In Hippocratis De natura hominis

Galen

Galen, In Hippocratis De natura hominis

Προοίμιον Γαλήνου. Αὐτὸ μὲν τὸ περὶ φύσιος ἀνθρώπου βιβλίον ἐν τῷ προτέρῳ τῶνδε τῶν ὑπομνημάτων ἐξήγημαι. νυνὶ δὲ τὰ προσκείμενα κακῶς αὐτῷ προχειριοῦμαι, συγκείμενα καὶ αὐτὰ μετὰ διασκευῆς. ἓν μὲν γάρ ἐστι μικρὸν βιβλίον ἐν ᾧ περὶ τῆς τῶν ὑγιαινόντων διαίτης γέγραπται καὶ δοκεῖ Πολύβου εἶναι σύγγραμμα

109
τοῦ Ἱπποκράτους μαθητοῦ. τὸ δὲ μεταξὺ τούτου τε καὶ τοῦ περὶ φύσιος ἀνθρώπου, διεσκεύασται παρεγγεγραμμένον ὑπὸ τοῦ πρῶτον συνθέντος ἐς ταὐτὸ τὰ δύο ταῦτα βιβλίδια, τὸ περὶ φύσιος ἀνθρώπου τοῦ Ἱπποκράτους αὐτὸ σύγγραμμα καὶ τὸ Πολύβου περὶ διαίτης ὑγιεινῆς. ἐν γὰρ τῷ κατὰ τοὺς Ἀτταλικούς τε καὶ Πτολεμαϊκοὺς βασιλέας χρόνῳ πρὸς ἀλλήλους ἀντιφιλοτιμουμένους περὶ κτήσεως βιβλίων ἡ περὶ τὰς ἐπιγραφάς τε καὶ διασκευὰς αὐτῶν ἤρξατο γίγνεσθαι ῥᾳδιουργία τοῖς ἕνεκα τοῦ λαβεῖν ἀργύριον ἀναφέρουσιν ὡς τοὺς βασιλεῖς ἀνδρῶν ἐνδόξων συγγράμματα. μικρῶν οὖν ὄντων ἀμφοτέρων τῶν βιβλίων τοῦ περὶ φύσιος ἀνθρώπου καὶ τοῦ περὶ διαίτης ὑγιεινῆς, εὐκαταφρόνητον ἑκάτερον τοῦτο εἶναί τις δόξας διὰ τὴν σμικρότητα συνέθηκεν ἐς ταὐτὸ ἄμφω. καί τις ἴσως ἄλλος, ἢ καὶ αὐτὸς ὁ πρῶτος αὐτὰ συνθεὶς, παρενέθηκέ τινα μεταξὺ τῶν δύο ταυτὶ τὰ νῦν προχειρίζεσθαι μέλλοντα.

110
Εἰδέναι χρὴ καὶ τάδε πρὸς ἐκείνοισιν, ὅτι ὁκόσα πλησμονὴ τίκτει νουσήματα, κένωσις ἰῆται· ὁκόσα δὲ ἀπὸ κενώσιος γίνεται νουσήματα, πλησμονὴ ἰῆται· ὁκόσα δὲ ἀπὸ ταλαιπωρίης γίνεται, ἀνάπαυσις ἰῆται· ὁκόσα δὲ ὑπερτέρη ἀργίη νουσήματα τίκτει, ταλαιπωρίη ἰῆται. τὸ δὲ ξύμπαν γνῶναι δεῖ τὸν ἰητρὸν ἐναντίον ἵστασθαι τοῖσι καθεστηκόσι καὶ νουσήμασι καὶ εἴδεσι καὶ ὥρῃσι καὶ ἡλικίῃσι καὶ τὰ ξυντείνοντα λύειν καὶ τὰ λελυμένα ξυντείνειν. οὕτω γὰρ ἂν μάλιστα τὸ κάμνον ἀναπαύοιτο, ἥ τε ἴησις τοῦτό μοι δοκέει εἶναι.

Ταύτης ὅλης τῆς ῥήσεως ἑκάστου στίχου Διοσκουρίδης προέγραψε σημεῖον ὃ καλοῦσιν ὀβελὸν, οἵῳ σημείῳ καὶ Ἀρίσταρχος ἐχρήσατο παρὰ τῷ ποιητῇ πρὸς τοὺς ὑποπτευομένους ὑπ᾿ αὐτοῦ στίχους. ταῦτα μὲν ὁ Διοσκουρίδης ἔγραψεν, εἰκάζων εἶναι τὴν προκειμένην ῥῆσιν Ἱπποκράτους τοῦ Θεσσαλοῦ υἱέος. δύο γὰρ υἱοὶ οὗτοι γεγόνασι τοῦ μεγάλου

111
Ἱπποκράτους, Θεσσαλὸς καὶ Δράκων, ὧν ἑκάτεροι πάλιν Ἱπποκράτεις ἐγέννησαν. ταῦτα μὲν τὰ κατὰ τὴν ῥῆσιν εἰρημένα. προσήκει δέ που καὶ ἡμῖν ἐπισκέψασθαι περὶ αὐτῶν, ἑκάστην τῶν λέξεων ἰδίᾳ προειρησαμένοις, ὁκόσα πλησμονὴ τίκτει νουσήματα, κένωσις ἰῆται. οὐ ταὐτόν ἐστι φάναι συνεκτικὸν αἴτιον νόσων εἶναι πλησμονήν τε καὶ κένωσιν, ἕκαστόν τε καὶ τῶν ἐφεξῆς εἰρημένων, τῷ γίγνεσθαί τι διὰ πλησμονὴν, ἤ τι τῶν ἄλλων. ἀληθὲς μὲν γὰρ τὸ γίγνεσθαί. τινα νοσήματα διὰ πλησμονὴν, ἢ ὑπὸ πλησμονῆς. οὐδὲν γὰρ διήνεγκεν οὕτως ἢ ἐκείνως εἰπεῖν, οὐκ ἀληθὲς δὲ συνεκτικὸν αἴτιον εἶναι νοσήματος πλησμονήν. ἡ μὲν γὰρ νόσος αὐτὴ διάθεσίς τίς ἐστιν ἐν ζώου σώματι, πρώτως βλάπτουσα τὴν ἐνέργειαν, ὡς ἐν τῷ περὶ τῆς τῶν νοσημάτων διαφορᾶς γράμματι δέδεικται. πλησμονὴ δὲ πρώτως μὲν ἐνέργειαν οὐ βλάπτει, καθότι δέδεικται καὶ τοῦτο πάλιν ἐν τῷ περὶ πλήθους λόγῳ· διὰ μέσης δέ τινος ἑτέρας διαθέσεως, ἥντινα διάθεσιν Ἐρασίστρατος μὲν ἑτέρως, Ἀσκληπιάδης δ᾿ ἑτέρως, οἱ πνευματικοὶ δ᾿ ὀνομασθέντες
112
ἰατροὶ κατ᾿ ἄλλον τρόπον προτίθενται γίγνεσθαι. λέλεκται δὲ καὶ ἡμῖν ἐπὶ πλέον, ὅπως ὑφ᾿ ἑκατέρου πλήθους νοσήματα γίγνεται. διττὸν γὰρ ἐδείχθη τὸ πλῆθος, ὡς μὲν πρὸς τὴν δύναμιν ἕτερον, ὡς δὲ πρὸς τὴν κοιλότητα τῶν ἀγγείων ἕτερον. τὸ μὲν οὖν ὡς πρὸς τὴν δύναμιν εἰς διαφθοράς τε τοὺς χυμοὺς ἄγει καὶ ῥεῦμα τοῖς ἀσθενεστέροις ἐν τῷ σώματι μορίοις ἐπιπέμπει. τὸ δ᾿ ὡς πρὸς τὸ ἔγχυμα τάς τ᾿ ἀναστομώσεις τε καὶ τὰς ῥήξεις τῶν ἀγγείων ἐργάζεται καί ποτε θανάτους ἐξαιφνιδίους, ὅταν ἀποφράξῃ τὰς διαπνοὰς τοῦ σώματος. ἴασις οὖν λέγεται καὶ τῶν ποιούντων τὰς νόσους, οὐ μόνον αὐτῶν τῶν ἤδη γεγενημένων νόσων. εἰ δὲ τῷ κυρίῳ κατ᾿ αὐτῶν ὀνόματι χρῶτό τις, προηγούμενα τῶν νόσων ἐρεῖ τὰ τοιαῦτα τῶν αἰτιῶν, ὥσπερ Ἀθήναιος. ὑφ᾿ οὗ δὲ πάλιν αὐτὰ ταῦτα τὰ προηγούμενα γίγνεται, προκαταρκτικά τε καὶ προκατάρχοντα κα- λέσεις. πλῆθος γὰρ ἐδεσμάτων, ἀπεψίαι τε καὶ λουτρὰ καὶ γυμνάσια μὴ κατὰ καιρὸν γιγνόμενα καὶ πανθ᾿ ὅσα διῆλθον ἐν τῷ περὶ τῶν προκαταρκτικῶν αἰτιῶν ὑπομνήματι, 
113
τῶν προηγουμένων αἰτιῶν ἑκάστης νόσου γίνεται ποιητικά. ὁκόσα δὲ ὑπὸ κενώσιος γίγνεται νουσήματα, πλησμονὴ ἰῆται. οὐ κυρίως δοκεῖ κεχρῆσθαι τῷ τῆς πλησμονῆς ὀνόματι νῦν ὁ γράψας τὴν ῥῆσιν ταύτην, πάντων εἰωθότων οὐ μόνον ἰατρῶν, ἀλλὰ καὶ τῶν ἄλλων Ἑλλήνων τὸ τῆς πλησμονῆς ὄνομα μᾶλλόν πως ἐπιφέρειν ταῖς ὑπερβολαῖς τῆς συμμέτρου ποσότητος, οὐ μήν γε τὴν κένωσιν ἐπανορθοῦσθαι διὰ τῆς ἐναντίας ἀμετρίας. ἄκουσον οὖν ἐφεξῆς τὸν συναγορεύοντα ταῖς ἀμετρίαις λόγον. ὄντων γάρ τινων συμμέτρων σιτίων, ὡς πρὸς τὴν τοῦδέ τινος ἕξιν, ὑγιαίνοντος μὲν ἔνδεια καὶ ὑπερβολὴ κατὰ τὴν πρὸς ταῦτα παραβολὴν νοηθήσεται, ὁ δὲ κενωθεὶς εἰ μέλλοι πληροῦσθαι, τὴν ποσότητα τῆς ἔμπροσθεν ὑπαρχούσης αὐτῷ συμμετρίας αὐξηθήσεται. ἐὰν γὰρ ὅσα πρὶν κενωθῆναι προσεφέρετο τὰ σιτία, τοσαῦτα καὶ νῦν προσφέρηται, τὸ κενωθὲν οὐδέποτε ἀναπληρώσει. τεχνίτου δέ ἐστι μετρίως ποιήσασθαι τὴν παραύξησιν αὐτῶν, καὶ μήτε παρὰ καιρὸν ἐμπιπλάναι μήτ᾿ ἐξαίφνης τε καὶ ἀθρόως τὸ κενωθέν. δοκοῦσι
114
δ᾿ ἔνιοι τῶν ἰατρῶν τὰς κενώσεις μηδέποτε νόσων αἰτίας γίγνεσθαι. μόνας γὰρ ἐργάζεσθαί φασιν αὐτὰς τῆς μὲν δυνάμεως ἀῤῥωστίαν, τῆς δ᾿ ἕξεως τοῦ σώματος ἰσχνότητα, μηδὲν δὲ τῶν νοσημάτων ὑπ᾿ ἐνδείας γίγνεσθαι. ἀλλ᾿ οὗτοί γε οὐχ ὁρῶσι τὰς γιγνομένας νόσους τοῖς ἀμέτρως κενωθεῖσιν. ἑτοίμως τε γὰρ καὶ ἐπὶ ταῖς τυχούσαις προφάσεσι καταψύχοντα καὶ πάλιν ἐκκαίονται ταχέως καὶ κόποις ἁλίσκονται ῥᾳδίως καὶ πᾶσι τοῖς ἔξωθεν αἰτίοις, ὥσπερ γε καὶ ὑπὸ ἀγρυπνίας καὶ λύπης καὶ ἀπεψίας καὶ ὀργῆς εἰς νόσους ἄγονται μᾶλλον οὗτοι τῶν εὐεκτούντων. ὁκόσα δὲ ἀπὸ ταλαιπωρίης γίγνεται, ἀνάπαυσις ἰῆται. ταλαιπωρίας δηλονότι κέκληκε τὰς κατὰ τὰς ἀμέτρους κινήσεις γινομένας. ὅτι δ᾿ ἀναπαύεσθαι χρὴ τοὺς οὕτω διατεθέντας ἅπαντες οἱ ἄνθρωποι γινώσκουσι καὶ πράττουσι, μηδὲ πυθέσθαι τῶν ἰατρῶν δεόμενοι. δέδεικται δ᾿ ἡμῖν ὅτι καὶ τὰ ἄλογα ζῶα, οὐ μόνον ἄνθρωποι, διὰ τῶν ἐναντίων τοῖς βλάψασι τὰς βλάβας ἐπανορθοῦνται. ὁκόσα δὲ
115
ὑπερτέρη ἀργίη νουσήματα τίκτει, ταλαιπωρίη ἰῆται. οὐδ᾿ ἡ ἀργία πρώτως τε καὶ δι᾿ ἑαυτῆς, ἀλλὰ διὰ μέσου τοῦ πλήθους ἐργάζεται τὰς νόσους. ἧττόν τε γὰρ διαφοροῦνται τοῖς ἀργοῦσι τὰ τοῦ σώματος μόρια, ἀῤῥωστότερά τε γίγνονται ὡς ἑκάτερον ὑπ᾿ αὐτῆς γίγνεσθαι πλῆθος. ἡ τοίνυν ἀμετροτέρα κίνησις ἰσχυροτέραν μὲν οὐκ ἐργάζεται τὴν δύναμιν, ἐκκενοῖ δὲ τὴν περιουσίαν τῶν ἀθροισθέντων ὑγρῶν. εὔδηλον οὖν ὅτι εἰ καὶ κατ᾿ αὐτὴν βραχὺ πλεονάσειεν ἢ προσήκει τῆς συμμέτρου κινήσεως, κοπώδη μὲν ἠρέμα διὰ ταύτης γενέσθαι τὸν ἄνθρωπον, οὐ μὴν πυρέξαι γε. τὸ δὲ ξύμπαν γνῶναι δεῖ τὸν ἰητρὸν ἐναντίον ἵστασθαι τοῖσι καθεστηκόσι νουσήμασι καὶ εἴδεσι καὶ ὥρῃσι καὶ ἡλικίῃσιν. εἴδεσιν ἔοικε λέγειν ταῖς τοῦ σώματος φύσεσιν, ὧν τὴν οὐσίαν ἐν τῇ τῶν τεττάρων στοιχείων κράσει δεδείχαμεν εἶναι. νοσήματα μὲν οὖν ἅπαντα διὰ τῶν ἐναντίων ταῖς δυνάμεσιν, οὐ ταῖς προχείροις φαντασίαις ἐδείχθη θεραπευόμενα. φύσις δὲ σώματος, ὅπερ ἐστὶν ἡ κρᾶσις, οὐ πᾶσα διὰ τῶν ἐναντίων ἐπανορθοῦται, ὥσπερ οὐ δ᾿ ὧραι καὶ ἡλικίαι.
116
γίγνονται μὲν γάρ τινες εὔκρατοι, καθάπερ καὶ δύσκρατοί τινες ἕτεραι, τῶν μὲν εὐκράτων ἡ εὐκρασία φυλάττεται διὰ τῶν ὁμοίων, τῶν δὲ δυσκράτων ἡ δυσκρασία διὰ τῶν ἐναντίων ἐπανορθοῦται. διώρισται δὲ περὶ τούτων ἐν τῇ τῶν ὑγιεινῶν πραγματείᾳ. καὶ τὰ ξυντείνοντα λύειν καὶ τὰ λελυμένα ξυντείνειν. οὐ κατὰ τὸ πρέπον ἐποιήσατο τὴν τῶν νοσημάτων ἀντίθεσιν. τῷ μὲν γὰρ ξυντείνοντι τὰ λύοντα, τῷ δὲ λελυμένῳ τὰ ξυντεταμένα κατὰ ἀντίθεσιν οἰκείως ὀνομάζεται. λέγεται δὲ τὰ μὲν ξυντείνοντα καὶ λύοντα κυρίως ἐπὶ τῶν αἰτιῶν, οὐκέτ᾿ ἐπ᾿ αὐτῶν τῶν βλαπτομένων σωμάτων, ἔμπαλιν δὲ τὰ συντεταμένα καὶ λελυμένα, κατὰ τῶν ἤδη βεβλαμμένων, ἔπειτα τὰ συντεινόμενα καὶ λυόμενα σωμάτων ἐστὶν, οὐ νοσημάτων ὀνόματα συντεινομένων καὶ λελυμένων, ὥσπερ γε καὶ τὸ σκληρὸν καὶ τὸ μαλακὸν, ἀραιόν τε καὶ πυκνὸν, ὑπὲρ ὧν εἴρηται κάλλιον ἐν τῷ ἕκτῳ τῶν ἐπιδημιῶν ἐν τῇδε τῇ λέξει· δέρματος σκληροῦ μάλαξις, συντεταμένου χάλασις. εἴρηται δὲ ἐν τούτῳ τῷ βιβλίῳ κατὰ τὸ συνεχὲς καὶ περὶ τοῦ στεγνῶσαι,
117
ὅπερ ἐστὶν ἐναντίον τῷ ἀραιῶσαι. τοῦτο δ᾿ αὖ πάλιν τῷ πυκνουμένῳ τὴν αὐτὴν ἔχει δύναμιν, ὥσπερ γε καὶ τὸ πεπυκνωμένον τῷ ἐστεγνωμένῳ.

