De compositione medicamentorum per genera

Galen

Galen, De compositione medicamentorum per genera

Περὶ τῶν πολυχρήστων φαρμάκων ἐνταῦθα λεχθήσεται. πολύχρηστα δ’ ὀνομάζουσιν ὅσα πρὸς πολλὰς διαθέσεις ἁρμόττει. καὶ τινὰ αὐτῶν οὐ μόνον ἑτεροειδῆ, ἀλλὰ καὶ ἑτερογενῆ. ἅπαντα δὲ ἐξ ἐναντίων σύγκειται φαρμάκων οὐ κατὰ τὰς πρώτας μόνον ποιότητάς τε καὶ δυνάμεις, ἀλλὰ καὶ κατὰ τὰς δευτέρας. εὔδηλον δ’ ὅτι πρώτας μὲν ὀνομάζω θερμότητα καὶ ψυχρότητα καὶ ξηρότητα

764
καὶ ὑγρότητα καὶ τὰς ἐκ τούτων συνθέτους κατὰ συζυγίαν ἡντιναοῦν. δευτέρας δὲ τὰς ἑπομένας αὐταῖς, ὑπὲρ ὧν ἐπὶ πλέον ἐν τῷ πέμπτῳ τῆς τῶν ἁπλῶν φαρμάκων πραγματείας διῆλθον, ἐπιδεικνὺς ἔνια μὲν τῶν φαρμάκων οὐ μόνων τῶν συνθέτων, ἀλλὰ καὶ τῶν αὐτοφυῶν μαλάττειν, ἔνια δὲ σκληρύνειν, ὥσπερ καὶ τὰ μὲν ἐμπλάττειν, τὰ δὲ ἐκφράττειν, καὶ τὰ μὲν ἐπιτρέφειν ῥύπον, τὰ δὲ καὶ τὸν ἐπικείμενον ἀποῤῥύπτειν, καὶ τὰ μὲν λεπτύνειν, τὰ δὲ παχύνειν, καὶ τὰ μὲν πυκνοῦν, τὰ δὲ ἀραιοῦν, καὶ τὰ μὲν ἀνατρέφειν σάρκα, τὰ δὲ ἀνακαθαίρειν, καὶ τὰ μὲν ἐπουλοῦν, τὰ δὲ ἑλκοῦν, καὶ τὰ μὲν ἕλκειν, τὰ δὲ ἀποκρούεσθαι, ἑτέρας τε τοιαύτας ἐν αὐτοῖς διαφοράς. εἴρηται δέ μοι καὶ διὰ τῶν ἔμπροσθεν ὑπομνημάτων ἥτις τῶν ἐναντίων ταῖς δυνάμεσι φαρμάκων ἀναγκαία μίξις, ἧς ἀναμνήσω καὶ νῦν ὀλίγον ὕστερον. ἄμεινον γάρ μοι δοκεῖ γράψαι τινὰ δύο καὶ τρία φάρμακα τῶν ἐνδόξων πολυχρήστων, εἶτ’ ἐξηγήσασθαι τὸν λόγον τῆς συνθέσεως αὐτῶν. ἄρξομαι δὲ ἀπὸ τῶν ἅπασι γνωρίμων, ἃ κατά τε τὸν Ἥραν νάρθηκα γέγραπται καὶ παρ’
765
ἄλλοις τῶν φαρμακίτιδας βίβλους συνθέντων. ἐπεὶ δὲ κατὰ τὸ πρὸ τούτου βιβλίον ὁ λόγος ἐγένετό μοι περὶ τῶν δυσεπούλωτα θεραπευουσῶν ἕλκη δυνάμεων, ἔδοξέ μοι καὶ νῦν ἐκείνας τῶν πολυχρήστων ἐμπλάστρων ἐξηγήσασθαι πρώτας, ὅσαι κακοήθων ἕνεκα συνετέθησαν, ἃ καλοῦσιν ἔνιοι χειρώνεια ὅσαι δ’ ἄλλαι πολύχρηστοι καλοῦνται διὰ τὸ πρὸς πολλὰ μὲν ἁρμόττειν ἕτερα πάθη, μὴ μέντοι καὶ πρὸς τὰ χειρώνεια, ταύτας αὖθις ἐφεξῆς ἀλλήλαις διελθεῖν ἔγνωκα.

[Περὶ τῶν ὑπὸ Ἥρα γεγραμμένων.] Γεγραμμένης οὖν ἐν τῇ βίβλῳ τῶν φαρμάκων ὑπὸ τοῦ Καππάδοκος Ἥρα, πρὸς τὰ τοιαῦτα τῶν ἑλκῶν ἐμπλάστρου τινὸς ἄκρως ποιούσης, ἀπ’ αὐτῆς ἄρξομαι τὴν λέξιν παραγράψας τἀνδρὸς ᾧδέ πως ἔχουσαν. εὔχρους ἔναιμος, ἐπουλωτικὴ, κολλῶσα μὲν ἀκραιφνῶς, πληροῦσα δὲ καὶ ἐπουλοῦσα, ἐκλυθεῖσα μετὰ κηρωτῆς καὶ ἔτι μᾶλλον περὶ τὴν ἐπούλωσιν. ποιεῖ μέντοι καὶ ἐπὶ τῶν χειρωνείων ἑλκῶν καὶ τῶν ἄλλων τῶν παραπλησίων ἄκρως. τούς τε γὰρ τύλους τήκει καὶ

766
μετὰ ταῦτα γνησίαν σάρκα γεννᾷ. λίαν λευκή. ♃ κηροῦ λίτρας β΄. φρυκτῆς λίτρας γ΄. ἰοῦ ξυστοῦ γο στ΄. μάννης γο γ΄. ἐλαίου κοτύλας ε΄. ὄξους ξε. α΄. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν χρῶ τῇ ἐμπλάστρῳ πρὸς τραύματα καὶ ἀνιεμένη δὲ σὺν ῥοδίνῳ πυοποιεῖ καὶ ἀνακαθαίρει τῇ κηρωτῇ διεκλυθείσῃ εἰς ἐπούλωσιν. τινές γε μὴν τῆς ῥητίνης ἔβαλον φρυκτῆς λίτρας β΄. καὶ τερμινθίνης λίτρας δύο, καὶ οὕτω παρασκευάσαντες ἀνελάμβανον αὐτὴν ἰῷ ξυστῷ, ὡς κολλυρίου τόνον ἔχειν, καὶ τοῦτο ἐνετίθεσαν ὅπου τύλους ἐκτῆξαι ἤθελον. εὐχερῶς γὰρ τοῦτο ποιεῖ, ὡς καὶ ὀστᾶ ἀφιστάναι. καὶ ταύτην μὲν οὖν εἰκότως ἐπαινεῖ τὴν ἔμπλαστρον ὁ Ἥρας, ὡς ἐκ τοῦ πλήθους τοῦ ἰοῦ καὶ τοῦ ὄξους τὸ δραστήριον ἔχουσαν, εἴ τι μεμνήμεθα τῶν εἰρημένων κατὰ τὸ πρὸ τούτου βιβλίον. ἐπαινεῖ δὲ καὶ τὴν ὑπ’ αὐτοῦ καλουμένην πανάκειαν, ἣν ἐφεξῆς γράφω κατὰ τὴν ἐκείνου λέξιν. πανάκεια Ἥρα ἡ ὑπό τινων ὑγεία λεγομένη. πρὸς πᾶσαν νομὴν καὶ κακοήθειαν. ἵστησι δὲ τὰς νομὰς οὔτ’ ἐσχάρας ποιοῦσα οὔτε σκληρύνουσα τὰ πέριξ σώματα. ῥηγνύουσα δὲ καὶ μαραίνουσα πᾶν
767
τὸ διεφθαρμένον, ὡς μηδὲν διαφέρειν ὑγρᾶς σταφίδος. ἐπέχει δὲ καὶ φορὰν αἵματος τήν τε ἄλλην καὶ τὴν δι’ αἱμοῤῥοΐδων διειμένη μυρσίνῳ καὶ τὰς αἱμοῤῥοΐδας αὐτὰς μαραίνει καὶ δαπανᾷ. πρὸς τούτοις δὲ καὶ σύριγγας ἰᾶται καὶ τοὺς ὀνομαζομένους ἄνθρακας καὶ τοὺς αἰγίλωπας καὶ τὰ χειρώνεια λεγόμενα καὶ καθόλου τὸ τῶν δυσιάτων καὶ χρονίων γένος, εἰς μὲν τοὺς ἀφανεῖς τόπους οἷον ὑστέρας διατηκομένη μύρῳ κυπρίνῳ, τοῖς δ’ ἔξωθεν ἄμεινόν ἐστιν, ὡς ἑκάστην τῶν ἄλλων οὕτως ἐπιτιθέναι. παντὶ δὲ ἕλκει ἐπιτεθεῖσα, κᾂν ᾖ τῶν ἀγρίων, πραΰτερον εὐθὺς ποιήσει καὶ τοὺς πόνους ἠπιωτέρους καὶ τὰς ἀγρυπνίας. ἡ δὲ δύναμίς ἐστιν αὕτη. χαμαιπίτυος δραχ. δ΄. συμφύτου δραχ. δ΄. χαμαιλέοντος δραχ. δ΄. πρασίου δραχ. δ΄. οἱ δὲ στ΄. πολίου δραχ. στ΄. κενταυρίου λεπτοῦ δραχ. στ΄. ἑλενίου δραχ. δ΄. ἀριστολοχίας δραχ. δ΄. λιβάνου δραχ. ιβ΄ S". σμύρνης δραχ. γ΄. ἀλόης δραχ. στ΄. χαλβάνης δραχ. στ΄. ὀβολὸς εἷς S". ἐλαίου δραχ. ρπ΄. μέλιτος δραχ. λ΄. προπόλεως δραχ. β΄. S". στυπτηρίας σχιστῆς δραχ. στ΄. ὀβολὸς εἷς S". τερμινθίνης 
768
δραχ. στ΄. ὀβολὸς εἷς S". χαλκίτεως δραχ. στ΄. ὀβολὸς εἷς S". ἀσφάλτου δραχ. ν΄. γῆς ἀμπελίτιδος δραχ. ν΄. λιθαργύρου δραχ. ν΄. κηκίδος δραχ. γ΄. χνοὸς ἴρεως δραχ. γ΄. κόψαντα δὲ δεῖ τῇ προτεραίᾳ τὰς βοτάνας καὶ τὰς ῥίζας ἐμβάλλειν εἰς ἔλαιον. ἐμμεινάντων δὲ δι’ ὅλης νυκτὸς, πρωῒ δεῖ ἐπεμβάλλειν τὴν λιθάργυρον καὶ τὴν ἀμπελῖτιν καὶ τὴν ἄσφαλτον καὶ ἕψειν ἐπὶ πυρὸς μαλακοῦ. παχυνομένης δὲ τῆς συστάσεως, ἆραι τὴν χύτραν ἀπὸ τοῦ πυρός. ἔστω δὲ ἐν ἄλλῳ ἀγγείῳ τὸ μέλι καὶ ἡ ῥητίνη καὶ ἡ χαλβάνη καὶ ἡ πρόπολις συντετηκότα. δεῖ δὲ καταμίσγειν καὶ ταῦτα ἐπεγχέοντα εἰς τὴν χύτραν, ἐπὶ δὲ τούτοις τὰ ξηρά. καὶ μετὰ τούτων ἕψε, ἕως ἂν μὴ μολύνῃ τὸ φάρμακον. πάλιν δὲ ἄραντα ἀπὸ τοῦ πυρὸς ἐμπάσσειν λείαν τὴν σμύρναν καὶ τὸν λίβανον. προσέχειν δὲ δεῖ, μή ποτε ὑπερζέσῃ καὶ ὡς οἷόν τε ἑψεῖν ἐν εὐρυχωρίᾳ, δυσκατάσβεστον γάρ γίγνεται, εἴ τινος ἅψαιτο. ταῦτα μὲν ὁ Ἥρας περὶ τῆς πανακείας. ἡμᾶς δὲ χρὴ τὴν ὕλην αὐτὴν ἐπισημῄνασθαι διαφέρουσαν τῶν κατὰ τὸ πρὸ τούτου βιβλίον γεγραμμένων φαρμάκων πρὸς τὰ δυσθεράπευτα
769
τῶν ἑλκῶν. διὰ μεταλλικῶν μὲν γὰρ ἐκεῖνα συνέκειντο μόνων, τινὰ μὲν ὀλίγων, τινὰ δὲ πλεόνων. ὀλίγων τινῶν ἐν αὐτοῖς ἐχόντων ῥίζας ἢ πόας. τῇ πανακείᾳ δὲ ταύτῃ τοὐναντίον ὑπάρχει, λαμβάνει μὲν καὶ τὸν χαμαιλέοντα καὶ τὸ κενταύριον ἱκανὸν ὠφελεῖν ἑκάτερον ἕλκη κακοήθη. λαμβάνει δὲ καὶ ἀριστολοχίαν καὶ ἴριν, ἀσθενέστερα μὲν κενταυρίου καὶ χαμαιλέοντος, ὡς πρὸς τὴν τῶν κακοήθων ἑλκῶν ἴασιν, οὐ μὴν ἀπόβλητά γε. λαμβάνει δ’ ἰσχυρὰς βοτάνας καὶ μόνας πολλάκις θεραπεύειν ἕλκη κακοήθη δυναμένας, τήν τε χαμαιπίτυν καὶ τὸ πόλιον καὶ τὸ σύμφυτον. ἰσχυρότερον δὲ τούτων ἐστὶ τό τε πράσιον καὶ τὸ ἑλένιον. τῷ μὲν οὖν πρασίῳ καὶ μόνῳ χρήσαιτ’ ἄν τις ἐπὶ τῶν ἱκανῶς ὑγρὰν ἐχόντων τὴν κατὰ τὸ ἕλκος σάρκα καὶ ῥυπαρωτέραν· τὸ δὲ ἑλένιον οὐδ’ ἐπὶ τούτων ἁρμόττει μόνον ἐπιπαττόμενον, ὥσπερ οὐδ’ ἄλλο τι τῶν δριμέων οὐδέν. ἐμάθετε γὰρ ἐν τῇ περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ τὴν διαφορὰν τῶν δριμέων καὶ πικρῶν φαρμάκων, ἐρεθιστικῶν μὲν ὄντων καὶ δακνωδῶν καὶ θερμῶν καὶ ῥευματιζόντων τὰ πάσχοντα μόρια
770
τῶν δριμέων· ξηραντικῶν δὲ χωρὶς τοῦ δάκνειν καὶ θερμαίνειν τῶν πικρῶν καὶ διὰ τοῦτο ἐπιτηδείων τοῖς ἡλκωμένοις μορίοις. ἀλλ’ ἐπεὶ προκείμενον ἦν τῷ συντιθέντι τὰς βοτάνας ταύτας ἔμπλαστρον ἐξ αὐτῶν οὐ ξηρὸν ἐπίπαστον ποιῆσαι, πρὸς δὲ τὴν τῆς ἐμπλάστρου σύνθεσιν ἔμελλεν ἤτοι κηρὸν ἢ ῥητίνην μίξειν ἢ πάντως γε λιθάργυρον ἐπὶ πλέον ἑψημένην, ὑφ’ ὧν ἡ δύναμις ἐξελύετο τῶν βοτανῶν, ἔμιξεν αὐταῖς ἔνια τῶν ἰσχυρῶν οὕτως φαρμάκων, ὡς μὴ δύνασθαι μόνα προσφέρεσθαι τοῖς ἕλκεσι. τὰ δ’ ἰσχυρὰ ταῦτα διττὴν ἔχει τὴν καθόλου δύναμίν τε καὶ ποιότητα, ἔνια μὲν αὐστηρὰν καὶ στρυφνὴν, ἔνια δὲ δριμεῖάν τε καὶ στρυφνήν. διὰ τοῦτ’ οὖν τῶν μὲν δριμεῖαν ἐχόντων δύναμιν ἔμιξεν ἑλένιον, τῶν δ’ ἰσχυρῶς στυφόντων, ταῦτα γὰρ ὀνομάζομεν αὐστηρά τε καὶ στρυφνὰ, τήν τε στυπτηρίαν καὶ τὴν κηκίδα τὴν ὀμφακῖτιν δηλονότι. τὰς ποιότητας δ’ ἀμφοτέρας ἰσχυρὰς ἔχει, καθάπερ καὶ τὰς ἐν αὐταῖς δυνάμεις ἡ χαλκῖτις, δριμεῖά τε οὖσα καὶ στυπτική. λέλεκται δ’ ἐν τοῖς ἔμπροσθεν ἀναγκαίαν εἶναι τοῖς κακοήθεσιν ἕλκεσι καὶ μάλιστα
771
ὅταν ᾖ ῥευματικὰ τὴν αὐστηρὰν ποιότητα. τούτοις οὖν ἅπασιν οἷς εἶπον ἐμίχθη λιθάργυρός τε καὶ ῥητίνη καὶ λιβανωτὸς ἕνεκα τοῦ γενέσθαι τὸ φάρμακον ἐμπλαστρῶδες. ἀλλ’ ἡ μὲν λιθάργυρος ἐκ τῆς μέσης ὕλης ἐστὶν, ὁ δὲ λιβανωτὸς πεπτικός τε καὶ πυοποιὸς ὡς πρὸς τὴν εὔκρατον φύσιν ἀποβλεπόντων. ἐδείχθη γὰρ ὅτι τοῖς ὑγροτέροις σώμασι σαρκωτικός ἐστι καὶ μέντοι καὶ ὅτι τῶν πεπτικῶν φαρμάκων, ἃ δὴ καὶ τὴν ἐκπυητικὴν ὀνομαζομένην ἔχει δύναμιν, οὐδέν ἐστιν ἰσχυρῶς διαφορητικὸν, ὥσπερ γε οὐδὲ δριμύ. μετρίως γὰρ θερμαίνει τὰ τοιαῦτα καὶ μέντοι καὶ μαλάττει μᾶλλον ἢ ξηραίνει. καλῶς οὖν ἐμίχθη καὶ τοῦ λιβανωτοῦ κατὰ τὴν τῆς προκειμένης ἐμπλάστρου σύνθεσιν, ἵνα τι καὶ παρηγορικὸν ἔχῃ καὶ πρᾷον. ἔστι δὲ δηλονότι καὶ τὸ ἔλαιον ἐκ τῆς αὐτῆς δυνάμεως, ἕνεκα μὲν ἑψήσεως τῆς ἐμπλάστρου κατὰ τὸν πρῶτον λόγον μιχθὲν, ἐν αὐτῷ δὲ συνεπιφέρον δύο δυνάμεις, τήν τε παρηγορικὴν καὶ τὴν ἀμβλυντικὴν τῶν ἰσχυρῶν φαρμάκων, ἐάν τε δριμείας, ἐάν τε αὐστηρᾶς δυνάμεως ᾖ ταῦτα. ἡ δὲ ἀμπελῖτις γῆ ξηραίνει τε καὶ διαφορεῖ
772
μηδὲν ἔχουσα δριμὺ σαφῶς. καὶ διὰ τοῦτο τοῖς κακοήθεσιν ἕλκεσιν ἐπιτήδειός ἐστιν, εἰ καὶ μόνην αὐτὴν λειώσας ἐπιπάττοις. ἡ χαλβάνη δὲ καὶ αὐτὴ τῷ πεπτική τε εἶναι καὶ μαλακτικὴ καὶ παρηγορική τε καὶ ἀνώδυνος ἐμίχθη κατὰ τὴν προκειμένην σύνθεσιν, ἔχοντος μὲν καὶ τοῦ λιβανωτοῦ τὰς αὐτὰς δυνάμεις, ἀλλὰ ἀσθενεστέρας ἢ κατὰ τὴν χαλβάνην, ἐκείνης γε κατ’ ἀμφοτέρας ἰσχυροτέρας ὑπαρχούσης. ἡ τερμινθίνη δὲ ῥητίνη καὶ αὐτὴ μετὰ τοῦ ῥυπτικοῦ τε καὶ διαφορητικοῦ πεπτικὸν ἔχει τι τῶν τοιούτων διαθέσεων. ἡ δὲ ἄσφαλτος ἴσμεν ὅτι ξηραντικῆς ἐστι δυνάμεως ἅμα θερμασίᾳ μὴ πάνυ σφοδρᾷ. τούτοις οὖν ἅπασιν ὁ συνθεὶς τὴν ἔμπλαστρον ἔμιξεν ἑλκτικῆς δυνάμεως φάρμακον τὴν πρόπολιν, ἐπειδὴ πολύχρηστον ὑπάρχειν αὐτὴν ἐβούλετο. πάντα δ’ ὅσα πολύχρηστα ποικιλωτάτας ἀναγκαῖον ἔχειν δυνάμεις, ὅπως θεραπεύῃ διαθέσεις πλείονας. οὕτως δὲ καὶ τοῦ μέλιτος ἔμιξεν οὐκ ὀλίγον, εἰδὼς αὐτὸ ξηραῖνόν τε καὶ διαφοροῦν οἰκειότατόν τε τοῖς σηπομένοις ὑπάρχον. καὶ γὰρ αὖ καὶ τὸ τῶν ἀσήπτων ἐστὶ καὶ τὰ μιγνύμενα φυλάττει τοιαῦτα, 
773
πλὴν τῶν ἐσχάτως ἐπιτηδείων εἰς σῆψιν, ἅπερ ὑγρά τέ ἐστι καὶ θερμά. καὶ πλέον τῶν ἄλλων γε ὁ συνθεὶς τὸ φάρμακον ἔβαλε τὸ μέλι. πλὴν γὰρ τριῶν τῶν ἑψηθῆναι δεομένων, ἀσφάλτου καὶ λιθαργύρου καὶ τῆς ἀμπελίτιδος γῆς, τῶν ἄλλων πλέον ἐστίν· αὐτοῖς τε τούτοις τῇ τε ἀσφάλτῳ καὶ τῷ λιθαργύρῳ καὶ τῇ ἀμπελίτιδι τοσοῦτον ἔμιξεν ἔλαιον, ὅσον εἰς τὴν ἕψησιν ἐπιτήδειον ἔσται, παραστοχασάμενος καὶ τῶν ἄλλων ὅσα ξηρὰ κατὰ τὸ φάρμακον βάλλεται. καὶ μὴν καὶ τελείως ἡψημένων ἁπάντων ἠξίωσεν ἐπεμβληθῆναι τήν τε σμύρναν καὶ τὴν ἀλόην, ξηραίνοντα μὲν ἀδήκτως ἀμφότερα, διαφέροντα δὲ τῷ τὴν μὲν ἀλόην στύφειν, λεπτομερεστέραν δὲ καὶ ξηραντικωτέραν εἶναι τὴν σμύρναν. οὐκ οἶδα δέ τι τὸ δόξαν τῷ Ἥρᾳ διὰ βραχυτέρων συμμετριῶν γράψαι τὴν πανάκειαν ταύτην, ὑπ’ ἄλλων διὰ μειζόνων γεγραμμένην. τινὲς μὲν γὰρ διπλάσια πάντ’ ἔχουσαν αὐτὴν ἔγραψαν, ἔνιοι δὲ τετραπλάσια. χαλβάνης γοῦν ἓξ δραχμὰς καὶ ὀβολὸν ἕνα καὶ ἥμισυν ὁ Ἥρας ἔγραψεν, ἄλλων γραψάντων δέκα δραχμὰς καὶ ἡμίσειαν, ὥσπερ αὖ πάλιν
774
ἄλλων πέντε καὶ εἴκοσι, ἀνάλογον δὲ καὶ τἄλλα συναυξησάντων, ὡς μηδαμόθι λέγεσθαι κατὰ τὴν συμμετρίαν ὀβολὸν ἢ ἡμιώβολον. προσέχειν οὖν ὑμᾶς χρὴ τὰς παρὰ τοῖς ἄλλοις γεγραμμένας πανακείας παραβάλλοντας τῇδε, πότερα διπλάσια ἔχουσι πάντα ἢ τετραπλάσια, κᾂν ἀνάλογον ᾖ πάντα ηὐξημένα μὴ νομίζειν ἐκείνας ἑτέρας εἶναι τῆσδε.

