὶ πλέον δὲ περὶ τούτου τοῦ βοηθήματος ἐν τοῖς ἐφεξῆς γράφει.

Ἢν δὲ μὴ λύηται πρὸς τὰ θερμάσματα ὁ πόνος, οὐ χρὴ πολὺν χρόνον ἐκθερμαίνειν· ξηραντικὸν γὰρ τοῦ πνεύμονος τοῦτο καὶ ἐμπυητικόν.

Ποικίλα θερμάσματα διελθὼν, τὰ μὲν ὑγρὰ, τὰ δὲ ξηρὰ,

527
τὰ δὲ ἄδηκτα, τὰ δὲ δακνώδη, μετὰ τὴν ἐπ᾿ ἐκείνων ἀπόπειραν ἐὰν ὁ πόνος μὴ ὠφελῆται, κενώσει χρῆται παντὸς τοῦ σώματος ἀφιστάμενος τῶν θερμασμάτων, ὡς καὶ τὸν πνεύμονα ξηραινόντων καὶ τὸ καλούμενον ἐμπύημα ποιούντων. γίνεται γὰρ τοῦτο τῆς κατὰ τὴν πλευρὰν φλεγμονῆς μὴ διαφορηθείσης, ἀλλ᾿ εἰς πῦον μεταβαλλούσης, εἶτα τούτου συῤῥέοντος εἰς τὴν μεταξὺ θώρακός τε καὶ πνεύμονος χώραν.

Ἀλλ᾿ ἢν μὲν σημαίνῃ ὀδύνη ἐς τὴν κληῖδα ἢ ἐς τὸν βραχίονα βάρος ἢ περὶ μαζὸν ἢ ὑπὲρ τῶν φρενῶν, τάμνειν ἀρήγει τὴν ἐν τῷ ἀγκῶνι φλέβα τὴν εἴσω καὶ μὴ ὀκνεῖν συχνὸν ἀφαιρέειν τὸ αἷμα, ἕως ἂν ἐρυθρότερον πολλῷ ῥυῇ ἢ ἀντὶ καθαροῦ τε καὶ ἐρυθροῦ πελιδνόν· ἀμφοτεροῖα γὰρ γίγνεται.

Κατὰ τὴν ῥοπὴν τῶν ἐργαζομένων χυμῶν τὴν φλεγμονὴν ποιεῖται τὰς κενώσεις· τὸ γὰρ ἀκτέα ᾗ ῥέπει τῶν συμφερόντων