Αἱ δὲ νοῦσοι γίγνονται αἱ μὲν ἀπὸ διαιτημάτων, αἱ δ᾿ ἀπὸ τοῦ πνεύματος, ὃ εἰσαγόμενοι ζῶμεν.

Διαιτήματα καλοῦσιν ἐνίοτε μὲν αὐτὰ μόνα τὰ σιτία καὶ τὰ ποτὰ, πολλάκις δὲ περιλαμβάνουσιν ἐν τῇ προσηγορίᾳ καὶ τὰ ἐπιτηδεύματα, καὶ νῦν οὕτως εἰρῆσθαι νομιστέον. οὐ γὰρ ἀπὸ μόνων ὧν ἐσθίομέν τε καὶ πίνομεν, ἀλλὰ καὶ ἀπὸ λουτρῶν καὶ γυμνασίων, ἀργίας τε καὶ ἀγρυπνίας καὶ λύπης καὶ θυμοῦ καὶ ψύξεως καὶ ἐγκαύσεως αἱ νόσοι γίγνονται. πολλάκις δ᾿ ἀπὸ τοῦ πνεύματος μόνου κατὰ τὴν εἰσπνοὴν ἡ βλάβη γίγνεται, καθάπερ ἐν τοῖς χαρωνείοις ὀνομαζομένοις χωρίοις.

118
Τὴν δὲ διάγνωσιν ἐκατέρων ὧδε χρὴ ποιέεσθαι. ὁκόταν μὲν ὑπὸ ἑνὸς νουσήματος πολλοὶ ἄνθρωποι ἁλίσκωνται κατὰ τὸν αὐτὸν χρόνον, τὴν αἰτίην χρὴ ἀνατιθέναι τουτέῳ ὅ τι ἂν κοινότατόν ἐστι καὶ μάλιστα αὐτέῳ πάντες χρεώμεθα. ἔστι δὲ τοῦτο ὃ ἀναπνέομεν. φανερὸν γὰρ δὴ ὅτι τά γε διαιτήματα ἑκάστου ἡμέων οὐκ αἰτία ἐστὶν, ὅτε ἅπτεται πάντων ἡ νοῦσος ἑξῆς καὶ τῶν νεωτέρων καὶ τῶν πρεσβυτέρων καὶ γυναικῶν καὶ ἀνδρῶν. ὁμοίως δὲ καὶ τῶν θωρησσομένων καὶ τῶν ὑδροποτεόντων καὶ τῶν μᾶζαν ἐσθιόντων καὶ τῶν ἄρτον σιτεόντων καὶ τῶν πολλὰ ταλαιπωρεόντων καὶ τῶν ὀλίγα. οὐκ ἂν οὖν τά γε διαιτήματα αἴτια εἴη, ὁκόταν διαιτώμενοι οἱ ἄνθρωποι πάντα τρόπον, ἁλίσκωνται ὑπὸ τῆς αὐτέης νούσου.

Ὅτι μὲν τὸ κοινὸν πολλοῖς νοσήμασι κοινὴν ἔχει τὴν αἰτίαν ὀρθῶς εἶπεν, ὥσπερ γε καὶ τὰ ἄλλα πάντα τὰ

119
κατὰ τὴν ῥῆσιν, οὐ μὴν ὀρθῶς εἰς μόνον τὸν ἀέρα τὴν τῶν κοινῶν νοσημάτων ἀναφέρει γένεσιν, εἴπερ οἱ ἐν Αἴνῳ ἐν λιμῷ ὀσπριοφαγέοντες σκελέων ἀκρατέες ἐγένοντο, ἀτὰρ καὶ οἱ ὀροβοφαγέοντες, γονυαλγέες. ἴσμεν δ᾿ ὅτι καὶ πυροὺς ἡμισαπεῖς διὰ λιμὸν ἀναγκασθέντες ἐσθίειν τινὲς κοινὸν ἀπὸ τῆς κοινῆς αἰτίας ἐνόσησαν νόσημα καί που στρατόπεδον ὅλον ὕδατι μοχθηρῷ χρησάμενον ὁμοίως ἐν ἅπασι τοῖς στρατιώταις τὴν βλάβην ἔσχε. τὰ δ᾿ ἄλλα τῆς ῥήσεως δῆλα.

Ὁκόταν δ᾿ αἱ νοῦσοι γίνωνται παντοδαπαὶ κατὰ τὸν αὐτὸν χρόνον, δῆλον ὅτι τὰ διαιτήματά ἐστιν αἴτια ἕκαστα ἑκάστοισιν. καὶ τὴν θεραπείην χρὴ ποιέεσθαι ἐναντιούμενον τῇ προφάσει τῆς νούσου, ὥσπερ μοι πέφρασται καὶ ἑτέρωθι, καὶ τῇ τῶν διαιτημάτων μεταβολῇ. δῆλον γὰρ δὴ ὅτι οἶσί γε εἴωθε χρέεσθαι ὁ ἄνθρωπος διαιτήμασιν,
120
οὐκ ἐπιτήδειά οἵ ἐστιν ἢ πάντα, ἢ τὰ πλείω, ἢ ἕν γέ τι αὐτέων. ἃ χρὴ καταμανθάνοντα μεταβάλλειν καὶ σκεψάμενον τοῦ ἀνθρώπου τὴν φύσιν τήν τε ἡλικίην καὶ τὸ εἶδος καὶ τὴν ὥρην τοῦ ἔτεος καὶ τῆς νούσου τὸν τρόπον, τὴν θεραπείην ποιέεσθαι ποτὲ μὲν ἀφαιρέοντα, ποτὲ δὲ προστιθέντα, ὥσπερ μοι καὶ πάλαι εἴρηται, πρὸς ἑκάστας τῶν ἡλικιέων καὶ τῶν ὡρέων καὶ τῶν εἰδέων καὶ τῶν νούσων, ἔν τε τῇ φαρμακείῃ προτρέπεσθαι καὶ ἐν τοῖσι διαιτήμασιν. ὁκόταν δὲ νουσήματος ἑνὸς ἐπιδημίη καταστῇ, δῆλον ὅτι οὐ τὰ διαιτήματα αἴτιά ἐστιν, ἀλλ᾿ ὃ ἀναπνέομεν, τοῦτ᾿ αἴτιόν ἐστι καὶ τοῦτο δῆλον ὅτι νοσερήν τινα ἀπόκρισιν ἔχον ἂν εἴη. τοῦτον οὖν χρὴ τὸν χρόνον τὰς παραινέσιας ποιέεσθαι τοῖσιν ἀνθρώποισι τοιάσδε. τὰ μὲν διαιτήματα μὴ μεταβάλλειν, ὅτι γε οὐκ αἴτιά ἐστι τῆς νούσου. τὸ δὲ σῶμα ὁρῇν ὅκως ἔσται ὡς ἀογκότατον καὶ ἀσθενέστατον. τῶν τε σιτίων ἀφαιρέοντα καὶ τῶν ποτῶν οἷς εἰώθει χρέεσθαι κατ᾿ ὀλίγον. ἢν γὰρ μεταβάλλῃ ταχέως τὴν δίαιταν,
121
κίνδυνος καὶ ἀπὸ τῆς μεταβολῆς νεώτερόν τι γενέσθαι ἐν τῷ σώματι. ἀλλὰ χρὴ τοῖσι μὲν διαιτήμασιν οὕτω χρῆσθαι, ὅτε γε φαίνεται, οὐδὲν ἀδικέοντα τὸν ἄνθρωπον. τοῦ δὲ πνεύματος, ὅκως ῥεῦσις ὡς ἐλαχίστη εἰς τὸ σῶμα εἰσίοι καὶ ὡς ξενοτάτη ἔσται προμηθέεσθαι. τῶν δ᾿ αὖ χωρίων τοὺς τόπους μεταβάλλοντα εἰς δύναμιν, ἐν οἷσιν ἂν ἡ νοῦσος καθεστήκῃ, καὶ τὰ σώματα λεπτύνοντα. οὕτως γὰρ ἂν ἥκιστα πολλοῦ τε καὶ πυκνοῦ πνεύματος χρῄζοιεν οἱ ἄνθρωποι.

Ἐλλιπῆ τὴν ἴασιν ἔγραψε τῶν κοινῶν νοσημάτων, ὅταν ὑπὸ τοῦ περιέχοντος γίγνηται. πολλάκις μὲν γὰρ ἀναθυμιάσεις τινὲς ἐξ ἑλῶν, ἢ λιμνῶν, ἢ τελμάτων, ἢ γῆς τοιαύτης αἰτίαι γίγνονται τῶν τοιούτων νοσημάτων, ἔστι δ᾿ ὅτε μόνη τῶν ὡρῶν ἡ κρᾶσις. ἐπὶ μὲν οὖν τῶν ἀναθυμιάσεων ἰδιότητι μᾶλλον ὅλης τῆς οὐσίας, οὐχ ἁπλῇ ποιότητι λυμαινομένων τοῖς σώμασιν, ὀρθῶς ἔγραψε τὴν θεραπείαν, εἰς διττοὺς ἀνάγων σκοποὺς, ἀμοιβήν τε τοῦ χωρίου

122
καὶ χρείαν ὀλίγης τῆς εἰσπνοῆς, ἐπὶ δὲ τῶν ἀπὸ ποιότητος βλαπτομένων οὐ μόνον ἡ θεραπεία τῶν γεγονότων ἤδη νοσημάτων, ἀλλὰ καὶ ἡ προφυλακὴ τοῦ μηδ᾿ ὅλως συστῆναι, διὰ τῶν ἐναντίων ἔσται ποιοτήτων. εἰ μὲν ἀπὸ θερμότητος ἀμέτρου βλάπτοιτό γε τὸ σῶμα, διὰ τῶν ψυχόντων. εἰ δὲ ὑπὸ ψύξεως, διὰ τῶν θερμαινόντων, ἐπί τε τῶν ἄλλων ποιοτήτων ἁπλῶν τε καὶ συνθέτων ἀνάλογον. περὶ δὲ τῆς ἀπό τε τῶν ἡλικιῶν καὶ τῶν ὡρῶν καὶ τοῦ σώματος κράσεων ἐνδείξεως εἴρηταί μοι πρόσθεν. τὸ δὲ τῇ φαρμακείῃ προτρέπεσθαι δοκεῖ μοι λελέχθαι νῦν ἀντὶ τοῦ προσφέρεσθαι τοῖς νοσήμασιν ἐξ ὑπεναντίου. λέγεται δὲ καὶ νῦν ἔτι κατὰ τὴν Ἀσίαν ὅδε τις ἄνθρωπος προσφέρεσθαι τῷδε χρηστῶς, ἢ φιλικῶς, ἢ ἀπίστως, ἢ ἀπηνῶς.