[Ἡ ἴσις Ἐπιγόνου λεγομένη παρά τινων.] Πολύχρηστόν ἐστι φάρμακον, ἣν προσαγορεύουσιν ἴσιν ὑπὸ πάντων ἐπῃνημένην. ἐγὼ δὲ παραθήσομαι νῦν ὅσα περὶ αὐτῆς ἔγραψεν ὁ Ἥρας οὕτως ἔχοντα κατὰ λέξιν. ἡ ὑπὸ τινῶν μὲν Ἐπιγόνου λεγομένη, ὑπὸ τινῶν δὲ ἴσις, ποιοῦσα πρὸς πᾶν τραῦμα καὶ πρὸς τὰ ἐν κεφαλῇ μετὰ ὀστῶν διακοπῶν. ὑγιάζει δὲ χωρὶς ἀνασκευῆς, ποιεῖ καὶ πρὸς νύγματα, σκόλοπας, ἀνθρωπόδηκτα, κυνόδηκτα ἰούς τε ἕλκει ἔχεως, σκορπίων, δρακόντων θαλασσίων καὶ τρυγόνος καὶ πρὸς τὰ ἐπὶ τῶν κώλων σὺν τραύματι κατάγματα. πωροῖ γὰρ θᾶσσον καὶ ἀσφαλέστερον σύριγγας πάσας προσφάτους, παλαιὰς ὑποφορὰς, κόλπους, φύματα, παρωτίδας, τὰ ἐν μαστοῖς καὶ

775
μασχάλαις ἀποστήματα, ἢ ἵνα μὴ γένηται ἢ γενόμενα θεραπευθῇ. εἰς ὑπόῤῥυσιν δ’ ὄντων ἡμῶν, ἔτι χοιράδας κομίζεται σὺν τοῖς χιτῶσι τάχιστα ἐκπυοῦσα, ἵστησι καὶ ῥεῦμα ὀφθαλμῶν ἐπὶ τὸ μέτωπον ἐπιτιθεμένη. αἴρει δὲ καὶ πελιώματα καὶ γαγγραίνας περιγράφει καὶ σηπεδόνας ἀνακαθαίρει καὶ τὸ ὅλον πρὸς πάντα ἀγαθή. ♃ κηροῦ δραχμὰς ρ΄. τερμινθίνης δραχ. σ΄. οἱ δὲ ρ΄. λεπίδος χαλκοῦ ἐρυθροῦ δραχ. η΄. ἰοῦ ξυστοῦ δραχ. η΄. ἀριστολοχίας στρογγύλης δραχμὰς η΄. λιβάνου δραχ. η΄. ἁλὸς ἀμμωνιακοῦ δραχ. η΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. η΄. στυπτηρίας κεκαυμένης ἢ στρογγύλης δραχ. στ΄. χαλκοῦ κεκαυμένου δραχ. η΄. σμύρνης δραχ. ιβ΄. ἀλόης δραχ. ιβ΄. χαλβάνης δραχ. ιβ΄. ἐλαίου παλαιοῦ κοτύλην α΄. ὄξους δριμέος κο. β΄. τὰ τηκτὰ κατακένου εἰς θυείαν κατὰ τῶν ξηρῶν. οὕτως μὲν ὁ Ἥρας ἔγραψε τὴν ἴσιν, οὐκ ἔτι προσγράψας αὐτῇ τὴν κατὰ μέρος χρῆσιν ἅπασαν, ὡς ἐπ’ ἄλλων εἰώθει. καὶ μέντοι κᾀν τῷ καλεῖν αὐτὴν Ἐπιγόνου διαφέρεται πολλοῖς, οὓς ἀκριβέστερον ἡγοῦμαι περὶ τοῦ Ἐπιγόνου γεγραφέναι τά τε
776
ἄλλα καὶ ὡς ἐν εἱρκτῇ κατακεκλεισμένος ἰασάμενός τέ τινα τῶν πολὺ δυναμένων ἀφείθη διὰ τοῦτο. προστεθεικέναι δ’ αὐτόν φασι τὴν τοῦ δρακοντίου ῥίζαν τῷ προγεγραμμένῳ φαρμάκῳ, κᾀγὼ διὰ παντὸς οὕτως ἐχρησάμην. ἐπειδὴ καὶ τῶν διδασκάλων μού τις ἐχρῆτο, βαλὼν εἰς τὴν γεγραμμένην συμμετρίαν ὑπὸ τοῦ Ἥρᾳ δραχ. η΄. τοῦ δρακοντίου. καὶ μέντοι καὶ τοῦ ἐλαίου μὲν ἐνέβαλεν ἥμισυ κυάθου, ὄξους δὲ κο. α΄, ἔβαλλε δὲ καὶ τὴν κολοφωνίαν ῥητίνην, οὐχ ὥσπερ ὅ Ἥρας τὴν τερμινθίνην, ἀλλὰ κᾀν τῇ κατασκευῇ τῆς ἐμπλάστρου διεφώνει τῷ Ἥρᾳ, τὴν χαλβάνην τῷ ὄξει συγκατεργαζόμενος τοῖς ἄλλοις ἐν θυείᾳ. καὶ οὕτως ἀναμιγνὺς αὐτὰ, καθάπερ καὶ ὁ Ἥρας φησὶ, τοῖς τηκτοῖς ἐμάλασσέ τε μετὰ ταῦτα τὸ φάρμακον, ἐπὶ πλεῖστον ἐν ταῖς χερσὶ προσαπτόμενος ὄξους δριμυτάτου καὶ μετὰ ταῦτα εἰς χαλκοῦν ἀγγεῖον κατετίθετο καὶ καταχύσας ἐφύλλαττε χρόνῳ πλείονι καὶ οὕτως ἀνελόμενος ἐχρῆτο. προσηγόρευε δὲ αὐτὴν, ὡς καὶ ἄλλοι τινὲς, Ἕρμωνος τοῦ ἱερογραμματέως. ἐν ἑτέροις δ’ ἂν εὕροις γεγραμμένην ἐκ τῶν ἀδύτων εἶναι καὶ τήνδε κατὰ τὸ Ἡφαίστειον ἐν Αἰγύπτῳ, καθάπερ καὶ τὴν διὰ τοῦ δικτάμνου.
777
τὴν μέντοι συμμετρίαν τῶν συντιθέντων αὐτὴν ἁπλῶν φαρμάκων σχεδὸν ἅπαντες ἴσην γεγράφασιν, ὥστε κᾂν ἡ προγραφὴ διάφορος ᾖ, μὴ δόξῃς ἑτέραν εἶναι καὶ ἑτέραν τήν τ’ ἐκ τῶν ἀδύτων ἱερὰν καὶ τὴν Ἕρμωνος τοῦ ἱερογραμματέως καὶ τὴν Ἐπιγόνου. ἅπαντα γὰρ ταῦτα προσαγορεύεται. τηκομένη δὲ μετὰ κηρωτῆς ὑγρᾶς ἀνακαθαίρει καὶ ἐπουλοῖ τὰ ἕλκη. καὶ γεγράφασί γὲ τινὲς μὲν μετὰ τριπλασίας κηρωτῆς αὐτὴν ἀνιέναι, τινὲς δὲ μετὰ διπλασίας, ἀδιορίστως ἑκάτεροι τὴν συμμετρίαν ὁρίσαντες. ἐφ’ ὧν μὲν γὰρ αὐτάρκως καθαρὸν ἐργάζεται τὸ ἕλκος εἰ τρισὶ μιχθείη τῆς κηρωτῆς μέρεσιν, οὐ χρὴ διπλάσιον μιγνύειν. ἐφ’ ὧν δὲ ἐνδεέστερον καθαίρει, τηνικαῦτα διπλασίαν χρὴ παραλαμβάνεσθαι τὴν κηρωτήν. ἴσμεν γὰρ ὅτι πρακτικώτερον μέν ἐστι πᾶν φάρμακον τοιοῦτον, μὴ πολλῇ τῇ κηρωτῇ μιγνύμενον, ἀσθενέστερον δὲ πλέονι μιχθέν. οὐ χεῖρον δὲ καὶ περὶ τοῦ δρακοντίου τό γε τοσοῦτον εἰπεῖν, ὡς ἐν τῷ θέρει ξηρανθέντος τοῦ καυλοῦ καὶ ὅλης τῆς πόας ἀναιρεῖσθαι χρὴ τὴν ῥίζαν, εἶτα τιθέμενον ἐν οἴκῳ ξηρῷ μὲν, οὐκ ἔχοντι δὲ ἥλιον, ὀλίγον ὕστερον μεθ’ ἡμέρας ἓξ ἢ ἑπτὰ τέμνειν τὴν ῥίζαν εἰς 
778
κυκλίσκους καὶ τούτους διείραντα λίνῳ κρεμᾶσαι πάλιν ἐν οἴκῳ ξηρῷ μὲν, ἀνηλίῳ δὲ, καὶ οὕτως ἐπειδὰν ἐθέλοις σκευάζειν τὸ φάρμακον, κόπτειν τὴν ῥίζαν. ἔστι δὲ καὶ αὐτὴ καθ’ ἑαυτὴν κοπεῖσα καὶ λεανθεῖσα καλῶς ὡς χνοώδη γενέσθαι τῶν κακοήθων ἑλκῶν θεραπευτική.

[Ἡ διὰ δικτάμνου.] Καὶ τὴν διὰ δικτάμνου σκευαζομένην ἔμπλαστρον, ἱερὰν ὀνομάζουσιν, εὑρῆσθαι λέγοντες καὶ ταύτην τὴν γραφὴν ἐν τῷ κατὰ Μέμφιν Ἡφαιστείῳ. καὶ μέμνηνταί γε πάντες αὐτῆς ἐπὶ ταῖς τοιαύταις συμμετρίαις ἢ βραχύ τι διαφερούσαις. ἀρκέσει δὲ καὶ περὶ ταύτης τὴν τοῦ Ἥρᾳ παραγράψαι λέξιν οὕτως ἔχουσαν. ἱερὰ ἡ ἐκ τοῦ ἐν Μέμφει Ἡφαιστείου. ποιεῖ ἐπὶ προσφάτων ἐναίμων, ῥευματικῶν, πρὸς νεύρων διακοπὰς, παλαιὰ ἕλκη, ὑπόνομα, θλάσματα, σηπεδόνας, ἄνθρακας, μελανίας, ἕλκη ῥευματικὰ, δυσκατούλωτα, παρωτίδας, χίμεθλα, ἀποστήματα, χοιράδας, δοθιῆνας, σκληρίας, βέλη ἀνάγει, σκόλοπας, ὀστέα ἐκ τῆς κεφαλῆς, θηρίων πληγὰς καὶ δήγματα σκορπίων, φυλαγγίων,

779
μυγαλῆς, ἀνθρωπόδηκτα. πρὸς πάντα πόνον τραχήλου, ὤμου, ἄρθρων ἀντὶ μαλάγματος. ἵστησι ῥεύματα ὀφθαλμῶν οὐ μόνον πρόσφατα, ἀλλὰ καὶ παλαιὰ, καὶ πρὸς κεφαλαλγίαν ποιεῖ, κατάχριστος ῥοδίνῳ, ἀνειμένη καὶ πρὸς ὑστέρας πόνον καὶ διαχριομένη καὶ ὑποθυμιωμένη. ἐκδιώκει ἡ ἔμπλαστρος καὶ θηρία θυμιωθεῖσα. ἔστι δὲ ἐλαίου παλαιοῦ κο. β΄. λιθαργύρου δραχ. ρ΄. ἰοῦ ξυστοῦ δραχ. η΄. λεπίδος δραχ. στ΄. κολοφωνίας ὑγρᾶς, οἱ δὲ πευκίνης δραχ. ν΄. μάννης δραχ. ιβ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. ιστ΄. χαλκοῦ κεκαυμένου δραχ. η΄. διφρυγοῦς δραχ. στ΄. γεντιανῆς δραχ. στ΄. ἀλόης δραχ. η΄. χαλβάνης δραχ. ιβ΄. προπόλεως δραχ. η΄. κηροῦ δραχ. κε΄. ἀριστολοχίας δραχ. ι΄. δικτάμνου Κρητικοῦ δραχ. ι΄. ἕψε ἐν λοπάδι μεγάλῃ ἐπὶ ἀνθράκων λιθάργυρον, ἔλαιον ὡς ἀμόλυντον κατὰ πᾶν εἶναι ἢ παρὰ μικρὸν, εἶτα ἄρας τὴν χύτραν, μίσγε ἰὸν καὶ λεπίδα καὶ ἕψε καὶ μὴ μολυνέτω κατὰ πᾶν, εἶτα πάλιν βαστάσας βάλε ῥητίνην καὶ ἀμμωνιακὸν σεσησμένα, κινῶν ἕως παύσηται ζέων, εἶτα ἐπιθεὶς καὶ μικρὸν ἐάσας βαστάσας ἔμπασσε χαλκὸν καὶ διφρυγὲς καὶ ἑψήσας πάλιν, ἕως μὴ μολύνῃ, ἔσθ’ ὅτε γὰρ
780
τούτων βληθέντων ἐπανίεται, εἶτα βαστάσας προσδίδου κηρὸν καὶ πάλιν ἕψε, ἕως ἀμόλυντος γένηται, ταχέως δὲ γίνεται, εἶτα ἄρας ἀποδώσεις πρόπολιν καὶ ἐπιθεὶς πάλιν, μικρόν τε ἐάσας καὶ ἄρας ἀποδίδου ἀλόην, μάνναν, δίκταμνον, ἀριστολοχίαν, γεντιανήν. ἐψυγμένων δ’ ἱκανῶς τούτων, καθ’ ἓν ἕκαστον λειότατον ἐμπάσεις καὶ κινήσας ἐὰν ᾖ ἀμόλυντος, βαστάσεις. ἐὰν δὲ μὴ, ἐπὶ κούφου πυρὸς ἑψήσεις. ταῦτα μὲν ὁ Ἥρας ἔγραψε περὶ τῆς ἐμπλάστρου. συνεθήκαμεν δ’ αὐτὴν ἡμεῖς ἐνίοτε καὶ χωρὶς τοῦ κεκαυμένου χαλκοῦ καὶ διφρυγοῦς, ἑλκτικωτέραν μὲν τῶν ἐν τῷ βάθει καὶ μαλακτικωτέραν καὶ διαφορητικωτέραν γινομένην, οὐ μὴν πρός γε τὰ δυσεπούλωτα τῶν ἑλκῶν ἁρμόττουσαν. ἐποιήσαμεν δὲ αὐτὴν καὶ χωρὶς τοῦ δικτάμνου, πάλιν αὐτὴν προσθέντες τοῖς ἄλλοις, χρυσοκόλλης δραχ. στ΄. ὡς γενέσθαι θεραπευτικωτέραν τῶν κακοήθων ἑλκῶν.

[῾Η Ἱκέσιος μέλαινα.] Ἡ Ἱκέσιος ὀνομαζομένη. τινὲς δὲ κατὰ γενικὴν πτῶσιν ἡ Ἱκεσίου γεγράφασι, πολύχρηστον φάρμακον. ὁ γοῦν Ἥρας περὶ αὐτῆς γράφει ταῦτα. ἡ Ἱκέσιος

781
πρὸς τραύματα καὶ κυνόδηκτα καὶ τὰς σκληρίας διαχέουσα. πρὸς παρωτίδας καὶ κονδυλώματα καὶ πρὸς τὰ κακοήθη. ἔστι δὲ καὶ ἐπισπαστικὴ, παρακολλητικὴ, ποιεῖ καὶ πρὸς ὕδρωπας. ♃ λιθαργύρου δραχ. ρ΄. ἀσφάλτου Ἰουδαϊκῆς δραχ. ρ΄. γῆς ἀμπελίτιδος δραχ. ρ΄. μάννης, προπόλεως ἀνὰ δραχ. κε΄. χαλβάνης δραχ. ιβ΄. σχιστῆς δραχ. ιβ΄ S". τερμινθίνης δραχ. ιβ΄. S". ἴρεως δραχ. στ΄. ἐλαίου ὠμοτριβοῦς κο. στ΄. μέλιτος κο. α΄. χαλκίτεως δραχ. ζ΄. ἥμισυ, κηκίδος ὀμφακίτιδος δραχ. στ΄. σμύρνης δραχ. στ΄. ἕψε τὴν λιθάργυρον καὶ τὴν ἄσφαλτον καὶ τὴν ἀμπελῖτιν μετὰ τοῦ ἐλαίου. ἐπειδὰν δ’ ἡμίεφθα ᾖ, τὴν πρόπολιν μίσγε καὶ τὴν ῥητίνην καὶ τὴν χαλβάνην ἡψημένα ἐν τῷ μέλιτι ἰδίᾳ. ἐπὰν δὲ συνίστηται τὰ λοιπὰ ἀποδίδου, κίνει δὲ σπάθῃ δᾳδίνῃ, ταύτης τῆς ἐμπλάστρου τὸν σταθμὸν τῶν μιγμάτων, οὐ τὸν αὐτὸν ἅπαντες ἔγραψαν, ὡς ἐν τοῖς ἐφεξῆς δειχθήσεται.

[Ἡ διὰ δυοῖν ἀριστολοχιῶν μέλαινα.] Ἔνδοξος ἔμπλαστρος πολύχρηστός ἐστι καὶ ἡ διὰ τῶν δυοῖν ἀριστολοχιῶν, ἣν καὶ αὐτὸς ὁ Ἥρας ἔγραψε κατὰ τήνδε τὴν λέξιν.

782
μέλαινα ἡ διὰ τῶν δυοῖν ἀριστολοχιῶν, ποιοῦσα πρὸς τὰ παλαιὰ καὶ τυλώδη καὶ δυσκατούλωτα καὶ νεμόμενα. ἔστι δὲ καὶ ἔναιμος κεφαλικὴ, ἀνάγει ὀστᾶ, ἀνακολλητικὴ, ποιοῦσα πρὸς τὰ λελυμένα ἄρθρα, ῥευματιζόμενα ἀνακαθαίρει, πληροῖ διειμένη. πίσσης λίτραν α΄. κηροῦ λίτραν α΄. ἀσφάλτου λίτραν α΄. τερμινθίνης λίτραν α΄. μάννης λίτρας ἥμισυ ἢ οὐγγίας ζ΄. ἰοῦ ξυστοῦ λίτρας ἥμισυ, ψιμυθίου λίτρας ἥμισυ, χαλκάνθου οὐγγίας δ΄. ἀριστολοχίας μακρᾶς οὐγγίας δ΄. Ἰλλυρικῆς οὐγγίας δ΄. σιδίων οὐγγίας β΄. κηκίδος ὀμφακίτιδος οὐγγίας β΄. χαλκοῦ κεκαυμένου οὐγγίας β΄. ἀκάνθης οὐγγίας δ΄. ἀριστολοχίας στρογγύλης γο δ΄. ὄξους κο. α΄. κικίνου ἢ ἐλαίου παλαιοῦ κο. α΄. τὰ τηκτὰ τήξας ὁμοῦ, εἶτα τὸ ψιμύθιον, τὸν ἰὸν καὶ τὸ χάλκανθον σὺν τῷ ὄξει λελειοτριβημένῳ ἐπίσταζε, εἶτα ἐπιθεὶς ἐπὶ πυρὸς ἕως ἑνωθῇ, ἔμπασσε τὰ ξηρὰ ὑποσπάσας τὸ πῦρ, εἶτα καταχέας μάλασσε. ταῦτα μὲν ὅ θ’ Ἥρας καὶ οἱ ἄλλοι περὶ αὐτῆς ἔγραψαν. ὁ δὲ λογισμὸς τοῦ συνθέντος αὐτὴν οὐκ ἄδηλός ἐστι τοῖς 
783
μεμνημένοις ὅσα κατά γε τοῦτο καὶ διὰ τῶν ἔμπροσθεν ὑπομνημάτων εἴρηταί μοι. σύγκειται γὰρ ἐξ ἐναντίων δυνάμεων, ἑλκτικῶν τε καὶ ἀποκρουστικῶν, κοινὸν ἐχουσῶν τὸ ξηραίνειν. ἐπικρατεῖ δὲ ἐν αὐτῇ τὸ τῶν ἀποκρουστικῶν, ὃ τοῖς στύφουσιν ὑπάρχει τῷ χαλκάνθῳ καὶ τοῖς σιδίοις καὶ τῇ κηκίδι καὶ τῷ κεκαυμένῳ χαλκῷ καὶ τῇ ἀκάνθῃ. διὰ τοῦτο δὲ καὶ πρὸς τὰ παραλελυμένα, τουτέστι κεχαλασμένα τῶν ἄρθρων ἁρμόττειν αὐτὴν ἔφη. τὴν δ’ ἀριστολοχίαν καὶ τὴν ἴριν ἔμιξε τοῖς στυπτικοῖς, ἀραιωτικῆς τε καὶ διαφορητικῆς ὄντα δυνάμεως, ὅπως δὲ ἔμπλαστρος γένοιτο καὶ μὴ ξηρὸν ἐπίπαστον εἴη τὸ φάρμακον, ἔλαιόν τε καὶ κηρὸς ἐμίχθη. κηρὸς μὲν ὡς ὕλη μόνον, ὥσπερ καὶ τοὔλαιον. εἰ τὸ κοινὸν εἴη τοῦτο καὶ μὴ τὸ κίκινον ἢ τὸ παλαιόν. ἐμάθομεν γὰρ ὅτι θερμαίνει ταῦτα καὶ διαφορεῖ. τερμινθίνη δὲ ῥητίνη πρὸς τῷ τὴν ἐμπλαστρώδη σύστασιν ἐργάζεσθαι τῷ φαρμάκῳ, τοῦ κηροῦ μόνου μὴ δυναμένου τοῦτο ποιῆσαι, καὶ μαλακτικὸν ἔχει τι καὶ διαφορητικὸν καὶ ῥυπτικόν. ἔχοντος δὲ καὶ λιβανωτοῦ ταῦτα προσείληφεν ἡ μάννα στυπτικὴν ὅλην τὴν δύναμίν τε καὶ ποιότητα. καλοῦσι γὰρ οὕτως
784
τὸ ἀπόσεισμα τοῦ λιβανωτοῦ μετέχον τι βραχὺ καὶ τοῦ φλοιοῦ, ξηραντικὴ δὲ ἱκανῶς ἐστι καὶ ἡ ἄσφαλτος ἢ ὁ ἄσφαλτος, ὁποτέρως ἂν ἐθέλῃς καλεῖν, εἰς ἐμπλάστρου σύνθεσιν ἐπιτήδειον φάρμακον. καὶ ταῦτα μὲν οὖν ἦν αὐτάρκη πρὸς τὴν τῆς ἐμπλάστρου σύνθεσιν. ἰσχυρὰν δὲ δύναμιν ἔχοντα φάρμακα μῖξαι προθέμενος ὁ συνθεὶς τὴν ἔμπλαστρον ταύτην ἰόν τε καὶ ὄξος αὐτοῖς προσέθηκε, τέμνειν καὶ διαβιβρώσκειν καὶ μέχρι τοῦ βάθους τῶν σωμάτων αὐτά τε φέρεσθαι καὶ τοῖς ἄλλοις ποδηγεῖν ἱκανά. μίγνυται δὲ ταῦτα τοῖς διαφορητικοῖς ἕνεκα τοῦ προλεπτύνειν τὰς ἐν τοῖς θεραπευομένοις μέρεσι παχείας ὑγρότητας. ὑπόλοιπον, οὖν ἐστιν εἰπεῖν τι καὶ περὶ τοῦ ψιμυθίου, ὅπερ ὅτι μὲν ὡς εἰς ἐμπλαστροποιΐαν ἐπιτήδειον, οὐχ ὡς αὐτό τι συμπρᾶξον ἔμιξεν· εὔδηλόν ἐστιν. ἐγὼ δ’ ἂν τὴν λιθάργυρον ἐμεμίχειν μᾶλλον, ἐμπλαστικόν τε γάρ ἐστι καὶ ψυκτικόν. τὸ δὲ ψιμύθιον, εἰς ἄλλα μέν τινα χρήσιμον ὑπάρχον, εἰς δὲ τὴν τῆς προκειμένης ἐμπλάστρου δύναμιν οὐδὲν συντελεῖ.

[Ἡ τοῦ Ἀζανίτου.] Ἡ τοῦ Ἀζανίτου πολύχρηστός ἐστι καὶ ἔνδοξος. περὶ αὐτῆς δὲ γράφει ὁ Ἥρας οὕτως. ἡ

785
τοῦ Ἀζανίτου. ♃ πίσσης ξηρᾶς γο α΄. κηροῦ γο γ΄. στέατος ὑείου γο γ΄. στέατος ταυρείου γο γ΄. οἰσύπου γο γ΄. ῥητίνης πευκίνης γο ε΄. ποιεῖ πρὸς τὰ κακοήθη πάντα, γαγγραίνας, σύριγγας, πρόσφατα τραύματα, πυρίκαυτα, περιψυγμοὺς, ὡς ἄκοπον. ἔστι δὲ καὶ πεσσὸς μαλακτικός. ἁρμόττει δὲ καὶ πρὸς τὰ ἐν ὑστέρᾳ ἕλκη, φύματα, παρωτίδας. ὅταν κοῖλα ᾖ τὰ ἕλκη, πλείονι χρῶ τῷ φαρμάκῳ, ὅταν δὲ πρὸς ἐπούλωσιν, ἔλαττον. ἰδίωμα δὲ τοῦ φαρμάκου ἐπίπαγον ῥυπώδη ποιεῖν. ποιεῖ καὶ ἐπὶ τῶν ὀφθαλμιώντων ἐπὶ βλεφάρων ἐπιτιθεμένη. ἀντιπαθές ἐστι τὸ ἔλαιον τῷ φαρμάκῳ, διὸ φυλάττου. ὅταν δὲ σκευάζῃς, βάλλε πίσσαν, κηρὸν, ταύρειον στέαρ. ὅταν δὲ τακῇ, ὕειον, εἶτα ῥητίνην, ἔσχατον οἴσυπον ψύξας. τὸ δὲ ὅλον πυρὶ καὶ μὴ φλογὶ τῆκε. μάλιστα δὲ ποιεῖ ἐφ’ ὧν ἡ πληγὴ περὶ τὰ νεῦρα ἢ μῦν ἐστι καὶ ἐπὶ κακοήθων.