528
χωρίων ἀληθέστατον. συμβαίνει δὲ ἐνίοτε τοῦτο κατὰ τὴν διαφορὰν τῶν μερῶν τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος. τὰ μὲν γὰρ ἀνωτέρω μέρη τοῦδε φλεγμαίνοντα πρὸς τὴν κλεῖν καὶ τὸν βραχίονα καὶ τὸν μασθὸν ἐκτείνει τὴν συμπάθειαν, τὰ δὲ κάτω πρὸς τὰς φρένας τε καὶ τὸ ὑποχόνδριον. ἄνω μὲν οὖν τῆς συμπαθείας διασημαινούσης φλέβα χρὴ τέμνειν ἐν ἀγκῶνι, τὴν μᾶλλόν τε καὶ θᾶττον ἀπὸ τοῦ πεπονθότος μορίου δυναμένην ἀντισπάσαι τε καὶ κενῶσαι τὸ αἷμα· κάτω δὲ διὰ καθάρσεως τὴν κένωσιν ποιεῖσθαι προσήκει. εὖ δὲ εἶπε βάρος γίγνεσθαι περὶ τὸν βραχίονα καὶ οὐ πόνον· τοῦ μὲν γὰρ ἐνταῦθα μᾶλλον ἠθροῖσθαι τὸ αἷμα καὶ ῥέπειν σημεῖόν ἐστι τὸ βάρος ἐπὶ πλήθει γιγνόμενον· αἱ δὲ τάσεις καὶ κατὰ συμπάθειαν μόνην εἰώθασι γίγνεσθαι, τῶν συνεχῶν τοῖς φλεγμαίνουσι τεινομένων ἄνευ τοῦ πλεονάζειν ἐν αὐτοῖς τὸ αἷμα· διὰ τοῦτο οὖν αὐτὸ κενοῦν κελεύει τὸ πλεονάζον αἷμα τέμνοντα φλέβα τὴν ἔνδον. εἰσὶ γὰρ ἔνδον ἐν τῇ
529
κατ᾿ ἀγκῶνα διαρθρώσει πλείους φλέβες, ἃς τέμνειν εἰώθαμεν· εἴρηται δὲ περὶ αὐτῶν αὐτάρκως κατά τε τὸ τρίτον γράμμα τῶν ἀνατομικῶν ἐγχειρήσεων κᾀν τῇ τῶν φλεβῶν τε καὶ ἀρτηριῶν ἀνατομῇ καθ᾿ ἓν ἄλλο βιβλίον ἰδίᾳ γεγραμμένον· ἐπὶ κεφαλαίων δὲ καὶ νῦν ἀναγκαῖον εἰπεῖν, ἀπ᾿ ἀρχῆς ἀγαγόντας τὸν λόγον. ἡ κοίλη φλέψ ἐκ τῶν κυρτῶν τοῦ ἥπατος ἐπὶ τὸ δεξιὸν οὖς τῆς καρδίας ἀναφέρουσα τὸ αἷμα διανέμει μέν τι καὶ τοῖς μεταξὺ μορίοις ὀλίγον, αὐτῇ δὲ τῇ καρδίᾳ δίδωσι τὸ πλεῖστον· ἔπειτα ἐντεῦθεν ὡς ἐξ ἀρχῆς ὥρμητο κατ᾿ εὐθὺ φερομένη πρὸς τὸν τράχηλον, εἰς ὀρθίας σχίζεται κατὰ τὸ τοῦ θώρακος μέρος δύο φλέβας μεγάλας, ἃς ὀνομάζουσι σφαγίτιδας· ἀποφύσεις δὲ αὐτῆς, πρὶν ἐπὶ τὴν καρδίαν ἀφικέσθαι, μεγάλων μὲν φλεβῶν εἰς τὸ διάφραγμα, σμικρῶν δὲ εἰς τὸ τοῦ θώρακος αὐτοῦ κάτω μέρος τῶν ὀκτὼ πλευρῶν, ὅ ὑπὸ μιᾶς ἀζύγου τρέφεται φλεβὸς, ἐπὶ μὲν ἐνίων ζώων ἀνωτέρω τῆς καρδίας ἀποφυομένης, ἐπ᾿ ἐνίων δ᾿ ὥσπερ καὶ ἐπ᾿ ἀνθρώπων, καθ᾿ ὃ μέρος ἤδη
530
ψαύει τοῦ τῆς καρδίας ὠτὸς ἡ κοίλη φλέψ. ἐντεῦθεν γὰρ ἀποφυομένη ταπεινοτέρα φέρεται διὰ τῆς καρδίας ἐπὶ τὴν ῥάχιν κατακαμπτομένη. αὕτη μὲν οὖν ἡ φλὲψ εἰς τὰ κάτω μέρη τοῦ θώρακος μερίζεται ταῖς ὀκτὼ πλευραῖς ἑκατέρωθεν ἄχρι τοῦ διαφράγματος· αἱ δ᾿ ὑπόλοιποι τοῦ θώρακος ὑψηλαὶ πλευραὶ τέσσαρες ὑπὸ συζυγίας ἄλλης τρέφονται φλεβῶν, ἀποφυομένων τῆς κοίλης πρὶν εἰς τὰς σφαγίτιδας σχισθῆναι. τούτων οὖν τῶν δύο φλεβῶν ἀκολούθως ἐφεξῆς εἰσιν αἱ εἰς τὰς χεῖρας ἀφικνούμεναι διὰ τῶν μασχαλῶν· αἱ δ᾿ ὠμιαῖαι καλούμεναι μετὰ τὸ σχισθῆναι εἰς τὰς σφαγίτιδας τὴν κοίλην ἀφ᾿ ἑκατέρας μία πεφύκασιν ἐκτὸς ἤδη τοῦ θώρακος, ἔχουσι δὲ τὰς ῥίζας κοινὰς ταῖς ἐπιπολαίοις σφαγίτισιν. ἀπὸ μὲν οὖν τῶν ἐπιπολῆς σφαγιτίδων τὰ ἐπιπολῆς σχεδὸν ἅπαντα μόρια τὰ κατὰ τὸν τράχηλον καὶ τὴν κεφαλὴν τρέφεται, καθάπερ γε καὶ τὰ διὰ βάθους ἀπὸ τῶν διὰ βάθους σφαγιτίδων πάντα. τὰ δὲ κατὰ τὰς ὠμοπλάτας τε καὶ τὸν ἐν τῷ τραχήλῳ νωτιαῖον ἐκ τῶν κάτω μερῶν τῆς εἰρημένης ῥίζης κοινῆς ἔχει τὰς φλέβας ἀνερχομένας ἐπ᾿ αὐτά· λέγω δὲ κοινὴν ῥίζαν ἢν ἀρτίως εἶπον εἶναι
531
ταῖς τε ἐπιπολαίοις σφαγίτισι καὶ ταῖς ὠμιαίαις. εἰκότως οὖν ἡ μὲν ὠμιαία τὰ τῶν κλειδῶν ἄνωθεν μέρη κενοῖ θᾶττόν τε καὶ μᾶλλον, ὅσα κατὰ τράχηλόν τέ ἐστι καὶ κεφαλήν· ἡ δὲ διὰ τῆς μασχάλης τὰ κατὰ τὸν θώρακα καὶ τούτων αὐτῶν μᾶλλον τὰ ὑψηλὰ καὶ μάλιστα ἐπὶ τῶν ἀνθρώπων· ἐπειδὴ τὰ ταπεινὰ πάντα μία φλὲψ ἑτέρα τρέφει κατωτέρω τῆς καρδίας ἀποφυομένη τῆς κοίλης φλεβός. ταύτης δὲ τῆς τὰ ταπεινὰ τοῦ θώρακος τρεφούσης παρὰ τὰς ῥίζας τῶν πλευρῶν κατάντους φερομένης ἐκ τῶν ἀριστερῶν μερῶν ἄχρι τοῦ διαφράγματος, αἱ καθ᾿ ἕκαστον μεσοπλεύριον, ἀριστερόν τε καὶ δεξιὸν, ἀπονεμήσεις γίγνονται· καὶ μέντοι καὶ τὸ λείψανον αὐτῆς διεκπίπτει πρὸς τὸ διάφραγμα τοῖς πρώτοις μετ᾿ αὐτὸ διανεμόμενον σώμασιν. αἱ δὲ διὰ τῶν μασχαλῶν ἐπὶ τὰς χεῖρας φερόμεναι τὰς ῥίζας ἔχουσιν ἐγγυτάτω ταῖς τρεφούσαις φλεψὶ τὰς ὑψηλὰς τοῦ θώρακος τέτταρας πλευρὰς, οὐκ ὀλίγῳ μείζους οὖσαι τῶν κατὰ τὸν ὦμον εἰς τὰς χεῖρας ἡκουσῶν. ἐπιβαίνουσι δὲ κατὰ τὴν ἔνδον χώραν ἑκατέρου βραχίονος, φέρονται δὲ δι᾿ αὐτῶν κατάντεις,