Ὁκόσα δὲ τῶν νουσημάτων γίνεται ἀπὸ τοῦ σώματος τῶν 
123
μελέων τοῦ ἰσχυροτάτου, ταῦτα δεινότατά ἐστι. καὶ γὰρ ἢν αὐτοῦ μένῃ ἔνθα ἂν ἄρξηται, ἀνάγκη τοῦ ἰσχυροτάτου τῶν μελέων πονεομένου πᾶν τὸ σῶμα ὀχλέεσθαι. καὶ ἢν ἐπὶ τῶν ἀσθενεστέρων τι ἀφίκηται ἀπὸ τοῦ ἰσχυροτάτου, χαλεπαὶ αἱ ἀπολύσιες γίνονται. ὁκόσα δ᾿ ἂν ἀπὸ τῶν ἀσθενεστέρων ἐπὶ τὰ ἰσχυρότερα ἔλθῃ, εὐλυτώτερά ἐστιν· ὑπὸ γὰρ τῆς ἰσχύος ἀποκλείζεται ῥηϊδίως τὰ ἐπιῤῥέοντα.

Εἴτε μόριον εἴτε σῶμα λέγειν ἐθέλοι τις ἰσχυρότατον, κυρίως μὲν ἐρεῖ τὸ πρὸς τὰς δραστικὰς ἐνεργείας κάλλιστα κατεσκευασμένον, ὥς που καὶ τὸν Ἡρακλέα λέγομεν ἰσχυρότατον γεγονέναι. καθ᾿ ἕτερον δὲ τρόπον ὡς πρὸς τήνδε μέν τινα ἐνέργειαν ἰσχυρὸν τουτὶ τὸ σῶμα καὶ τὸ μόριον, ὡς πρὸς ἑτέραν δὲ ἄλλο, καὶ κατὰ μὲν πάντα ἰσχὺς ἐν ἑκάστῃ τῶν ἐνεργειῶν ἐστι τῷ δεῖνι, ἄλλο δὴ κατ᾿ ἄλλην αὐτῶν ἰσχυρὸν γίγνεται. μία μὲν οὖν ἐστιν ἡ ἐνέργεια τῶν καθ᾿ ὁρμὴν τοῦ ζώου κινήσεων, ὡς ἤτοι

124
τρέχοντος, ἢ συμπλεκομένου ζώοις τισὶν, ἢ διασπῶντός τι τῶν σωμάτων τῶν ἐμψύχων, ἢ τῶν ἀψύχων, ἢ ἀποσπῶντος ὡσαύτως ὁτιοῦν. μία δ᾿ ἄλλη δύναμις καὶ κατ᾿ αὐτὴν ἐνέργειαν ζωτικὴν, καθ᾿ ἣν αἱ ἀρτηρίαι καὶ ἡ καρδία σφύζουσιν. ἐπὶ δὲ ταῖς κατὰ γένος ἀλλήλων διαφερούσαις ἄλλαι τινές εἰσιν ἀνομογενεῖς οὐκ ἐν τοῖς ζώοις μόνον, ἀλλὰ κᾀν τοῖς φυτοῖς, διὸ καὶ φυσικὰς ὀνομάζομεν αὐτὰς, ἑλκτικὴ καὶ ἀλλοιωτικὴ καὶ καθεκτικὴ καὶ ἀποκριτική. δύναται τοιγαροῦν ἄλλοτε κατ᾿ ἄλλο καὶ ἄλλο σῶμα ἡ γαστὴρ εἰ τύχῃ δύναμιν ἰσχυροτάτην ἔχειν, ὡς πρὸς τήνδε τὴν ἐνέργειαν, οἷον ἤτοι τὴν καθεκτικὴν ἢ τὴν ἀλλοιωτικὴν, ποτὲ δὲ τὸ ἧπαρ ἢ σπλὴν ἤ τι τῶν ἄλλων. ἔμπαλιν δὲ κατὰ τὸ αὐτὸ ζῶον ἡ μὲν γαστὴρ· ἀσθενεστάτην ἔχει ἤτοι τὴν ἑλκτικὴν, ἢ τὴν ἀποκριτικὴν δύναμιν, ἰσχυροτάτην δὲ τὸ ἧπαρ. παρῆκε δὲ νῦν ὁ γράψας τὴν προκειμένην ῥῆσιν. ἰσχυρὸν δ᾿ ἐννοεῖν μοι δοκεῖ, ᾧ πρὸς τὸ μὴ ῥᾳδίως πάσχειν ὑπὸ τῶν τὰς νόσους ἐργαζομένων αἰτιῶν. ἔτι νὴ Δία καὶ
125
τοῦτο πρόσεστι τὸ διὰ τῆς ἀποκριτικῆς δυνάμεως, ὅταν ἐν αὐτῷ τις ἀθροισθῇ περιουσία χυμῶν, εἰς ἕτερον αὐτὴν ἀποπέμπειν μόριον. εἶναι δὲ δηλονότι χρὴ τοῦ δεξαμένου τὸ πέμπον ἰσχυρότερον. ἔσται τοιγαροῦν καθ᾿ ἕκαστον σῶμα τὸ μέν τοι ἀσθενέστατον μόριον, τὰ δ᾿ ἰσχυρότατα, ὥσπερ ἀμέλει καὶ πᾶσιν ὡμολόγηται τοῖς ἰατροῖς καὶ τοῖς ἰδιώταις. ἀσθενεστάτους μὲν γὰρ εἶναι λέγουσι τοὺς πόδας τοῖς ποδαγρικοῖς, ὥσπερ γε σύμπαν τὸ τῶν ἄρθρων γένος τοῖς ἀρθριτικοῖς, ἀσθενεστάτην δὲ κεφαλὴν τοῖς κεφαλαλγικοῖς. οὕτως δὲ καὶ τὸν σπλῆνα τοῖς φύσει σπληνώδεσι καὶ τοὺς ὀφθαλμοὺς ὅσοι ῥᾳδίως ὀφθαλμίαις ἁλίσκονται καὶ καθ᾿ ἕκαστον μέρος ὡσαύτως. ὄντων δὲ κατὰ γένος διττῶν τῶν τὰς νόσους ἐργαζομένων αἰτιῶν, τὰ μὲν γὰρ ἔξωθέν ἐστι, τὰ δὲ ἔξ αὐτῶν ἡμῶν ὁρμᾶται, καὶ πρὸς μὲν τὰς ἔξωθεν βλάβας ἄλλα μόρια τῶν ἐν ἡμῖν ἐστιν ἐνίοτε ἀσθενῆ, πρὸς δὲ τὰς ἔνδοθεν ἄλλα. διότι καὶ τῶν αἰτιῶν αὐτῶν αἱ δυνάμεις ἑτερογενεῖς εἰσιν. ἐξ ἡμῶν γὰρ κατὰ πλῆθος χυμῶν ἢ μοχθηρίαν αἱ νόσοι γίγνονται. τὰ
126
δ᾿ ἔξωθεν αἴτια τὰ μὲν τῷ δυσκρασίαν τινὰ ἐργάζεσθαι, τὰ δὲ τῷ θλᾷν, ἢ τέμνειν ἀδικεῖ τὰ τῶν ζώων σώματα. τὸ γὰρ τῶν ἐξαρθρημάτων πάθος ὑπ᾿ ἀμφοτέρων ἔοικε γίγνεσθαι. καὶ γὰρ αὐτὸς εἷς μόνος ἄνευ συμπλοκῆς τῆς πρὸς ἕτερον ἔξαρθρον ἐποίησεν, ἤτοι γόνυ βαδίζων, ἢ γένυν χασμώμενος, ἤ τι τῶν ἄλλων ἄρθρων, ἢ ὁπωσοῦν ἐνεργῶν, ἢ περιστρεφόμενος, ἤδη δὲ καὶ κάταγμά τις ἔπαθεν ἄνευ τῆς ἔξωθεν αἰτίας, ἐν περιστροφαῖς ἀθρόαις, ἢ τῷ πηδῆσαι σφοδρότερον· ὥσθ᾿ ὅσα γένη τῶν |αἰτιῶν ἐστι, τοσαῦτα καὶ τῆς τῶν πασχόντων ῥᾳδίως, ἢ μὴ πασχόντων μορίων ἀσθενείας τε καὶ ἰσχύος. αἱ μὲν οὖν ἐκ τῶν χυμῶν ὁρμώμεναι νόσοι κατὰ τὴν ῥώμην τε καὶ ἀσθένειαν ἅπασι γίγνονται τῶν ἀποκριτικῶν δυνάμεων. συμπεφυκότων γὰρ ἀλλήλοις τῶν τοῦ ζώου μορίων ἐκ τῶν ἀπωθεῖσθαι δυνατωτέρων εἰς ἕτερα μεταῤῥέουσιν οἱ νοσοποιοὶ χυμοὶ καὶ πάλιν ἐξ ἐκείνων εἰς ἕτερα, μέχρις ἄν τινι τῶν ἀσθενεστέρων στηριχθῶσιν, ὃ μηκέτ᾿ ἔχει μηδὲν ἀσθενέστερον ἑαυτοῦ μέρος, ὥστε πέμψειν τὸν λυποῦντα χυμόν. ἐὰν
127
μὲν οὖν ἐκροὰς ἔχῃ τοῦτο τὸ μόριον, ὡς ἔντερά τε καὶ γαστὴρ καὶ κύστις καὶ μήτρα, δι᾿ ἐκκρίσεως ἐκκενωθῇ τὸ λυποῦν αἴτιον. ἐάν γε λεπτότερον ᾖ κατὰ τὴν σύστασιν τῶν ἐκροῶν τοῦ μορίου, πολλάκις καὶ ἀναῤῥαγέντων, ἢ καὶ ἀναστομωθέντων ἀγγείων, ἐπὶ πλέον ἡ κένωσις ἐγένετο, καθάπερ ἐν ταῖς χωρὶς τραυμάτων αἱμοῤῥαγίαις. ἐὰν δὲ μὴ ἀναστομωθῇ, μήτ᾿ ἀναῤῥαγῇ, παχὺς ἢ γλίσχρος κατασκήψας χυμὸς ὄγκον ἐργάζεται παρὰ φύσιν ἐν τῷ μορίῳ. τοιαύτη μὲν οὖν τίς ἐστιν ἰσχὺς καὶ ἀσθένεια τῶν μελῶν τοῦ σώματος ἐν τοῖς πάθεσιν, ὅσα τὴν γένεσιν ἐξ ἡμῶν αὐτῶν ἔχει· τὰ δὲ ὑπὸ τῶν ἔξωθεν αἰτιῶν πάσχοντα κατὰ τὸ θερμαίνεσθαι καὶ ψύχεσθαι καὶ ξηραίνεσθαι καὶ ὑγραίνεσθαι τοὐπίπαν ἔοικε πάσχειν. σπάνια γάρ ἐστι τὰ διὰ τοῦ θλᾷν, ἢ τέμνειν, ἤ τι τοιοῦτο ποιεῖν εἰς νόσους ἄγοντα τὰ τῶν ζώων σώματα. γενήσεται τοίνυν ἐν ταῖς τοιαύταις νόσοις ἄλλο πρὸς ἄλλην αὐτοῦ ἀσθενές τε καὶ ἰσχυρόν. ὅσα μὲν γάρ ἐστι φύσει ψυχρότερα μόρια, ταῦτα πείσεται ῥᾳδίως ὑπὸ τῶν ψυχόντων αἰτίων, ὅσα δὲ θερμότερα, 
128
πρὸς τῶν θερμαινόντων. ἀνάλογον δὲ τούτοις ἐπὶ τῶν καθ᾿ ὑγρότητα καὶ ξηρότητα δυσκράτων· ἐνδέχεται δὲ αὐτῶν τούτων ἔνια μὲν ὑπὸ τῶν θερμαινόντων, ἢ ψυχόντων, ἢ ξηραινόντων, ἢ ὑγραινόντων αἰτίων ἑτοίμως πάσχειν, ἰσχυροτέραν δ᾿ ἕτερον μόριον ἔχον τὴν ἀποκριτικὴν δύναμιν, εὐθέως ἀποπέμπειν εἰς ἐκεῖνα τὸ σφέτερον κακόν. ἐπεὶ τοίνυν οὐχ ἁπλῶς γίγνεταί τε καὶ νοεῖται μόριον ἰσχυρότερον, ἢ ἀσθενέστερον, ἀλλὰ κατὰ πλείονας τρόπους ἑτερογενεῖς, οὐχ οἷόν τέ ἐστι κρῖναι τὴν προκειμένην ῥῆσιν, οὐδ᾿ ἀποφήνασθαι πότερον ἀληθὴς ἢ ψευδής. ἐκεῖνό γε μήν ἐστι καὶ περὶ τῆσδε καὶ περὶ τῶν ἄλλων ἁπασῶν εἰπεῖν, ὅσαι περὶ τῶν πολλαχῶς λεγομένων τε καὶ νοουμένων ἀδιορίστως ἀποφαίνονται, συγκεχυμένην τε καὶ ἀδιάρθρωτον εἶναι τὴν ἀπόφασιν αὐτῶν, ὡς μηδένα τῶν ἀκουσάντων αὐτῆς ὠφελεῖσθαι. καὶ μέντοι καὶ ἀντιλογίαν ἰσχυρὰν ἔχει τὸ κατὰ τὴν προκειμένην ῥῆσιν εἰρημένον, ἔνθα φησὶν· ὁκόσα δ᾿ ἂν ἀπὸ τῶν ἀσθενεστέρων ἐπὶ τὰ ἰσχυρότερα ἔλθῃ, εὐλυτώτερά ἐστιν. ὑπὸ γὰρ τῆς ἰσχύος
129
ἀποκλείζεται ῥηϊδίως τὰ ἐπιῤῥέοντα, διὸ καὶ διαφόρως ἔγραψαν οἱ ἐξηγηταὶ τὴν τοῦ ἀποκλείζεται ἐξήγησιν, ἔνιοι μὲν ἀποκλείζεται γράψαντες, ἔνιοι δὲ ἀποκλείεται, τινὲς δὲ ἀποπαγιώσεται, τὴν τρίτην συλλαβὴν τοῦ ἀποπαγιώσεται ῥήματος διὰ τοῦ ω προενεγκάμενοι, τινὲς δὲ διὰ τοῦ η καὶ σ, καθάπερ ὁ Διοσκουρίδης, ἀπὸ τοῦ παγήσεσθαί φασιν, ἀντὶ τοῦ ἀποκρούεσθαι εἰρῆσθαι τοῦτο τὸ ῥῆμα. ἀλλ᾿ εἴπερ ἀπὸ τῶν ἀσθενεστέρων μορίων ἐπί τι τῶν ἰσχυροτέρων ἀφικνούμενος ὁ λυπῶν χυμὸς ἀποκρουσθείη, πάλιν ὑπ᾿ αὐτοῦ πλέον οὐδὲν οὕτω γε τῷ κάμνοντι γένοιτο. βέλτιον οὖν γράφειν τὴν λέξιν ὧδέ πως. ἀπὸ γὰρ τῆς ἰσχύος ἀναλώσεται τὰ ἐπιῤῥέοντα, τουτέστιν ἀναλωθήσεται πεττόμενά τε καὶ διαφορούμενα. τινὲς δὲ τὰ κυριώτατα μόριά φασιν εἰρῆσθαι νῦν ἰσχυρότατα, ψευδῆ ποιοῦντες τὸν λόγον. ἀπὸ γὰρ τῶν κυριωτέρων μορίων εἰς ἀκυρώτερα μεθίστασθαι τοὺς λυποῦντας χυμοὺς, οὐκ ἀπὸ ἀκυρωτάτων εἰς τὰ κυριώτατα βέλτιόν ἐστι. πολλάκις δ᾿ ἤδη τεθεάμεθα τῶν ἐπὶ τὰ κῶλα φερομένων χυμῶν ἐν ἀρθρίτισί τε καὶ
130
ποδάγραις ἀποκρουσθέντων ἐκεῖθεν, εἶτ᾿ ἐπὶ τι κύριον ἐλθόντων, ἀποθανόντα τὸν ἄνθρωπον, εἶναί τε μίαν ἐλπίδα σωτηρίας, ἐὰν δυνηθῶμεν αὖθις ἐπὶ τὸ κῶλον αὐτοὺς ἀντισπάσαι.