[Ἡ τοῦ Ἁλιέως διὰ Σινώπιδος.] Ἡ τοῦ Ἁλιέως ἔνδοξός τε καὶ πολύχρηστος οὐδὲν ἧττον τῶν πρόσθεν οὕτως

786
ὑπὸ τοῦ Ἥρα γεγραμμένη. ἡ τοῦ Ἁλιέως πρὸς τὰ παλαιὰ καὶ δυσκατούλωτα. ἔστι δὲ καὶ διαφορητικὴ καὶ μάλιστα ἐπὶ τῶν περὶ μαστοὺς σκληριῶν. χρώμεθα δ’ αὐτῇ ὡς καλλίστῃ πρὸς τὰ πλεῖστα. κηροῦ μνᾶ α΄. λιθαργύρου μνᾶ α΄. μάννης δραχ. η΄. τερμινθίνης δραχ. η΄. χαλβάνης δραχ. η΄. Σινωπίδος δραχ. η΄. ἐλαίου παλαιοῦ κο. β΄. τὸ ἔλαιον καὶ τὴν λιθάργυρον ἕψε, ἕως ἀμόλυντον γένηται, εἶτα κηρὸν, ῥητίνην. καὶ τακέντων αὐτῶν ἄρας ἀπὸ τοῦ πυρὸς μίσγε Σινωπίδα, χαλβάνην, εἶτα τὴν μάνναν. αὕτη ποιεῖ καὶ πρὸς τὰς τῶν θαλασσίων πληγὰς ἄκρως. ἐχρησάμην γέ τοί ποτε αὐτῇ ἐπί τινος ἀπὸ τρυγόνος θαλασσίας πεπληγότος καὶ πάνδεινα πάσχοντος καὶ δαιμονίως ἐποίησεν, ὁμοίως καὶ ἐπὶ ἐπὶ σκορπιοδήκτων. ταῦτα μὲν ὁ Ἥρας ἔγραψεν. ἐφεξῆς δὲ τὰ Κρίτωνος ἴδωμεν.

[Περὶ τῶν ὑπὸ τοῦ Κρίτωνος γεγραμμένων.] Ὁ μὲν Ἥρας ἓν βιβλίον ἐποιήσατο τῆς τῶν φαρμάκων συνθέσεως, ἐπιγεγραμμένον νάρθηκα. πέντε δὲ τοιαῦτα σώζεται τοῦ Κρίτωνος ἔξωθεν τῶν κοσμητικῶν. ἐν δὲ τῷ τετάρτῳ

787
τῶν πέντε τούτων τὰς ὁμοειδεῖς ταῖς γεγραμμέναις ἐμπλάστροις διέρχεται, τινὰς μὲν, ὥσπερ ὁ Ἥρας, κατὰ πᾶν ὡσαύτως ἐχούσας. τινὰς δὲ ἔξωθεν, ὧν ὁ Ἥρας οὐκ ἐμνημόνευσεν, ἃς νῦν ἐφεξῆς γράψω, μετὰ τοῦ καὶ εἴ τινος τῶν ὑφ’ Ἥρα γεγραμμένων μνημονεύοι διαφερόντως μὴ παραλιπεῖν, ὥσπερ ἐπὶ τῆς Ἱκεσίου φαίνεται πεποιηκώς. ἄλλους γὰρ ἔγραψε σταθμοὺς καὶ μέτρα τῆς ἐμπλάστρου ταύτης ὁ Κρίτων, ὥσπερ καὶ ἄλλοι τινὲς, οὐ τὰς αὐτὰς τῷ Ἥρᾳ. ἄρξομαι τοιγαροῦν ἀπὸ τῆς πρώτης Ἱκεσίου, διαπεφωνημένης αὐτῆς κατὰ τὸν σταθμὸν τῶν ἁπλῶν φαρμάκων, ἐξ ὧν συντιθέασι τὴν ἔμπλαστρον.

[Ἡ Ἱκεσίου.] Περὶ τῆς Ἱκεσίου κατὰ λέξιν ὁ Κρίτων οὕτως ἔγραψεν. Ἱκεσίου πρὸς πᾶν τραῦμα, πρόσφατον, παλαιὸν, πρὸς θλάσματα, στρέμματα, κατάγματα, πρὸς φλεγμονὰς καὶ πάντα πόνον, ἄπονον γὰρ εὐθέως ποιεῖ πρὸς ἀποστήματα, φύματα, χοιράδας, ἄνθρακας, παρωτίδας, φύγεθλα, κονδυλώματα, λειχῆνας, ἥλους μελανίας, αἱμοῤῥοΐδας φλεγμαινούσας, σύριγγας, πυρίκαυτα, ἀνιεμένη μυρσίνῳ ἢ ῥοδίνῳ 

788
πρὸς ἕλκη, σκόλοπας, ἀκίδας, κυνόδηκτα, ἀνθρωπόδηκτα, θηρίων πληγὰς καὶ ἴσχαιμος χρῶ καὶ ἀντὶ μαλάγματος πρὸς πάντα, ἔλαιον δὲ μὴ πρόσαγε καὶ ἀνακόλλημα ἐπ’ ὀφθαλμιώντων ἐν ὀθονίῳ. ἔστω δὲ ἀεὶ τὰ σπλήνια μείζονα. ποιεῖ καὶ ἐπὶ ὑδρωπικῶν. ♃ γῆς ἀμπελίτιδος, ἀσφάλτου, λιθαργύρου, ἀνὰ μνᾶς β΄. κηροῦ, λιβανωτοῦ, τερμινθίνης, προπόλεως ἀνὰ μνᾶς S". χαλβάνης, σχιστῆς ἀνὰ μνᾶς ε΄. σμύρνης, κηκίδος, ἴρεως ἀνὰ δραχ. ιβ΄. χαλκίτεως δραχ. στ΄. μέλιτος κο. β΄. ἐλαίου ὀμφακίνου χοᾶς β΄. τινὲς δὲ κο. β΄. ἕψε ἀμπελῖτιν, ἄσφαλτον, λιθάργυρον σὺν τῷ ἐλαίῳ, προχυλώσας, ὡς λεῖα γενέσθαι. ἕψε δὲ ἐπὶ μαλακοῦ πυρὸς, κινῶν σπάθῃ δᾳδίνῃ ἀδιαλείπτως, ὥστε μὴ ὑποκαθίσαι, τάχιστα γὰρ κατακαίεται. τὰ δὲ τηκτὰ ἐν ἑτέρῳ ἀγγείῳ τῆξον, προεψήσας κατ’ ἰδίαν τὸ μέλι, ὥστε συστραφῆναι, καὶ μῖξον τοῖς ἐν τῷ κακάβῳ καλῶς συστραφεῖσι. πάλιν γὰρ ἀναλύεται τούτων προβληθέντων, εἶτα τὰ ξηρὰ ἔμπασσε ψύξας ποσῶς, τελευταῖον τὸν λιβανωτὸν καὶ ἑνώσας χρῶ. ταύτην τὴν γραφὴν ἔλαβον παρὰ
789
Ἡροδότου. ταῦτα μὲν ἔγραψεν ὁ Κρίτων περὶ τῆς Ἱκεσίου. φαίνεται δὲ διαφερόμενος τῷ Ἥρᾳ περὶ τῆς συμμετρίας τῶν ἁπλῶν φαρμάκων, ἐξ ὧν ὅλη σύγκειται. καὶ τῆς διαφωνίας ἡ μέν τις ἐστὶ σαφὴς, ἡ δὲ δυσεπίκριτος. ὁ μὲν γὰρ Ἥρας καλῶς ποιῶν τὸν σταθμὸν ἁπάντων τῶν φαρμάκων εἰς δραχμὰς ἀνῆγεν, ὁ δὲ Κρίτων τὴν μὲν ἀμπελῖτιν γῆν καὶ τὴν ἄσφαλτον καὶ τὴν λιθάργυρον οὐ κατὰ τὸν τῶν δραχμῶν σταθμὸν ἔγραψεν, ἀλλὰ μνᾶς β΄. ἑκάστης αὐτῶν ἠξίωσεν ἐμβάλλειν. διαπεφώνηται δὲ τοῖς περὶ τῶν σταθμῶν καὶ μέτρων γράψασιν, ὁπόσος ἐστὶν ὁ τῆς μνᾶς σταθμὸς, ἐνίων μὲν ἑκκαίδεκα λεγόντων οὐγγιῶν εἶναι τὴν μνᾶν, ἐνίων δὲ εἴκοσι, ἐνίων δὲ καὶ διοριζομένων, καὶ τὴν μὲν Ἀλεξανδρικὴν εἴκοσι φασκόντων εἶναι οὐγγιῶν, τὴν δὲ ἄλλην ἑκκαίδεκα, καὶ τοῦτο μὲν ἔτι μικρότερον. ἀλλὰ τῶν εἰς δραχμὰς ἀναγόντων τὴν μνᾶν εἰσὶν οἵ φασιν ἑκατὸν εἷναι δραχμῶν τὴν μνᾶν, ἔνιοι δὲ πλειόνων, ἐπειδὴ καὶ τὴν οὐγγίαν οἱ πλεῖστοι μὲν ἑπτὰ καὶ ἡμίσεος δραχμῶν εἶναί φασιν, ἔνιοι δὲ ζ΄. μόνον, ἕτεροι δὲ η΄. τούτων οὖν οὕτως ἐχόντων, πόσων δραχμῶν
790
χρὴ λογίσασθαι τὴν ὑπὸ τοῦ Κρίτωνος ἐγγεγραμμένην μνᾶν εἶναι χαλεπὸν εὑρεῖν. φαίνεται δὲ καὶ ἐν ἄλλοις μὲν δραχ. ρ΄. ὁ βουλόμενος εἶναι τὴν μνᾶν. καὶ εἴπερ τοῦτο οὕτως ἔχει, κατὰ τὸ διπλάσιον χρὴ νοεῖν τῆς Ἱκεσίου τὴν σύνθεσιν γεγράφθαι παρ’ αὐτοῦ, τοῦ μὲν Ἥρα γράψαντος περὶ τῶν τριῶν τούτων φαρμάκων τῶν πρώτων, τῆς δὲ γῆς τῆς ἀμπελίτιδος καὶ τῆς ἀσφάλτου καὶ τῆς λιθαργύρου ἑκατὸν ἑκάστου δραχμὰς τὸ βάρος, εἰς σ΄. δὲ τοῦ Κρίτωνος ἀνάγοντος. ἴδωμεν οὖν εἰ τὰ ἐφεξῆς ὁμολογεῖ τῷ διπλασίῳ, τινὰ μὲν γὰρ φαίνεται, τινὰ δ’ οὔ. μνημονεύει δὲ μετὰ τὰ τρία τὰ πρῶτα, κηροῦ, λιβάνου, τερμινθίνης καὶ προπόλεως, ἀξιῶν ἑκάστου μνᾶς S". βάλλεσθαι, τουτέστι δραχ. ν΄. προὐθέμεθα γὰρ ὡς δραχ. ρ΄. τῆς μνᾶς οὔσης, οὕτως γεγράφθαι τὴν συμμετρίαν, ἀλλ’ εἴπερ οὕτως ἔχει τοῦτο, κατὰ μὲν τὸν λιβανωτὸν ἀντὶ τῆς μάννης δηλονότι γεγραμμένον, ὁμολογία γενήσεται τῷ Κρίτωνι πρὸς τὸν Ἥραν. ὡσαύτως δὲ καὶ κατὰ τὴν πρόπολιν, οὐ μὴν κατά γε τὴν τερμινθίνην. ἐχρῆν γὰρ εἴκοσι καὶ δραχ. ε΄. ὑπὸ τοῦ Κρίτωνος γεγράφθαι, τοῦ γε
791
Ἥρα γράψαντος δέκα καὶ β΄. καὶ ἡμίσειαν. ἐν δὲ τῷ κηρῷ μεγίστη διαφωνία τοῖς ἀνδράσιν ἐγένετο, μηδ’ ὅλως ἐμβαλόντος κηρὸν τοῦ Ἥρα. μεμαθήκαμεν γὰρ τὴν τοῦ κηροῦ δύναμιν μετρίως μαλακτικήν. ἐφεξῆς δὲ παρὰ τῷ Κρίτωνι γέγραπται. χαλβάνης, σχιστῆς ἀνὰ μνᾶς τέταρτον, συμφωνοῦντος ἐν τούτῳ τἀνδρὸς τῷ Ἥρᾳ. τὸ γὰρ τέταρτον τῆς μνᾶς ὑποκειμένης δραχ. ρ΄. εἶναι, γίγνοιντ’ ἂν εἴκοσι καὶ ε΄ δραχ.. διπλάσιον δέ εἰσιν αὗται τῶν ὑπὸ τοῦ Ἥρα γεγραμμένων ιβ΄. καὶ ἡμισείας. ἀποχωρήσας δὲ τοῦ τῆς μνᾶς ὀνόματος ἐν τοῖς ἐφεξῆς ὁ Κρίτων, σμύρνης καὶ κηκίδος καὶ ἴρεως τῶν τριῶν ἀνὰ δραχ. ιβ΄. κελεύει μιγνύναι τοῖς προειρημένοις, ὁμολογῶν ἐν τούτῳ τῷ Ἥρᾳ. ἓξ γὰρ ἐκεῖνος ἐκέλευσεν ἑκάστου βάλλειν. ἐφεξῆς δὲ πάλιν ὁ Κρίτων γέγραφε χαλκίτεως δραχ. στ΄. οὐ μικρὸν διαφερόμενος ἐνταῦθα τῷ Ἥρᾳ. διπλασίων γὰρ πάντων ὄντων ἐχρῆν καὶ τὴν χαλκῖτιν οὐχ ἓξ δραχμὰς, ἀλλὰ πεντεκαίδεκα γεγράφθαι, τοῦ γε Ἥρα γεγραφότος ζ΄. καὶ ἡμίσειαν. ἐν μέντοι τῷ μέλιτι συμφωνοῦσιν οἱ ἄνδρες, τοῦ μὲν Ἥρα γράψαντος κοτύλην α΄. τοῦ δὲ
792
Κρίτωνος γράψαντος κοτύλας β΄. λοιπὸν δὲ περὶ τοῦ ἐλαίου ζήτησις οὐ σμικρὰ γένοιτ’ ἂν ἡμῖν, οὐ μόνον κατὰ τοὺς δύο τούτους ἄνδρας, ἀλλὰ καὶ κατ’ ἄλλους τῶν γραψάντων τὸ φάρμακον, ὡς ἐφεξῆς ἐροῦμεν. οὗτοι δ’ οὖν κατὰ τοῦτο διαφέρονται πρὸς ἀλλήλους. ὁ μὲν γὰρ Ἥρας ἔγραψεν ἐλαίου ὠμοτριβοῦς κοτύλας στ΄. ἄμεινον γὰρ οὕτως γράφειν ἢ ὥς τινες ἔγραψαν κυάθους στ΄. ἀξιοῦντός γε κατὰ τὴν ἕψησιν τοῦ Ἥρα τὴν λιθάργυρον καὶ τὴν ἄσφαλτον καὶ τὴν γῆν τὴν ἀμπελῖτιν, ἡμίεφθα ποιήσαντα, τηνικαῦτα τῶν ἄλλων ἕκαστον ἐμβάλλειν. ἡμίεφθα δὲ οὐκ ἂν γένοιτο κυάθων στ΄. ἐμβληθέντων. ἴσμεν γὰρ εἰς τὰς δραχ. ρ΄. τῆς λιθαργύρου πολλοὺς πολλάκις τῶν φάρμακα συντιθέντων ἀνδρῶν ἀξιοῦντας ἐμβάλλεσθαι κοτύλας β΄. καὶ ἤδη καὶ πᾶν τοῦτο πρόσθεν εἶπον ἐν τῷ α΄. τῶνδε τῶν ὑπομνημάτων ὡς ἐγχωρεῖ καὶ τῶν μεταλλικῶν οὐγγίας θ΄. τὴν κοτύλην εἶναι, καθάπερ τινὲς ᾠήθησαν. ἐγχωρεῖ δὲ καὶ ιβ΄. συμβάλλειν, ὡς ἄλλοι κελεύουσιν εὖ εἰδότες, εἰ μὲν μὲν ἐπὶ πλέον ἑψηθείη τὸ φάρμακον, ἔσται δὲ τοῦτο πλέονος ἐμβληθέντος 
793
ἐλαίου, ξηραντικώτερον αὐτὸ γενήσεσθαι, εἰ δὲ ταχέως ἀπὸ τοῦ πυρὸς ἀρθείη, διὰ τὴν ὀλιγότητα τοῦ ἐλαίου ξηραντικώτερον μὲν ἧττον αὐτὸ γενήσεσθαι, μαλακτικώτερον δὲ καὶ παρηγορικώτερον, ὥστε τοὺς μὲν ἓξ κυάθους παντάπασιν ἀποβλητέον, ἓξ δὲ κοτύλας οὐγγίας θ΄. μίαν ἑκάστην ἐμβλητέον. εἰ δ’ ἐπὶ πλέον ἑψῆσαι βούλοιο τὸ φάρμακον, ὡς γενέσθαι ξηραντικώτερον, οὐδὲν κωλύει καὶ τὰς τῶν οὐγγιῶν ιβ΄. κοτύλας ἐμβληθῆναι. γεγραμμένων οὖν ἓξ κοτυλῶν παρὰ τοῦ Ἥρα, δῆλον ὅτι ιβ΄. τὸν Κρίτωνα τὰς κοτύλας ἐχρῆν ἐμβάλλειν, ἵνα καὶ κατὰ τοῦτο διπλάσιον ᾖ τὸ μέτρον, ὡς ἐπὶ τῶν ἄλλων. ἀλλὰ γέγραπταί γε παρ’ αὐτῷ ἐλαίου ὀμφακίνου χόες δύο. πάλιν κᾀνταῦθα καταγνωστέον τῶν γραψάντων κοτύλας β΄. τὸν μὲν οὖν χρέα, εἰ μὲν ἓξ κοτυλῶν ἀριθμοίημεν, ἡ συμφωνία μένει τοῖς ἀνδράσιν, εἰ δ’ οὐ κο. στ΄. ἀλλὰ ξε. στ΄. οὐ μικρὰ διαφωνία γενήσεται. πολὺ γὰρ ἔσται τὸ πλῆθος ὡς πρὸς τὴν τῶν ἄλλων ἀναλογίαν, εἴ τις ἐμβάλλοι ξε. ιβ΄. ἐλαίου. ταῦτα μὲν ἐν τῷ παρόντι περὶ τῆς Ἥρα καὶ Κρίτωνος ἐν τῷ προκειμένῳ φαρμάκῳ
794
διαφωνίας. ὅταν δὲ ἐπὶ τὸν Ἀνδρόμαχον ἔλθωμεν, εἰρήσεταί τι καὶ περὶ τῆς ἐκείνου πρὸς ἀμφοτέρους αὐτοὺς κατὰ τινὰ μὲν ὁμολογίας, κατὰ τινὰ δὲ διαφωνίας.

[Ἡ ἴσις χλωρά.] Τὴν μὲν ἴσιν ἔγραψε καὶ οὗτος, ὥσπερ καὶ ἄλλοι σχεδὸν ἅπαντες. ἐπεὶ δὲ ἐπιμελέστερον ἥ τε χρῆσις αὐτῆς ὅλη καὶ ἡ σκευασία παρὰ τούτῳ γέγραπται, μετὰ τοῦ καὶ διαφωνεῖν βραχέα πρὸς τὸν Ἥραν, ἔδοξέ μοι καὶ τὰ ὑπὸ τούτου γεγραμμένα κατὰ λέξιν ὑπογράψαι. ἡ ἴσις, ἥν τινες Ἐπιγόνου καλοῦσι, ποιοῦσα, ἄκρατος μὲν πρὸς λεπίδων ἀποστάσεις καὶ ἀναπλεύσεις ὀστέων παχείας, ἔμμοτος δὲ καὶ σπλήνιον ἐπιτιθεμένη καὶ πρὸς σκόλοπας καὶ θηρίων πάντων πληγάς τε καὶ δήγματα καὶ πρὸς πάσας τὰς ὑπὸ σιδήρου γινομένας ἐν πολέμοις τε καὶ ἄλλως νύξεις τε καὶ τρώσεις θεραπεύει καὶ σύριγγας ἐπιτιθεμένη καὶ κολλύριον ἐντιθεμένη, ἐκτυλοῦσα καὶ παρακολλῶσα ταῦτα, καὶ κεκραμένη δὲ αὕτη πρὸς πᾶν τραῦμα ἔμμοτον καὶ σπλήνιον ἐπιτιθεμένη καὶ πρὸς τὰ κακοήθη καὶ χρόνια καὶ ὑπ’ ἄλλων κατεφθαρμένα, ἐφ’ ὧν προαναξέων τῷ φαρμάκῳ χρῶ τῇ

795
κεκραμένῃ. ποιεῖ δὲ θαυμαστῶς καὶ πρὸς τὰς παρακολλήσεις τῶν κόλπων, ἕως ἂν ὦσι μεγάλοι. ἐξικμάζουσα γὰρ καὶ παρακολλῶσα τούτους εὐθετεῖ καὶ ἔμμοτος καὶ κεκραμένη καὶ ἄκρατος, ἐφ’ ὧν ὑπεκτῆξαι θέλομεν ἀδένας τινὰς ἢ ὑμένας ἐγκειμένους. χρῶ δὲ καὶ πρὸς τὰ κατάγματα σὺν τραύματι καὶ χωρὶς τραύματος. πωροῖ γὰρ τάχιστα καὶ σφίγγει τὰ πεπονθότα. καὶ ἐφ’ ὧν δ’ ἄλλο μάλαγμα οὐ ποιεῖ, αὕτη ἀκριβῶς ποιεῖ, ὄνυχάς τε ἐκ προσκόμματος σεσαλευμένους ἢ πήσσει ἢ ἐκτινάσσει καὶ ὀδόντας ἐκ πληγῆς κεκινημένους πήσσει, καὶ καθόλου μύριά ἐστιν ἐφ’ ὧν ποιεῖ διαφόρως ἀγομένη. ἔστι δὲ καὶ ἡ ἀνειμένη αὕτη τῆς ἀκράτου μέρος ἓν, κηρωτῆς μέρη β΄. ἐνίοτε καὶ ἔτι μᾶλλον ἐξανειμένη. τριβῆς δὲ εἰς τοῦτο καὶ γυμνασίας δεῖ. γίνεται γὰρ ἡ κηρωτή ποτε καὶ διὰ πιτυΐνης ῥητίνης, ἡ δὲ σύνθεσις, ἀμμωνιακοῦ θυμιάματος δραχ. η΄. ἰοῦ ξυστοῦ δραχ. η΄. ἁλὸς ἀμμωνιακοῦ δραχ. η΄. λεπίδος χαλκοῦ δραχ. η΄. χαλκοῦ κεκαυμένου δραχ. η΄. στυπτηρίας στρογγύλης δραχ. στ΄. ἀριστολοχίας δραχ. η΄. λιβάνου δραχ. η΄. σμύρνης
796
δραχ. ιβ΄. ἀλόης δραχ. ιβ΄. χαλβάνης δραχ. ιβ΄. κηροῦ η΄. ῥητίνης κολοφωνίας δραχ. στ΄. ἔνιοι δὲ τερμινθίνης τὸ αὐτό. ἐλαίου παλαιοῦ κο. β΄. ὄξους κο. β΄. Ἐπίγονος δὲ καὶ δρακοντίου ῥίζης χυλοῦ δραχ. ιβ΄. καὶ πρασίου χυλοῦ δραχ. ιβ΄. καὶ σέρεως χυλοῦ δραχ. η΄. πάντα κόψας καὶ σήσας ἐπιμελῶς βάλλε εἰς θυείαν καὶ κατ’ ὀλίγον ἐν ἡλίῳ παράχει τὸ ὄξος, ἕως οὗ λειοτριβῶν ἐξαναλώσει ὅλον τὸ ὄξος. καὶ λείου γενομένου τὰ τηκτὰ τήξας καὶ ψύξας, ξύσας τε ἐπιμελῶς πρόσβαλλε τοῖς ἐν τῇ θυείᾳ καὶ μαλάξας ἀνελοῦ. ταῦτα μὲν ὁ Κρίτων ἔγραψεν, ἐγὼ δ’ αὐτὴν χωρὶς τοῦ τῆς σέρεως χυλοῦ σκευάσας, ἀφελὼν δέ ποτε καὶ τὰς στυπτηρίας, ἐχρώμην ἐπὶ τῶν νευροτρώτων ὁμοίως τῷ διὰ μεταλλικῶν ἐν τῷ περὶ τῶν νευροτρώτων λόγῳ γεγραμμένῳ φαρμάκῳ. ἰσχυρότερον γὰρ γίγνεται, ἢν ὄξει δριμυτάτῳ περικλυζομένη πάντοθεν ἀποκέηται καὶ δι’ ἡμερῶν ὡς πεντεκαίδεκα μαλάττηται.