532
ἀπονεμήσεις μεγάλας διδοῦσαι τοῖς ἐνταῦθα μυσίν. ἐπειδὰν δὲ πλησίον ἑκατέρα γένηται τῆς κατ᾿ ἀγκῶνα διαρθρώσεως, ἀποφύει τὰς ἔνδον τοῦ βραχίονος φλέβας παρὰ τὸν ἐνταῦθα κόνδυλον αὐτοῦ τοῦ πήχεος ὀστοῦ· τῷ δ᾿ ἄλλῳ παντὶ δίχα σχισθέντι φέρεται διὰ τῆς κατ᾿ ἀγκῶνα καμπῆς, ἐπιπολῆς μὲν ἐργαζομένη τὴν τεμνομένην ἐνταῦθα φλέβα, διὰ βάθους δὲ πολλοῦ τὴν κατασχιζομένην τῇ ἀρτηρίᾳ. τέμνεται δὲ καὶ ἄλλη φλὲψ ἡ ἐν ἀγκῶνι λοξὴ, καθάπερ ἤδη καθ᾿ ἑκατέραν χεῖρα μία, τῆς ὠμιαίας οὐ σμικρὸν μόριον· διεξελθοῦσα γὰρ αὕτη κατὰ τὸν βραχίονα προφανὴς ὑπὸ τῷ δέρματι σχίζεται καὶ αὕτη κατὰ τὴν ἐν ἀγκῶνι διάρθρωσιν, ἐν τοῖς ὑψηλοτάτοις μέρεσιν αὐτῆς, ἐσχηματισμένης δηλονότι τῆς χειρὸς, ὡς Ἱπποκράτης ἐδίδαξεν ἐν τῷ περὶ ἀγμῶν. ὅσον μὲν οὖν μετὰ τὴν σχίσιν αὐτῆς ὑψηλὸν μέρος ἐπὶ τὰ τοῦ πήχεος ἐκτὸς φέρεται, τοῦτο παρὰ τὴν σχίσιν αὐτὴν τέμνεται, κατ᾿ εὐθὺ μάλιστα κείμενον τῇ πρώτῃ ῥίζῃ τῆς φλεβὸς, διὸ καὶ τάχιστα κενοῖ τὰ τῶν κλειδῶν ὑψηλότερα χωρία· τὸ δ᾿ εἰς τὴν καμπὴν φερόμενον λοξὸν ἧττον μὲν
533
τοῦδε, μᾶλλον δὲ τῶν ἄλλων κενοῖ ταῦτα, τὸ δὲ ἀπὸ τῆς ἔνδον τῆς μεγάλης φερόμενον καὶ αὐτὸ λοξὸν, ἥκιστα μὲν τὰ προειρημένα κενοῖ μόρια, μάλιστα δὲ τὰ τοῦ θώρακος ἄνω, διὰ τὰς ῥίζας καὶ τῆς διὰ τῆς μασχάλης πρὸς τὴν χεῖρα φερομένης καὶ τῆς τὰ τοῦ θώρακος ἄνω τρεφούσης ἐγγυτάτω ὑπαρχούσας. ταύτην οὖν ἀξιοῖ τέμνειν πρὶν εἰς ταὐτὸν ἀφικέσθαι καὶ συμφῦναι τῇ τῆς ὠμιαίας ἀπεσχισμένῃ. μὴ φαινομένης δ᾿ ἐνίοτε ταύτης, ἀντ᾿ αὐτῆς τέμνομέν τινα τῶν ἔνδον, ἃς ἐπὶ τὸ τοῦ πήχεος ὀστοῦν κατ᾿ ἴξιν καταφέρεσθαι μεμαθήκαμεν· μὴ φαινομένων δὲ μηδὲ τούτων ἐπὶ τὴν γιγνομένην ἐκ τῆς συμφύσεως τῶν εἰρημένων δύο φλεβῶν τῶν λοξῶν ἀφικνούμεθα· δυναμένης δέ ποτε καὶ ταύτης μὴ φαίνεσθαι, τῆς δ᾿ ὠμιαίας φαινομένης καὶ ἐκείνην τέμνε, γινώσκων τὰς κενώσεις ὅθεν ἂν γένωνται ἀναδιδομένας μὲν εἰς τὸ σῶμα τῶν ζώων ὅλον οὐ, μὴν οὔτε ταχέως οὔθ᾿ ὁμοίως ἐξ ἁπάσης φλεβός· ἡμεῖς δὲ καὶ ταχέως καὶ μᾶλλον τῶν ἄλλων μορίων κενῶσαι σπεύδομεν τὸ φλεγμαῖνον καὶ μάλιστ᾿ ἐπὶ τῶν ὀξέων νοσημάτων· ὅπερ ἡ ἔσω φλέψ ἡ ἐν
534
ἀγκῶνι ποιεῖ, καὶ πολὺ μᾶλλον, ὅταν τὴν ῥοπὴν ἄνω τὸ πλεονάζον αἷμα φαίνηται ποιούμενον ἢ καὶ τὰ τοῦ θώρακός ἐστιν ὑψηλὰ πεπονθότα· τηνικαῦτα γάρ τοι τὸ βάρος μᾶλλον ἐν βραχίονι γίγνεται καὶ κατὰ τὸν μαστόν. αἱ δ᾿ ἐν τοῖς κάτω μέρεσι τοῦ θώρακος φλεγμοναὶ, πλησίον οὖσαι τοῦ διαφράγματος, εἰς ὑποχόνδριον εἰκότως διαπέμπουσι τὰς ὀδύνας· οὔκουν αὐτὰς ὀνίνησι μεγάλως ἡ ἀπ᾿ ἀγκῶνος κένωσις ἐν τῷ μεταξὺ τῆς καρδίας κειμένης· ἤκουσας γὰρ ἄρτι τὴν τὰ κάτω τοῦ θώρακος τρέφουσαν φλέβα κατωτέρω τῆς καρδίας ἀποφύεσθαι. ταῦτα μὲν εἴρηταί μοι περὶ τοῦ καλῶς ὑπ᾿ αὐτοῦ γεγράφθαι τέμνειν τὴν φλέβα τὴν ἐν ἀγκῶνι, τὴν εἴσω· τῆς δὲ κενώσεως τοῦ αἵματος ὅρον αὐτοῦ θεμένου τὴν μεταβολὴν τῆς χροιᾶς, ἐφεξῆς ἂν εἴη καὶ περὶ τοῦδε ῥητέον. ὅσον μὲν οὖν ἐν τῇ φλεγμονῇ αἷμά ἐστι, τοῦτο διὰ τὸ πλῆθος τῆς θερμασίας ὑπαλλάττεται τῇ χροιᾷ, τὸ δ᾿ ἄλλο παραπλήσιον ἐν ἅπασι τοῖς μορίοις διαμένει· ὥστε τοῦ μὲν ἐν ὅλῳ τῷ σώματι φλεγματικωτέρου τυγχάνοντος, ἐρυθρότερον
535
ἔσται τὸ κατὰ τὴν φλεγμαίνουσαν πλευράν· ἐκείνου δ᾿ ὄντος ἐρυθροῦ κατοπτώμενον τοῦτο πρὸς τὸ μέλαν ἐκτραπήσεται· τῆς δ᾿ εἰς τὸ μέλαν ἐξ ἐρυθροῦ μεταβολῆς ἐν τῷ μεταξὺ τὸ πελιδνόν ἐστι. σημεῖον οὖν ἱκανόν ἐστι τῆς ἐκ τοῦ φλεγμαίνοντος μέρους μεταλήψεως τοῦ αἵματος ἡ τῆς χροιᾶς ὑπαλλαγή. τὸ μὲν οὖν οἰκεῖον τῷ πάθει μέτρον τῆς κενώσεως εἴρηται· τῆς δυνάμεως δέ ποτε κωλυούσης ἄχρι τοσούτου κενοῦν, εἰδέναι μὲν χρὴ τὴν ὠφέλειαν ἥττονα ἐσομένην τῷ φλεγμαίνοντι μορίῳ, μᾶλλον δὲ ἀπέχεσθαι προσήκει τοῦ καταλῦσαι τὴν· δύναμιν ἢ κενῶσαι τὸ πλεονάζον αἷμα.