Αἱ παχύταται δὲ τῶν φλεβῶν ὧδε πεφύκασιν· τέσσαρα ζεύγεά ἐστιν ἐν τῷ σώματι καὶ ἓν μὲν δὴ αὐτέων ἀπὸ τῆς κεφαλῆς ὄπισθεν διὰ τοῦ αὐχένος, ἔξωθεν ἐπὶ τὴν ῥάχιν, ἔνθεν τε καὶ ἔνθεν ἐς τὰ ἰσχία ἀφικνέεται καὶ ἐς τὰ σκέλεα, ἔπειτα διὰ τῶν κνημέων, ἕως τῶν σφυρῶν τὰ ἔξω καὶ ἐς τοὺς πόδας διήκει. δεῖ οὖν τὰς φλεβοτομίας τὰς ἐπὶ τῶν ἀλγημάτων τῶν ἐν τῷ νώτῳ καὶ τοῖσιν ἰσχίοισιν ἀπὸ τῶν ἰγνύων ποιέεσθαι καὶ ἀπὸ τῶν σφυρῶν ἔξωθεν. αἱ δὲ ἕτεραι φλέβες ἔχουσαι τὴν ἀρχὴν ἀπὸ τῆς κεφαλῆς παρὰ τὰ οὔατα διὰ τοῦ αὐχένος αἱ σφαγίτιδες καλεόμεναι, εἴσωθεν ἀπὸ τῆς κοίλης παρὰ τὴν ῥάχιν ἑκατέρωθεν φέρουσαι παρὰ τὰς ψόας καὶ ἐς τοὺς ὄρχιας
131
καὶ ἐς τοὺς μηροὺς καὶ διὰ τῶν ἰγνύων ἐκ τοῦ εἴσωθεν μέρους, ἔπειτα διὰ τῶν κνημέων παρὰ τὰ σφυρὰ τὰ εἴσωθεν μέρεος καὶ ἐς τοὺς πόδας. δεῖ οὖν τὰς φλεβοτομίας ποιέεσθαι πρὸς τὰς ὀδύνας, τὰς ἀπὸ τῶν ψοῶν καὶ τῶν ὄρχεων, ἀπὸ τῶν ἰγνύων καὶ ἀπὸ τῶν σφυρῶν εἴσωθεν. αἱ δὲ τρίται φλέβες ἐκ τῶν κροτάφων διὰ τοῦ αὐχένος ὑπὸ τὰς ὠμοπλάτας, ἔπειτα ξυμφέρονται ἐπὶ τὸν πνεύμονα καὶ ἀφικνέονται ἡ μὲν ἐκ τῶν δεξιῶν εἰς τὰ ἀριστερὰ, ἡ δὲ ἐκ τῶν ἀριστερῶν ἐπὶ τὰ δεξιά. καὶ ἡ μὲν δεξιὰ ἀφικνέεται καὶ ἐκ τοῦ πνεύμονος ὑπὸ τὸν μαζὸν καὶ ἐς τὸν σπλῆνα καὶ ἐς τὸν νεφρὸν, ἡ δὲ ἐκ τῶν ἀριστερῶν ἐπὶ τὰ δεξιὰ ἐκ τοῦ πνεύμονος ὑπὸ τὸν μαζὸν καὶ ἐς τὸ ἧπαρ καὶ ἐς τὸν νεφρόν. τελευτῶσι δὲ ἐς τὸν ἀρχὸν αὗται ἀμφότεραι. αἱ δὲ τέταρται ἀπὸ τοῦ ἔμπροσθεν τῆς κεφαλῆς καὶ τῶν ὀφθαλμῶν ὑπὸ τὸν αὐχένα καὶ τὰς κληῖδας, ἔπειτα δὲ ὑπὲρ τῶν βραχιόνων ἄνωθεν ἐς τὰς ξυγκαμπτὰς, ἔπειτα δὲ διὰ τῶν πήχεων καὶ ἐπὶ τοὺς καρποὺς καὶ τοὺς δακτύλους, ἔπειτα ἀπὸ τῶν δακτύλων πάλιν διὰ τῶν πήχεων καὶ τῶν χειρῶν ἄνωθεν ἐς τὰς ξυγκαμπτὰς καὶ διὰ βραχιόνων τοῦ κάτωθεν
132
μέρεος ἐς τὰς μασχάλας καὶ ἀπὸ τῶν πλευρέων ἄνωθεν ἡ μὲν ἐς τὸν σπλῆνα ἀφικνέεται, ἡ δὲ εἰς τὸ ἧπαρ, ἔπειτα ὑπὲρ τῆς γαστρὸς ἐς τὸ αἰδοῖον τελευτῶσιν ἀμφότεραι. καὶ αἱ μὲν παχύταται τῶν φλεβῶν ὧδε ἔχουσιν. εἰσὶ δὲ καὶ ἀπὸ τῆς κοίλης φλέβες ἀνὰ τὸ σῶμα πάμπολλαί τε καὶ παντοῖαι καὶ δι᾿ ὧν τῷ σώματι τροφαὶ ἔρχονται.

Τῶν κατὰ τὰς τέχνας ἀμφισβητουμένων ἔνια μὲν αἴσθησις, ἔνια δὲ ἀπόδειξις κρίνει. τὰ μὲν οὖν αἰσθήσει κρινόμενα τῆς κρινούσης αἰσθήσεως ἐῤῥωμένης δεῖται, τὰ δ᾿ ἀποδείξει τοῦ λογισμοῦ γεγυμνασμένου. περὶ μὲν οὖν τῆς τῶν σιτίων πέψεως τῆς ἐν γαστρὶ καὶ τῆς μετὰ ταύτην τῶν χυμῶν γενέσεως, ἀναδόσεως τε καὶ θρέψεως, ὅσα τ᾿ ἄλλα τοιαῦτα, λογισμοῦ δεόμεθα τοῦ κρίνοντος τὰς εἰρημένας ὑπὸ τῶν παλαιῶν δόξας. εἰ δὲ τέτταρας ἔχει κοιλίας τὰ μηρυκάζοντα ζῶα, τὰ δ᾿ ἀμφόδοντα μίαν, αἰσθήσεως, οὐκ ἀποδείξεως χρεία. ἔμπαλιν οὖν ἔχει τὸν ἔλεγχον 