[Ἡ Μαχαιρίωνος.] Ἔνδοξός τε ἅμα καὶ πολύχρηστός ἐστιν· ἁρμόζει καὶ ταῖς διαθέσεσι τῶν ἑλκῶν ὑπὲρ ὧν

797
ὅλον ἐστὶ τοῦτο τὸ ὑπόμνημα γραφόμενον. οὕτω δὲ αὐτὴν ὁ Κρίτων ἔγραψε κατὰ λέξιν. ἡ Μαχαιρίωνος ποιοῦσα πρὸς πάντα πρόσφατα τραύματα, κολλῶσα καὶ ἀφλέγμαντα τηροῦσα καὶ μάλιστα τὰ μετὰ θλάσεως. ἐπὶ δὲ λυσσοδήκτων ἄκρως ἐπιτιθεμένη κατὰ πλέονος τόπου καὶ ἀλλασσομένη συνεχέστατα καὶ λαμβανομένη καταπότιον, ὡς κυάμου μέγεθος ἐπὶ ἡμέρας λ΄. πρὸς νομὴν πᾶσαν καὶ μάλιστα φαγεδαινικὴν καὶ πρὸς τὰ ἐν ὠσὶ καὶ ἐν αἰδοίοις ἕλκη, ἐπί τε τῶν ἐψιλωμένων ὀστέων σάρκα αὔξουσα καὶ πρὸς τὰ ἐν ῥισὶν ἕλκη. ἔστι δὲ καὶ χλωρά. διίεται δὲ ῥοδίνῳ ἢ ὀμφακίνῳ. ♃ ἀριστολοχίας στρογγύλης γο α΄. χαλβάνης γο α΄. ὀποπάνακος οὐγγίαν α΄. ἰοῦ ξυστοῦ γο α΄. ἴρεως Ἰλλυρικῆς γο α΄. ἀμμωνιακοῦ θυμιάματος οὐγγίαν α΄. σμύρνης οὐγγίαν α΄. τερμινθίνης οὐγγίας ζ΄ S" . κηροῦ γο ζ΄ S". ἐλαίου ὀμφακίνου γο ζ΄ S" . τὸ ἥμισυ τοῦ ἐλαίου μετὰ τοῦ ἰοῦ λειοτρίβει. τὸ δὲ λοιπὸν μετὰ τοῦ κηροῦ καὶ τῆς τερμινθίνης ἕψε.

[Δυσραχῖτις πρὸς λέξιν ὡς Δαμοκράτης.] Καὶ αὕτη 

798
τῶν ἐνδόξων τε καὶ πολυχρήστων ἐστὶ φαρμάκων. γράφει δὲ περὶ αὐτῆς ὁ Κρίτων οὕτως. δυσραχῖτις, παραδόξως ποιοῦσα ἐπὶ τῶν κόλπων τῶν περιτετυλωμένων καὶ συρίγγων ἐπιτιθεμένη. ἐὰν δὲ στόμιον ᾖ, δυνάμενον παραδέξασθαι ὀθονίδιον κεχρισμένον τῷ φαρμάκῳ ἐντίθει καὶ τάχιον ἐνεργήσει. χρῶ δὲ τῇ δυνάμει ἐπὶ τῶν καθύγρων καὶ ῥευματικῶν καὶ χρονίων διαθέσεων, διὰ τρίτης τὰ πολλὰ ἀλλάττων αὐτήν. θαυμαστῶς δὲ ἐνεργεῖ καὶ ἐπὶ τῶν ποδαγρικῶν ἐν ἀρχῇ τοῦ παροξυσμοῦ ἐπιπλασσομένη καὶ ἐκ πλάτους περιτιθεμένη, οἱ καὶ ἀπολυέσθωσαν ἐπὶ τοὺς συνήθεις περιπάτους καὶ τὰς τοῦ βίου χρείας δίχα βαλανείου, ἕως τῆς διὰ τρίτης καὶ ἐπί τινας ἡμέρας ἐπιμενέτωσαν. οὐ γὰρ δίδωσι τῇ ὕλῃ πάροδον εἰς ἐπίτασιν τοῦ πάθους. ἁρμόζει δὲ καὶ ἐπὶ παντὸς ἕλκους πρὸς ἓξ μέρη κηρωτῇ μιγνυμένη. παλαιουμένη δ’ ἡ δύναμις γίγνεται κρείσσων. ♃ στυπτηρίας στρογγύλης δραχ. η΄. λεπίδος δραχ. ιβ΄. χαλκοῦ κεκαυμένου δραχ. δ΄. ἀριστολοχίας δραχ. θ΄. χαλβάνης δραχ. ι΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. ιβ΄. οἱ δὲ δραχ. ι΄. λιβάνου δραχ. θ΄. σμύρνης δραχ. θ΄. στύρακος δραχ. α΄. μίσυος δραχ. γ΄. χαλκίτεως
799
δραχ. γ΄. σκίλλης ἐγκαρδίου δραχ. η΄. πίσσης ὑγρᾶς δραχ. δ΄. ἴρεως Ἰλλυρικῆς δραχ. θ΄. οἱ δὲ δ΄. τερμινθίνης δραχ. ι΄. οἱ δὲ δραχ. ζ΄. πιτυΐνης δραχ. ι΄. οἱ δὲ στ΄. κηροῦ δραχ. οε΄. ἐλαίου λίτρας α΄ S". τινὲς δὲ καὶ μυελοῦ ἐλαφείου δραχ. η΄. ἄλλ. κ΄. τὴν δὲ λεπίδα καὶ τὸν χαλκὸν καὶ τὸ μίσυ καὶ τὴν χαλκῖτιν καὶ τὴν σκίλλαν προλειοτρίβει μετ’ ὄξους δριμυτάτου ἐν ἡλίω ὡς λειωθῆναι. γενομένων δὲ λειοτάτων, ἀπόδος τὴν ἀριστολοχίαν καὶ τὴν ἴριν. προκόψας δὲ ταῦτα καὶ λεπτοτρήτῳ κοσκίνῳ σήσας, καὶ πάλιν περιχέας ὄξος λειοτρίβει, καὶ τοῦτο ποίει ἐφ’ ὅσον τραχύτατος ἐμφαίνει, ἀφειδῶν τῆς τοῦ ὄξους ἀναλώσεως. ἐπὰν δὲ λεῖα γένηται, βάλε τὴν στυπτηρίαν. καὶ ταῦτα ποίει, ἄχρι καὶ αὕτη λειωθῇ. εἶτα τὴν σμύρναν, μεθ’ ἣν τὸν λιβανωτὸν, εἶτα τὸ ἀμμωνιακὸν καὶ μετὰ ταῦτα τὸν στύρακα, εἶτα τὴν πίσσαν. πυρούσθω δὲ ταῦτα ἐν ἡλίῳ θερμῷ, ὅπως κατεργασθῇ ἡ στύραξ. γενομένων δὲ πάντων λείων καὶ σχόντων τὸ πάχος ῥυπῶδες καὶ γλοιῶδες τὸν κηρὸν καὶ τὰς ῥητίνας καὶ τὸ ἔλαιον τήξας καὶ βραχὺ ἐκ τοῦ
800
ζέματος καταχέας τῆς χαλβάνης καὶ συνενώσας ταύτην, ἐν θυείᾳ τρῖβε καὶ ψύξας ἐπ’ ὀλίγον ἐπίβαλλε τὰ τηκτὰ, τότε καθεὶς τὴν χαλβάνην καὶ διαλύσας αὐτὴν, διήθησον εἰς ὀστράκινον σκεῦος καὶ ἀναξύσας μίσγε τοῖς ἐν τῇ θυείᾳ. [*](Missing chapter[s])

[Ἡ διὰ ἰτεῶν.] Τὴν διὰ τῶν ἰτεῶν, ἔνδοξόν τε καὶ πολύχρηστον οὖσαν καὶ αὐτὴν, ὁμοίως ταῖς προγεγραμμέναις ὁ Κρίτων οὕτως γράφει. ἡ διὰ τῶν ἰτεῶν ἁρμόζουσα πρὸς τὰ ἔναιμα καὶ ἄρθρα λελυμένα καὶ πρὸς σύριγγας ἐντιθεμένη καὶ πρὸς πλαδαρὰς σάρκας καὶ μάλιστα τὰς ἐπὶ τοῖς ἀκρωτηρίοις. ποιεῖ καὶ πρὸς ἐρυσιπέλατα καὶ πρὸς ἄλλας πλείστας διαθέσεις, δίχα κατακαυμάτων. ♃ μίσυος, χαλκίτεως, ἰοῦ, ψιμυθίου, κηκίδων, στυπτηρίας σχιστῆς, καὶ στρογγύλης, μελαντηρίας ἀνὰ οὐγγίας στ΄. κηροῦ, ῥητίνης πιτυΐνης, πίσσης, ἀσφάλτου, ἰτέας φύλλων ἀνὰ οὐγγίας β΄. ἐλαίου κοτύλας δ΄. οὐγγίας δ΄. χαλκάνθου οὐγγίας στ΄. σιδίων γο στ΄. ὄξους ξε. στ΄. τὰς ἰτέας μετ’ ὄξους, ἕως λειφθῶσι ξέσται β΄. ἕψε, εἶτα ἰῷ, προλελειοτριβημένῳ καὶ ψιμυθίῳ καὶ μελαντηρίᾳ ἐπίβαλλε τὰ φύλλα καὶ συλλειοτρίβει,

801
εἶτα τὰ ξηρὰ λεῖα καὶ πάλιν χύλωσον, εἶτα τὰ τηκτὰ ἐπικατάχει. ταύτην ὁ Ἀσκληπιάδης ἄνευ τοῦ χαλκάνθου καὶ τῶν σιδίων σκευάζει καθότι γέγραπται διὰ τοῦ πρόσθεν ὑπομνήματος τοῦ δευτέρου. ἑτέραν ἐφεξῆς τῇδε διὰ ἰτεῶν ἔγραψεν ὁ Κρίτων ᾧδέ πως. ἡ διὰ ἰτεῶν λιτὴ ὡς Ἡρόδοτος. ♃ μελαντηρίας, κηκίδος ὀμφακίτιδος, στυπτηρίας σχιστῆς, στρογγύλης ἀνὰ οὐγγίας στ΄. κηροῦ, ἀσφάλτου, πίσσης ξηρᾶς, ἰτέας φύλλων, πιτυΐνης ἀνὰ λίτρας β΄. ἐλαίου λίτραν α΄. ὄξους ξέστου ἥμισυ.

[Περὶ τῶν ὑπ’ Ἀσκληπιάδου γεγραμμένων τοῦ αὐτοῦ γένους ἐμπλάστρων.] Ἐν ταύταις ἐκ τῶν προγεγραμμένων εἰσὶν ἥ τε τοῦ Ἁλιέως ὑπὸ πάντων γινωσκομένη καὶ ἡ διὰ δικτάμνου. ἀλλ’ ἐπεὶ σαφῶς ὑπὲρ αὐτῶν ἔγραψεν ὁ Ἀσκληπιάδης, διὰ τοῦτο καὶ νῦν αὐτῶν ἀναμνήσω. χρήσιμον δ’ ἔτι καὶ ἄλλο τοῦ δὶς καὶ τρὶς γραφομένου ὑπάρχει τὸ γνῶναι κατὰ τίνα μὲν τῶν ἐμβαλλομένων αὐταῖς συνεφώνησαν ἀλλήλοις, κατὰ τίνα δὲ διεφώνησαν οἱ γράψαντες αὐτάς. ἔν τε ταῖς περὶ αὐτῶν ἐπαγγελίαις ὁμοίως.

802
ἡ τοῦ Ἁλιέως. Κιῤῥὰ πρὸς τὰ ἔναιμα τῶν τραυμάτων καὶ νεύρων ποιεῖ διακοπὰς καὶ πρὸς τὰ παλαιὰ καὶ δυσεπούλωτα καὶ ῥευματικὰ τῶν ἑλκῶν. ἔστι δὲ καὶ μαλακτικὴ ἀγαθὴ, μάλιστα δὲ τῶν περὶ τοὺς μαστοὺς γιγνομένων σκληριῶν. χρώμεθα δὲ αὐτῇ ἐπὶ τῶν κυνοδήκτων καὶ ἀνθρωποδήκτων. ἄκρως ποιεῖ καὶ πρὸς τρυγόνων θαλασσίων καὶ δρακόντων καὶ τῶν ἄλλων χαλεπῶν ἰχθύων πληγὰς καὶ καθόλου ἐστὶν ἡ δύναμις θαυμαστή. ♃ λιθαργύρου, κηροῦ ἀνὰ δραχ. ρ΄. τερμινθίνης, μάννης λιβάνου, χαλβάνης, μίλτου σινωπίδος ἀνὰ δραχ. η΄. ἐλαίου ξέστην α΄. σκεύαζε κατὰ τρόπον. Γαληνοῦ ἡ τοῦ Ἁλιέως. ♃ λιθαργύρου, κηροῦ ἀνὰ δραχμὰς ρ΄. τερμινμινθίνης, σμύρνης, σινωπίδος, ἰοῦ ξυστοῦ, λεπίδος ἀνὰ δραχμὰς η΄. ἀριστολοχίας δραχ. η΄. λιβάνου δραχμὰς κε΄. διφρυγοῦς δραχμὰς στ΄. χαλβάνης δραχ. ιβ΄. ἀμμωνιακοῦ θυμιάματος δραχμὰς ιβ΄. ἐλαίου κοτύλας β΄. σκεύαζε κατὰ τρόπον. ἡ τῶν κυνηγῶν. φάρμακον ἐπιτετευγμένον. ποιεῖ καὶ πρὸς τὰς τῶν τετραπόδων πληγὰς καὶ δήγματα καὶ τὰ λοιπὰ τῶν ἰοβόλων 
803
♃ λιθαργύρου μνᾶν α΄. ἐλαίου παλαιοῦ, λεπίδος ἐρυθροῦ χαλκοῦ, κηροῦ, ῥητίνης φρυκτῆς ἀνὰ λίτραν α΄. ἀμμωνιακοῦ θυμιάματος οὐγγίας δ΄. χαλβάνης, μίλτου Σινωπίδος ἀνὰ οὐγγίας β΄. ἕψε λιθάργυρον, λεπίδα, ἔλαιον μέχρι συστάσεως, εἶτα ἐπίβαλλε κηρὸν καὶ ῥητίνην. καὶ ὅταν τακῇ, ἄρας ἀπὸ τοῦ πυρὸς ἐπέμβαλλε ἀμμωνιακὸν, πλατύνας. καὶ ὅταν ψυγῇ, ἐπίβαλλε τὴν χαλβάνην καὶ ἀμμωνιακὸν, ἐπιπάσσων τὴν Σινωπίδα καὶ εἰς θυείαν ἐξεράσας καὶ μαλακὰ μαλάξας χρῶ. ἡ τοῦ Χαλκιδέως. κολλητικὴ ἀφλέγμαντος. ποιεῖ δὲ καὶ πρὸς τὰς μετὰ περιθλάσεως διαιρέσεις καὶ κόλπους παρακολλᾷ καὶ ἀναξηραίνει καὶ κωλύει ἀποστάσεις, ἀνάγει ὀστᾶ διεφθορότα, μάλιστα δὲ ποιεῖ καὶ ἐπὶ τῶν ἀκρωτηρίων καὶ καθόλου ἡ δύναμίς ἐστι θαυμαστή. λιθαργύρου, λεπίδος χαλκοῦ, ῥητίνης πιτυΐνης, κηροῦ ἀνὰ δραχ. ρ΄. ἀμμωνιακοῦ θυμιάματος, χαλβάνης ἀνὰ δραχ. ιστ΄. διφρυγοῦς δραχ. ιβ΄. ἀριστολοχίας λειοτάτης δραχ. μ΄. ἐλαίου παλαιοῦ ξέστας τρεῖς. ἕψε λιθάργυρον, λεπίδα μετὰ τοῦ ἐλαίου καὶ ὅταν μεταβάλλῃ τὸ χρῶμα, ἐπίβαλλε διφρυγὲς, εἶτα κηρὸν καὶ ῥητίνην πιτυΐνην
804
ἢ πευκίνην. ὅταν δὲ τακῇ καὶ ἀμόλυντος γένηται, ἄρας ἀπὸ τοῦ πυρὸς ἐπέμβαλλε ἀμμωνιακὸν πλύνας. καὶ ὅταν τακῇ, ἀριστολοχίαν κατάπασσε ψυχροῦ γενομένου τοῦ φαρμάκου καὶ κίνει συνεχῶς, ἔπειτα εἰς θυείαν ἐξεράσας καὶ μαλάξας ἀνελόμενος χρῶ.

[Ἡ διὰ δικτάμνου ἱερὰ, δύναμις θαυμαστική.] Πρὸς νεύρων καὶ μυῶν διακοπὰς καὶ περιθλάσεις. ποιεῖ καὶ πρὸς τὰ παλαιὰ καὶ δυσαλθῆ, ἀνάγει ὀστᾶ διεφθορότα καὶ σκόλοπας καὶ ἀκίδας, ἔστι δὲ καὶ διαφορητική. ποιεῖ καὶ πρὸς ἀλγήματα κεφαλῆς καὶ ὀφθαλμῶν ῥεύματα, ἔστι καὶ μάλαγμα ἀγαθὸν πλευριτικοῖς, ἡπατικοῖς. ποιεῖ καὶ πρὸς παντὸς ἰοβόλου πληγήν. ♃ λιθαργύρου δραχ. ρ΄. κολοφωνίας δραχ. ν΄. κηροῦ δραχ. κε΄. ἀμμωνιακοῦ θυμιάματος, ἀριστολοχίας ἀνὰ δραχ. ιστ΄. μάννης, χαλβάνης ἀνὰ δραχ. ιβ΄. ἰοῦ, δικτάμνου, χαλκοῦ κεκαυμένου, ἀλόης, προπόλεως ἀνὰ δραχ. η΄. διφρυγοῦς, λεπίδος χαλκοῦ, γεντιανῆς ῥίζης ἀνὰ δραχ. στ΄. ἐλαίου παλαιοῦ, χειμῶνος κοτύλας β΄. θέρους α΄ S". σκεύαζε κατὰ τρόπον. διεφώνησεν

805
ἡ τούτου γραφὴ πρὸς τὴν τοῦ Ἥρα κατὰ τὸν σταθμὸν ἐν τοῖσδε. δικτάμνου δραχ. η΄. κελεύοντος τούτου βάλλειν ὁ Ἥρας ἐκέλευσε δέκα. καὶ μέντοι καὶ ἀριστολοχίας καὶ ἀμμωνιακοῦ θυμιάματος οὗτος μὲν ἑκατέρου δραχ. ιστ΄. ὁ δὲ Ἥρας στ΄. καὶ εἴκοσιν μὲν ἀμμωνιακοῦ θυμιάματος, ἀριστολοχίας δὲ ι΄. τὸ δὲ ἔλαιον ἀδιορίστως μὲν ὁ Ἥρας ἔγραψε μόνον β΄. κοτύλας κελεύσας, ὁ δὲ Ἀσκληπιάδης ἐν χειμῶνι μὲν τοσοῦτον, ἐν δὲ θέρει μίαν ἥμισυ. Διοφάντου χειρουργοῦ ᾗ ἐχρήσατο Φύλακος. ♃ λιθαργύρου δραχ. ρν΄. ψιμυθίου, πίσσης, λεπίδος χαλκοῦ, κηροῦ ἀνὰ δραχ. ιη΄. ἰοῦ, ῥητίνης πιτυΐνης ξηρᾶς, μάννης λιβάνου, προπόλεως ἀνὰ δραχ. ιβ΄. χαλβάνης, ἀριστολοχίας, κυπέρου ἀνὰ δραχ. στ΄. δικτάμνου, τριφύλλου, ἀμμωνιακοῦ θυμιάματος ἀνὰ δραχ. γ΄. Ἰλλυρικῆς, ἀρτεμισίας, πολίου, πρασίου ἀνὰ δραχ. β΄. ἐλαίου παλαιοῦ κοτύλας β΄. σκεύαζε κατὰ τρόπον.

[Περὶ τῶν ὑπ’ Ἀνδρομάχου γεγραμμένων ἐκ τοῦ αὐτοῦ γένους ἐμπλάστρων.] Πολυχρήστους ἐμπλάστρους ἅμα καὶ πρὸς τὰ δυσεπούλωτα ποιούσας προὐθέμην

806
ἐν τῷδε τῷ γράμματι διελθεῖν. ἐξ αὐτῶν οὖν εἰσι καὶ αἱ δέκα κάλλισται τῶν ὑπ’ Ἀνδρομάχου γεγραμμένων. χλωρὰ Ἐυαγγέως. ♃ ῥητίνης τερμινθίνης, οἱ δὲ ξηρᾶς δραχ. ν΄. οἱ δὲ δραχ. ρ΄. κηροῦ δραχ. κε΄. λιβάνου δραχ. γ΄. λεπίδος δραχ. γ΄. χαλβάνης δραχ. γ΄. ἀλόης δραχ. γ΄. σμύρνης δραχ. γ΄. ἁλὸς ἀμμωνιακοῦ δραχ. β΄. ὀποπάνακος δραχ. β΄. ἰοῦ ξυστοῦ δραχ. β΄. χαλκοῦ κεκαυμένου δραχ. β΄. ἀριστολοχίας δραχ. β΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. β΄. σχιστῆς, οἱ δὲ στρογγύλης δραχ. β΄. ἰχθυοκόλλης δραχ. γ΄. ὄξους κοτύλας δ΄. ἐλαίου κοτύλης τέταρτον, οἱ δὲ ὄγδοον. χρῶ χωρὶς ἐνθέσεως σκώληκος. ῥυπώδης ᾗ χρῶμαι. ♃ ἰχθυοκόλλης οὐγγίας γ΄. σαρκοκόλλης οὐγγίας γ΄. λίθου Ἀσίου γο γ΄. ἐρετριάδος λίτρας S". γῆς Σαμίας γο δ΄. σμύρνης γο δ΄. λιβανωτοῦ γο στ΄· λεπίδος χαλκοῦ γο η΄. ἁλὸς ἀμμωνιακοῦ οὐγγίας γ΄. ἰοῦ ξυστοῦ οὐγγίας στ΄. στυπτηρίας σχιστῆς οὐγγίας β΄. ἀλόης Ἰνδικῆς οὐγγίας δ΄. χαλβάνης οὐγγίας δ΄. κηροῦ λίτρας β΄. τερμινθίνης λίτρας β΄. ἐλαίου λίτρας δ΄. ὄξος εἰς τὸ βρέξαι τὴν ἰχθυοκόλλαν. τὰ ξηρὰ λεῖα
807
ἔμπασσε τοῖς τηκτοῖς. ἄλλη χλωρά. ♃ ῥητίνης πιτυΐνης δραχ. σ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. ν΄. ὀποπάνακος δραχ. η΄. κηροῦ δραχ. ρ΄. προπόλεως δραχ. η΄. χαλβάνης δραχ. η΄. λεπίδος χαλκοῦ δραχ. ιβ΄. ἰοῦ δραχ. ιβ΄. στυπτηρίας στρογγύλης δραχ. η΄. μίσυος δραχ. ζ΄. ἁλὸς ἀμμωνιακοῦ δραχ. η΄. χαλκίτεως δραχ. ε΄. θείου ἀπύρου δραχ. η΄. λιβανωτοῦ δραχ. ιβ΄. χολῆς ταυρείας ξηρᾶς δραχ. στ΄. ἢ ὑγρᾶς ιβ΄. κυπρίνου κοτύλας στ΄. οἱ δὲ δ΄. ὄξους τὸ ἱκανόν. χλωρὰ Ἐπικούρου πολλὴν ἐπαγγελίαν ἔχουσα. ♃ κηροῦ δραχ. σ΄. κολοφωνίας δραχ. τ΄. λεπίδος δραχ. ιστ΄. χαλκοῦ κεκαυμένου δραχ. ιστ΄. ἰοῦ δραχ. ιστ΄. ἀριστολοχίας λεπτῆς δραχ. ιστ΄. ἀλόης δραχ. κδ΄. στυπτηρίας στρογγύλης δραχ. ιβ΄. σμύρνης δραχ. κδ΄. χαλβάνης δραχ. κδ΄. ἁλὸς ἀμμωνιακοῦ δραχ. ιστ΄. ὄξους κοτύλας δ΄. ἐλαίου κοτύλας β΄. ὁτὲ δὲ ἔλαττον. χλωρὰ, πολλὴν ἐπαγγελίαν ἔχουσα, Ἀλκιμίωνος ἢ Νικομάχου. πρὸς σύριγγας καὶ τὰ μελαινόμενα ἢ νομάς· κολλᾷ ὀστέα καὶ ἀνάγει καὶ διαχεῖ χοιράδας. ♃ χαλβάνης δραχ. ιστ΄. χαλκοῦ κεκαυμένου δραχ. η΄ λεπίδος δραχ. κδ΄. κηροῦ δραχ. ν΄. στέατος αἰγείου ἢ μοσχείου δραχ. λ΄. λιβάνου δραχ. κε΄. 
808
ῥητίνης ξηρᾶς δραχ. κε΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. κε΄. τερμινθίνης δραχ. κε΄. νίτρου δραχ. κε΄. ἀριστολοχίας δραχ. κε΄. βρυωνίας δραχ. ιβ΄. ὄρχεως βοτάνης δραχ. ιβ΄. ἴρεως ξηρᾶς δραχ. δ΄. ἀλόης Ἰνδικῆς δραχ. ιβ΄. σχιστῆς δραχ. η΄. ταυρείας χολῆς δραχ. η΄. ὄξους κοτύλην μίαν, ἐλαίου κοτύλην α΄. ὅταν δὲ μολύνῃ, ῥοδίνῳ. χλωρὰ πρὸς ἕρπητας, ὡς Ἀνδρόμαχος, καὶ χειρώνεια καὶ δυσεπούλωτα. ♃ κριθῶν κεκαυμένων δραχ. ι΄. ἰοῦ δραχ. η΄. κηροῦ δραχ. π΄. κυπρίνου κοτύλην α΄. τοῦτο τὸ φάρμακον ἰὸν ἔχει πολὺν, ὡς πρὸς τὴν τοῦ κηροῦ καὶ τοῦ κυπρίνου συμμετρίαν. αἱ γάρ τοι κεκαυμέναι κριθαὶ καθ’ ἑαυτὰς ἐπιπασσόμεναι τὰ χειρώνεια τῶν ἑλκῶν ὠφελοῦσιν, οὔτ’ ἐπιτείνουσαι τὴν τοῦ κηροῦ καὶ κυπρίνου δύναμιν οὔτ’ ἐκλύουσαι τὴν τοῦ ἰοῦ. ἀρθεισῶν δ’ αὐτῶν ὅμοιον γίνεται τὸ φάρμακον πολλοῖς τῶν γεγραμμένων ἐν τῇ πρὸ ταύτης βίβλῳ κατὰ τὴν τῶν τοιούτων ἑλκῶν ἴασιν. οὐ μὴν λήψεταί γε κυπρίνου δαψιλὲς, καὶ μάλιστ’ ἐὰν ὁ κηρὸς ᾖ λιπαρὸς, ἀλλ’ ὅσον ἀναγκαῖον εἰς τὸ μαλάττεσθαι τὸν τῷ ἰῷ μεμιγμένον κηρόν. αἱ προγεγραμμέναι ἔμπλαστροι πᾶσαι διὰ τοῦτο πολύχρηστοι
809
γεγόνασιν, ὅτι φαρμάκων προσειλήφασι μαλακτικῶν, ἑλκτικῶν, διαφορητικῶν πεπτικῶν ἔτι τε τῶν ξηραινόντων ἀδήκτως· αἱ πλεῖσται δὲ αὐτῶν καὶ τῶν ἰσχυρῶς στυφόντων, ὧν δύναμίς ἐστιν ἀποκρουστικὴ τῶν ἐπιῤῥεόντων ὑγρῶν τῷ πεπονθότι μορίῳ. τὰς δ’ ὕλας τῶν εἰρημένων φαρμάκων. δυνάμεως ὀνομαστὶ γεγραμμένας ἔχετε κατὰ τὴν περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείαν ἐν ἕκτῳ καὶ ἑβδόμῳ καὶ ὀγδόῳ καὶ θ΄. καὶ ι΄. καὶ ια΄. πολλῶν δὲ ὀνομαστὶ κατὰ τὴν ἐνεστῶσαν πραγματείαν ἐμνημόνευσα καὶ πάλιν μνημονεύσω καὶ μέντοι καὶ τοῦτο τὸ φάρμακον ἐνταῦθα προσέγραψα, τούτων αὐτῶν ὧν νῦν εἶπον ἀναμνῆσαι βουλόμενος, ἐπεί τοι καὶ αὐτὸ τοῖς προγεγραμμένοις κατὰ τὸ πρὸ τούτου βιβλίον ὁμογενὲς ὑπάρχει καὶ ἦν οἰκειότερον αὐτὸ σὺν ἐκείνοις γεγράφθαι.