Ἢν δὲ ὑπὸ τὰς φρένας ᾖ τὸ ἄλγημα, ἐς δὲ τὴν κληῖδα μὴ σημαίνῃ, μαλθάσσειν χρὴ τὴν κοιλίην ἢ μέλανι ἐλλεβόρῳ ἢ πεπλίῳ· μέλανι μὲν δαῦκον ἢ σέσελι ἢ κύμινον ἢ ἄνισον ἢ ἄλλο τι τῶν εὐωδέων μίσγοντα, πεπλίῳ δὲ ὀπὸν σιλφίου· ἀτὰρ καὶ μισγόμενα ἀλλήλοισιν ὁμοιότροπα ταῦτά
536
ἐστιν. ἄγει δὲ μέλας μὲν καλλίω καὶ κρισιμώτερα πεπλίου, πέπλιον δὲ μέλανος μᾶλλον φυσέων καταῤῥηκτικώτερόν ἐστιν. ἄμφω δὲ ταῦτα ὀδύνην παύει· παύει δὲ καὶ ἄλλα πολλὰ τῶν ὑπηλάτων, κράτιστα δὲ ταῦτα ὧν ἐγὼ οἶδά ἐστιν. ἐπεὶ καὶ τὰ ἐν τοῖσι ῥοφήμασι διδόμενα ὑπήλατα ἀρήγει, ὁκόσα μὴ ἄγαν ἐστὶν ἀηδέα λύειν διὰ πικρότητα, ἢ δι᾿ ἄλλην τινὰ ἀηδίην ἢ διὰ πλῆθος ἢ χροιὴν ἢ ὑπεροψίην τινά.