133
τῶν ψευδομένων τά τε αἰσθήσει κρινόμενα καὶ τὰ τῷ λογισμῷ. τὰ μὲν γὰρ αἰσθήσει κρινόμενα τοῖς διαλεγομένοις πρὸς ἀλλήλους ἑτοιμοτάτην φέρει τὴν κρίσιν, ἐπὶ τὸ φαινόμενον ἐν ταῖς ἀνατομαῖς ἀφικνουμένοις. τὰ δ᾿ ἀποδείξει καὶ χωρὶς ἀνατομῆς κρίνασθαι δύναται, γραφομένης τῆς ἀποδείξεως. ἐὰν οὖν τις ἀναγκάζηται διὰ γραμμάτων ἀντιλέγειν τοῖς ἀναισχυντότατά τε καὶ ἀμαθέστατα τολμήσασιν ἀποφήνασθαι περί τινος ἀνατομικοῦ θεωρήματος, αἰσθήσει τὴν κρίσιν ἔχοντος, οἱ μὴ γινώσκοντες τὸ φαινόμενον ἐν ταῖς ἀνατομαῖς, ἀδυνατοῦσι διακρίνειν ἀπὸ τῶν ἀληθευόντων τοὺς ψευδομένους. ὥσπερ γὰρ ἐάν τις λέγῃ Κρήτην οὐκ εἶναι νῆσον, ὑπὸ πάντων τῶν ἀκουόντων καταγινώσκεται, διότι γινώσκουσιν αὐτὴν εἶναι νῆσον, οὕτως ἐάν τις λέγῃ τέτταρας μὲν ἔχειν τὰς κοιλίας τοὺς κύνας, μίαν δὲ τὰ μηρυκάζοντα, καταγελᾶται πρὸς τῶν ἑωρακότων ἐν μὲν τοῖς μηρυκάζουσι τέτταρας, ἐν δὲ τοῖς κυσὶ μίαν. ταὐτὸ δὴ τοῦτο καὶ περὶ τῆς τῶν φλεβῶν ἀνατομῆς ἐστιν.
134
οὐ γὰρ ἀποδείξεως ἡ κρίσις, ἀλλ᾿ αἰσθήσεως δεῖται. μέχρι δ᾿ ἂν οἱ διαφωνοῦντες ἐν τοῖς ἰδίοις χαρτίοις γράφωσιν ἅπερ ἂν ἐθέλωσιν, ἄδηλός ἐστιν ἡ ἀλήθεια τοῖς ἀπείροις ἀνατομῆς. εἰς τοιαύτην γοῦν ἀφιγμένοι διαφωνίαν ἡμεῖς ἐν τῷ παρόντι λόγῳ πρὸς τοὺς τολμήσαντας εἰπεῖν ἀπὸ τῆς κεφαλῆς εἰς τὸ σῶμα τέτταρα ζεύγη φλεβῶν κατιέναι, τοῖς ἀγνοοῦσι τὰ κατὰ τὰς ἀνατομὰς οὐδεμίαν δυνάμεθα διὰ τῆς γραφῆς ἰσχυρὰν εἰπεῖν ἀπόδειξιν, ὅτι μηδὲ λογικῆς ὅλως ἀποδείξεως, ἀλλ᾿ αἰσθήσεως μόνης ἐπιστημονικῆς ἡ κρίσις δεῖται. εἰ δὲ μή τις ἄρα τὰ περὶ κρίσεως ἱστορίας γεγραμμένα καὶ ἄλλοις μέν τισιν ἰατροῖς τε καὶ φιλοσόφοις, οὐχ ἥκιστα δὲ τοῖς ἐμπειρικοῖς, ἐθέλοι προχειριζόμενος κατὰ ταῦτα ποιεῖσθαι τὴν κρίσιν. ἐγὼ μὲν γὰρ οὐ φεύγω τὰ παλαιὰ κριτήρια καὶ τὴν συμφωνίαν τῶν ἱστορησάντων, καὶ μάλιστα ἂν ἔμπειρος τῆς ἱστορουμένης ὕλης εἶεν, ὥσπερ Εὔδημος μὲν καὶ Ἡρόφιλος ἀνατομῆς, Κρατεύας δὲ καὶ Διοσκουρίδης τῶν μεταλλικῶν φαρμάκων. εἰ
135
δέ τις ἐκφύγῃ τὴν κρίσιν ταύτην, οὐ μόνον ὀκτὼ φλέβας ἀδυνατήσει δεικνύειν ἀπὸ τῆς κεφαλῆς καταφερομένας, ἀλλ᾿ οὐδὲ τρεῖς ἢ δύο, μία γάρ ἐστι μόνη μεγίστη φλὲψ, ἣν κοίλην ὀνομάζουσιν. διὰ δὲ τῶν κυρτῶν τοῦ ἥπατος ἐκτεταμένη κατὰ τὸ τοῦ ζώου μῆκος, ὁριζουσῶν δηλονότι τῶν φρενῶν τὸ κάτω καὶ τὸ ἄνω τοῦ ζώου. φέρεται δ᾿ ἡ κοίλη φλὲψ αὕτη διὰ τῶν φρενῶν, ἄνω μὲν ἐπὶ τὴν καρδίαν, κάτω δ᾿ ἐπὶ τὴν ῥάχιν κατὰ τὸ κυρτὸν τοῦ ἥπατος διεξερχομένη. κᾄπειθ᾿ οὕτως ἀπὸ μὲν τῆς ἄνω φερομένης ἀποφυόμεναι φαίνονται σαφῶς ἀπὸ στελέχους αἱ ἄνω τοῦ διαφράγματος ἅπασαι φλέβες, ἀπὸ δὲ τῆς ἐπὶ τὴν ῥάχιν καμπτομένης αἱ κάτω. καὶ ταῦτα γέγραπται μὲν καὶ ὑφ᾿ Ἱπποκράτους ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν, ἡπατῖτιν ὀνομάζοντος αὐτοῦ τὴν κοίλην φλέβα. γέγραπται δὲ καὶ ὧδε καὶ πρὸς ἁπάντων τῶν ἀνατομικῶν. οὐδεὶς δ᾿ ἄλλος ἰατρὸς εἶπεν ὀκτὼ φλέβας ἀπὸ κεφαλῆς ἐπὶ τὰ κάτω τοῦ σώματος ἥκειν οὔτε τῶν ἧττον οὔτε τῶν μᾶλλον ἀκριβῶς
136
ἀνατεμνόντων, οὐ Διοκλῆς, οὐ Πραξαγόρας, οὐκ Ἐρασίστρατος, οὐ Πλειστόνικος, οὐ Φιλότιμος, οὐ Μνησίθεος, οὐ Διεύχης, οὐ Χρύσιππος, οὐκ Ἀντιγένης, ἢ Μήδειος, ἢ Εὐρυφῶν, οὐκ ἄλλος τις ἰατρὸς τῶν ἀρχαίων. τί δεῖ λέγειν ἔτι περὶ τῶν μετ᾿ αὐτοὺς ἐπὶ πλεῖστον αὐξησάντων τὴν ἀνατομικὴν θεωρίαν; ὡς Ἡρόφιλός τε καὶ Εὔδημος, οἷς εἰς τὴν μέθοδον οὐκέτι οὐδεὶς προσεξεῦρεν οὐδὲν ἄχρι Μαρίνου τε καὶ Νομισιανοῦ, οὐδ᾿ Ἡρακλειανὸς, ᾧ συνεγενόμην ἐπὶ τῆς Ἀλεξανδρείας οὐκ ἐν παρέργῳ. μαθηταὶ δὲ τῶν ἀνδρῶν τῶνδε πολλοί τε καὶ ἄλλοι, διαπρεπέστατοι δὲ Νομισιανοῦ μὲν ὁ διδάσκαλος ἡμῶν Πέλοψ, Μαρίνου δὲ Κόιντος. ἀλλὰ Κόιντος μὲν οὔτ᾿ ἄλλο τι βιβλίον οὔτ᾿ ἀνατομικὸν ἔγραψε· τῶν δ᾿ ἄλλων ἁπάντων ἀνατομικὰς ἔχομεν οὐκ ὀλίγας βίβλους. ἀλλὰ καὶ τῶν Κοΐντου μαθητῶν ἐστιν ἀνατομικὰ συγγράμματα, καθάπερ τὰ Σατύρου τε τοῦ ἡμετέρου διδασκάλου καὶ Λύκου. τούτων οὖν ἁπάντων καὶ πρὸς τούτοις ἄλλων πολλῶν ἀνατομὰς γεγραφότων
137
οὐδεὶς οἶδε τέτταρα ζεύγη φλεβῶν ἀπὸ τῆς κεφαλῆς ὁρμᾶσθαι. τοῦτο γὰρ ὅμοιόν ἐστι τῷ λέγειν ὀκτὼ κατὰ τὴν τῶν Ἀθηναίων πόλιν ἀκροπόλεις εἶναι, μιᾶς οὔσης μόνης. κατὰ μέν γε τὴν Ῥωμαίων πόλιν ἐγχωρεῖ τινα φᾶναι τοὺς ᾠκισμένους λόφους ὑπάρχειν ὀκτὼ, καθάπερ κᾂν ἕξ τις φήσῃ. παρ᾿ ἕνα γὰρ ἑκάτερος ἐψεύσεται. εἰ δέ τις ἀντὶ τῶν ἑπτὰ, ἕνα εἶναι φήσει τὸν ᾠκισμένον λόφον, ἢ ἔμπαλιν Ἀθήνησιν ἀντὶ μιᾶς ἀκροπόλεως ὀκτὼ, πολλῷ μᾶλλον ψεύσεται τοῦ παρ᾿ ἕνα τἀληθῆ εἰπόντος. διαφερομένης οὖν ἀπὸ τῶν κυρτῶν τοῦ ἥπατος εἰς τὰ τοῦ σώματος ἄνω μιᾶς φλεβὸς, ἢ κᾂν ἄνωθεν ἄρξηταί τις ἀνατέμνειν, οὐκ ἀναφέρεσθαι, ἀλλὰ καταφέρεσθαι λεχθήσεται, μία δ᾿ ὡσαύτως φανεῖται, γελοιότατος ἂν εἴη τις ὀκτὼ λέγων ἄνωθεν κάτω φέρεσθαι φλέβας. εἴτε γὰρ ἄνωθεν κάτω βουληθείης λέγειν, εἴτ᾿ ἐκ τῶν κάτω μερῶν ἄνω φέρεσθαι τὴν ἡπατῖτιν ἢ κοίλην ὀνομαζομένην φλέβα, μία πάντως ἐστὶν αὐτὴ διὰ τῶν κυρτῶν τοῦ ἥπατος ἐκτεταμένη. εἰ μὲν οὖν ἑτέρου 
138
τινὸς εὑρεθῇ βιβλίον ἀνατομὴν ἔχον τοιαύτην, οὐδ᾿ ἂν ἐποιήσατό τις ὑπὲρ αὐτοῦ λόγον, οὐδ᾿ ἀναγνῶναι τὰ κατὰ μέρος ὑπέμεινεν, ἀλλὰ τοῦτο μόνον ἀκούσας ὡς ἔστι τέσσαρα ζεύγη φλεβῶν ἐν τῷ σώματι, καταγνοὺς ὡς ἐμπλήκτου τῆς ἐπαγγελίας ἀπεχώρησεν εὐθέως. ἐπεὶ δ᾿ Ἱπποκράτους συγγράμματι παρενέθηκέ τις τὸν λόγον, ἀνάγκην ἡμῖν παρέσχεν ἀπολλύειν τὸν χρόνον, αὐτόν τε τοῦτον ὃν ἀναλίσκομεν ἐλέγχοντες αὐτὸν, ἔτι τε πρὸς τούτοις καθ᾿ ὃν ἀναγινώσκομεν τὰ κακῶς ἐγγεγραμμένα. ἀπὸ τῶν ὄπισθεν τῆς κεφαλῆς, φησὶ, ζεῦγός τι φλεβῶν ὥρμηται φέρεσθαι διὰ τοῦ αὐχένος, εἶτ᾿ ἐκ τῶν ἔξω μερῶν περὶ τὴν ῥάχιν ἀφικνούμενον ἐπὶ τὰ ἰσχία. τοὐντεῦθεν δὲ διὰ τῆς κνήμης ἐπὶ τὰ τῶν σφυρῶν ἔξω παραγίνεται. ἕτερον δ᾿ ἄλλο ζεῦγος ἄρχεται μὲν, φησὶν, ἐκ τῶν περὶ τὰ ὦτα χωρίων, κατέρχεται δὲ διὰ τοῦ τραχήλου τῶν σφαγιτίδων ὀνομαζομένων φλεβῶν, εἶθ᾿ ὥσπερ τὸ πρότερον ζεῦγος ἐκ τῶν ἔξω μερῶν περὶ τὴν ῥάχιν, οὕτως ἐκ τῶν ἔνδον, τοῦτο πρός τε τοὺς ὄρχεις καὶ τοὺς μηροὺς ἥκει. κᾄπειτα διὰ τῶν ἰγνύων ἐπὶ τὰ τῶν
139
σφυρῶν ἔνδον ἀφικνεῖται. τίς ἀνάσχοιτο ταῦτα ἀκούων ἡμέρᾳ μιᾷ τεθεαμένος ἀνατομὰς ζώου; πολλὰ μὲν γάρ ἐστι καὶ δύσδεικτα θεωρήματα κατὰ τὰς ἀνατομὰς, ὑπὲρ ὧν εἰκὸς ἀγνοεῖν τινα τῶν μὴ πάνυ τετριμμένων ἐν τῷ πράγματι, καὶ διὰ τοῦτο διαφωνία γέγονεν ἐπ᾿ αὐτῶν· τὸ δὲ τῆς μεγίστης φλεβὸς οὕτως ἐστὶ πρόδηλον, ὡς μήτε τινα λαθεῖν δύνασθαι τῶν δυνηθέντων ἐξ ἀνατομῆς τι μαθεῖν, ὡμολόγηταί τε πᾶσιν ἄχρι τοῦ καὶ τοὺς ποιητὰς αὐτοὺς γινώσκειν. Ὅμηρος γοῦν φησιν

  • ἀπὸ δὲ φλέβα πᾶσαν ἔκερσεν,
  • Ἥτ᾿ ἀνὰ νῶτα θέουσα διαμπερὲς αὐχέν᾿ ἱκάνει.
  • μίαν οὖν αὐτὴν οἶδεν, ὥσπερ μία καί ἐστιν, οὐ τέσσαρας, ἔξωθεν μὲν τῆς ῥάχεως δύο, δύο δὲ κατὰ τὸν αὐτὸν τρόπον ἐκείναις παρατεταμένας ἑκατέρωθι τῇ ῥάχει ἄλλας. ἀλλὰ τὰς μὲν τέσσαρας, ὡς ὁ διαπλάσας τὴν ἐνταῦθα γεγραμμένην ἀνατομὴν ἔγραψεν, οὐδὲν ἔχει ζῶον· ἀπὸ δὲ τῆς μιᾶς φλεβὸς τῆς μεγίστης ἀποφύσεις γίνονται καθ᾿