[Ἡ Ἱκεσία μέλαινα Ἀνδρομάχου.] Τὴν ἔμπλαστρον ταύτην ὁ Ἀνδρόμαχος οὐ κατὰ τὸ χωρίον, καθ’ ὃ τὰς χλωρὰς ἔγραψεν, ἀλλ’ ἀνωτέρω τῆς ἀρχῆς ἐγγὺς ἔγραψε καὶ κατὰ συμμετρίαν πολὺ διαλλάττουσαν, ὡς ἔμπροσθεν ἐδήλωσα, τόν τε Κρίτωνα καὶ τὸν Ἥραν γεγραφέναι. ἔχει

810
δ’ οὕτως ἡ γραφή. ♃ ἀσφάλτου δραχ. τ΄. γῆς ἀμπελίτιδος δραχ. σ΄. λιθαργύρου δραχ. ξ΄. χαλβάνης δραχ. λστ΄. τερμινθίνης δραχ. λστ΄. σχιστῆς δραχ. λστ΄. προπόλεως δραχ. οβ΄. μάννης δραχ. ν΄. σμύρνης δραχ. ιβ΄. ἴρεως δραχ. ιβ΄. χαλκίτεως δραχ. στ΄. κηκίδος δραχ. ι΄. ἐλαίου χοῦν ἕνα ἥμισυν, μέλιτος κοτύλης ἥμισυ. καλῶς μὲν ἐποίησε τὴν περὶ τῆς μνᾶς ἀμφιβολίαν ἐξελὼν καὶ πάντα γράψας διὰ δραχμῶν, ὡς ἐπὶ μόνου τοῦ χοέως ἡμᾶς ζητεῖν. ἐν τούτῳ γὰρ ἄμεινον οἱ τὰς στ΄· κοτύλας γράψαντες. ἤρξαντο δὲ τῆς γραφῆς ἀπὸ τριπλασίας τῆς ἀσφάλτου, ὡς πρὸς τὴν τοῦ Ἥρα γεγραμμένην· ὁ μὲν γὰρ Ἥρας ρ΄. ἔγραψε δραχμὰς, οὗτος δὲ τ΄. καί τι κατά τινα τῶν ἀντιγράφων οὐκ ἀξιόπιστα σ΄. εὗρον, ἡ μέντοι γῇ ἡ ἀμπελῖτις διπλασία τῆς παρὰ τῷ Ἥρᾳ γέγραπται σαφῶς. ἡ λιθάργυρος δὲ ἣν καὶ αὐτὴν ἔδει τῇ ἀμπελίτιδι κατὰ τὸν σταθμὸν ἴσην εἶναι, ἐλάττων πολὺ βέβληται πρὸς αὐτοῦ. δραχμὰς γὰρ ἑξήκοντα μίγνυσιν αὐτῆς, τῆς μέντοι χαλβάνης ἓξ καὶ λ΄. δραχμὰς ἐμβαλὼν οὐ τηρεῖ τὴν ἀναλογίαν πρός γε τὸν Ἥραν καὶ τὸν Κρίτωνα, καθάπερ γε καὶ τῆς σχιστῆς· βραχὺ γάρ τι κατὰ
811
τοῦτο διαφωνεῖ τῆς ἀκριβοῦς ἀναλογίας τῆς τριάκονθ’ ἑπτὰ ἥμισυ ἐξηκούσης. ἐν μὲν τῇ τερμινθίνῃ τῷ μὲν Ἥρᾳ βραχὺ διαφέρεται, τοσοῦτον δηλονότι, ὅσον κατὰ τὴν χαλβάνην τε καὶ τὴν σχιστήν· τῷ δὲ Κρίτωνι πάμπολυ, μνᾶν καὶ ἡμίσειαν κελεύοντι βάλλειν, ὅπερ ὡς πρὸς τὴν τῶν ἄλλων αὐτοῦ μιγμάτων ἀναλογίαν εἰς πεντήκοντα δραχμὰς ἐξήκει. ἐπὶ μέντοι τῆς προπόλεως βραχύ τι διεφώνησεν ὡς πρὸς τὸ διπλάσιον τῆς ἀναλογίας. καὶ κατὰ τὴν μάνναν δὲ διαφέρεται τῷ τε Ἥρᾳ καὶ τῷ Κρίτωνι. ἐχρῆν γὰρ αὐτὸν ρ΄. δραχμὰς ὡς πρὸς τὴν ἐκείνων ἀναλογίαν ἐμβεβληκέναι, κατὰ δὲ τὴν χαλκῖτιν καὶ πάνυ πουλὺ τῆς ἀναλογίας ὑφεῖλεν. ἐν δὲ τοῖς ἄλλοις ἡ διαφωνία βραχεῖα, πλὴν ὅσον ἐν τῷ μέλιτι. ἐχρῆν γὰρ αὐτὸν ἐμβεβληκέναι κοτύλας γ΄. ὡς πρὸς τὴν ἐκείνων ἀναλογίαν. ὁ δὲ κοτύλας ἥμισυ ἐμβέβληκεν, οὕτω δὲ καὶ κατὰ τὸ ἔλαιον ὡς πρὸς τὸν Κρίτωνα τρεῖς ἐχρῆν αὐτὸν ἐμβεβληκέναι χοέας· ὡς δὲ πρὸς τὸν Ἥραν ὀκτωκαίδεκα κοτύλας. ὁ δέ γε χοέα καὶ ἥμισυν συνέγραψεν.

[Ὡς ὁ Ταραντῖνος Ἡρακλείδης ἔγραψε τὴν

812
Ἱκεσίου μέλαιναν.] Πρὸς πᾶν τραῦμα καὶ μάλιστα τὰ ἐν τοῖς ἄκροις ποιοῦσα ἄπονα καὶ κολλῶσα καὶ πρὸς κυνόδηκτα καὶ δοθιῆνας καὶ τὰς σκληρίας διαχέουσα καὶ μάλιστα τὰς περὶ τοὺς μαστοὺς καὶ τὰ ἐν δακτυλίῳ κονδυλώματα. ♃ λιθαργύρου δραχ. ρ΄. ἀσφάλτου ἴσον, γῆς ἀμπελίτιδος ἴσον, μάννης δραχ. κε΄. προπόλεως ἴσον, χαλβάνης δραχ. ιβ΄. S". στυπτηρίας σχιστῆς, ῥητίνης τερμινθίνης ἴσον, ἴριδος δραχ. στ΄. χαλκίτεως δραχ. ζ΄ S". κηκίδος δραχ. η΄. σμύρνης ἴσον, μέλιτος κοτύλην α΄. ἐλαίου ὠμοτριβοῦς κοτύλας στ΄. ἕψε τὴν λιθάργυρον καὶ τὴν ἄσφαλτον καὶ τὴν γῆν μετὰ τοῦ ἐλαίου κινῶν σπάθῃ δᾳδίνῃ. ὅταν δὲ συστῇ, ἀπόδος τὴν πρόπολιν καὶ τὴν ῥητίνην καὶ τὴν χαλβάνην. ἔστω δὲ ταῦτα ἐν τῷ μέλιτι προεψημένα καὶ μιγέντων τούτων εὐθέως ἄρας ἀπὸ τοῦ πυρὸς τὴν χύτραν ἔμπασον τὰ ξηρά. ταῦτα γράψαντος τοῦ Ἡρακλείδου ἐν τοῖς πρὸς Ἀντιοχίδα, θαυμάζω πῶς ἔνιοι τῶν μετ’ αὐτὸν οὐκ ἐφύλαξαν αὐτοῦ τὴν γραφήν. ὁ μὲν οὖν Ἥρας ἠκολουθηκέναι πάντῃ φαίνεται τῷ Ἡρακλείδῃ, πλὴν ἐν τῇ σμύρνῃ καὶ κηκίδι. τοῦ γὰρ Ἡρακλείδου βάλλοντος ἑκατέρου 
813
τούτων η΄. δραχμὰς, ὁ Ἥρας ἓξ ἔλαβεν ἑκατέρου τούτων. καὶ παρ’ Ἀσκληπιάδῃ δὲ κατὰ τὸ δεύτερον τῶν ἐκτὸς, ἐν τετραπλασίονι τῇ ἀναλογίᾳ πάντα γέγραπται ὡς πρὸς τὸν Ἥραν, μετὰ τοῦ καὶ κοτύλας ἐλαίου ὀμφακίνου γεγράφθαι ιβ΄. τοῦ Κρίτωνος χοέας δύο γεγραφότος. καίτοι πάντα κατὰ τὸ διπλάσιον ἡ σύνθεσις εἶχεν αὐτοῦ, διὸ καὶ προσγεγραφέναι μοι δοκοῦσί τινες κοτύλας β΄. τοῦτο δ’ αὐτὸ πάλιν μειζόνως ἐναντιοῦται τῇ τ’ ἀληθείᾳ καὶ τῇ τοῦ Ταραντίνου τε καὶ Ἥρα γραφῇ. ὁ μὲν γὰρ Ἥρας ρπ΄. δραχμὰς ἔγραψεν εἰς σταθμὸν ἀνάγων, οὐκ εἰς μέτρον τὸ ἔλαιον ὡς δραχ. ξ΄. ἑλκούσης τῆς κοτύλης. καὶ γὰρ ἕλκει ἥ γε Ἀττικὴ θ΄. οὐγγιῶν οὖσα τῶν Ἰταλικῶν. ἕλκουσι γὰρ αἱ θ΄. οὐγγίαι Ἰταλικαὶ αἱ ἐν τοῖς κατατετμημένοις κέρασιν ἑπτὰ καὶ ἥμισυ οὐγγίας σταθμικὰς, αἵ τινες ξ΄. δραχμαὶ γίνονται τῆς μιᾶς οὐγγίας η΄. δραχμὰς δεχομένης, ὥστε καὶ κατὰ τοῦτο συμφωνεῖν τὸν Ἥραν τῷ Ἡρακλείδῃ τρεῖς βάλλοντα κοτύλας, τοῦ Ἀσκληπιάδου ιβ΄ γεγραφότος, ἐπειδὴ τετραπλάσια πάντα κατὰ τὴν σύνθεσιν αὐτοῦ γέγραπται. ὁ δ’ Ἥρας, ἐπειδὴ
814
πολὺς ὄγκος ἐγένετο τοῦ φαρμάκου κατὰ τὴν τοῦ Ταραντίνου γραφὴν, διὰ τοῦτό μοι δοκεῖ τὸ τέταρτον ἁπάντων γράψαι. δεῖ γὰρ, ὡς ἔφην, ἐν τῇ σμύρνῃ καὶ κηκίδι βραχὺ παραλλάξαι· καὶ ἄλλων γεγραφότων τὴν Ἱκεσίου ταύτην ἔμπλαστον, ὅσοι μὲν ἀκριβέστερον τῷ τε Ταραντίνῳ καὶ τῇ κατ’ ἀλήθειαν ὑφ’ ἡμῶν κεκριμένῃ διὰ τῆς ἑψήσεως ἐσκεύασαν, σύμφωνοι γεγόνασιν· ὅσοι δ’ ἀμελέστερον ἢ καθ’ ἓν μόνον ἢ δύο τῶν μιγνυμένων ἢ καὶ πλείονα, φαίνονται διαφωνοῦντες τῷ Ἡρακλείδῃ. διὸ περιττὸν ἔδοξέ μοι μνημονεύειν αὐτῶν. σκευαστέον γάρ ἐστι τὸ φάρμακον ὡς Ἡρακλείδης ἐκέλευσεν ἢ ὡς Ἥρας, βραχυτάτη γὰρ ἡ διαφορὰ παρ’ αὐτοῖς ἐστι. λιτὴν Ἱκέσιον Ἡρακλείδης τήνδε φησὶν εἶναι. ♃ ἀσφάλτου δραχμὰς ν΄. λιθαργύρου δραχ. ν΄. ἐλαίου κοτύλας ι΄. ἕψε, ἐπὰν δὲ συνιστῆται, ἔμβαλλε κηροῦ δραχ. ε΄. χαλβάνης δραχ. ε΄. σμύρνης δραχ. ε΄.

[Κυζικηνὴ τοῦ Ἥρα.] Τῶν ἐνδόξων ἐμπλάστρων ἐστὶ καὶ αὕτη, σχεδὸν ὑπὸ πάντων γεγραμμένη, τὰ πλεῖστα μὲν ἐν τῇ συμμετρίᾳ τῶν ἁπλῶν φαρμάκων ὁμολογούμενα γραψάντων αὐτῶν, ἐνίοις δὲ καὶ διαφωνησάντων,

815
ὡς ἔσται φανερὸν ὑπογραψάντων ἡμῶν ὡς ἕκαστος αὐτῶν ἀξιοῖ συντίθεσθαι. Ἥρας μὲν οὖν οὕτως γράφει περὶ τῆς προκειμένης ἐμπλάστρου κατὰ λέξιν. Κυζικηνὴ, ποιοῦσα πρὸς τὰ πρόσφατα τραύματα καὶ παλαιὰ τὰ ὑπόνομα. διαχεῖ μάλιστα τὰς ἐν μαστοῖς σκληρίας, ἐπισπᾶται, ἀνακαθαίρει, πληροῖ, κολλᾷ, ἐπουλοῖ. ποιεῖ καὶ πρὸς καρκινώδεις σκληρίας, λιποῦργα καὶ ἐφ’ ὧν οὐκ ἔστι σμιλίῳ χρήσασθαι, ὡς ἐπὶ τραχήλου, κολλυρίῳ χρῶ. καὶ τὰ ἐν ἀπειλῇ πραΰνει ἀποστήματα, φύματα διαχεῖ καὶ τὰ γαγγλία, τάς τε συναγωγὰς ἀποκορυφοῖ καὶ ῥήσσει. ἀνάγει καὶ βέλη καὶ ὀστᾶ καὶ σκινδαλμούς. ἐκτινάσσει δ’ ἀλύπως καὶ ἐσχάρας. ἐπὶ τῶν ὑπονόμων μεγάλοις δεῖ χρῆσθαι τοῖς σπληνίοις. διαχεῖ καὶ χοιράδας καὶ αἱμοῤῥοΐδας ἐπέχει καὶ ἐπὶ τῶν περὶ κύστιν ἄκρως ποιεῖ. ἔχει δὲ λιβανωτοῦ δραχ. δ΄. σμύρνης δραχ. δ΄. κρόκου δραχ. δ΄. ἴρεως Ἰλλυρικῆς δραχ. δ΄. βδελλίου δραχ. δ΄. λεπίδος δραχμὰς ιβ΄. χαλκάνθου δραχ. δ΄. στυπτηρίας σχιστῆς δραχ. δ΄. στρογγύλης δραχ. δ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. δ΄. μίσυος δραχ. δ΄. σιδίων ῥοᾶς γλυκείας δραχ. δ΄. ἀριστολοχίας, κηκίδος ὀμφακίτιδος
816
ἀνὰ δραχ. η΄. ἄλλως ιστ΄. χαλκίτιδος δραχ. δ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. δ΄. ἰξοῦ δρυΐνου δραχ. η΄. ὀποπάνακος δραχ. η΄. ἰοῦ ξυστοῦ δραχ. η΄. ἀκακίας δραχ. η΄. ῥόδων ἄνθους δραχ. η΄. τερμινθίνης μνᾶν α΄. οἱ δὲ δραχ. ν΄. ὀποῦ μήκωνος δραχ. στ΄. κηροῦ μνᾶς β΄. οἱ δὲ δραχ. δ΄. στέατος μοσχείου θεραπευομένου μνᾶν α΄. οἱ δὲ ρν΄. ὄξους κοινοῦ κοτύλας β΄. οἴνου εἰς τὰ ξηρά. ταῦτα γραψάντων περὶ τῆς Κυζικηνῆς τοῦ τε Ἥρα καὶ τοῦ Ἀνδρομάχου δόξει μέν τισιν εἶναι διαφωνία μεγίστη, τοῦ μὲν Ἥρα λιβάνου καὶ κρόκου καὶ σμύρνης καὶ τοῦ ἐφεξῆς ὑπ’ αὐτοῦ γεγραμμένου βάλλοντος δραχ. δ΄. τοῦ δὲ Ἀνδρομάχου η΄. ἀλλ’ ὅπερ ἤδη καὶ πρόσθεν ἔλεγον ἀναγκαῖον ἡμῖν παραφυλάττειν, τοῦτο καὶ νῦν ἐρῶ· ἐὰν ἅπαντα τὰ ἁπλᾶ φάρμακα, εἰ καὶ διπλάσιά τις ἐμβάλλοι τῶν παρ’ ἑτέροις γεγραμμένων, ἡ αὐτὴ συμμετρία γίνεται, καθάπερ εἰ καὶ τριπλάσια πάντα. καὶ νῦν οὖν σχεδὸν ἅπαντα διπλάσια βέβληκεν ὁ Ἀνδρόμαχος, ἁπλᾶ βεβληκότος αὐτὰ τοῦ Ἥρα. διαφωνεῖ δ’ ἔν τε τῷ ἀλόην ἐμβάλλειν, οὐκ ἐμβεβληκότος
817
αὐτὴν τοῦ Ἥρα, καὶ μέντοι καὶ πάνακος τῆς ῥίζης. ὁ γὰρ Ἥρας ὀποπάνακος μόνον ἔγραψεν; ὁ Ἀνδρόμαχος δὲ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ πάνακα. καλοῦσι δὲ οὕτως συνήθως τὴν ῥίζαν τῆς βοτάνης, ἣν ὀνομάζουσι πάνακα. προσεμβέβληκε δὲ καὶ τὸν τοῦ μήκωνος ὀπὸν ὁ Ἀνδρόμαχος ἀνωδυνίας ἕνεκεν, ἀκακίαν δὲ καὶ ῥόδων ἄνθος ὡς στύφοντα. τὴν δὲ ἕψησιν ὁ μὲν Ἥρας ἔγραψεν ὡς ἔθος αὐτῷ, παραλείπει δὲ ὁ Ἀνδρόμαχος, ὡς καὶ τούτῳ πάλιν ἔθος ἐστὶ σπανιάκις γράφοντι τὴν ἕψησιν. ἐκ μέντοι τοῦ προσθεῖναι κατὰ τὸ τέλος ὄξους κοινοῦ κοτύλας β΄. οἶνος εἰς τὰ ξηρὰ, δῆλός ἐστι βουλόμενος λειοῦσθαι τὰ ξηρὰ μετὰ τοῦ οἴνου ἢ τοῦ ὄξους, εἶτα τὰ τηκτὰ τακέντα καταχεῖσθαι τούτων. ὁ δὲ Ἥρας οὔτε ἐμνημόνευσεν ὅλως ὄξους ἢ οἴνου καὶ κατὰ τὸ τέλος τῆς ἑψήσεως οὕτως προσέγραψε. λοιπὸν τὰ ξηρὰ καὶ τὸν ὀποπάνακα ἔμβαλε εἰς τὸν κάκαβον καὶ ἑνώσας κατάχει καὶ μάλασσε, ἰρίνῳ τὰς χεῖρας μολύνων. ἐγὼ δ’ αὐτὴν σκευάζω κατὰ τὸν Ἀνδρομάχου τρόπον, ἐν τῇ θυείᾳ λειῶν τὸν ὀποπάνακα μετὰ τῶν ξηρῶν· εἰ μὲν ἰσχυρότερόν 
818
τε καὶ διαφορητικώτερον τὸ φάρμακον ἐθελήσαιμι ποιῆσαι, μιγνὺς ἐν τῇ λειώσει τὸ ὄξος, εἰ δὲ στυπτικώτερον καὶ ἀποκρουστικώτερον, τὸν οἶνον. ὥσπέρ γε πάλιν καὶ τοῦ αὐτοῦ τοῦ οἴνου ποτὲ μὲν τὸν αὐστηρὸν αἱρούμενος, ποτὲ δὲ τὸν κιῤῥὸν, καὶ ποτὲ μὲν τὸν παλαιὸν, ποτὲ δὲ τὸν μέσον κατὰ τὴν ἡλικίαν. ὁ μὲν γὰρ αὐστηρὸς καὶ μὴ παλαιὸς στυπτικώτερος, ὁ δὲ παλαιὸς καὶ μὴ αὐστηρὸς διαφορητικώτερος.