Ὅτι τὰ καθαρτικὰ φάρμακα διὰ τῆς πείρας εὑρίσκεται τίνα τε καθαίρει χυμὸν καὶ εἰ ὅλως καθαίρει, μεμάθηκας ἐν τοῖς περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως· ὅτι μέντοι χρεία καθάρσεως ἐστιν, εἰ ῥέπουσιν οἱ πλεονάζοντες χυμοὶ κάτω καὶ τῷ λόγῳ μὲν ἐπενοήθη, τὴν μαρτυρίαν δὲ καὶ βεβαίωσιν ἐκ τῆς πείρας ἔσχεν. αὐτὸς οὖν ὁ Ἱπποκράτης ἐδίδαξέ σε τὰς δυνάμεις ὧν δίδωσι φαρμάκων ἐν τοῖς τοιούτοις πάθεσι, τὸν μέλανα ἐλλέβορον ἐκκενοῦν εἰπὼν κρισιμώτερα,

537
τὸ δὲ πέπλιον φυσῶν εἶναι καταῤῥηκτικώτερον. εἴη δ᾿ ἂν αὐτῷ κρισιμώτερα λεγόμενα τὰ μᾶλλον κρίσιν ποιοῦντα τοῦ νοσήματος, ὅπερ ἐστὶ δυνάμει ταὐτὸν τῷ ὠφελιμώτερα. ἁπάντων δὲ τῶν καθαιρόντων φαρμάκων κακούντων τὴν γαστέρα καὶ μάλιστα ταύτης τὸ στόμα, διότι νευρωδέστατόν τε καὶ αἰσθητικώτατόν ἐστιν, ἡ μίξις ἐπενοήθη τῶν εὐωδῶν, ὅπως μὴ μόνη μηδ᾿ ἀκραιφνὴς ἡ δύναμις τῶν καθαιρόντων φαρμάκων ἅπτηται τοῦ στόματος τῆς γαστρός. μιγνύμενα δ᾿ ἀλλήλοις τὸ πέπλιον καὶ τὸ ἐλλέβορον ὁμοιότροπά φησιν εἶναι, τουτέστιν ὁμολογεῖν ταῖς δυνάμεσι καὶ κατὰ μηδὲν στασιάζειν. ἡ γάρ τοι στάσις ἐν ταῖς μίξεσι τῶν καθαιρόντων γίνεται φαρμάκων, οὐχ ὅταν αὐτῶν τὸ μὲν χολῆς, εἰ τύχῃ, τὸ δὲ φλέγματος ᾖ κενωτικὸν (ἀμφότερα γὰρ ἐκκενοῦσθαι δύναται κατὰ τὸν αὐτὸν χρόνον) ἀλλ᾿ ὅταν τὸ μὲν εὐθέως, τὸ δὲ μετὰ πολὺ τῆς προσφορᾶς πεφύκῃ κινεῖν τὴν κάθαρσιν· ἀνώμαλος γὰρ οὕτως ἡ κένωσις γίγνεται προσενεχθέντων ἅμα. λέγω δὲ ἀνώμαλον ὅταν ἤδη παύεσθαι
538
δοκούσης, ἀρχὴ πάλιν ἑτέρας κενώσεως γίνεται· τὸ γάρ τοι θᾶττον εἰωθὸς καθαίρειν φάρμακον συνεκκενοῖ τι καὶ ἐκ θατέρου, ὥστ᾿ ὀλίγον αὐτοῦ καταλειπόμενον ἀσθενέστερον γιγνόμενον ἔτι καὶ μᾶλλον ὀψιαίτερον τῆς οἰκείας καθάρσεως ἄρχεται. τῇ γοῦν προθεσμίᾳ τῆς κενώσεως ὁμοιότροπόν ἐστι τῷ ἐλλεβόρῳ τὸ πέπλιον, ὑπάγειν τε καὶ αὐτὸ πέφυκε παραπλησίως ἐλλεβόρῳ μέλανα χυμόν. τὰ δ᾿ ἄλλα καὶ τῆσδε τῆς ῥήσεως καὶ τῶν ἐφεξῆς δῆλα. γινώσκειν μὲν οὖν αὐτὰ χρὴ καὶ μεμνῆσθαι, χρῆσθαι δὲ οὐ διὰ παντὸς ἐπὶ τῶν πλευριτικῶν, ἀναμιμνησκομένους ἐκείνου τοῦ ἀφορισμοῦ, καθ᾿ ὅν φησιν, ἐν τοῖς ὀξέσι πάθεσιν ὀλιγάκις καὶ ἐν ἀρχαῖς χρηστέον εἶναι ταῖς φαρμακείαις. ὅταν οὖν, φησὶ, μὴ μόνον ὀξὺ τὸ πάθος ᾖ, καθάπερ ἐστὶν ἡ πλευρῖτις, ἀλλὰ καὶ μετὰ πυρετοῦ σφοδροτάτου, πολλῷ μᾶλλον εὐλαβητέον ἐστὶ τὴν δόσιν τοῦ καθαίροντος φαρμάκου καὶ διὰ φλεβοτομίας κενωτέον μᾶλλον, εἰ καὶ πρὸς ὑποχόνδριόν ἐστιν ἡ ὀδύνη περαινομένη, μικροτέρας μὲν ὠφελείας ἢ τῆς διὰ καθάρσεως ἑπομένης, ἀσφαλεστέρας δὲ μακρῷ, μᾶλλον δὲ κίνδυνον μὲν
539
οὐδ᾿ ὁντιναοῦν τῆς διὰ φλεβοτομίας ἐχούσης, μεγίσταις δὲ ἀποτυχίαις τῆς διὰ καθάρσεως περιπιπτούσης, καὶ μάλισθ᾿ ὅταν ἀπείρως τις ἔχῃ τῆς τοῦ κάμνοντος φύσεως. ἔνιοι μὲν γάρ εἰσι φύσει δυσκάθαρτοι, τινὲς δ᾿ ἐπὶ βραχείᾳ φαρμάκου πόσει δαψιλῶς καθαίρονται. ὅσοις δ᾿ εὔλογόν ἐστι διδόναι, τὸ πλῆθος τοῦ φαρμάκου τοσοῦτον ἔστω, ὅσον ἐπὶ τῶν πλείστων οἶσθα καὶ πεπείρασαι συμμέτρως κενοῦν. ἀγνοοῦντα δ᾿ ὅπως ἔχει φύσεως ὁ ἄνθρωπος κίνδυνος ἢ πλείονα κένωσιν ἐργάσασθαι τῆς προσηκούσης ἢ οὐδ᾿ ὅλως κινῆσαι τὴν κάθαρσιν, ἢ κινῆσαι μὲν, οὐ μὴν ἱκανῶς κεκενῶσθαι. ταῦτα δὲ πάντα μεγίστας βλάβας φέρει τοῖς ὀξέως νοσοῦσιν, οὐχ ὥσπερ ἐπὶ τῶν ἀπυρέτων ἐπανορθοῦται ῥᾳδίως. ὅταν οὖν ὁ πυρετὸς ᾖ μὴ σφοδρὸς, ἔμπειρός τε ᾖς τῆς τοῦ κάμνοντος φύσεως, ἐς τὴν τοῦ καθαίροντος φαρμάκου δόσιν ἀφίξῃ χρώμενος ἤτοι τοῖς ὑπὸ Ἱπποκράτους εἰρημένοις ἢ καί τισιν ἄλλοις τῶν ὁμοιοτρόπων, ὦν ἐστὶ καὶ τὸ διὰ τῆς κολοκυνθίδος, ἱερὰν δ᾿ αὐτὴν ἤδη συνήθως ὀνομάζουσι.
540
ποικίλως δ᾿ αὐτῆς σκευαζομένης ἡ τὸν ἐλλέβορον μὲν εἰληφυῖα, τὴν σκαμμωνίαν δ᾿ οὐκ ἔχουσα κάλλιστόν ἐστι φάρμακον ἐπὶ τῶν δυναμένων ὅλως λαβεῖν φάρμακον ὑπήλατον.

Τὴν μέντοι πτισάνην ὁκόταν πίῃ τὸ φάρμακον, ἐπιῤῥοφεῖν αὐτίκα χρὴ διδόναι, μηδὲν ἔλασσον ἀξίως λόγου ἢ ὁκόσον εἴθισται.

Καὶ ἄλλως μὲν χρὴ προνοεῖσθαι τοῦ στόματος τῆς γαστρὸς, ὃ δὴ καὶ στόμαχον ὀνομάζουσιν, ὡς διαμένειν ἀβλαβὲς ἐν ταῖς τῶν καθαιρόντων φαρμάκων πόσεσιν, μάλιστα δ᾿ ὅταν ἐπὶ τῶν πυρετῶν δίδωταί τι τοιοῦτον. μία δὲ τοῦ μὴ βλαβῆναι φυλακὴ τὸ μὴ μόνον εἶναι τὸ καθαῖρον φάρμακον, ἄκρατόν τε καὶ ἄμικτον ἑτέρων τῶν ἀμβλύνειν αὐτοῦ τὴν κακίαν πεφυκότων. ἐναντία γάρ ἐστιν ἡ φύσις ἁπάντων τῶν καθαιρόντων φαρμάκων ταῖς τῶν καθαιρομένων