    140
    ὅλον τὸ μεταξὺ τῶν τοῦ νωτιαίου περάτων, ὡς Ἱπποκράτης ἔγραψεν ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν, τό τ᾿ ἄνω πρὸς ταῖς κλεισὶ πέρας αὐτῆς καὶ τὸ κάτω πρὸς τῷ ἱερῷ ὀστέῳ. καὶ τὸ μὲν εἰς τὰς σφαγίτιδας φλέβας σχίζεται, τὸ δ᾿ εἰς τὰς ἐπὶ τὰ σκέλη φερομένας. πῶς οὖν ὁ τοῦτο τὸ δεύτερον ζεῦγος γράψας δύο διαμενούσας τὰς σφαγίτιδας φλέβας οἴεται παρὰ τὴν ῥάχιν ἐκ τῶν ἔνδον μερῶν ἐπὶ τὰ σκέλη φέρεσθαι; πῶς δ᾿ ἐπὶ τὰ τῶν σφυρῶν ἔνδον ἥκειν ; μιᾶς καὶ μόνης φλεβὸς εἰς ἑκάτερον τῶν σκελῶν ἀφικνουμένης, οὐκ ἄλλης μέν τινος ἔνδον τῶν σφυρῶν, ἄλλης δ᾿ ἔξωθεν, ἀλλὰ τῆς αὐτῆς εἰσιν ἀποβλαστήματα. ἔτι δὲ τούτων ἐστὶ γελοιότερον τὸ τρίτον ζεῦγος τῶν φλεβῶν, ἃς ἐκ τῶν κροτάφων ὁρμηθείσας φέρεσθαί φησι διὰ τοῦ αὐχένος ὑπὸ τὰς ὠμοπλάτας εἰς τὸν πνεύμονα. κἄπειτ᾿ ἐντεῦθεν ὑπαλλαττούσας τὸ κατ᾿ εὐθὺ τῆς φορᾶς ἐκτρέπεσθαι πρὸς τὰ πλάγια, τὴν μὲν ἐκ τῶν δεξιῶν μερῶν ἐπὶ τὰ ἀριστερὰ μετερχομένην, εἶθ᾿ ὑπὸ τὸν μαζὸν, ἐπί τε τὸν σπλῆνα καὶ τὸν ἀριστερὸν ἀφικνουμένην νεφρόν. τὴν δ᾿ ἐκ τῶν ἀριστερῶν μερῶν ὑπὸ τὸν δεξιὸν νεφρὸν, ἀμφοτέρας δ᾿ αὐτὰς εἰς τὸν
    141
    ἀρχὸν τελευτᾷν. ἀλλὰ καὶ ὁ ἀρχὸς, ὦ βέλτιστε, φαίη ἄν τις εἰκότως πρὸς τὸν ταῦτα γράψαντα, παρὰ τῆς ἐπ᾿ ὀσφύϊ κοίλης ἀποφύσεις λαμβάνει, κατ᾿ ἐκεῖνον τὸν τόπον, ἔνθα καὶ τὰς εἰς ἑκάτερον μέρος ἀποφυομένας τῆς κοίλης, ὥσπερ τινὰς κλάδους μεγάλους ἐπὶ τὰ σκέλη φέρεσθαι. τῷ δὲ πνεύμονι τίς ἀγνοεῖ μὴ ὅτι τῶν ἰατρῶν, ἀλλὰ καὶ τῶν μαγείρων, ἀπὸ καρδίας χορηγούμενον αἷμα διὰ μιᾶς φλεβὸς, ἧς καρδίας οὐδαμόθι μέμνηται κατὰ τὸν λόγον ὁ τὸ τρίτον ζεῦγος αὐτὸ πλάσας; ἀλλ᾿ ἣν ἔνιοι τῶν ἀνατομικῶν ἀνδρῶν ἀρχὴν εἶναί φασιν τῶν καθ᾿ ὅλον τὸ σῶμα φλεβῶν, ταύτην ἡ προκειμένη ῥῆσις οὐδεμίαν οἶδεν ἔχουσαν φλέβα. καὶ γὰρ οὖν καὶ τὸ τέταρτον ζεῦγος ἄρχεσθαι μὲν ἀπό τε τῶν πρόσω τῆς κεφαλῆς καὶ τῶν ὀφθαλμῶν ἔφησεν, ὑπὸ δὲ τὸν αὐχένα καὶ τὰς κλεῖς ἐνεχθὲν αὐτὰς, ἐπιβαίνειν τῷ βραχίονι καθ᾿ ἑτέραν δηλονότι χεῖρα μίαν, εἶτ᾿ ἐκ τῶν ἄνω μερῶν ἐπὶ τοὺς δακτύλους ἐνεχθείσας αὖθις ἀναφέρεσθαι διὰ τῆς ὅλης χειρὸς ἐπὶ τὴν μασχάλην, ἐντεῦθέν τε διὰ τῶν πλευρῶν ἰέναι, τὴν μὲν ἑτέραν ἐπὶ τὸ ἧπαρ, τὴν δ᾿ ἑτέραν ἐπὶ τὸν σπλῆνα, κᾄπειτα φερομένας ἀπὸ τῆς
    142
    γαστρὸς εἰς τὸ αἰδοῖον ἀμφοτέρας τελευτᾷν, ὥστε οὐδ᾿ αὗται διδόασί τι τῇ καρδίᾳ μέρος. πῶς οὖν εἰς τέλος ἐπελάθετο τηλικούτου σπλάγχνου τῆς καρδίας ὁ ταῦτα διαπλάττων ὡς καινὸς ὄντως Προμηθεύς; οὐ μὴν οὐδ᾿ ἐγκεφάλου μνήμην ἐποιήσατο. δῆλον γὰρ ὅτι καὶ οὗτος ἀτιμότερος ἦν τῶν σφυρῶν. ὑπὲρ ἅπασαν δὲ τυφλότητα τὸ κατὰ τοὺς νεφρούς ἐστιν, ἐφ᾿ οὓς ἀπὸ τῆς κοίλης μέγισται φέρονται φλέβες, ἃς παραλιπὼν ἀναπλάττει τινὰς ἀπὸ τοῦ πνεύμονος ἐπ᾿ αὐτοὺς φέρεσθαι. δῆλον οὖν ἐστιν ἐξ ἁπάντων, οὐχ ὥσπερ ἔνιοι τῶν ἀνατεμνόντων παρεῖδόν τινα καὶ αὐτὸς οὗτος παρεωρακὼς, ἀλλ᾿ ὅλως οὐδὲν ἑωρακώς. ὁ γὰρ τὰ μέγιστα μὴ βλέπων οὐ παραβλέπειν, ἀλλ᾿ ὅλως οὐ βλέπειν ἀληθῶς ἂν λέγοιτο. ὅτι μὲν οὖν ἐνυπνίοις μεθυόντων ἔοικεν ὁ περὶ τῶν ἀπὸ τῆς κεφαλῆς εἰς ὅλον τὸ σῶμα καταφερομένων φλεβῶν λόγος οὐδεὶς ἀγνοεῖ τῶν ὅλως ἐπιχειρησάντων τι θεάσασθαι κατὰ τὰς ἀνατομάς. ἄλλας μὲν γάρ τινας μικρὰς παρῶφθαι τοῖς ἀνατομικοῖς εἰκὸς, οὐ μὴν 
    143
    ἔγραψέ τις ἄλλην ἄλλως, οὐδὲ παρέλιπε τὰ καὶ τοῖς τυφλοῖς δυνάμενα γενέσθαι γνωρίματα τοὺς δακτύλους τῆς χειρὸς ἐπιβάλλουσι. μία γοῦν ἐστι φλὲψ δι᾿ ἧς ἐξ ἥπατος εἰς ὅλον τὸ σῶμα φέρεται τὸ αἷμα, καθάπερ ἀπὸ στελέχους κλάδων πολλῶν, ἀποφυομένων ἀπ᾿ αὐτῆς φλεβῶν σμικρῶν, αἳ διανέμουσιν αὐτὸ τοῖς τοῦ ζώου μορίοις ἅπασιν. εἰ μὲν οὖν ποταμῷ παρεικάσαις τὸ κατὰ τὴν κοίλην αἷμα, τὸ δ᾿ ἀπ᾿ αὐτῆς φερόμενον εἰς τὰ μόρια τοῦ σώματος ὀχετῷ, οὐδ᾿ οὕτως ψευσθήσῃ τῆς εἰκόνος. ἀλλ᾿ εἴτε ποταμῷ προσεοικέναι φαίη τις, εἴτε πρέμνῳ τὴν μεγάλην φλέβα, τό γε μίαν αὐτὴν εἶναι πᾶσι τοῖς ἰατροῖς ὡμολόγηται, πλὴν τούτου τολμηρότατα παραγράψαντος τῷ βιβλίῳ τούτῳ τὰ τέσσαρα ζεύγη. πρὸς γὰρ αὖ τοῖς ἄλλοις ὥσπερ τὴν καρδίαν ἀμνημόνευτον εἴασεν, οὕτω καὶ αὐτὴν τὴν κοίλην φλέβα. καί τοι τῶν γε σφαγιτίδων μνημονεύσας, εἰς ἃς αὕτη σχίζεται κατὰ τὸ τοῦ θώρακος ἀνωτέρω. ὅσον γάρ ἐστι μεταξὺ τούτου τε τοῦ χωρίου καὶ τοῦ τῆς ῥάχεως πέρατος, ἡ μεγάλη φλέψ αὐτὸ κατείληφεν, ἀποφύουσα φλέβας
    144
    ἑκατέρωθεν. σχίζεται δὲ διχῇ, καθ᾿ ἑκάτερον τῶν περάτων καὶ τῶν μορίων αὐτῆς. ἄνω μὲν γὰρ διὰ τοῦ τραχήλου φέρονται μέγισται φλέβες, αἳ σφαγίτιδες ὀνομάζονται. κάτω δὲ ἐφ᾿ ἑκάτερον σκέλος, ὡς εἴρηται, μία μὲν, μεγίστη δὲ φλέψ. τῶν δὲ διὰ τοῦ τραχήλου φερομένων, αἳ καλοῦνται σφαγίτιδες, ἐν τῷ δευτέρῳ ζεύγει μνημονεύσας ὁ νέος οὗτος Προμηθεὺς ἄγνοιαν καὶ τόλμαν ἐπεδείξατο μεγίστην, οὐδαμόθι τῆς κοίλης φλεβὸς σχιζομένης, ἐξ ἧς αὗται γεννῶνται μνημονεύσας. ἐχρῆν γὰρ, εἴπερ ἑωράκει τι σμικρὸν ἐν ταῖς ἀνατομαῖς, ἐς ταὐτὸ ἀλλήλαις φάναι τὰς σφαγίτιδας ἰούσας μίαν ἀποτελεῖν φλέβα τὴν ἡπατῖτιν, ἢ κοίλην, ἢ ὅπως ἄν τις ἑτέρως ὀνομάζειν ἐθέλει νῦν. εἰ δ᾿ ὡς δύο μενουσῶν αὐτῶν ὁ λόγος αὐτῷ γέγραπται φάσκοντι διὰ τῶν ἔνδον μερῶν παρὰ τὴν ῥάχιν ἐπὶ τὰ τῶν σφυρῶν ἔσω καταφέρεσθαι. τί ἂν οὖν ἔτι μνημονεύσῃ τις τῶν μετὰ τέτταρα ζεύγη γεγραμμένων φλεβῶν; ἃς ἀπὸ τῆς κοίλης ἀναφέρειν εἰς ὅλον τὸ σῶμα τὴν τροφὴν ἡγεῖται, ὥσπερ τῶν εἰρημένων τεττάρων ζευγῶν, ἄλλου τινὸς ἕνεκεν
    145
    ὑπὸ τῆς φύσεως γεγονότων, ἀλλ᾿ οὐχὶ μίαν ἁπασῶν φλεβῶν ἐχουσῶν χρείαν κοινὴν, ἀναφέρειν ἐξ ἥπατος ἅπασι τοῖς τοῦ ζώου μέρεσιν αἷμα. τῶν δ᾿ ἐκ τῆς κοιλίας καὶ τῶν ἐντέρων ἀνακομιζουσῶν εἰς ἧπάρ τε ἐκ τῶν ἐδεσμάτων χυλὸν οὐδεμία προσωτέρω τοῦ ἥπατος ἀνέρχεται. ἀλλ᾿ οὐδὲ κατὰ πολλοὺς τοῦ ἥπατος τόπους φαίνονται, καίτοι πάμπολλαι τὸν ἀριθμὸν οὖσαι καθ᾿ ἃ τῇ γαστρὶ καὶ τοῖς ἄλλοις ἐντέροις ὁμιλοῦσιν, ἀλλ᾿ εἰς ἕνα τόπον, ὃν ὀνομάζουσι πύλας ἥπατος, ἀφικνοῦνται δὲ πᾶσαι, τοῦ θεμένου πρώτου πύλας ὄνομα τῷ χωρίῳ τούτῳ πόλει μὲν ἢ οἰκίᾳ τινὶ μεγάλῃ τὸ ἧπαρ παρεικάσαντος, ἀγροῖς δὲ τά τε ἔντερα καὶ τὴν κοιλίαν, ἐξ ὧν ὥσπερ δι᾿ ὁδῶν τινων, πολλῶν τῶν φλεβῶν, εἰς τὰς πύλας τῆς πόλεως, ἢ τῆς οἰκίας κομίζεται τὰ σιτία. ληρεῖ τοίνυν ὁ νέος Προμηθεὺς ἐν ᾧ διαπλάττει ζώῳ κατὰ τὸν ἑαυτοῦ λόγον. οὐ γὰρ δὴ τοῖς ἔργοις γε διέπλασέ τις ζῶον, ἐν ᾧ φλέβες ἐκ τῆς κοιλίας καὶ τῶν ἐντέρων εἰς ὅλον ἀναφέρουσι τὸ σῶμα τὴν τροφήν. εἰς ἕνα γὰρ ἀφικνοῦνται τόπον ἅπασαι, τὰς πύλας τοῦ ἥπατος, ἐντεῦθέν
    146
    τε πάλιν αἱ κατὰ τὸ σπλάγχνον ὑποδεχόμεναι φλέβες τὴν ἀνενεχθεῖσαν τροφὴν εἰς τὴν κοίλην φλέβα παράγουσιν, ἐξ ἧς, ὡς ἔφην ὀλίγον ἔμπροσθεν, εἰς ὅλον τὸ σῶμα διανέμεται τὸ αἷμα.

    Φέρουσι δὲ καὶ ἀπὸ τῶν παχειῶν φλεβῶν εἰς τὴν κοιλίην καὶ εἰς τὸ ἄλλο σῶμα καὶ ἀπὸ τῶν ἔξω καὶ ἀπὸ τῶν εἴσω καὶ εἰς ἀλλήλας διδόασιν αἵ τε εἴσωθεν ἔξω καὶ αἱ ἔξωθεν εἴσω.

    Ἤρκει μὲν τῷ νέῳ Προμηθεῖ τὰ τέτταρα ζεύγη τῶν φλεβῶν, οὐ μὴν ἠρκέσθη γε αὐτὸς, ἀλλ᾿ ὑπ᾿ ἀπληστίας ἠσχημόνησε, προσθεὶς αὐτοῖς τὰς ἐκ τῆς κοίλης φερούσας τὴν τροφὴν εἰς τὸ σῶμα. νυνὶ δ᾿ αὖθις ἐπήνεγκε τῷ λόγῳ τὸν κολοφῶνα περὶ τῆς κοινωνίας τῶν φλεβῶν εἰπὼν οὐκ ἀληθές. οὐδεμία γὰρ τῶν ἀπὸ τῆς κοίλης ἀποπεφυκυιῶν φλεβῶν, ἃς παχείας ὠνόμασεν, εἰς ἕτερα ζεύγη διανενεμημένη,

    147
    εἰς κοιλίαν, ἢ ἔντερα φαίνεται καταπεφυκυῖα. καθάπερ γοῦν ἐπὶ τῆς νῦν εἰρημένης ἀνατομῆς οὐδὲν ὅλως οὐδ᾿ ἄχρι ῥήματος ἑνὸς ἀληθὲς εἶπεν ὁ πλάστης αὐτῶν, οὕτως ἐπὶ τῆς κατὰ τὸ δεύτερον τῶν ἐπιδημιῶν οὐδὲν ὅλως ὁ Ἱπποκράτης ἐψεύσατο. παραφρονοῦσιν οὖν ὅσοι οὐδ᾿ ὄναρ ἀνατομῆς ἁψάμενοι, τῶν Ἱπποκράτους βιβλίων ἐξηγήσεις ἐπιχειροῦσι ποιεῖσθαι. καὶ μάλιστ᾿ αὐτῶν οἱ καλοῦντες ἑαυτοὺς Ἱπποκρατείους, ἑνὸς ἀνδρὸς ἡγούμενοι καὶ τοῦτον εἶναι τὸν λῆρον ἅπαντα, τῆς τῶν φλεβῶν ἀνατομῆς καὶ τὴν ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν ἀκρίβειαν. εἰ μὲν γὰρ ἐπεξεύρηταί τι κατὰ τὸ ἕτερον αὐτῶν, ἐγχωρεῖ τὸν αὐτὸν ἄνδρα τοῦ χρόνου προϊόντος ἑαυτοῦ βελτίονα γινόμενον ἐφ᾿ οἷς ἔμπροσθεν εἰρήκει καλῶς ἕτερα προσθεῖναι. ἐπεὶ δὲ ὁ μὲν Ἱπποκράτης αὐτὸς ἀκριβῶς φαίνεται γράψας οὐ μόνα τὰ σαφῶς ὁρώμενα πᾶσιν, ἀλλὰ καὶ τὰ δυσθεώρητα, μὴ βλέπων δὲ καὶ ὁ τὴν ἐνθάδε συνθεὶς ἀνατομὴν, ἃ καὶ ψηλαφῶν ἄν τις εὕροι, πῶς ἐγχωρεῖ φάναι τὸν αὐτὸν ἀμφότερα γεγραφέναι; 
    148
    κατὰ τί δ᾿ εὔλογον, ὅλον ἀναπληρώσας τὸν περὶ τῶν στοιχείων τοῦ ἀνθρώπου λόγον, ἐφεξῆς αὐτῶν συνῆψε τὸν περὶ τῶν φλεβῶν; ἢ γὰρ πᾶσαν ἐχρῆν τὴν ἀνατομὴν γράφειν, ἢ μηδὲ τὴν περὶ τῶν φλεβῶν. ὑποτυπώσεσι μὲν γὰρ, ἃς ἑαυτοῖς ἀναμνήσεως ἕνεκα γράφομεν, οἰκεῖόν ἐστιν ὅτε τοιαύτη ποικιλία θεωρημάτων γίνεται, συγγράμματι δὲ οὐδαμῶς ἐστιν οἰκεῖον ἐπιπεπληρωμένῃ τῇ προτέρᾳ διδασκαλίᾳ μόριόν τι τῆς δευτέρας προσγράφειν, κᾄπειτα τοῦτο καταλιπόντα μικρὸν ὕστερον ἄλλο τι γράφειν, εἶτ᾿ αὖθις ἄλλο, καθάπερ ἐν τούτοις τοῖς ὑποκειμένοις ἐν τῷ περὶ φύσιος ἀνθρώπου.

    Τὰς οὖν φλεβοτομίας δεῖ ποιέεσθαι κατὰ τουτέους τοὺς λόγους.

    Οὓς αὐτὸς προείρηκε δηλονότι, τῷ μὲν πρώτῳ ζεύγει

    149
    τῶν φλεβῶν ἐν τῇ τελευτῇ προσθεὶς κατὰ λέξιν ταυτί· δεῖ οὖν τὰς φλεβοτομίας ἐπὶ τῶν ἀλγημάτων τῶν ἐν τῷ νώτῳ καὶ ἐν τοῖσιν ἰσχίοισιν ἀπὸ τῶν ἰγνύων ποιέεσθαι καὶ ἀπὸ τῶν σφυρῶν ἔξωθεν. τῷ δὲ δευτέρῳ ζεύγει ταυτὶ προσγράψας· δεῖ οὖν τὰς φλεβοτομίας ποιέεσθαι πρὸς τὰς ὀδύνας τὰς ἀπὸ τῶν ψοῶν καὶ τῶν ὄρχεων ἀπὸ τῶν ἰγνύων καὶ ἀπὸ τῶν σφυρῶν ἔσωθεν. ἐπὶ δὲ τοῦ τρίτου καὶ τετάρτου ζεύγους οὐδὲν προσέθηκε περὶ φλεβοτομίας, ὥστε καὶ κατ᾿ αὐτὰ τὸν λόγον ἐλλιπῆ πεποίηκε, πολλὰ μόρια τοῦ σώματος παραλιπὼν, ἐφ᾿ ὧν ἐχρῆν εἰρηκέναι τὰς τμηθησομένας φλέβας. ἀλλὰ ὥσπερ τῆς ὅλης ἀνατομῆς βραχύ τι μόριον ἀποσπάσας ἔγραψεν, οὕτως καὶ τοὺς περὶ φλεβοτομίας λόγους.