[Κυζικηνὴ ὡς Ἀσκληπιάδης.] Γέγραπται μὲν ἤδη καὶ κατὰ τὸ τέταρτον ἡ ἔμπλαστρος αὕτη, πάνθ’ ἑξῆς ὅσα πρὸς κακοήθειαν φάρμακα συμβεβούλευκεν ἔχειν ἐν ἐκείνῳ τῷ βιβλίῳ γράψαντός μου. καὶ νῦν δὲ ἐπειδὴ καὶ αὐτὸς διαφωνεῖ τῷ τε Ἥρᾳ καὶ τῷ Ἀνδρομάχῳ, βέλτιον εἶναί μοι δοκεῖ γράψαι πρὸς λέξιν ἃ κατὰ τὸ τρίτον τῶν ἐκτὸς φαρμάκων ἔγραψεν αὐτῇ λέξει τῇδε. Κυζικηνή. ποιεῖ πρὸς κεχρονισμένας διαθέσεις καὶ τὰς τῶν νεύρων διακοπάς. ♃ λιβανωτοῦ ὡς καλλίστου, κηροῦ, σμύρνης, ἀριστολοχίας, χαλκίτιδος, Ἰλλυρικῆς, χαλβάνης ἀνὰ δραχ. δ΄. τερμινθίνης, λιθαργύρου ἀνὰ δραχ. η΄. ἐλαίου κοτύλην α΄. πάντα βαλὼν εἰς

819
ἄγγος χαλκοῦν ἕψε ἐπὶ τέφρας μαλακῆς, κινῶν ἕως ἂν ἀποσταζόμενον εἰς ὕδωρ ψυχρὸν πάχος ἔχῃ μέλιτος. μετὰ δὲ ταῦτα αἶρε κινῶν, τοῦτο ἐγχρίσας εἰς δερμάτιον, ἐπιτίθει καὶ λῦε χειμῶνος μὲν μετὰ τὴν ἑβδόμην ἡμέραν, θέρους δὲ μετὰ τὴν πέμπτην.

[Ἄλλη, ἐκ τῶν Φιλοξένου.] ♃ Λιβάνου, σμύρνης, κρόκου, Ἰλλυρικῆς, βδελλίου, λεπίδος χαλκοῦ, χαλκάνθου, χαλκίτεως, στυπτηρίας στρογγύλης καὶ σχιστῆς, μίσυος ξενικοῦ, ἀμμωνιακοῦ θυμιάματος, προπόλεως, ἰξοῦ δρυΐνου, ὀποπάνακος, σιδίων μεμυκότων ἀνὰ δραχ. δ΄. ἀριστολοχίας δραχμὰς η΄. κηροῦ, στέατος ταυρείου ἀνὰ δραχμὰς ρ΄. ἃ μνᾶν ἐπιγράφει. ῥητίνης τερμινθίνης δραχ. ιε΄. ὃ τρία τέταρτα ἐπιγράφει, τὴν ῥητίνην βαλὼν εἰς λοπάδα ὀστρακίνην, ἕψε ἕως ἄνοσμα γένηται, εἶτα τὸ στέαρ καὶ τὸν κηρὸν κατακνήσας, ἐπέμβαλε καὶ τῆκε. τὰ δὲ ξηρὰ κόπτε καὶ σῆθε λεπτοτάτῳ κοσκίνῳ, ἔπειτα καθελὼν ἀπὸ τοῦ πυρὸς τὰ τηκτὰ καὶ ποσῶς ἐάσας ψυγῆναι τούτων κατάπασσε τὰ ξηρὰ καὶ κίνει ἐπιμελῶς. ἔχειν δὲ δεῖ μετ’ ὄξους τετριμμένα σμύρναν, λίβανον,

820
βδέλλιον, ὀποπάνακα. τούτοις ἐπίβαλλε τὰ ἐν τῇ λοπάδι καὶ τρῖβε ὥστε ἐγκηρίδας μὴ γενέσθαι. ὅταν δὲ καλῶς ἔχῃ, ἀνελοῦ εἰς πυξίδα ξυλίνην, προσεγχρίσας ἰρίνῳ μύρῳ.

[Ἡ διὰ δυοῖν ἀριστολοχιῶν, ὡς Ἀνδρόμαχος.] Περὶ ταύτης ὁ Ἀνδρόμαχος κατὰ λέξιν οὕτως γράφει. ἡ διὰ δυοῖν ἀριστολοχιῶν. ♃ ῥητίνης φρυκτῆς λίτραν α΄. κηροῦ λίτραν α΄. πίσσης λίτραν α΄. κίκεως ἢ ἐλαίου παλαιοῦ κοτύλην μίαν, κυάθους δύο, ψιμυθίου οὐγγίας στ΄. ἰοῦ οὐγγίας στ΄. χαλκάνθου οὐγγίας δ΄. μάννης οὐγγίας στ΄. ἀριστολοχίας μακρᾶς οὐγγίας δ΄. καὶ στρογγύλης οὐγγίας δ΄. ἐρετριάδος οὐγγίας στ΄. Ἰλλυρικῆς οὐγγίας δ΄. κηκίδος οὐγγίας β΄. ὄξους κοτύλην α΄. ἐγὼ πλέον, σιδίων οὐγγίας β΄. λείου σὺν ὄξει τὰ ξηρὰ, εἶτα τὰ τηκτά.

[Ἡ διὰ δικτάμνου ὡς Δαμοκράτης.] Εἴρηταί μοι πολλάκις ὡς οὐ μόνον εἰς μνήμην αἱ ἔμμετροι γραφαὶ χρησιμώτεροι τῶν πεζῇ γεγραμμένων εἰσὶν, ἀλλὰ καὶ εἰς τὴν τῆς συμμετρίας τῶν μιγνυμένων ἀκρίβειαν. διὰ τοῦτ’

821
οὖν καὶ νῦν τὴν διὰ δικτάμνου προσέγραψε συμμετρίαν ἀκριβῆ διασώζουσαν ἐν τῇ Δαμοκράτου γραφῇ.

  • Τῶν περιβοήτων δ’ ἐστὶν ἐμπλάστρων μία,
  • Μόνη τ’ ἔχουσα Κρητικὸν τὸ καλούμενον
  • Δίκταμνον, ἰᾶται δὲ τὰς τῶν ἑρπετῶν,
  • Ἰοβόλων πληγάς τε καὶ τὰ δήγματα
  • Πάντων τετραπόδων, κᾂν λελυσσήκῃ τινὰ,
  • Τετυλωμένα θ’ ἕλκη, τάς τε τῶν νεύρων φθοράς.
  • Μυῶν τε καὶ τῶν ὀστέοις ἐπικειμένων
  • Χόνδρων, ἐχόντων διὰ βάθους ἤδη φθοράν.
  • Τά τε περὶ μαστοὺς καὶ τράχηλον καὶ ῥάχιν
  • Ἕλκη θεραπεύει, κᾂν χρόνους πολλοὺς ἔχῃ·
  • Καὶ πάνθ’ ὅσ’ εἶπον τὴν καλουμένην ποιεῖν
  • Αἰγυπτίαν ἔμπλαστρον ἔμπροσθεν βραχύ.
  • Ταύτην ἀγαθὴν σφόδρ’ οὖσαν ἔνιοι καὶ μόνην
  • Δοκοῦσι πασῶν τῶν καλῶν βελτίονα,
  • Πολλῶν διὰ πείρας οὐκ ἔχοντες φαρμάκων.
  • Ἔχει δὲ λιθάργυρον δὶς ἑκατὸν δραχμὰς,
  • 822
  • Λίτρας δ’ ἐλαίου τοῦ παλαιοῦ τέταρτον.
  • Τινὲς δὲ κοτύλης φασὶ μᾶλλον τέταρτον.
  • Δὶς δ’ εἴκοσι πέντε Ποντικοῦ κηροῦ δραχμὰς,
  • Κολοφωνίας δὲ τῆς καλῆς, κηροῦ διπλοῦν,
  • Τινὲς δὲ μᾶλλον, ταὐτὸ τῆς τερμινθίνης.
  • Ἰοῦ δὲ χαλκοῦ καὶ ἀλόης Ἰνδικῆς,
  • Χαλκοῦ τε κεκαυμένου καὶ διφρυγοῦς καλοῦ
  • Ἑκκαίδεχ’ ἥμισυ ἐξ ἑκάστου μίγματος,
  • Εἴκοσι δραχμὰς δὲ χαλβάνης καὶ δ΄.
  • Μάννης, λιβάνου τε τὰς ἴσας δὶς ιβ΄.
  • Ἀμμωνιακοῦ δὶς ε΄. καὶ δὶς κ΄.
  • Ἑκκαίδεκα δραχμὰς προπόλεως τῆς Ἀττικῆς,
  • Ἀριστολοχίας τῆς μακρᾶς δὶς ι΄. δραχμὰς
  • Δὶς στ΄. λεπίδος, τοῦ Κυπρίου χαλκοῦ δραχμὰς
  • Καὶ γεντιανῆς ξηροτάτης ῥίζης ἴσον.
  • Τούτοις προσαπόδος πᾶσι δικτάμνου πόας
  • Ξηρᾶς ἐχούσης ἄνθος ὁλκὰς κ΄.
  • Λείας. λιθάργυρον δὲ μετ’ ἐλαίου βαλὼν,
  • 823
  • Εἰς λοπάδα καινὴν κεραμίαν πλατύστομον,
  • Ἕψε πυρὶ κούφῳ καὶ μαλακῷ, κινῶν σπάθῃ
  • Ἕως γένηται μέλιτος Ἀττικοῦ πάχος.
  • Ἴσον δὲ καὶ τῆς λεπίδος προσβαλὼν πάλιν
  • Ἕψε λαβρότερον, εἶτα κιῤῥοῦ γενομένου
  • Τοῦ φαρμάκου, πρόσβαλε χαλκὸν καὶ διφρυγὲς,
  • Ποιῶν τ’ ἀμόλυντον καὶ πεπηγὸς φάρμακον
  • Πρόσβαλλε κηρὸν τήν τε ῥητίνην ἅμα.
  • Ὧν συντακέντων, ὅταν ἴδῃς κεκραμένην
  • Ἔμπλαστρον, αἴρεις τὴν χύτραν ἀπὸ τοῦ πυρὸς
  • Καὶ προσβαλὼν προπόλεώς τε καὶ χαλβάνην,
  • Ἀμμωνιακὸν, μάνναν τε καὶ ἀλόην, τότε
  • Ψύξας τὸ πυρῶδες καὶ ζέον τοῦ φαρμάκου,
  • Ἀριστολοχίαν λειοτάτην προσεμπάσεις
  • Καὶ γεντιανὴν, τήν τε δίκταμνον πόαν
  • Καὶ προσανακόψας τῇ σπάθῃ τὸ φάρμακον
  • Χερσὶ καὶ μαγδαλιὰς ποιῶν, ἔχε,
  • Εἰς ἃς προεῖπον χρώμενος περιστάσεις.
  • 824

    [Περὶ τροχίσκων Ἀσκληπιάδου.] Ὥσπερ δ’ ἐμπλάστρους ἀπὸ τῆς χρόας, ἀλλ’ οὐκ ἀπὸ τῆς κατὰ δύναμιν ἐπαγγελίας, ὠνόμασαν ἔνιοι τῶν ἰατρῶν μηλίνας καὶ λευκὰς καὶ φαιὰς καὶ κιῤῥὰς, οὕτως ἀπὸ τοῦ κατὰ τὴν ἀνάπλασιν σχήματος ὀνομάζουσι τροχίσκους οὐ πρὸς ἓν πάθος, ἀλλὰ πρὸς πάνυ πολλὰ διαφέροντας. ἀκολουθήσαντες οὖν αὐτοῖς καὶ ἡμεῖς ἐφεξῆς γράψομεν πάντας· τούς γε δοκίμους, εἴτε κυκλίσκους, εἴτε τροχίσκους, ἑκατέρως γὰρ αὐτοὺς ὀνομάζουσι. καλῶς δὲ ποιοῦντες ἐφ’ ἑκάστου τὴν ἐπαγγελίαν προέγραψαν, καὶ μάλιστα ὁ Ἀσκληπιάδης, οὗ καὶ πρώτου τὰ κατὰ τὸ τρίτον πρὸς τὰ ἐκτὸς γεγραμμένα φάρμακα παραθήσομαι. Τροχίσκοι Ἀσκληπιάδου. τροχίσκοι πολύχρηστοι Ἀριστάρχου Ταρσέως. ποιεῖ πρὸς ἕλκη πρόσφατα καὶ παλαιὰ, ποιεῖ καὶ πρὸς τερηδόνας, κηρία, ποιεῖ πρὸς σύριγγας, ὦτα πυοῤῥοοῦντα, ὀστᾶ ἐφθορότα, ποιεῖ πρὸς νομὰς, καταστέλλει πᾶσαν ὑπεροχὴν, αἴρει πτερύγια, ποιεῖ πρὸς τὰς περὶ μήτραν διαθέσεις, πρὸς ὀζαίνας, φαγεδαίνας, κονδυλώματα, ποιεῖ πρὸς τὰ κεχρονισμένα καὶ δυσαλθῆ, ποιεῖ

    825
    ἀρχομένοις φθισικοῖς, σπληνικοῖς, κοιλιακοῖς, δυσεντερικοῖς, ὁλκῆς τριώβολον διδόμενος μετὰ τοῦ οἰκείου πόματος. ὠφελεῖ καὶ συναγχικοὺς καὶ τὰς τῶν οὔλων νομὰς, καὶ καθόλου ἐστὶν εὔθετος πρὸς τὰς τῶν ἐκτὸς καὶ τῶν ἐντὸς διαθέσεις. ♃ σμύρνης δραχμὰς στ΄. κρόκου δραχμὰς γ΄. κροκομάγματος δραχ. γ΄. κυτίνων δραχ. στ΄. χαλκάνθου δραχ. στ΄. στυπτηρίας σχιστῆς δραχ. στ΄. ἀλόης δραχ. στ΄. οἴνῳ Φαλερίνῳ ἀναλάμβανε καὶ ποίει τροχίσκους καὶ ξήραινε ἐν σκιᾷ. ἐπὶ δὲ τῆς χρήσεως ἄνιε καταλλήλως ὑγρῷ πρὸς τὰς ὑποκειμένας διαθέσεις. ὁ τοῦ Νεαπολίτου. ♃ σμύρνης δραχ. στ΄. λιβάνου δραχ. στ΄. κηκίδων δραχ. η΄. λυκίου δραχ. η΄. στυπτηρίας δραχ. η΄. κροκομάγματος δραχ. η΄. ἀλόης δραχ. η΄. κυτίνων δραχ. ιβ΄. χαλκοῦ δραχ. η΄. οἴνῳ Φαλερίνῳ. Ἀνδρώνιος ἐπιγεγραμμένος. ♃ κυτίνων δραχ. ι΄. σχιστῆς δραχ. δ΄. χαλκάνθου δραχ. ιβ΄. σμύρνης δραχ. δ΄. λιβάνου δραχ. η΄. ἀριστολοχίας δραχ. η΄. κυκίδων δραχ. η΄. γλυκέος κοτύλας β΄. παρὰ δὲ τῷ Ἡρακλείδῃ οὕτως ἔχει. ♃ σιδίων δραχ. ι΄. ἀριστολοχίας δραχ. η΄. κηκίδων δραχ. η΄. ἁλὸς ἀμμωνιακοῦ δραχ. δ΄. λιβάνου δραχ. δ΄. σχιστῆς δραχ. δ΄. χαλκάνθους δραχ. β΄. σμύρνης δραχ. δ΄.
    826
    γλυκεῖ ἀναλάμβανε. Πολυείδου σφραγίς, ♃ σιδίων δραχ. στ΄. σμύρνης δραχ. η΄. στυπτηρίας σχιστῆς δραχ. ε΄. λιβάνου δραχ. δ΄. ἀλόης δραχ. η΄. χαλκάνθου δραχ. γ΄. χολῆς ταυρείας δραχ. στ΄. οἴνῳ γλυκεῖ ἀναλάμβανε. ἡ κορακίνη σφραγίς. ποιεῖ πρὸς παρισθμίων φλεγμονὰς καὶ κεχαλασμένας κιονίδας, οὖλα μυδῶντα, ποιεῖ πρὸς νομάς. ποιεῖ πρὸς τὰς περὶ τὴν ἕδραν διαθέσεις καὶ σύριγγας ἐκτυλοῖ. ♃ ἀριστολοχίας Κρητικῆς στρογγύλης, κυτίνων, χαλκίτεως ὀπτῆς, λιβάνου, σμύρνης, χαλκάνθου, κροκομάγματος, ἀλόης Ἰνδικῆς, χολῆς ταυρείας ἀνὰ δραχ. η΄. γλυκέος τὸ αὔταρκες. τροχίσκος πρὸς νομάς. ♃ βράθυος δραχ. ν΄. σμύρνης δραχ. γ΄. σώρεως δραχ. β΄. κυπέρου δραχ. β΄. χαλκάνθου δραχ. β΄. λιβάνου δραχ. β΄. οἴνῳ ἀναλάμβανε. ἐν ἄλλαις γραφαῖς ἐλαίας φύλλων δραχ. β΄. μυρσίνης ξηρᾶς δραχ. δ΄. ὄρχεως βοτάνης δραχ. δ΄. ἀρσενικοῦ δραχ. α΄. σμύρνης δραχ. δ΄. ἐκ τῶν Ἡρακλείδου. ♃ ὄρχεως δραχ. β΄. ἀρσενικοῦ δραχ. δ΄. κηκίδων δραχ. η΄. λεπίδος δραχ. η΄. λεπίδος δραχ. στ΄. σώρεως δραχ. η΄. σμύρνης δραχ. β΄. λιβάνου δραχ. β΄. ἀκακίας χυλίσματος δραχ. β΄. οἴνῳ ἀναλάμβανε. ὁ διὰ
    827
    τῶν φυτῶν ἐπιγραφόμενος. ♃ σιδίων δραχ. η΄. μυρσίνης φύλλων δραχ. η΄. καρύων λεπύρων ξηρῶν δραχ. η΄. ἀκάνθης καρποῦ δραχ. η΄. κηκίδων δραχ. δ΄. ἁλῶν ὀρυκτῶν δραχ. η΄. ἅπαντα θραύεται, εἶτα ὄξει φυρᾶται καὶ βάλλεται εἰς ἀγγεῖον κεραμοῦν, εἶτα ὀπτᾶται καὶ λεαίνεται μετὰ ὄξους. καὶ ὅταν εὖ ἔχῃ, ἐπίβαλλε σμύρνης δραχ. δ΄. λιβάνου δραχ. β΄. καὶ ἀνάπλαττε τροχίσκους, ἡ χρῆσις μετὰ ὄξους. παρὰ Τερεντίου ἐπιγράφεται στυπτική. ποιεῖ πρὸς πᾶσαν νομὴν καὶ τὰς περὶ δακτύλιον διαθέσεις. ♃ σανδαράχης, μίσυος, χαλκάνθου, στυπτηρίας σχιστῆς ἀνὰ δραχ. δύο, σμύρνης, λεπίδος χαλκοῦ, ἀλόης, χαλκίτεως ἀνὰ δραχ. γ΄. κυτίνων ῥοᾶς, ῥόδων ἄνθους, κηκίδων ἀνὰ δραχ. δ΄. ἀκακίας χυλοῦ δραχ. η΄. σιδίων ῥοᾶς δραχ. η΄. ἀναλάμβανε μύρτων ἀφεψήματι, εἰς τὸ ἥμισυ ἀφεψημένων. τροχίσκος πρὸς ἑρπηστικά. Ἀρείου πρὸς ἕρπητας. ♃ γῆς κιμωλίας δραχ. η΄. μίσυος ὀπτοῦ δραχ. ιστ΄. μίλτου Σινωπίδος δραχ. γ΄. τρῖβε ἕκαστον κατ’ ἰδίαν μετὰ ὕδατος, εἶθ’ ὁμοῦ μίξας, ἀνάπλαττε τροχίσκους. ἡ χρῆσις δι’ ὄξους. ἄλλος ὁ δι’ ὀριγάνου. ♃ ὀριγάνου δραχ. β΄. ἐλαίας φύλλων δραχ. β΄. ἀκακίας δραχ. β΄. χαλκάνθου 
    828
    δραχ. β΄. ἁλὸς Σπανοῦ δραχ. β΄. ὄξει ἀναλάμβανε. ἐκ τῶν Λάργου φάρμακον ἐπιτετευγμένον. ♃ λιθαργύρου ἢ ψιμυθίου δραχ. λη΄. στυπτηρίας σχιστῆς δραχ. ιβ΄. ἀκακίας δραχ. η΄. κρόκου, λιβάνου, διφρυγοῦς, ὀπίου ἀνὰ δραχ. β΄. τρῖβε μεθ’ ὕδατος καὶ ἀνάπλαττε τροχίσκους. ἡ χρῆσις μεθ’ ὕδατος. ἄλλο σφόδρα γενναῖον. ♃ στυπτηρίας στρογγύλης, χαλκίτεως, μελαντηρίας ἢ σώρεως ἀνὰ δραχ. β΄. μίσυος, σιδίων ἀνὰ δραχ. δ΄. ἀσβέστου δραχ. ιστ΄. ὄξους ξέστην α΄. ἕψε τὰ σίδια μετ’ ὄξους. καὶ ὅταν διαλυθῆ, τρῖβε μετὰ τῆς ἀκακίας καὶ τοῖς λοιποῖς ἐπίβαλλε, καὶ ὅταν εὖ ἔχῃ, ἀνάπλαττε τροχίσκους. ἡ χρῆσις δι’ ὕδατος. ὡς Θρεπτὸς πρὸς ἑρπυστικὰ καὶ ὅπου νομὴν δεῖ στῆσαι. ποιεῖ καὶ πρὸς τὰς ἐν στόματι διαθέσεις, πρὸς ὦτα πυοῤῥοοῦντα, πρὸς ἐξανθήματα, σαρκῶν ἐπαναστάσεις καὶ τὰ ἐν μυκτῆρσιν ἕλκη, πρὸς τὰς περὶ τὴν ἕδραν διαθέσεις. ♃ σιδίων δραχ. ι΄. κηκίδος ὀμφακίτιδος δραχ. η΄. ἀριστολοχίας δραχ. η΄. ἀλόης δραχ. δ΄. σμύρνης δραχμὰς η΄. σχιστῆς δραχμὰς β΄. λιβάνου δραχμὰς δ΄. χαλκάνθου δραχ. δ΄. ἀναλάμβανε γλυκεῖ.