541
σωμάτων καὶ ὡς ἂν εἴποι τις ὀλέθριός τε καὶ δηλητήριος αὐτῶν. ὥσπερ δὲ ὀποῦ μήκωνος μανδραγόρου τε καὶ ὑοσκυάμου καὶ ἄλλων πολλῶν τοιούτων φαρμάκων ἐναντίων ταῖς τε οὐσίαις καὶ ταῖς δυνάμεσιν ὄντων ἡμῶν καὶ φθείρειν πεφυκότων τὰ σώματα, βραχύ τι μέρος λαμβάνοντες ἀπολαύομεν ἐξ αὐτῶν μεγάλης ὠφελείας, οὕτω καὶ τῶν καθαρτικῶν ἐναντίας οὔσης τῆς φύσεως τῇ τῶν ἡμετέρων σωμάτων, ὀλίγων τι τῆς οὐσίας μέρος ἀποτεμνόμενοι πρὸς ὠφέλειαν χρώμεθα. καθάπερ δὲ ἐν αὐτῷ τῷ πίνειν αὐτὰ μίγνυταί τινα τῶν εὐωδῶν σπερμάτων, ἃ καὶ τὴν κακίαν πέφυκεν ἀμβλύνειν καὶ τὴν ἐνέργειαν αὐτῶν μὴ κωλύειν, λεπτυντικῆς τε καὶ τμητικῆς ὄντα δυνάμεως, ὡς καὶ τοὺς παχεῖς χυμοὺς τέμνεσθαι καὶ τὰς ὁδοὺς αὐτῶν δι᾿ ὦν ἐκκενοῦνται διοίγειν τε καὶ ἀναστομοῦν, οὕτω καὶ μετὰ τὸ ληφθῆναι συμφέρει τῆς πτισάνης ἐπιῤῥοφεῖν. αὐτὸ μὲν γὰρ τὸ καθαρτικὸν φάρμακον, ὡς ἂν ὀλίγον ὂν, εἰς τὸν πυθμένα τῆς κοιλίας ἀφικνεῖται· κατὰ δὲ τὴν δίοδον ὁ στόμαχος, ὅσον τε ὑψηλότερον τῆς γαστρὸς, οὐ μόνον τῆς ποιότητος τοῦ καθαίροντος
542
φαρμάκου, ἀλλὰ καὶ τῆς οὐσίας προσιζούσης ἐν τῇ διόδῳ, μεταλαμβάνων μεγάλως βλάπτεται· χρήσιμος οὖν ὁ χυλὸς τῆς πτισάνης ἐπιῤῥοφούμενος, ὡς ἂν ἀποῤῥύψαι μὲν καὶ κατασῦραι κάτω τὸ προσπεπλασμένον ἐν τῇ διόδῳ δυνάμενος, ἐπικεράσαι δὲ καὶ ὑπαλλάξαι τὴν ἐνιζηκυῖαν τοῖς μορίοις ποιότητα τοῦ φαρμάκου. διὰ ταῦτα μὲν οὖν ἐπὶ τῇ τοῦ καθαρτικοῦ πόσει κελεύει πτισάνης ἐπιῤῥοφεῖν, ἀρξαμένης δὲ γίνεσθαι τῆς καθάρσεως οὐκέτι βούλεται δίδοσθαι τῆς πτισάνης, εὐλαβούμενος ἐκλυθῆναι τὴν ἐνέργειαν τοῦ καθαίροντος φαρμάκου καὶ διὰ τοῦτό φησιν·

Ἐπεὶ καὶ κατὰ λόγον ἐστὶ μεσηγὺ τῆς καθάρσεως μὴ διδόναι ῥοφήν. ὁκόταν δὲ λήξῃ ἡ κάθαρσις, τότε ἔλασσον ῥοφεέτω ἢ ὁκόσον εἴθισται· μετὰ δὲ τοῦτο ἀναγέτω ἀεὶ ἐπὶ τὸ πλεῖον, ἢν ἥ τε ὀδύνη πεπαυμένη εἴη καὶ μηδὲν ἄλλο ἐναντιῶται.
543

Ἐναντίως ἐγίνωσκε περὶ τούτου τοῖς πολλοῖς τῶν νῦν ἰατρῶν ὁ Ἱπποκράτης. οὗτοι μὲν γὰρ ὅταν κενώσωσι, τρέφουσι δαψιλῶς· ὁ δ᾿ Ἱπποκράτης ἔλασσον ἀξιοῖ δίδοσθαι τῆς πτισάνης μετὰ τὴν κάθαρσιν. ἡ γάρ τοι τῶν καθαρθέντων σωμάτων δύναμις ἐν τῇ καθάρσει κεκμηκυῖα φέρειν οὐ δύναται τὴν τροφὴν, οὐδὲ κατεργάζεσθαι καλῶς, εἰ μὴ παντελῶς εἴη βραχεῖα. τοσοῦτον οὖν τοῖς καθαρθεῖσι διδόναι τοῦ χυλοῦ χρὴ τὴν πρώτην, ὅσον κρατῆσαι δύνανται· εἶτ᾿ εὐθὺς κατὰ βραχὺ παραυξάνειν, ἐὰν ἥ τ᾿ ὀδύνη, φησὶ, παύσηται καὶ μηδὲν ἄλλο κωλύῃ. τὸ μὲν οὖν τῆς ὀδύνης πρόδηλόν ἐστι, τὸ δὲ μηδὲν ἄλλο κωλύειν ἀκουστέον ἐπὶ τοὺς προειρημένους διορισμοὺς ἀναφέροντα, ἐν οἶς ἐδίδαξεν ὁπηνίκα χρὴ διαιτᾷν τοὺς ὀξέως νοσοῦντας ἄνευ ῥοφημάτων. ἔστι δ᾿ αὐτῶν τὸ κεφάλαιον, ὅταν ἤτοι προκριθήσεσθαι τὴν νόσον ἐλπίσωμεν ἄνευ τοῦ δεηθῆναι ῥοφήματος ἢ ἐφ᾿ ὧν παντελής ἐστιν ἡ ἀπεψία τοῦ κατὰ τὴν φλεγμονὴν χυμοῦ.

544
Ὡυτὸς δέ μοι λόγος ἐστὶ καὶ ἢν χυλῷ δέῃ πτισάνης χρέεσθαι.

Παραπλήσιον τῇ τε πτισάνῃ καὶ τῷ χυλῷ τὸν καιρὸν τῆς δόσεως ἔφησεν εἶναι καὶ διὰ τῶν ἔμπροσθεν, ἑνὶ μόνῳ τὴν διαφορὰν αὐτῶν ἀφορισάμενος, τῷ τὴν ἀρχὴν τῆς δόσεως ἀπὸ τοῦ χυλοῦ ποιεῖσθαι.