    Ἐπιτηδεύειν δὲ χρὴ τὰς τομὰς ὡς προσωτάτω τέμνειν ἀπὸ τῶν χωρίων ἔνθα ἂν αἱ ὀδύναι μεμαθήκασιν γίνεσθαι καὶ τὸ αἷμα συλλέγεσθαι. οὕτως γὰρ ἂν ἥκιστα ἥ τε μεταβολὴ
    150
    γίγνοιτο μεγάλη ἐξαπίνης καὶ τὸ ἔθος μεταστήσαις ἂν, ὥστε μηκέτι εἰς τὸ αὐτὸ χωρίον συλλέγεσθαι.

    Ὅτι μὲν τομὰς εἴρηκε τῶν φλεβῶν, ἃς ἐν συνθέτῳ προσηγορίᾳ φλεβοτομίας ὀνομάζομεν, ὀρθῶς ἤκουσαν οἱ ἐξηγηταί· καὶ γὰρ ὁμολογοῦσι πάντες τοῦτο. ὅτι δὲ οὐ διωρίσατο πότερον ὀδυνωμένων δὴ τῶν μορίων ἀξιοῖ πόῤῥω τὴν ἀντίσπασιν γίνεσθαι τῶν ἐπιῤῥεόντων χυμῶν, ἢ κατὰ τὸν τῆς ὑγιείας χρόνον, ἐν τούτῳ μέμψαιτ᾿ ἄν τις αὐτῷ. ἐμοὶ δ᾿ οὖν δοκεῖ μᾶλλον ἐπὶ τῶν ὑγιαινόντων εἰρῆσθαι, βουλομένου τοῦ γράψαντος ταῦτα προσεθίζειν, εἰς ἄλλα μόρια φέρεσθαι τοὺς πλεονάζοντας χυμούς.

    Ὁκόσοι πῦον πολλὸν πτύουσιν ἄτερ πυρετοῦ ἐόντες καὶ ὁκόσοισιν ὑπὸ τὸ οὖρον πῦον ὑφίσταται πολλὸν ἄτερ ὀδύνης ἐοῦσι καὶ ὁκόσοισι τὰ ὑποχωρήματα αἱματώδεα, ὥσπερ ἐν τῇσι δυσεντερίῃσι, καὶ χρόνια ἃ νέοισιν ἐοῦσι πέντε
    151
    καὶ τριάκοντα ἐτέων καὶ γεραιτέροισι, τουτέοισι πᾶσιν ἀπὸ ταυτομάτου τὰ νουσήματα γίνεται. ἀνάγκη γὰρ τουτέους ταλαιπώρους τε γίνεσθαι καὶ φιλοπόνους τῷ σώματι καὶ ἐργάτας νεανίσκους ἐόντας. ἔπειτα δ᾿ ἐξανεθέντας τῶν πόνων σαρκωθῆναι μαλθακῇ σαρκὶ καὶ πολὺ διαφερούσῃ τῆς προτέρης καὶ πολλὸν διακεκριμένον ἔχειν τὸ σῶμα, τότε προϋπάρχον καὶ τὸ ἐπιτραφὲν, ὥστε μὴ ὁμολογεῖν. ὁκόταν οὖν νούσημά τι καταλάβῃ τοὺς οὕτω διακειμένους, τότε μὲν παραχρῆμα διαφεύγουσιν, ὕστερον δὲ μετὰ τὴν νοῦσον χρόνῳ τήκεται τὸ σῶμα καὶ ῥέει διὰ τῶν φλεβῶν, ᾗ ἂν εὐρυχωρίη μάλιστα τύχῃ, ἰχωροειδές. ἢν μὲν οὖν ὁρμήσῃ ἐς τὴν κοιλίην τὴν κάτω, σχεδόν τι οἷόνπερ ἐν τῷ σώματι ἐνέῃ, τοιοῦτο καὶ τὸ διαχώρημα γίνεται. ἅτε γὰρ τῆς ὁδοῦ κατάντεος ἐούσης, οὐχ ἵσταται πολλὸν χρόνον ἐν τῷ ἐντέρῳ. ὁκόσοισι δ᾿ ἂν ἐς τὸ στῆθος ἐσρυῇ, ὑπόπυοι γίνονται, ἅτε τῆς καθάρσεως ἀνάντεος ἐούσης καὶ χρόνον ἐναυλιζόμενον πολλὸν, ἐν τῷ στήθει κατασήπεται καὶ γίνεται πυοειδές.
    152
    ὁκόσοισι δ᾿ ἂν ἐς τὴν κύστιν ἐξερεύγηται ὑπὸ τῆς θερμότητος, τουτέου τοῦ χωρίου τὸ καὶ θερμὸν καὶ λευκὸν γίνεται καὶ διακρίνεται, καὶ τὸ μὲν ἀραιότατον ὑφίσταται ἄνω, τὸ δὲ παχύτατον κάτω, ὃ δὴ πῦον καλεῖται.

    Τὰ μὲν εἰρημένα κατὰ τὴν προκειμένην ῥῆσιν ἅπαντά ἐστι σαφῆ καὶ δεῖται τοῦ προσέχοντος αὐτοῖς τὸν νοῦν, οὐκ ἐξηγητοῦ σαφηνίζοντος. εἰ δ᾿ ἀληθῆ πάντ᾿ ἐστὶ, βασανίζειν χρὴ τὸ μὲν τῇ πείρᾳ, τὸ δὲ τῷ λόγῳ. τῇ πείρᾳ μὲν, εἰ χωρὶς τοῦ πυρέξαι τινὲς ὤφθησαν, ἢ ἀποπτύοντες πῦον, ἢ τοῖς οὔροις ἐκκρίνοντές τι, ἔτι δὲ πρὸς τούτοις, εἰ ταλαιπωροῦντες ἐν τῷ πρόσθεν βίῳ νῦν ἐπαύσαντο χρόνῳ συχνῷ καὶ εἰ νοσήσαντες μὲν οὗτοι διεσώθησαν. ὕστερον δ᾿ αὐτοῖς αἱ εἰρημέναι πυώδεις ἐκκρίσεις ἐπιγίγνονται. ταῦτα μὲν οὖν τῇ πείρᾳ κριθῆναι χρή. τῷ λόγῳ δὲ τὴν αἰτίαν, ὑφ᾿ ἧς γίνεσθαί φησιν ὁ γράψας αὐτὰ, πότερον ἀληθὴς, ἢ ψευδής ἐστιν. ὅτι μὲν οὖν οὐκ ἔχει τὸ ἐξ ἀνάγκης τὰ εἰρημένα πρὸς αὐτοῦ πρόδηλόν ἐστι τοῖς γεγυμνασμένοις 

    153
    ἐν ἀποδεικτικαῖς μεθόδοις. εἰ δὲ τὸ πιθανὸν γοῦν ἔχει καθ᾿ ἑαυτὸν ἕκαστος σκοπείσθω. κινδυνεύει γὰρ |ἐν τῷ πρός τι τὸ πιθανὸν εἶναι. περὶ μὲν οὖν τῶν διὰ πείρας φαινομένων ἔχοιμι ἄν σοι κᾀγὼ φάναι τό γε τοσοῦτο, ὡς αἱματώδεις μὲν ἐκκρίσεις διὰ γαστρὸς εἶδον οὐκ ὀλίγας γινομένας τισὶ τῶν καταλυσάντων ἔθος γυμνασίων σφοδρῶν, οὐδεμίαν δὲ ἔκκρισιν πυώδη. μυξώδη μέντοι πολλάκις ἐκ περιόδων τινῶν ἀτάκτων τε καὶ τεταγμένων, οὐρούμενά τε καὶ διὰ γαστρὸς ἐκκρινόμενα τούτοις ἐθεασάμην, ὥσπερ γε καὶ πτύσματα πέπονα μὲν, οὐ μὴν πυώδη γε.

    Γίνονται δὲ καὶ λίθοι τοῖσι παιδίοισι διὰ τὴν θερμότητα τοῦ χωρίου τε τουτέου καὶ τοῦ ὅλου σώματος, τοῖσι δὲ ἀνδράσιν οὐ γίνονται λίθοι διὰ τὴν ψυχρότητα τοῦ σώματος.

    Τοῦ χωρίου, δηλονότι τῆς κύστεως, ὑπὲρ ἧς κατὰ

    154
    τὴν τελευτὴν τῆς προτέρας ῥήσεως οὕτως ἔγραψεν· ὁκόσοισι δ᾿ ἂν ἐς τὴν κύστιν ἐξερεύγηται ἀπὸ τῆς θερμότητος, τουτέου τοῦ χωρίου λευκὸν γίνεται· τοῖς οὖν παιδίοις φησὶ τοὺς λίθους γίνεσθαι διὰ τὴν θερμότητα τῆς τε κύστεως καὶ ὅλου τοῦ σώματος, εἶτα ἐπιφέρων ἐρεῖ περὶ τῆς θερμότητος τῶν παιδίων.

    Εὖ γὰρ χρὴ εἰδέναι ὅτι ὁ ἄνθρωπος τῇ πρώτῃ τῶν ἡμερέων θερμότατός ἐστιν αὐτὸς ἑωϋτοῦ, τῇ δ᾿ ὑστάτῃ ψυχρότατος.

    Ἁπλῶς τῶν λεγόντων θερμότατον, ἄνευ διορισμοῦ, τῇ πρώτῃ τῶν ἡμερῶν εἶναι τὸν ἄνθρωπον, οὐκ ἀληθὴς ὁ λόγος ἐστὶ, μετὰ διορισμοῦ δ᾿ ἀληθής. θερμότατος γὰρ ἄν γε ῥηθῇ τῷ ἐμφύτῳ. τοῦτο γάρ ἐστι πλεῖστον τοῖς παιδίοις. ὁ δὲ γράψας τὴν προκειμένην ῥῆσιν αὐτὸ τὸ κυριώτατον ἐν τῷ λόγῳ παρακήκοεν, ὡς διὰ τῆς ἑπομένης ῥήσεως ἔσται δῆλον. εὑρεθήσεται γὰρ οὐχ ὡς Ἱπποκράτης

    155
    τὰ αὐξανόμενα πλεῖστον ἔχειν τὸ ἔμφυτον θερμὸν ἔφη καὶ αὐτὸς οὕτως γινώσκων, ἀλλ᾿ ἄνευ τοῦ ἐμφύτου ἡγούμενος ἁπλῶς εἶναι θερμὰ τὰ αὐξανόμενα.

    Ἀνάγκη γὰρ αὐξανόμενον καὶ χωρέον τὸ σῶμα πρὸς βίην θερμὸν εἶναι.

    Ἱπποκράτους εἰπόντος τὰ αὐξανόμενα πλεῖστον ἔχειν τὸ ἔμφυτον θερμὸν, οὕτως ἔοικεν ἁπλῶς ἀκηκοέναι θερμὸν εἶναι τοῖς αὐξανομένοις τὸ σῶμα, μὴ προσκειμένου τῷ λόγῳ τὸ ἔμφυτον. χωροῦν γὰρ αὐτό φησι πρὸς βίαν θερμὸν γίνεσθαι. τὸ δὲ πρὸς βίην χωρεῖν, τοινόδε τι βούλεται δηλοῦν. ἔργον αὐτῷ δοκεῖ βίαιόν τι καὶ ἰσχυρὸν ἡ αὔξησις εἶναι, ὥσπερ αὖ τἄλλα τῶν ἰσχυρῶν ἔργων ἐκθερμαίνει τοὺς ἐνεργοῦντας, οὕτω καὶ ἡ αὔξησις. ἀλλ᾿ ἔμπαλίν γε ἐχρῆν αὐτὸν εἰρηκέναι, διὰ τὸ ἔμφυτον θερμὸν αὔξεσθαι τοὺς παῖδας, οὐ διὰ τὴν αὔξησιν γίνεσθαι θερμούς. τὸ γὰρ

    156
    ἔμφυτον θερμὸν οὐ μόνον εὔκρατον θερμὸν, ἀλλὰ καὶ ὑγρόν. εἰκότως οὖν αὔξεται τὰ τοιαῦτα σώματα. διατεινόμενα γὰρ εἰς τὰς τρεῖς διαστάσεις οἱονεὶ καὶ διαφυσώμενα, τὴν εἰς ἁπάσας αὐτὰς ἐπίδοσιν λαμβάνει. διατείνει μὲν οὖν ἡ φύσις αὐτὰ πάντῃ, πρὸς τοῦτο ὀργάνῳ συμφύτῳ χρωμένη τῷ θερμῷ. διατείνεται γὰρ ἑτοίμως διὰ τὴν ὑγρότητα. τά γε μὴν πολλὰ τῶν παίδων ἀδηφαγοῦντά πλεῖστον ἀθροίζει τὸν ἰδίως ὀνομαζόμενον ὠμὸν χυμὸν, ἐξ οὖ ῥᾳδίως ὁ λίθος γεννᾶται, τούτου μὲν ὕλης ἔχοντος λόγον, ἐξ οὖ ὁ λίθος γεννᾶται, ποιητικοῦ δὲ αἰτίου τῆς θερμασίας.

    Ὁκόταν δ᾿ ἄρξηται μαραίνεσθαι τὸ σῶμα, καταῤῥέον πρὸς εὐπέτεια, ψυχρότερον γίνεται.

    Κᾀνταῦθα πάλιν, ὅτε δὲ μηδὲν αὔξεται τὸ σῶμα τοῖς παρακμάζουσι, διὰ τὴν ἀργίαν αὐτό φησι γίνεσθαι ψυχρότερον, ἔμπαλιν δὲ ἄμεινον αἰτιολογεῖν. ἐλάττονος γὰρ

    157
    αὐτῷ γινομένου τοῦ ἐμφύτου θερμοῦ καὶ αὔξησις ἐπαύσατο. σαφέστερον δὲ τὴν ἑαυτοῦ γνώμην ἐδήλωσεν ὁ γράψας ταῦτα διὰ τῆς ἐχομένης ῥήσεως.

    Καὶ κατὰ τοῦτον τὸν λόγον, ὁκόσον τῇ προτέρῃ τῶν ἡμερέων πλεῖστον αὔξεται ἄνθρωπος, τοσοῦτο θερμότερος γίνεται, καὶ τῇ ὑστάτῃ τῶν ἡμερέων, ὁκόσον πλεῖστον καταμαραίνεται, τοσοῦτο ψυχρότερον ἀνάγκη εἶναι.