    829

    [Τροχίσκοι κιῤῥοὶ Ἱέρακος Θηβαίου, ἡ διὰ τῶν ἁλικακάβων.] Ποιεῖ πρὸς ψύδρακας, ἐπινυκτίδας, τὰ ἐν μυκτῆρσιν ἕλκη. ποιεῖ πρὸς ῥαγάδας καὶ ὅσα βούλει χωρὶς ὀδύνης ἐπουλῶσαι. ♃ ψιμυθίου λίτραν μίαν, λιθαργύρου λίτρας ι΄. στυπτηρίας σχιστῆς, ἁλικακάβου φλοιοῦ, χαλκάνθου, Σινωπίδος ἀνὰ λίτρας ἥμισυ, ὄξει ἀναλάμβανε. Λευκίου Καθηγητοῦ, φάρμακον ἐπετετευγμένον. ♃ στυπτηρίας, ἰοῦ Κορινθίου, μίλτου Σινωπίδος, κοτύλης μέτρῳ τὸ ἴσον ἀναλάμβανε ὄξει. ἐκ τῶν Ἀρείου. πρὸς ψώρας νεμομένας ἑρπηστικὰ, σαρκῶν ὑπεροχὰς, πτερύγια, ὦτα πυοῤῥοοῦντα, ἕλκη δυσαλθῆ. ποιεῖ πρὸς ῥαγάδας, κονδυλώματα. ♃ σχιστῆς, μίλτου Σινωπίδος, ἰοῦ ξυστοῦ, κόμμεως, κηκίδων, κυτίνων, ἑκάστου τὸ ἴσον ὄξει ἀναλάμβανε. ὡς δὲ Μάγνος ὁ Φιλαδελφεὺς πρὸς τὰς εἰρημένας διαθέσεις ἐχρήσατο. ♃ σχιστῆς στυπτηρίας, ἰοῦ Κορινθίου, χαλκίτεως, μίλτου Σινωπίδος, κόμμεως, μέτρῳ τὸ ἴσον ὄξει ἀναλάμβανε. πρὸς ἐρυσιπέλατα τροχίσκος. ♃ κρόκου δραχμὴν α΄. ὀπίου δραχ. α΄. ψιμυθίου

    830
    δραχ. β΄. γλυκεῖ ἀναλάμβανε. ἐν ἄλλαις ἔχει γλαυκίου δραχμὰς η΄. Ἀνδρομάχου κροκώδης, φάρμακον ἐπιτετευγμένον. ♃ λιθαργύρου δραχμὰς δ΄· τουτέστιν οὐγγίας S". ψιμυθίου οὐγγίας δ΄. θείου ἀπύρου οὐγγίαν α΄. κρόκου, ὀπίου ἀνὰ οὐγγίαν α΄. χυλῷ στρύχνου ἀναλάμβανε. ἐπὶ τῆς χρήσεως ἄνιε γλυκεῖ. Γαΐου Νεαπολίτου. ♃ ψιμυθίου, ἀκακίας, γλαυκίου, ὀπίου, ἑκάστου τὸ ἴσον. γλυκεῖ ἀναλάμβανε, κατάχριε συνεχῶς. ἄλλο. ♃ ψιμυθίου δραχ. η΄. ἀκακίας δραχμὰς η΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. δ΄. κρόκου δραχμὰς β΄. ὀπίου δραχ. β΄. χυλοῦ πολυγόνου ἢ σέρεως ἢ στρύχνου ἢ κυνογλώσσου. ἐκ τῶν Ἀγαθίνου. ♃ ψιμυθίου δραχμὰς στ΄. μάννης, λιβάνου ἀνὰ δραχμὴν α΄. κροκομάγματος δραχ. β΄. θείου ἀπύρου δραχμὰς β΄. ὠῶν ἑφθῶν λεκίθων δραχ. στ΄. γλυκεῖ ἀναλάμβανε. πρὸς ῥαγάδας καὶ κονδυλώματα. Μενεσθέως πρὸς τὰς ἐν δακτυλίῳ ῥαγάδας, ποιεῖ πρὸς νομάς. ♃ ἀλόης οὐγγίας στ΄. κρόκου οὐγγίας γ΄. στυπτηρίας σχιστῆς οὐγγίας γ΄. οἴνῳ ἀναλάμβανε καὶ ποίει τροχίσκους. ἐπὶ δὲ τῆς χρήσεως ἔστω τὸ
    831
    ὑγρὸν κατάλληλον τῇ διαθέσει. Ἀπολλοφάνους πρὸς ῥαγάδας καὶ κονδυλώματα. ♃ στίμμεως δραχ. η΄. ἀκακίας δραχ. στ΄. ἰοῦ δραχμὴν α΄. ὀπίου δραχ. β΄. λιβάνου δραχμὴν α S". σμύρνης δραχ. β΄. κόμμεως δραχ. δ΄. οἴνῳ ἀθαλάσσῳ ἀνάπλαττε τροχίσκους. ὡς δὲ Νικόλαος. ♃ στίμμεως δραχ. η΄. ἀκακίας δραχ. η΄. ἰοῦ δραχμὴν μίαν, ὀπίου δραχ. γ΄. σμύρνης δραχ. δ΄. κόμμεως δραχ. δ΄. οἴνῳ ἀνάπλασσε. ἐκ τῶν Μάγνου πρὸς ῥαγάδας καὶ κονδυλώματα ἵστησι νομάς. ♃ ἀλόης δραχ. η΄. ἀκακίας δραχ. δ΄. κηκίδος δραχ. β΄. κρόκου δραχ. β΄. λιβάνου δραχμὴν α΄. σμύρνης δραχμὴν α΄. οἴνῳ ἀναλάμβανε. ὁ διὰ τῶν χυλῶν ἐπιγραφόμενος πρὸς νομὰς καὶ ψωρώδεις διαθέσεις. ♃ λυκίου Ἰνδικοῦ, ἀλόης Ἰνδικῆς, σμύρνης, χαλκοῦ, στυπτηρίας σχιστῆς, χαλκάνθου, κυτίνων, λιβάνων ἀνὰ δραχ. δ΄. χυλοῦ μύρτων κοτύλης ἥμισυ, συντίθει καὶ ἀνάπλαττε τροχίσκους. Πετρωνίου ἡ ἀρετὴ, φάρμακον ἐπιτετευγμένον πρὸς ῥαγάδας καὶ κονδυλώματα, ἐν ταῖς μεγίσταις περιωδυνίαις καὶ ταχέως ἀπαλλάττει. ♃ στίμμεως, ἀκακίας, μολύβδου κεκαυμένου καὶ πεπλυμένου
    832
    ἀνὰ δραχ. ιστ΄. σποδοῦ κυπρίας, ἐρείκης καρποῦ, στυπτηρίας σχιστῆς, λιβάνου, χαλκάνθου, σμύρνης, ὀπίου ἀνὰ δραχ. η΄. οἴνῳ ἀναλάμβανε καὶ ποίει τροχίσκους. ἐπὶ δὲ τῆς χρήσεως ἄνιε γλυκεῖ.

    [Οἱ ὐπ’ Ἀνδρομάχου γεγραμμένοι τροχίσκοι ἐν τῷ τῶν ἐκτός.] Τροχίσκος Δαρείου ἑδρικός. ♃ στίμμεως δραχ. ιστ΄. ἀκακίας δραχ. ιστ΄. οἱ δὲ η΄. ἰοῦ δραχ. μ΄. ὀποῦ μήκωνος δραχ. γ΄. οἱ δὲ δραχ. β΄. κόμμεως δραχ. δ΄. σμύρνης δραχμὴν α΄. λιβάνου δραχ. γ΄. οἱ δὲ δραχ. β΄. οἶνον, οἱ δὲ ὕδωρ. πολύχρηστος καὶ πυοποιὸς καὶ χαλαστικός. ♃ φλοιοῦ λιβάνου δραχ. β΄. λεπίδος χαλκοῦ δραχ. δ΄. σὺν οἴνῳ ἀνάπλασσε, ἄνιε σύν μέλιτι. τὸ Μούσα ἰατρεῖον. ♃ σχιστῆς, ἀλόης, σμύρνης, χαλκάνθου, ἀνὰ δραχ. στ΄. κρόκου δραχ. γ΄. κροκομάγματος δραχ. γ΄. κυτίνων δραχ. δ΄. σὺν οἰνομέλιτι ἀναλάμβανε ἐκ Φαλερίνου οἴνου. πρὸς ἐρυσιπέλατα ἐκ τοῦ Ἀγαθοκλέους. ♃ ψιμυθίου δραχ. η΄. στυπτηρίας στρογγύλης δραχ. β΄. κροκομάγματος δραχ. β΄. θείου ἀπύρου δραχ. β΄. λείοις παραχεῖται στρύχνου χυλὸς καὶ ἀνάπλασσε 

    833
    τροχίσκους ἐπὶ τῆς χρείας οἴνῳ αὐστηρῷ. Ἰσιδώρου πρὸς νομάς. ♃ οἰσυπηρῶν ἐρίων δραχμὰς μ΄. μολύβδου ῥινίσματος δραχμὰς ι΄. λεπίδος δραχ. ι΄. ἀσφάλτου δραχμὰς ι΄. στυπτηρίας σχιστῆς δραχ. ε΄. καὶ στρογγύλης ε΄. σιδίων δραχμὰς ε΄. κηκίδων δραχ. ε΄. μίσυος δραχμὰς ε΄. χαλκίτεως δραχ. ε΄. λιβάνου δραχ. ε΄. σμύρνης δραχ. β΄. ἀμόργης κοτύλας η΄. ἢ ξηρᾶς ε΄. τροχίσκος μέλας ᾧ χρῶμαι. ♃ σιδίων δραχ. ι΄. ἀριστολοχίας δραχ. η΄. κηκίδος δραχ. η΄. σχιστῆς δραχ. δ΄. ἀλόης δραχ. δ΄. σμύρνης δραχ. β΄. χαλκάνθου δραχ. β΄. λιβάνου δραχ. δ΄. οἴνῳ ἀναλάμβανε. ἡ χρῆσις οἴνῳ γλυκεῖ. τροχίσκος δι’ ἁλικακάβων. ♃ λιθαργύρου δραχ. κδ΄. ψιμυθίου δραχ. ιβ΄. ἢ κδ΄. ἁλικακάβου ῥίζης δραχ. η΄. χαλκάνθου δραχ. δ΄. σχιστῆς δραχ. δ΄. μίλτου ὥστε χρῶσαι, σὺν ὕδατι ἀναλάμβανε. τροχίσκος δι’ ὀριγάνου. ♃ ἐλαίας φύλλων χλωρῶν δραχ. η΄. σιδίων δραχ. στ΄. ὀριγάνου δραχ. δ΄. ἀκακίας δραχ. ιβ΄. χαλκίτεως δραχ. δ΄. σχιστῆς δραχ. δ΄. μίσυος δραχ. δ΄. οἴνου αὐστηροῦ. τροχίσκος ὁ διὰ τοῦ ῥοῦ. ♃ κηκίδος δραχ. γ΄. ἀκακίας δραχ. δ΄. χαλκάνθου δραχ. ε΄. χαλκίτεως δραχμῆς ἥμισυ, σχιστῆς
    834
    δραχ. η΄. στρογγύλης δραχ. δ΄. μίσυος δραχ. γ΄. σιδίων δραχ. ε΄. λεπίδος δραχ. δ΄. σμύρνης δραχ. β΄. ἀλόης δραχ. β΄. ἀριστολοχίας δραχ. β΄. λιβάνου φλοιοῦ δραχ. δ΄. ταυροκόλλης δραχ. γ΄. ῥοῦ βυρσοδεψικοῦ χοίνικος τὸ τέταρτον. οἱ δὲ χοίνικος ἥμισυ, ὄξους κοτύλην α΄ S". εἰς τὸ ἀποβρέξαι καὶ λεᾶναι τὸν ῥοῦν. Πολυείδου σφραγίς. στυπτηρίας σχιστῆς δραχ. γ΄. λιβάνου δραχ. δ΄. σμύρνης δραχ. δ΄. ἢ σμύρνης δραχ. η΄. χαλκάνθου δραχ. β΄. κυτίνων δραχ. ιβ΄. χολῆς ταυρείας δραχ. στ΄. ἀλόης δραχ. η΄. οἴνῳ αὐστηρῷ ἀναλάμβανε. τροχίσκος Ἀνδρώνιος. ♃ κυτίνων δραχ. ι΄. κηκίδος δραχ. η΄. σμύρνης δραχ. δ΄. οἱ δὲ δραχ. ιη΄. ἄλλ. κη΄. ἀριστολοχίας δραχ. δ΄. χαλκάνθου δραχ. β΄. σχιστῆς δραχ. β΄. οἱ δὲ δραχ. δ΄. μίσυος Κυπρίου δραχ. β΄. γλυκεῖ ἀναλάμβανε. χρῶ πρὸς πολλὰ πολυχρήστῳ φαρμάκῳ. τροχίσκος Ἀχιλλᾶ. ♃ λεπίδος, μίσυος, ἀλόης ἀνὰ δραχ. β΄. ἀριστολοχίας δραχ. η΄. σχιστῆς δραχ. δ΄. σμύρνης δραχ. β΄. λιβάνου δραχ. δ΄. κηκίδος δραχ. η΄. χαλκάνθου δραχ. β΄. σιδίων δραχ. η΄. χολῆς ταυρείας δραχ. β΄. ὄξει ἀναλάμβανε. τροχίσκος πρὸς νομὰς Ἰσιδώρου γνωρίμου. ♃ μάννης, λιβάνου ἀνὰ δραχ. λ΄. κυτίνων
    835
    δραχ. η΄. σχιστῆς δραχ. η΄. κηκίδων δραχ. η΄. χαλκάνθου, ἀριστολοχίας, σμύρνης, μίσυος Κυπρίου, ἀσβέστου ἀνὰ δραχ. ι΄. ἀκακίας δραχ. η΄. ἀναλάμβανε οἴνῳ ἢ ὄξει καὶ λεάνας χρῶ. τροχίσκος ἄλλος πολύχρηστος. ♃ κηκίδος δραχ. η΄. κυτίνων δραχ. ιβ΄. χαλκοῦ κεκαυμένου δραχ. η΄. ἰοῦ δραχ. στ΄. σχιστῆς δραχ. η΄. χαλκάνθου, ἀκακίας, χολῆς ταυρείας, λιβάνου, ἀλόης, λυκίου, σμύρνης, ἐν ἄλλῳ καὶ μίσυος ἀνὰ δραχ. η΄. λείου, τοῖς ὑπὸ κύνα καύμασι πολλῷ ὄξει. τροχίσκος Ἀπολλωνίου Ἀρχιστράτορος σμίλινος, ὡς Ἀλκιμίων πολύχρηστος. ♃ ψιμυθίου δραχ. ι΄. λιθαργύρου δραχ. ε΄. ἀλόης δραχ. ν΄. σχιστῆς δραχ. δ΄. λιβάνου δραχ. δ΄. σμύρνης δραχμὴν α΄. οἱ δὲ δραχ. β΄. κιμωλίας δραχ. κε΄. ἀναλάμβανε οἴνῳ, χρῶ ἐνίοτε σὺν οἴνῳ καὶ ῥοδίνῳ. πρὸς ἐρυσιπέλατα ᾧ χρῶμαι. ♃ λιθαργύρου λίτρας ζ΄. ψιμυθίου δραχμὴν α΄. ὀπίου γο γ΄. θείου ἀπύρου οὐγγίας γ΄. κρόκου οὐγγίας γ΄. σὺν γλυκεῖ ἀναλάμβανε, χρῶ σὺν γλυκεῖ. Γλαυκίου πολύχρηστος. ♃ στυπτηρίας ὑγρᾶς δραχ. ρ΄. σμύρνης δραχ. η΄. κρόκου δραχ. η΄. σὺν γλυκεῖ ἀναλάμβανε. πρὸς ἐρυσιπέλατα καλός. ♃ ἀκακίας
    836
    δραχ. η΄. μίσυος δραχ. δ΄. ὀπίου δραχ. β΄. λιβάνου δραχ. δ΄. σὺν ὄξει ἀναλάμβανε. ποιεῖ καὶ πρὸς ἕρπητας. ἄλλος πρὸς τὰ αὐτὰ ποιῶν. ♃ ὀπίου δραχ. δ΄. ἀκακίας δραχ. δ΄. διφρυγοῦς δραχ. δ΄. σχιστῆς δραχ. δ΄. ἀναλάμβανε σὺν ὕδατι, χρῶ σὺν ὄξει. ἄλλος πρὸς ἐρυσιπέλατα. ♃ ψιμυθίου δραχ. η΄. θείου ἀπύρου δραχ. δ΄. μηκωνείου δραχ. β΄. πηγάνου φύλλων δραχ. β΄. σχιστῆς δραχ. δ΄. κιμωλίας δραχ. β΄. ἀμύλου δραχ. β΄. μέλι καὶ ὄξος. πρὸς ἕρπητας ὁ Τιβερίου Καίσαρος. ♃ διφρυγοῦς, μηκωνείου, σχιστῆς, ἀκακίας ἀνὰ οὐγγίας γ΄. ὄξει ἢ ὕδατι ἀναλαμβάνων χρῶ. ἡ κερανίτος πολύχρηστος. ♃ ἀῤῥενικοῦ δραχ. λβ΄. ἀριστολοχίας δραχ. λβ΄. οἱ δὲ η΄. ἴρεως δραχ. λβ΄. κηκίδος δραχ. ιστ΄. οἱ δὲ δραχ. η΄. στυπτηρίας στρογγύλης δραχ. στ΄. χαλκίτεως δραχ. στ΄. λεπίδος χαλκοῦ δραχ. ιστ΄. χαλκάνθου δραχ. η΄. ῥητίνης ξηρᾶς δραχ. η΄. ὄξους χοᾶς δ΄. λείου, τοῖς ὑπὸ κύνα καύμασι, χαλκῇ θυείᾳ καὶ δοίδυκι. ἐὰν δὲ μὴ ἔχῃς θυείαν χαλκῆν, λεπίδος βάλλε μνᾶν α΄. ὅ ἐστι δραχ. ρ΄. τροχίσκος Βιθυνὸς καλούμενος κατεσκευασμένος ἐν Σικελίᾳ. πρὸς νομὰς, σύριγγας, πτερύγια, σὺν κηρωτῇ διπλῇ
    837
    πρὸς ἕρπητας, ἐρυσιπέλατα καὶ ἄλλα. ♃ σιδίων δραχ. στ΄. κηκίδος δραχ. στ΄. ἴρεως Ἰλλυρικῆς δραχ. δ΄. ἀριστολοχίας δραχ. στ΄. χαλκάνθου δραχ. γ΄. στυπτηρίας σχιστῆς δραχ. στ΄. χαλκίτεως δραχ. στ΄. μίσυος δραχ. γ΄. νίτρου δραχ. β΄. λιβάνου δραχ. β΄. καδμείας δραχ. στ΄. λεπίδος χαλκοῦ δραχμὰς δ΄. χρυσοκόλλης δραχ. β΄. ὄξους, τοῖς ὑπὸ κύνα σκεύαζε. τροχίσκος πρὸς κονδυλώματα καὶ τὰς ἐν δακτύλῳ φλεγμονὰς καὶ πτερύγια. ♃ λιβάνου, ἀκακίας, στίμμεως ἑκάστου ἀνὰ δραχ. β΄. ἰοῦ, σμύρνης, ὀπίου, μήκωνος, κόμμεως, νάρδου Κελτικῆς ἑκάστου ἀνὰ δραχ. β΄. μετὰ οἴνου αὐστηροῦ λεαίνων περίχριε.

    [Ξηρὰ πολυειδὴς διὰ τῶν προγραφέντων δηλουμένη πρὸς τί ἕκαστον ἁρμόττει. τὰ ὑπ’ Ἀνδρομάχου γεγραμμένα κατὰ τὸ τέλος τῶν ἐκτός.] Ξηρὸν σηπτὸν, ἄδηκτον. ♃ σανδαράχης δραχ. β΄. ἀῤῥενικοῦ δραχ. β΄. ἀσβέστου δραχ. δ΄. μάννης δραχ. δ΄. λείοις χρῶ. ἴσχαιμος. ᾗ χρῶμαι. ♃ χαλκίτεως, μίσυος, μάννης ἀνὰ δραχ. δ΄. οἱ δὲ δύο, λείοις χρῶ. ξανθὴ ᾗ χρῶμαι. ♃ χαλκίτεως δραχ. ρ΄. χαλκάνθου δραχ. ν΄. μίσυος ὀπτοῦ 

    838
    δραχ. κε΄. χαλκοῦ κεκαυμένου δραχ. ιβ΄ S". λείοις χρῶ. ἴσχαιμος μεγάλη. ♃ μίσυος Κυπρίου δραχ. ζ΄. χαλκάνθου δραχ. ζ΄. φλοιοῦ πίτυος δραχ. δ΄. μάννης, λιβάνου δραχ. δ΄. λεπίδος χαλκοῦ δραχ. δ΄. χαλκοῦ κεκαυμένου δραχ. ιε΄. χαλκίτεως δραχ. ιε΄. ἀσβέστου δραχ. η΄. οἱ δὲ δραχ. μ΄. γύψου πεφωγμένου. δραχ. δ΄. οἱ δὲ ε΄. λείοις χρῶ. ἴσχαιμος Ἀφροδᾶ. ♃ χαλκίτεως δραχ. στ΄. μάννης λιβάνου δραχ. β΄. ῥητίνης τερμινθίνης φρυκτῆς ἀνὰ δραχ. δ΄. χρῶ λείοις πρὸς αἱμοῤῥοΐδας. ἄλλο, ὡς Ἁρπόκρας. ♃ σανδαράχης δραχ. β΄. ἀρσενικοῦ δραχ. δ΄. ἀσβέστου δραχ. η΄. τροχίσκους ποίει λεαίνων σὺν ὕδατι ἡμέρας μ΄. καὶ οὕτως περίχριε. πρὸς αἱμοῤῥοΐδας ᾗ χρῶμαι. ♃ ἀρσενικοῦ δραχ. η΄. σανδαράχης δραχ. η΄. ἐλατηρίου δραχ. δ΄. θαψίας δραχ. β΄. χρυσοκόλλης δραχ. δ΄. ἀσβέστου δραχ. δ΄. λείοις χρῶ. ξηρὸν ἐκ τῶν Γάλλου, πολύχρηστον πρὸς πτερύγια. ♃ λιθαργύρου δραχ. η΄. ἰοῦ δραχ. ι΄. λείοις χρῶ, ἐπαινεῖται. πρὸς πτερύγια καλή. ♃ χαλκίτεως, ἰσχάδων κεκαυμένων, σιδίων ῥοᾶς, λεπίδος χαλκοῦ, ἴσον ἑκάστου. ἐπὶ τῆς χρήσεως μίσγε μέλι ἑφθὸν, ἐμπλαστρῶδες ποιῶν ἐπίθες. παρ’ ἡμέραν λῦε περιμάσσων καὶ μὴ καταντλῶν, μηδὲ καταπάσσων.
    839
    ἀνθηρὰ ᾗ χρῶμαι. ♃ σανδαράχης δραχ. λβ΄. οἱ δὲ ιστ΄. σχιστῆς, σμύρνης, μάγματος κρόκου ἀνὰ δραχ. ιστ΄. ἴρεως δραχμὰς ιστ΄. κυπέρου δραχ. ξστ΄. ἀνθηρὰ παρὰ Μάγνου. ♃ κασσίας δραχ. κδ΄. σχιστῆς δραχ. δ΄. κηκίδος δραχ. δ΄. σώρεως δραχ. δ΄. μίσυος δραχ. δ΄. σανδαράχης δραχμὰς η΄. σιδίων δραχμὴν α΄. σμύρνης ὀβολοὺς δ΄. κινναμώμου ὀβολοὺς δ΄. κρόκου δραχ. β΄. μυρίκης καρποῦ δραχ. β΄. λείοις χρῶ. ξηρὸν κεφαλικόν. ♃ ἴρεως δραχ. δ΄. λιβάνου δραχ. β΄. πάνακος δραχ. β΄. ἀριστολοχίας δραχ. β΄. λείοις χρῶ καὶ πρὸς νομάς. ἐπουλοῦν ξηρόν. ♃ ὀστρέων κεκαυμένων δραχ. β΄. μάννης δραχμὴν α΄. καδμείας ὀβολοὺς γ΄. λείοις χρῶ καὶ πρὸς νομάς. ἄλλο ἐπουλοῦν ξηρόν. ♃ πίτυος φλοιοῦ δραχ. στ΄. μάννης δραχ. στ΄. ἀριστολοχίας δραχ. στ΄. κισσήρεως δραχ. δ΄. ῥητίνης δραχ. δ΄. ἴρεως Ἰλλυρικῆς δραχ. ιβ΄. λείοις χρῶ. ἄλλο ἐπουλοῦν καὶ πρὸς κακοήθη. ♃ πίτυος φλοιοῦ δραχ. στ΄. κέρατος ἐλαφείου κεκαυμένου δραχ. δ΄. καδμείας δραχ. κβ΄. ψιμυθίου δραχ. δ΄. μάννης δραχ. δ΄. ἰοῦ ξυστοῦ δραχ. β΄. λείοις χρῶ.
    840
    ἄλλο. ♃ κηκίδων δραχ. δ΄. ψιμυθίου δραχ. η΄. σμύρνης δραχ. δ΄. λιθαργύρου δραχ. η΄. σκωρίας μολύβδου δραχ. δ΄. λείοις χρῶ. τὸ τῆς Μαίας καλὸν πρὸς κονδυλώματα καὶ ῥαγάδας. ♃ κηκίδος δραχ. η΄. μολυβδαίνης δραχ. η΄. σμύρνης δραχ. δ΄. ψιμυθίου δραχ. δ΄. λείοις χρῶ. ὀνήτωρ εἰς ἅπαντα. ♃ ἴρεως δὲ ἀντὶ τῆς μολυβδαίνης, λιθαργύρου δύο μέρη ἔμβαλλε, τῶν λοιπῶν δὲ ἀνὰ μέρος ἕν. ξηρὸν σηπτὸν Λεκανίου Ἀρείου. ♃ ἀρσενικοῦ λίτραν α΄. ἀσβέστου δραχ. β΄. ἐν ὕδατι τρῖβε ἐπὶ ἡμέρας λ΄. ἀλλάσσων δὶς τῆς ἡμέρας τὸ ὕδωρ ἐν ἡλίῳ, εἶτα ἀναξηράνας χρῶ. ἐγκάθισμα πρὸς αἱμοῤῥοΐδας τὸ Φανίου. χαλκάνθου, στυπτηρίας σχιστῆς, χαλκίτεως, μίσυος ὠμοῦ, σανδαράχης ἀνὰ δραχμὰς δ΄. λεῖα πάντα ἔχε. ἐπὶ τῆς χρήσεως οὖρον παλαιὸν ταριχηρὸν ἀνδρὸς ἑνὸς, μέτρῳ ξε. β΄. βάλε εἰς ὀστρακίνην λεκάνην, τοῦ δὲ φαρμάκου δραχ. ιβ΄. προσέγχεον τοῦ οὔρου, ὥστε ἀεὶ τοὺς δύο ξέστας τηρεῖσθαι. τούτῳ χρῶ ἐγκαθίζων ἐπὶ ἡμέρας ζ΄. ἐν ταύταις γὰρ ἐνεργεῖ. ὅταν δὲ γλοιῶδες γένηται τῇ ὑποστάθμῃ, περίχριε τὸ δακτύλιον. ξηρὸν σάρκας ἐπουλοῦν, ἄδηκτον, ὡς Ἁρπόκρας.
    841
    ♃ σανδαράχης, χρυσοκόλλης, ἀρσενικοῦ τὸ ἴσον ἑκάστου καὶ πρὸς κακοήθη ποιεῖ. πρὸς νομὰς ὁ Ἀσκληπιὸς λεγόμενος. ♃ χαλκίτεως, ἀρσενικοῦ τὸ ἴσον, ἀσβέστου τὸ διπλοῦν. ἔχει δὲ καὶ σανδαράχης ἴσην πρὸς τὰ ἄλλα. πρὸς τὰ ἐν δακτυλίῳ, στυπτηρίας ὑγρᾶς ἡλίκον κάρυον, σὺν μέλιτος κυάθοις δυσὶν ἑψήσας χρῶ. ξηρὸν πρὸς νομὰς ᾧ χρῶμαι. ♃ λεπίδος, ἀῤῥενικοῦ, χάρτου κεκαυμένου, μολύβδου κεκαυμένου ἀνὰ δραχ. δ΄. θείου ἀπύρου δραχ. ε΄. λεάνας χρῶ. ἄλλως. ♃ λεπίδος, ἀρσενικοῦ, θείου, μολύβδου κεκαυμένου, χαλκοῦ ἀνὰ δραχ. δ΄. σανδαράχης δραχ. δ΄. ἰοῦ δραχμὴν α΄. χάρτου κεκαυμένου δραχ. δ΄. χρῶ σὺν ῥοδίνῳ ἢ μέλιτι. Κρίσπου τὸ εὐῶδες πρὸς νομάς. ♃ λεπίδος δραχ. β΄. ἀῤῥενικοῦ δραχ. β΄. σανδαράχης δραχ. β΄. κηκίδος δραχ. δ΄. σμύρνης δραχμὴν α΄. λιβάνου δραχμὴν α΄. χαλκάνθου δραχ. β΄. χάρτου κεκαυμένου δραχ. δ΄. λείοις χρῶ. πρὸς νομὰς Ἀντιπάτρου. ♃ χρυσοκόλλης οὐγγίας στ΄. ἀῤῥενικοῦ οὐγγίας στ΄. ξηρῷ καὶ σὺν ῥοδίνῳ. ἄλλο, ὡς Ἀλκιμίων. ♃ ἀρσενικοῦ δραχ. β΄. λεπίδος δραχ. γ΄. χρυσοκόλλης δραχμὴν α΄. ξηρῷ
    842
    καὶ σὺν ῥοδίνῳ. ὑδαρὲς, ἐπουλοῖ σὺν κηρωτῇ ῥοδίνῃ. ἄλλο Πουπλίου πρὸς νομάς. ♃ ἀσβέστου δραχ. δ΄. ἀρσενικοῦ, λεπίδος, χαλκίτεως, σανδαράχης ἀνὰ δραχμὴν α΄. λείοις χρῶ. ἔνιοι σανδαράχης δραχμὴν α΄. τὸ διὰ τῶν φυτῶν πρὸς νομὰς καλόν. ♃ σιδίων, χρυσοκόλλης, ἀλόης ἀνὰ δραχ. δ΄. ἀῤῥενικοῦ, σανδαράχης ἀνὰ δραχ. β΄. σχιστῆς δραχ. δ΄. χαλκίτεως δραχμὰς δ΄. σμύρνης ξηρᾶς δραχ. η΄. ἐλαίας ξηρᾶς φύλλων δραχ. η΄. λεπίδος δραχ. η΄. λείοις χρῶ. ἄλλο Ἀλκιμίωνος. ♃ ὀξυμυρσίνης δραχ. η΄. σιδίων δραχ. ιβ΄. ἐλαίας φύλλων δραχ. ιβ΄. μύρτων μελάνων δραχ. ιβ΄. καὶ τῶν λεπύρων δραχ. ιβ΄. ἀκανθίνης σποδοῦ δραχ. η΄. σικυΐνης σποδοῦ δραχ. ιστ΄. ὄρχεως βοτάνης δραχ. η΄. ξηρῷ σὺν μέλιτι. τὸ χρυσοῦν ᾧ χρῶμαι. ♃ σιδίων δραχ. κε΄. στυπτηρίας σχιστῆς δραχ. ι΄. χαλκάνθου δραχ. η΄. μίσυος δραχ. η΄. λεπίδος δραχ. ιστ΄. κηκίδος δραχ. ιε΄. μελαντηρίας τῆς ἀπὸ ἥλων ἐσκευασμένης δραχ. ε΄. χαλκίτεως δραχ. η΄. χαλκοῦ κεκαυμένου δραχ. η΄. λείοις χρῶ, ἐπὶ πολὺ λεάνας σὺν ὄξει. πρόσφατον πρακτικώτερόν ἐστι πρὸς νομὰς, ὡς Φιλῖνος, μεταβλητικὸν, πυοποιόν. ♃ ἀφρονίτρου 
    843
    λίτρας β΄. μέλιτος λίτρας β΄. φυράσας τὸ ἀφρόνιτρον, τῷ μέλιτι καῦσον, εἶτα λεάνας πρόσμισγε. ἴρεως Ἰλλυρικῆς οὐγγίας στ΄. λεάνας χρῶ καὶ σὺν μέλιτι. ξηρὸν σηπτόν. ♃ ἀρσενικοῦ, σανδαράχης ἀνὰ δραχ. β΄. ἀσβέστου δραχ. δ΄. οἱ δὲ γ΄. λείοις χρῶ. ἄλλο. ♃ ἀσβέστου, ἀρσενικοῦ, χαλκάνθου ἀνὰ δραχ. δ΄. λέαινε σὺν ὕδατι θερμῷ ἐπὶ πλεῖστον καὶ ἀναξηράνας καὶ λεάνας χρῶ. ξηρὸν σηπτὸν τὸ Μελίτωνος. ♃ ἀρσενικοῦ, σανδαράχης, ἀσβέστου, κισσήρεως ἀνὰ δραχ. δ΄. τρῖβε ἐν ὕδατι ἐπὶ ἡμέρας λ΄. ἀλλασσομένου τοῦ ὕδατος, πάσῃ ἡμέρᾳ ξηράνας, λείοις χρῶ. ξηρὸν πρὸς αἱμοῤῥοΐδας, ὡς Ἀπολλώνιος Ταρσεὺς γνώριμος, καλόν. ♃ χαλκίτεως κεκαυμένης, λεπίδος, ἀρσενικοῦ κεκαυμένου, χαλκάνθου ἀνὰ δραχ. δ΄. διφρυγοῦς δραχ. β΄. σώρεως κεκαυμένης ὀβολοὺς τέσσαρας, λιθαργύρου κεκαυμένης ὀβολοὺς δ΄. σχιστῆς δραχ. δ΄. χαλκοῦ κεκαυμένου δραχ. δ΄. λείοις χρῶ.