Φημὶ γὰρ ἄμεινον εἶναι αὐτίκα ἄρξασθαι τὸ ἐπίπαν ῥοφεῖν, μᾶλλον ἢ προκενεαγγήσαντα ἄρξασθαι τοῦ ῥοφήματος ἢ τριταῖον ἢ τεταρταῖον ἢ πεμπταῖον ἢ ἑκταῖον ἢ ἑβδομαῖον, ἤν γε μὴ προκριθῇ ἡ νοῦσος ἐν τουτέῳ τῷ χρόνῳ.

Ὃ κατὰ τοὺς ἀφορισμοὺς ἔγραψε, τούτῳ καὶ νῦν ἀκολουθεῖ, βουλόμενος ἐν πάσῃ νόσῳ τὸ λεπτότατον τῆς διαίτης

545
ἐν τῇ τοῦ νοσήματος ἀκμῇ παραλαμβάνεσθαι. ἐὰν οὖν αὕτη τῇ πέμπτῃ τῶν ἡμερῶν μέλλῃ γίνεσθαι καὶ μὴ δύνηται τοῖς πόμασι μόνοις χρώμενος ὁ κάμνων ἐξαρκέσαι, βέλτιον εἶναί φησιν εὐθέως ἀπ᾿ ἀρχῆς αὐτῷ δίδοσθαι τῆς πτισάνης, οὐ κατὰ τὴν τρίτην ἢ τὴν τετάρτην ἡμέραν ἄρξασθαι τῆς δόσεως. οὕτως οὖν καὶ τοὺς ἐν τῇ ε΄ τῶν ἡμερῶν ἢ τῇ στ΄, ἢ τῇ ζ΄ τοῦ ῥοφήματος ἀρχομένους ἁμαρτάνειν φησὶν, ἐάν γε μὴ τύχῃ προκριθὲν ἐν τούτῳ τῷ χρόνῳ τὸ νόσημα, τῆς κρίσεως, ὡς ἔφην, ἀκουομένης οὐ μόνον τῆς τελείας ἀπαλλαγῆς, ἀλλὰ καὶ τῆς ἀξιολόγου μεταβολῆς.

Αἱ δὲ προπαρασκευαὶ καὶ τουτέοισι παραπλήσιοι ποιητέαι, ὁκοῖαί περ εἴρηνται. περὶ μὲν οὖν ῥοφήματος προσάρσιος οὕτω γινώσκω.

Καὶ οἷς ἀπ᾿ ἀρχῆς μέλλεις διδόναι τὸ ῥόφημα, τὴν προπαρασκευὴν ὁμοίως ἀξιοῖ γενέσθαι, τουτέστιν εἴτε φλεβοτομίας

546
ἐστὶν, εἴτε κλύσματος ἢ βαλάνου χρῆσις, ἐκεῖνο πράττειν κελεύει πρότερον.

Αὐτὰρ καὶ περὶ ποτοῦ, ὁκοῖον ἄν τις μέλλῃ πίνειν τῶν γραφησομένων, ὡυτός μοι λόγος ὡς ἐπίπαν ἐστί.

Κᾂν χωρὶς πτισάνης ἐπὶ τῶν πομάτων μόνων διαιτῴης τὸν κάμνοντα, τὰς εἰρημένας προπαρασκευὰς ἀξιοῖ ποιεῖσθαί σε, τουτέστιν ἢ φλεβοτομεῖν ἢ κλύζειν ἢ βαλάνῳ χρῆσθαι.

Οἶδα δὲ καὶ τοὺς ἰητροὺς τὰ ἐναντιώτατα ἢ ὡς δεῖ ποιέοντας· βούλονται γὰρ ἅπαντες ὑπὸ τὰς ἀρχὰς τῶν νούσων προταριχεύσαντες τοὺς ἀνθρώπους ἢ δύο ἢ τρεῖς ἡμέρας ἢ καὶ πλείονας οὕτω προσφέρειν τὰ ῥοφήματα καὶ τὰ ποτά. καὶ ἴσως τι καὶ εἰκὸς δοκέει αὐτέοισιν εἶναι, μεγάλης τῆς μεταβολῆς γενομένης τῷ σώματι, μέγα τι κάρτα
547
καὶ ἀντιμεταβάλλειν· τὸ δὲ μεταβάλλειν μὲν εὖ ἔχει μὴ ὀλίγον, ὀρθῶς μέντοι μεταβιβαστέη καὶ ἡ μεταβολὴ καὶ ἔκ γε τῆς μεταβολῆς ἡ πρόσαρσις τῶν γευμάτων ἔτι μᾶλλον.

Μέμφεται τοὺς ἰατροὺς ὅσοι ταῖς πρώταις ἡμέραις ἐν ἀσιτίᾳ παντελεῖ φυλάξαντες τοὺς κάμνοντας ἀθρόως μετάγουσιν, ἔνιοι μὲν ἐπὶ τὴν τῶν ῥοφημάτων προσφορὰν, ἔνιοι δὲ ἐπὶ τὴν τῶν ποτῶν. οὐ μὴν ἐμνημόνευσέ γε τῶν ἔτι καὶ τούτων αὐτῶν τροφὰς ἰσχυροτέρας διδόντων πρὸ τοῦ πεφθῆναι τὴν νόσον· εἴωθε γὰρ, ὥσπερ καὶ πρόσθεν ἔφην, ἐνίοτε τὰ μέγιστα τῶν διαμαρτημάτων ἀνεξέλεγκτα καταλείπειν, ἐξ ὧν τὰ μικρότερα διέβαλλε καὶ τὴν ἀπ᾿ ἐκείνων ἐνδεικνύμενος βλάβην. ὅσοι δ᾿ οὕτω μεταβάλλουσιν, ἴσως οἴονται, φησὶ, κατὰ λόγον μεταβάλλειν ἐπὶ μεγάλῃ τῇ τοῦ σώματος μεταβολῇ, ἀξιόλογον καὶ τὴν τῆς διαίτης ὑπαλλαγὴν ποιούμενοι. τοῦτο μὲν οὖν αὐτὸ καλῶς ὑπειληφέναι φησὶν αὐτοὺς, οὐ μὴν ἅπασάν γε μεταβολὴν, ἀλλά τινα οἰητέον

548
εἶναι, περὶ ἧς τὸ μέν τι προείρηκε, τὸ δέ τι καὶ λέξει κατασκευάζων τῷ λόγῳ, φυλάττεσθαι τὰς ἀθρόας μεταβολάς.