    Ὀρθῶς οὖν ἡμεῖς ἐξηγησάμεθα τὴν προκειμένην ῥῆσιν, ἐν ᾖ φησιν· ἀνάγκη γὰρ αὐξανόμενον καὶ χωρέον τὸ σῶμα πρὸς βίην θερμὸν εἶναι. ἐχρῆν γὰρ ἔμπροσθεν αὐτὸν εἰπεῖν διὰ τὸ ἔμφυτον θερμὸν αὔξεσθαι τὸ αὐξανόμενον, ἀλλ᾿ οὐ διὰ τὴν αὔξησιν γίνεσθαι θερμόν. ἀνάλογον δὴ τούτου κᾀπὶ τοῦ παρακμάζοντος, ἐπεὶ μηκέτ᾿ αὔξεται, ψυχρὸν αὐτὸ νομίζειν γίνεσθαι διὰ τὴν ἀργίαν τῆς πρότερον μὲν ἐνεργούσης αὐξήσεως, νυνὶ δὲ παυομένης.

    158
    Ὑγιέες δὲ γίνονται αὐτόματοι οἱ οὕτω διακείμενοι, πλεῖστοι μὲν ἐν τῇ ὥρῃ ἣν ἄρχονται τήκεσθαι, πέντε καὶ τεσσαράκοντα ἡμερέων. ὁκόσοι δ᾿ ἂν τὴν ὥρην ταύτην ὑπερβάλλωσιν, ἐνιαυτῷ αὐτόματοι ὑγιέες γίνονται, ἢν μή τι ἐς ἄλλο κακουργῆται ὁ ἄνθρωπος.

    Τίνας λέγει τοὺς οὕτω διακειμένους; οὓς προειρήκει δηλονότι καταλύσαντας τὰ γυμνάσια διὰ τὴν ἀργίαν ἀποπτύειν τε καὶ οὐρεῖν πῦον, ἁλίσκεσθαί τε δυσεντερίαις. ἐγὼ δὲ ἔφην ἁλισκομένους μὲν δυσεντερίαις αἱματηραῖς ἑωρακέναι πολλοὺς τῶν εἰς ἄπονον μεταστάντων ἐκ ταλαιπωρικοῦ καὶ ἐργαστικοῦ τοῦ πρόσθεν βίου. πῦον δὲ οὔτ᾿ ἀναβήττοντας οὔτ᾿ οὐροῦντας ὦφθαί μοί τινας. ἀλλ᾿ οὗτός γέ μοι δοκεῖ τὸν ὠμὸν ὀνομαζόμενον χυμὸν ὅταν πεφθῇ γε, πῦον εἶναι. καὶ τί θαυμαστὸν, ὅπου γε καὶ ὁ Ἐρασίστρατος τὰς ἐν τοῖς οὔροις ὑποστάσεις ἐπὶ τῶν πυρεσσόντων οὐ τοῦτον εἶναι τὸν χυμὸν, ἀλλὰ πῦον ἡγεῖται; μηδ᾿ ὅτι

    159
    τῶν ὑγιαινόντων τοῖς ἀδηφαγοῦσιν ὑφίσταται πολὺ τὸ τοιοῦτο γινώσκων. τεθεάμεθα γοῦν παμπόλλους τῶν ἀργῶς βιούντων διὰ χρόνων τινῶν ἐκκρινομένους διὰ τῶν οὔρων τῇ καλουμένῃ μύξῃ παραπλήσια πάμπολλα, καί τισιν αὐτῶν βραδεῖαν ποιησαμένην τὴν διέξοδον πύῳ παραπλήσιον φαίνεται τὸ ἐκκρινόμενον, καθάπερ γε κᾀπὶ τῶν ἀναπνευστικῶν, διὰ τὸ πλείονι χρόνῳ κατεγχρωσμένα πέττεσθαι τὰ τοιαῦτα. τούτου δ᾿ οὖν καὶ αὐτὸς εἶπε τὴν αἰτίαν ἔμπροσθεν ἐπὶ μὲν τῆς δυσεντερίας τὸ κάταντες τῆς ὁδοῦ, ταχείας διεξόδου τῶν περιττῶν αἴτιον εἶναι φάσκων, ἐπὶ δὲ τῶν ἀναπτυομένων τὸ ἄναντες τῆς βραδείας, ἐπὶ δὲ τῶν οὔρων τὴν θερμασίαν τοῦ χωρίου. εἰ δέ τις οὐ συγχωρεῖ διαφέρειν ὠμοῦ χυμοῦ πῦον ἐν οὔροις, ἢ πτύσμασιν, ἢ διαχωρήμασι, δυοῖν θάτερον οὗτος πέπονθεν, ἢ ἑκὼν πανουργεῖν διὰ ἀκολουθίαν τὴν πρὸς τὸ δόγμα, καθάπερ Ἐρασίστρατος ἐπὶ φλεγμονῇ γίνεσθαι βουλόμενος ἅπαντας τοὺς πυρετοὺς, ἢ σοφιστής ἐστιν ἀνομίλητος τοῖς ἔργοις τῆς τέχνης, οὓς ὀρθῶς ὀνομάζουσιν οἱ παλαιοὶ λογιατρούς.
    160
    ἕτερον γάρ ἐστι καὶ χρόᾳ καὶ συστάσει καὶ ὀσμῇ τὸ πῦον ὠμοῦ χυμοῦ. καὶ γίνεται δὲ καὶ διὰ ῥινῶν καὶ διὰ στόματος ἐν περιόδοις τισὶν ἀτάκτοις τε καὶ τεταγμέναις ἔκκρισις ὠμῶν χυμῶν ἐκκαθαίρουσα τὸν ἐγκέφαλον, ἧς οὐκ ἐμνημόνευσε νῦν ὁ ταύτην τὴν προγεγραμμένην ῥῆσιν γράψας. εἰκότως δὲ ἔφησεν αὐτομάτως ὑγιάζεσθαι τοὺς προειρημένους, ὅπερ ἐστὶν οὐδὲν ἡμῶν πραξάντων. αὐτάρκως γὰρ ἡ φύσις αὐτοὺς ἐκκαθαίρει. προθεσμίαν δὲ τῆς ἐκκαθάρσεως ἔθετο διττὴν αὐτοῖς, τὴν μὲν ἑτέραν κατὰ τὴν ὥραν τοῦ ἔτους ἐν ᾗ τὴν εἰρημένην ἔκκρισιν αὐτοῖς ἄρξασθαι συνέβη, τὴν δὲ ἑτέραν εἰς ἐνιαυτὸν ἐκτεινομένην, ἀλλὰ καὶ τὴν ὀλιγοχρόνιον εἰς πέντε καὶ τεσσαράκοντα προήκειν ἡμέρας. τινὲς δὲ οὐ πέντε καὶ τεσσαράκοντα γράφουσι, ἀλλὰ τεσσεράκοντα. πολλοὺς δὲ ἐγὼ θεασάμενος οὕτω καθαιρομένους ὑπὸ τῆς φύσεως, οὐ δύο μόνον ὡρῶν τῆς κενώσεως εἶδον, ὡς οὗτος ἔγραψεν, ἀλλὰ καὶ πάνυ πολλάς. ἄλλος γὰρ ἐν ἄλλῃ προθεσμίᾳ τελέως ἐξεκαθάρθη, τινὲς μὲν τετταράκοντα ἡμέρας, τινὲς δὲ καὶ μέχρι μηνῶν προὔβησαν,
    161
    οὐκ ἴσων τῶν ἀριθμῶν. ἔστι δὲ οἳ καὶ δι᾿ ὅλου τοῦ ἔτους παραμένον ἔχοντες τὸ σύμπτωμα.

    Ὁκόσα δὲ τῶν νουσημάτων γίγνονται ἐξ ὀλίγου καὶ ὁκόσων αἱ προφάσιες εὔγνωστοι, ταῦτα δὲ ἀσφαλέστατά ἐστι προσαγορεύεσθαι. τὴν δὲ ἴησιν χρὴ ποιέεσθαι αὐτέων ἐναγκούμενον τῇ προφάσει τῆς νούσου, οὕτω γὰρ ἂν λύοιτο τὸ τὴν νοῦσον παρασχὸν ἐν τῷ σώματι.

    Τούτῳ μάχεσθαι δοκεῖ τὸ κατὰ τοὺς ἀφορισμοὺς εἰρημένον· τῶν ὀξέων νοσημάτων οὐ πάμπαν ἀσφαλέες αἱ προσαγορεύσιες οὔτε τῆς ὑγιείης οὔτε τοῦ θανάτου. καὶ Σαβῖνος αὐτὸ πειραθεὶς λῦσαι περιελάλησε μὲν, οὐδὲν δὲ εἶπε πιθανόν. οὕτω δὲ καὶ ἄλλοι πολλοὶ τῶν ἐξηγησαμένων τὸ βιβλίον. δοκοῦσι δή μοι μὴ συνηκέναι τί σημαίνει τὸ ἐξ ὀλίγου. νομίζουσι γοῦν ἐπὶ τῶν ὀλιγοχρονίων καὶ ὀξέων γίνεσθαι τὸν λόγον. ἔοικε δὲ οὐ περὶ τούτων

    162
    λέγειν τοῦτο, ἀλλὰ περὶ τῶν ἐξ αἰτιῶν προδήλων τὴν γένεσιν ἐσχηκότων πρόσφατον, ἐξ ὀλίγου χρόνου καὶ οὐκ ἐκ πολλοῦ κατασκευασθεῖσαν. ἐπὶ τούτων γὰρ ἡ πρόῤῥησις τοῦ γενησομένου ῥᾴστη, ὅτι καὶ τὸ αἴτιον ὁποῖόν τε καὶ πηλίκον ἐστὶν ἔγνωσται. ὅσα δὲ ἐκ πολλοῦ χρόνου κατὰ βραχὺ γενόμενα μηδεμίαν ἔχον αἰτίαν προφανῆ τῆς γενέσεως, οὐχ ὁμοίως ἐπὶ τούτων ἡ πρόγνωσις ἀσφαλής. ὑπόγυοι δὲ αἰτίαι νοσημάτων εἰσὶν ἐγκαύσεις, ψύξεις, ἀγρυπνίαι, λῦπαι, φροντίδες, ἀπεψίαι, σκληροκοιτίαι, κάματοι, μέθαι καὶ τἄλλα τὰ τοιαῦτα. διὰ τοῦτ᾿ οὖν καὶ τὴν ἴασιν ἔφη τῶν τοιούτων ποιεῖσθαι διὰ τῶν ἐναντίων τῇ προφάσει τοῦ νοσήματος, οἶον εἰ ἐνεκαύθη|, ψύχοντα, εἰ ἐψύχθη, θερμαίνοντα, εἰ ἔκαμεν, ἀναπαύοντα, εἰ ἤργησε παρὰ τὸ ἔθος, ἐπὶ πλέον γυμνάζοντα, εἰ ἐπληρώθη, κενοῦντα, εἰ ἐκενώθη, πληροῦντα, καθάπερ καὶ πρόσθεν εἶπε κατὰ τὴν ῥῆσιν, ἦς ἡ ἀρχή· ὁκόσα πλησμονὴ τίκτει νουσήματα, κένωσις ἰῆται.

    163
    Ὁκόσοισι δὲ ψαμμώδεα ὑφίσταται, ἢ πῶροι ἐν τοῖσιν οὔροισι, τουτέοισι τὴν ἀρχὴν φύματα ἐγένοντο πρὸς τῇ φλεβὶ τῇ παχείῃ καὶ διεπύησεν. ἔπειτα δὲ ἅτε οὐ ταχέως ἐκραγέντων τῶν φυμάτων, πῶροι συνετράφησαν ἐκ τοῦ πύου, οἵτινες ἔξω θλίβονται διὰ τῆς φλεβὸς σὺν τῷ οὔρῳ ἐς τὴν κύστιν.

    Γένοιτο μὲν ἄν ποτε καὶ καθ᾿ ἣν εἶπεν αἰτίαν οὖρα τοιαῦτα. γένοιτο δ᾿ ἂν καὶ αὐτοῦ τοῦ νεφροῦ παθόντος ὁμοίως, ἄνευ τῆς μεγάλης φλεβός. ὡς τὸ πολὺ δὲ χωρὶς φυμάτων συμβαίνουσιν αἱ εἰρημέναι διὰ τῶν οὔρων ἐκκρίσεις, ὅταν παχὺς, ἢ γλίσχρος ἱκανῶς χυμὸς βραδεῖαν ποιούμενος τὴν διέξοδον ὑπὸ τῆς ἐν τῷ τόπῳ θερμασίας ξηραινόμενος παγῇ.

    Ὁκόσοισι δὲ αἱματώδεα μόνον τὰ οὐρήματα, τουτέοισιν αἱ φλέβες πεπονήκασιν.
    164

    Τὸ πεπονήκασιν ἄδηλόν ἐστιν ἐπὶ τίνος εἴρηται. δύναται γὰρ καὶ τὸ κεκμήκασι δηλοῦν, ὡς ἐκλύτους γεγονυίας αὐτὰς, ἡμίπεπτόν τε γεννᾷν αἷμα καὶ μεθιέναι τοῦτο ῥᾳδίως δι᾿ ἀτονίαν. ἢ ὡς ἀλλότριον ἀποκρίνειν. δύναται δὲ κοινῶς τὸ πεπόνθασιν ἐκ τοῦ πεπονήκασι δηλοῦσθαι, μηδὲν αὐτῶν τῶν νεφρῶν πεπονθότων, ἀλλ᾿ ἐν μόναις ταῖς φλεψὶν οὔσης τῆς διαθέσεως, οὐ μὴν ὁποία τίς ἐστιν ἐκ τῆς τοιαύτης ἐξηγήσεως δηλοῦται. πρόδηλον δέ ἐστιν ὡς οὔθ᾿ Ἱπποκράτης οὔτε Πόλυβος εἶπεν ἂν οὐρήματα, δυνάμενοί γε εἰπεῖν, ὁκόσοισι δὲ αἱματώδεα τὰ οὖρα. καὶ πολλάκις γε πάνυ τι γράφων ὁ Ἱπποκράτης οὖρα, κατ᾿ οὐδεμίαν λέξιν εἶπεν οὔρημα. καὶ ἄλλα δὲ πολλὰ τῶν παρεγγεγραμμένων ἐνδείκνυται σαφῶς αὐτὰ μήθ᾿ Ἱπποκράτους εἶναι μήτε Πολύβου.