Μάλιστα μὲν οὗν βλάπτοιντο ἂν, ἢν μὴ ὀρθῶς μεταβάλλοιεν, οἱ ὅλῃσι τῇσι πτισάνῃσι χρεόμενοι· βλάπτοιντο δ᾿ ἂν καὶ οἱ μούνῳ τῷ χυλῷ χρεόμενοι· βλάπτοιντο δ᾿ ἂν καὶ οἱ μούνῳ τῷ ποτῷ χρεόμενοι, ἥκιστα δὲ οὗτοι.

Τὴν εἰρημένην ὀλίγον ἔμπροσθεν ἀθρόαν μεταβολὴν τῆς διαίτης, καθ᾿ ἣν ταῖς πρώταις ἡμέραις ἐν ἀσιτίᾳ παντελεῖ φυλάξαντες τοὺς κάμνοντας ἄρχονται τρέφειν περὶ τετάρτην ἡμέραν, μάλιστα μὲν βλάπτειν φησὶν, ἐὰν ἐπὶ τὴν ὅλην πτισάνην μεταβάλλωσιν, ἔλαττον δ᾿ ὅταν ἐπὶ τὸν χυλόν· ἥκιστα δὲ, τουτέστιν ἐλάχιστα βλάπτειν τοὺς ἐπὶ μόνα τὰ ποτὰ παραγινομένους. κατὰ γὰρ τὸ μέγεθος τῆς δυνάμεως τοῦ προσφερομένου καὶ τὸ τῆς βλάβης γίνεται μέγεθος.

549
Χρὴ δὲ καὶ τὰ μαθήματα ποιέεσθαι ἐν τῇ διαίτῃ τῶν ἀνθρώπων ἔτι ὑγιαινόντων, οἷα ξυμφέρει· εἰ γὰρ δὴ τοῖσί γε ὑγιαίνουσι φαίνονται διαφέροντα μεγάλα τὰ τοῖα ἢ τοῖα διαιτήματα, ἐν ἄλλῳ τινί που καὶ ἐν τῇσι μεταβολῇσι, πῶς οὐχὶ καὶ ἐν τῇσι νούσοισι διαφέρει μεγάλα καὶ τουτέων ἐν τῇσιν ὀξυτάτῃσι μάλιστα;

Ἀποδεικνύειν ἤρξατο τὴν προειρημένην ὑπ᾿ αὐτοῦ περὶ τῆς διαίτης δόξαν, ἐλέγχων ἅμα καὶ τοὺς ἐναντίως διαιτῶντας· ἵνα δὲ σαφὴς ὁ λόγος γένηται, τὸ κεφάλαιον αὐτοῦ σύμπαν ἄμεινόν μοι δοκεῖ προειπεῖν. ἔστι δὲ τῶν εἰς αὐτὸ λαμβανομένων λημμάτων τὸ μὲν ἕτερον ἀξίωμα καθόλου τοιοῦτον· ἐὰν τοῖς ὑγιαίνουσι βλάβην φέρουσιν αἱ ἀθρόαι τῆς διαίτης ἐπὶ τἀναντία μεταβολαὶ, πολὺ μᾶλλον τοῖς νοσοῦσιν· ὃ καὶ πολυειδῶς ἐστιν ἑρμηνεύειν, ἄλλοτε εἰς ἄλλην λέξιν μεταλαμβάνοντας, οἷον οὕτως· ἐπὶ τῶν κατὰ δίαιταν

550
ἀθρόων μεταβολῶν οἱ ὑγιαίνοντες ἧττον βλάπτονται τῶν νοσούντων· ἢ οὕτως, οἱ νοσοῦντες βλάπτονται μᾶλλον τῶν ὑγιαινόντων· ἢ οὕτως, τὰ βλαβερὰ τοὺς ὑγιαίνοντας ἧττον βλάπτει τῶν νοσούντων· καὶ ἔτι γενικώτερον τοῦδε· τοὺς ἰσχυροτέρους ἧττον βλάπτει, τοὺς δ᾿ ἀσθενεστέρους μᾶλλον τὰ βλαβερά· ἔξεστι δὲ καὶ ἄλλως ἑρμηνεύειν τὴν αὐτὴν τοῦ λόγου δύναμιν, ἤτοι τὸ καθ᾿ αὑτὸ καὶ πρώτως χρήσιμον εἰς τὸ ἀποδεικνύμενον ἢ διά τινος τῶν περιεχόντων ἀξιωμάτων ἢ λημμάτων αὐτό. τοιοῦτον μὲν δή σοι τὸ ἕτερον τῶν λημμάτων ἐστὶν ἐξ αὐτοῦ πιστὸν, ἅπερ δὴ καὶ καλεῖν ἔθος ἐστὶν ἀξιώματα τοῖς περὶ τὸν Ἀριστοτέλην· τὸ δὲ ἕτερον ἐξ ἐμπειρίας ἐγνωσμένον ἐφεξῆς ἄκουε· καὶ τοὺς ὑγιαίνοντας ἡ ἀθρόα μεταβολὴ τῆς διαίτης βλάπτει. τούτοις δ᾿ ἀμφοτέροις τοῖς λήμμασιν ἕπεται τὸ συμπέρασμα, τὸ βλάπτεσθαι μειζόνως τοὺς νοσοῦντας ὑπὸ τῆς ἀθρόας ἐν τῇ διαίτῃ μεταβολῆς καὶ πολὺ δὴ μᾶλλον ἔτι τοὺς ὀξέως νοσοῦντας. αὕτη μὲν ἡ τοῦ λόγου δύναμις· ὁ δὲ Ἱπποκράτης τὸ μὲν ἕτερον τῶν λημμάτων ἐξ ἑαυτοῦ πρότερον πιστότερον ὂν ἄντικρυς λαμβάνει χωρὶς κατασκευῆς· τὸ δὲ ἕτερον ἐκ τῶν
551
διὰ τῆς ἐμπειρίας κατὰ μέρος ἑωραμένων πιστοῦται, καὶ τοῦτο αὐτὸ δηλοῖ καὶ ὁ ἐφεξῆς λόγος.