    [Τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα ξηρὰ κατὰ τὸ ε΄. τῶν ἐκτὸς, ἃ Μαρκέλλας ἐπιγράφει.] Ὁ μὲν Ἀνδρόμαχος

    844
    ἀνέμιξε τὰ κατὰ πάθος ἁρμόττοντα ξηρὰ τοῖς κατὰ τὰ πεπονθότα. διωρισμένως δ’ ὑπ’ Ἀσκληπιάδου γέγραπται κατὰ τὸ ε΄. ἰδίαις μὲν προγραφαῖς δηλούμενα τὰ κατὰ πάθος, ἰδίαις δὲ καὶ τὰ μετὰ τόπου πεπονθότος. ἄνευ μὲν γὰρ τόπου γέγραπται πρὸς αὐτοῦ τὰ ἐπουλωτικὰ καὶ τὰ ἐσχαρωτικὰ καὶ τὰ πρὸς νομὰς ἁρμόττοντα καὶ ἄνθρακας καὶ τὰ καλούμενα ἴσχαιμα. μετὰ τόπου δὲ πεπονθότος, ὅσα πρὸς πολύποδα καὶ ὀζαίνας καὶ τὰς ἐκ μυκτήρων αἱμοῤῥαγίας καὶ τὰς ἐν στόματι νομὰς καὶ οὖλα πλαδῶντα καὶ τὰς ἐπὶ τῶν γενείων ὀχθώδεις ἐπαναστάσεις καὶ πρὸς παρωνυχίας καὶ πτερύγια καὶ πρὸς τὰς ἐν δακτυλίῳ ῥαγάδας καὶ πρὸς τὰς αἱμοῤῥοΐδας. ἔνια δὲ καὶ τὴν ὁμωνυμίαν ἔσχηκεν ἀπὸ τοῦ πεπονθότος. ἁρμόττει δὲ καὶ τοῖς ἄλλοις μέρεσιν, ὁποῖα καὶ τὰ κεφαλικὰ καλούμενα πρὸς τῶν ἰατρῶν ἐστιν, ἁρμόττοντα μὲν ἐξαιρέτως ἐν τοῖς ὀστοῖς, δυνάμενα δὲ καὶ τὰς ἐν ὅλῳ τῷ σώματι γιγνομένας ἑλκώσεις σαρκοῦν. ἐπὶ γὰρ τῆς κεφαλῆς οὐχ ὡς κεφαλῆς ἁρμόττειν μάλιστα πέφυκεν. ἀμέλει καὶ χωρὶς τοῦ γεγυμνῶσθαι τὸ ὀστοῦν, οὐδὲν αὐτῶν χρῄζομεν, ἀλλ’ ἐπὶ τῶν γεγυμνωμένων,
    845
    ἐπειδὴ τὴν τῶν λιπαινόντων φαρμάκων χρῆσιν εὐλαβούμεθα, τοῖς ξηροῖς μόνοις χρώμεθα, φεύγοντες τὰ καλούμενα πρὸς τῶν ἰατρῶν ἔμμοτα, διὰ μοτῶν ἐγχριομένων προσφερόμενα. καθάπερ δὲ ἐπὶ τῆς κεφαλῆς γεγυμνωμένων τῶν ὀστῶν ἡ χρῆσις αὐτῶν ἐπιτήδειός ἐστι μάλιστα, κατὰ τοῦτο κᾀπὶ τῶν ἄλλων ἁπάντων ὀστῶν τῶν γεγυμνωμένων εἴτε βραχίων εἴτε πῆχυς εἴτε κερκὶς εἴτε μηρὸς εἴτε κνήμη τύχοι. διὸ κᾀγὼ τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα ξηρὰ μέλλων ἐφεξῆς γράφειν, εὑρὼν αὐτὸν ἁπάντων πρῶτα γεγραφότα τὰ κεφαλικὰ καὶ αὐτὸς γράψω πρῶτα διὰ τὸ μὴ μόνον ἐπὶ τῶν ἐν τῇ κεφαλῇ γεγυμνωμένων ὀστῶν, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων ὁμοίως πεπονθότων, ὑπάρχειν αὐτὰ χρήσιμα. δεύτερα δ’ ἐπ’ αὐτοῖς γράψω τὰ ἐπουλωτικὰ, τὰ μεταξὺ πάνθ’ ὑπερβὰς, ὅσα τόπου πεπονθότος ἐφάπτεται. μετὰ δὲ τὰ ἐπουλωτικὰ τὰ ἐφεξῆς ἅπαντα κατὰ τὴν προειρημένην ἄρτι μοι τάξιν. ἔνια μέντοι τῶν ξηρῶν τούτων φαρμάκων διττὴν ἔχει χρῆσιν, ὡς καὶ ξηροῖς αὐτοῖς δύνασθαι χρῆσθαι καὶ μιγνυμένοις ἑτέροις τισὶν, ὡς καὶ αὐτὸς Ἀσκληπιάδης ἐπισημαίνεται.

    846

    [Ξηρὰ κεφαλικά.] Ξηρὸν κεφαλικὸν ᾧ ἐχρήσατο Λεύκιος ὁ καθηγητής. ἀφίστησι λεπίδας, ἀνάγει ὀστᾶ ἐφθορότα καὶ τὰ κοῖλα σαρκοῖ. τὸ φάρμακόν ἐστιν ἀλιπές. ♃ ἴρεως Ἰλλυρικῆς δραχ. δ΄. πάνακος δραχ. δ΄. ἀριστολοχίας δραχ. β΄. μάννης δραχ. β΄. ἄλλοι χωρὶς ἀριστολοχίας. ἅπαντα κόπτε καὶ σῆθε, χρῶ κατ’ ἰδίαν καὶ μετὰ μέλιτος. τὸ διὰ τοῦ σιλφίου. τὰ τετυλωμένα ὑπεκτήκει καὶ τὰ ῥυπαρὰ ἀνακαθαίρει καὶ τὰ κοῖλα πληροῖ τῶν ἑλκῶν, τοὺς ὑπολειπομένους χιτωνίσκους ὑπεκτήκει. ♃ ῥητίνης πιτυΐνης ξηρᾶς δραχ. ιβ΄. κισσήρεως ἢ σώρεως ὀπτῆς κατεσβεσμένης οἴνῳ δραχ. η΄. ἴρεως Ἰλλυρικῆς δραχ. η΄. ἀριστολοχίας δραχ. η΄. σιλφίου δραχ. ν΄. χαλκοῦ λεπίδος δραχ. β΄. λιβάνου δραχ. δ΄. ξηρῷ καὶ μετὰ μέλιτος. ἐν ἄλλαις γραφαῖς σίλφιον οὐκ ἔχει. τὸ διὰ τῶν ὀρόβων Ξενοκράτους. ♃ ὀρόβων κιῤῥῶν ἀλεύρου δραχ. η΄. Ἰλλυρικῆς δραχ. ι΄. μάννης δραχ. ε΄. ἀριστολοχίας δραχ. ε΄. λεπίδος δραχ. ε΄. λείοις χρῶ καὶ μετὰ μέλιτος. ἐν ἄλλαις γραφαῖς βρυωνίας ῥίζης δραχ. η΄. μάννης δραχ. ιβ΄. λεπίδος δραχ. ιβ΄. ἴρεως δραχ. ιβ΄. ὀρόβου δραχ. ι΄. ἀριστολοχίας μακρᾶς

    847
    δραχ. ιε΄. τὸ διὰ τῆς Σεραπιάδος ἐπιγραφόμενον, ἀφίστησι λεπίδας καὶ σαρκοποιεῖ, τῶν ἄγαν ἐστὶν ἀναξηραντικῶν. Σεραπιάδος τῆς ὄρχεως δραχ. η΄. ἴρεως Ἰλλυρικῆς δραχ. η΄. πρασίου ξηροῦ δραχ. η΄. ὀρόβου ἀλεύρου δραχ. ι΄. ἀριστολοχίας δραχ. ν΄. ξηρῷ καὶ μετὰ μέλιτος. Τρύφωνος κεφαλικόν. ἀφίστησι λεπίδας. ♃ πίτυος φλοιοῦ δραχ. στ΄. λεπίδος χαλκοῦ δραχ. στ΄. κισσήρεως κεκαυμένης δραχ. στ΄. μάννης λιβάνου, ἀριστολοχίας, ἴρεως Ἰλλυρικῆς, ῥητίνης πιτυΐνης ἀνὰ δραχ. δ΄. σμύρνης, ἀλόης ἀνὰ δραχ. β΄. ξηρῷ καὶ μετὰ μέλιτος. ἐν δὲ ταῖς Ἀθηναίου γραφαῖς χωρὶς πίτυος φλοιοῦ ἔστι τὸ φάρμακον. ἔχει δὲ καὶ κηκίδος τὸ ἴσον ἐν τῷ μαννίνῳ.

    [Ξηρὰ ἐπουλωτική.] Περὶ πάντων ἑλκῶν προσφάτων, παλαιῶν, εὐθεραπεύτων, δυσθεραπεύτων ἔν τε τοῖς τῆς θεραπευτικῆς μεθόδου βιβλίοις εἴρηται κατὰ τὸ γ΄ καὶ δ΄ καὶ ε΄. ὑπόμνημα καὶ κατὰ ταύτην τὴν πραγματείαν ἐν τοῖς ἔμπροσθεν, ἐπιδεικνύντος μου τῶν μὲν ἄνευ περιστάσεως ἁπάσης ἑλκῶν κοίλων τὰ σαρκωτικὰ φάρμακα δυνάμεως εἶναι 

    848
    ῥυπτικῆς ἀδήκτου. τὰ δ’ ἐπουλωτικὰ ξηραντικώτερα μετὰ τοῦ στύφειν ἀδήκτως, τὰ καθαιρετικὰ τῶν ὑπερσαρκούντων θερμὰ καὶ δριμέα. καὶ μέντοι καὶ τίνα κάλλιστα νομίζω τῶν ἐπουλωτικῶν εἶναι, προείρηταί μοι διὰ τῆς θεραπευτικῆς μεθόδου, καθ’ ἣν ἁπάντων παθῶν τῆς ἰάσεως αἱ μέθοδοι δελήλωνται καὶ τῶν εἰς ἕλκη διαφερουσῶν ἔμπροσθεν ἐν τῇδε τῇ νῦν προκειμένῃ. ὁ δ’ Ἀσκληπιάδης ἔγραψε φάρμακα, καθάπερ καὶ ὁ Ἀνδρόμαχος ἐπουλωτικὰ, μὴ προσδιορισάμενος πότερον ἀπεριστάτων ἑλκῶν ἢ τῶν ἰδίως δυσεπουλώτων λεγομένων, ἃ διαφέρειν ἀλλήλων ἐδείχθη πλείοσι διαφοραῖς, ἴδιον ἑκάστης ἐχούσης σκοπὸν τῆς θεραπείας. ἔν τισι μέντοι προσγεγράφασιν ὅτι καὶ πρὸς κακοήθη, ἢ πάλιν, ὅτι πρὸς κονδυλώματα καὶ ῥαγάδας. ὁ δ’ Ἀσκληπιάδης καίτοι μᾶλλον τοῦ Ἀνδρομάχου τοὺς ὁρισμοὺς εἰωθὼς προστιθέναι, παρέλιπεν ἐπὶ τῶν ἐπουλωτικῶν. ἀλλ’ ἐξ ὧν ἐγὼ διῆλθον, ἔν τε τῇ θεραπευτικῇ πραγματείᾳ καὶ τῇ νῦν ἐνεστώσῃ δῆλον ἔσται τοῖς προσέχουσι τὸν νοῦν, ὅπως ἑκάστῳ τῶν γεγραμμένων χρηστέον. ξηρὰ ἐπουλωτική.

    849

    [Ἀσκληπιάδου σποδοειδὴς ἐκ τῶν Μάγνου.] ♃ Ἀσβέστου δραχ. στ΄. μάννης λιβάνου δραχ. δ΄. λεπίδος δραχ. δ΄. ἄλλως. ἀσβέστου δραχ. ιβ΄. λεπίδος δραχ. δ΄. μάννης δραχ. δ΄. ὡς δὲ Ἀρχίβιος. ♃ λεπίδος δραχ. η΄. καὶ μάννης δραχ. η΄. ἢ δραχ. δ΄. ἐν ἄλλαις γραφαῖς δραχ. η΄. ἀσβέστου. ὡς δὲ Ἡλιόδωρος, ἀσβέστου δραχ. η΄. μάννης λιβάνου δραχ. η΄. λεπίδος δραχ. δ΄. κιῤῥὸν ἐπουλωτικόν. ♃ μίσυος ὀπτοῦ δραχ. η΄. λεπίδος χαλκοῦ δραχ. ι΄. μάννης δραχ. στ΄. λείοις χρῶ.

    [Μάγνου ἐπουλωτικόν.] ♃ Διφρυγοῦς δραχ. δ΄. λεπίδος δραχ. δ΄. Ἰλλυρίδος δραχ. β΄. μάννης δραχμὰς β΄. λείοις χρῶ. τὸ διὰ τῆς κισσήρεως. ♃ κισσήρεως ὀπτῆς οἴνῳ κατεσβεσμένης δραχμὰς η΄. λεπίδος δραχ. δ΄. μάννης δραχ. δ΄. ἴρεως δραχμὰς δ΄. ῥητίνης πιτυΐνης ξηρᾶς δραχ. δ΄. λείοις χρῶ. ἄλλη Πτολεμαίου γνωρίμου, ποιεῖ καὶ πρὸς τὰ δυσαλθῆ. ♃ πίτυος φλοιοῦ δραχ. στ΄. καδμείας ὀπτῆς δραχμὰς η΄. λεπίδος δραχμὰς δ΄. κέρατος ἐλαφείου κεκαυμένου δραχ. δ΄. μάννης δραχμὰς δ΄. λείοις χρῶ. ἐν ἄλλαις γραφαῖς ἔχει, μολύβδου κεκαυμένου καὶ πεπλυμένου

    850
    δραχμὰς δ΄. μολυβδαίνης δραχ. η΄. ξηρὰ ἐσχαρωτική. λέλεκται. καὶ περὶ τούτων ὅτι δριμείας εἰσὶ καὶ καυστικῆς δυνάμεως, ὥστε καὶ ἡ χρῆσις αὐτῶν ἐπί τε τῶν δι’ ὑπερβάλλουσαν ὑγρότητα καὶ δυσκρασίαν τοῦ πεπονθότος μορίου γίνεται καὶ διὰ τὰς ἐγγιγνομένας ἐνίοις μέρεσι σηπεδόνας. ἐσχαρωτικὰ Ἀσκληπιάδου. μήλινον Λευκίου καθηγητοῦ, ἐσχαρωτικὸν καὶ τύλων ἐκκοπτικὸν, καταπασσόμενον καὶ προσθλιβόμενον ἐν πυρῆνι μύλης. ἔστι δὲ κατασταλτικὸν καὶ τῶν δυσαλθῶν ἐπουλωτικὸν, εἴ τις ἐπὶ λεπτῶν χρήσαιτο τῷ φαρμάκῳ, τῷ δὴ λεγομένῳ χνοῒ χρώμενος. ♃ χαλκίτεως ὠμῆς δραχ. η΄. καδμείας δραχ. δ΄. νῆστις σιέλῳ ἀναλάμβανε ἐπὶ τοσοῦτον, ὥστε αὐτὸ μόνον νοτίσαι τὸ φάρμακον, εἶτα συνάγαγε καὶ πωμάσας ἔα μήλινον γενέσθαι, καὶ ξηράνας ἐν σκιᾷ κούφως περιφέρων τὸν τριβέα ἀναλάμβανε καθὼς προείρηται. παρ’ ἄλλοις καλεῖται τὸ φάρμακον φαιόν. ἀναλαμβάνεται δὲ ὄξει δριμυτάτῳ καὶ ξηραίνεται καὶ λεαίνεται. ἐν ἄλλαις γραφαῖς, ὥσπερ Εὔνομος ὁ Ἀσκληπιάδης ἐχρήσατο,
    851
    ἔχει δὲ οὕτως. ♃ χαλκίτεως δραχ. ιβ΄. καδμείας δραχ. στ΄. σανδαράχης δραχ. στ΄. ὄξει ἀναλαμβάνεται. ἄλλο. ♃ χαλκίτιδος ὀπτῆς, χαλκάνθης ὀπτῆς, καδμείας ὀπτῆς, ἑκάστου τὸ ἴσον καὶ νῆστις ἀναλάμβανε σιέλῳ. εὔτονον ἐπιγραφόμενον. ♃ χαλκίτεως ὀπτῆς δραχ. η΄. χαλκάνθου δραχ. η΄. σανδαράχης δραχ. η΄. καδμείας δραχ. η΄. ξηρῷ κατάπασσε. τὸ διὰ τῶν δ΄. ♃ χαλκίτεως ὀπτῆς δραχ. δ΄. μίσυος ὀπτῆς δραχ. δ΄. διφρυγοῦς δραχ. δ΄. χαλκάνθης ὀπτῆς δραχ. δ΄. χρῶ. ἐσχαρωτικὸν σφόδρα γενναῖον. ♃ στυπτηρίας σχιστῆς δραχ. ιστ΄. χαλκάνθου δραχ. ιστ΄. κηκίδων δραχ. ιστ΄. μίσυος Κυπρίου δραχ. ιστ΄. σώρεως δραχ. δ΄. λείοις χρῶ.

    [Ἐπιτετευγμένον, ὡς Εὔνομος.] ♃ Μίσυος ξενικοῦ δραχ. ιστ΄. σώρεως δραχ. ιβ΄. χαλκοῦ κεκαυμένου δραχ. β΄. λίθου σχιστοῦ κεκαυμένου δραχ. η΄. χαλκάνθου δραχ. δ΄. σανδαράχης δραχ. δ΄. στυπτηρίας σχιστῆς δραχ. δ΄. λείοις χρῶ καταπάσσων καὶ προσθλίβων τῷ πυρῆνι. πρὸς νομάς. τὰ σηπεδονώδη τῶν ἑλκῶν, ὅταν ἐπινέμηται τοὺς πέριξ τόπους, ὀνομάζουσιν ἰδίως νομὰς, καὶ δῆλον ὅτι τῶν σφοδροτάτων φαρμάκων αἱ τοιαῦται

    852
    δέονται διαθέσεις, ἀμέλει καὶ καυστηρίοις ἐπ’ αὐτῶν χρώμεθα πολλάκις. πρὸς νομὰς Ἀσκληπιάδου. Λευκίου καθηγητοῦ πρὸς νομάς. ♃ θείου ἀπύρου δραχ. β΄. ἀρσενικοῦ δραχ. β΄. λεπίδος δραχ. β΄. χαλκοῦ κεκαυμένου, ὥστε χρῶσαι, ξηρῷ καὶ μετὰ μέλιτος.

    [Πουπλίου τοῦ καθηγητοῦ.] ♃ Ἀρσενικοῦ δραχ. δ΄. λεπίδος δραχ. β΄. ἐλατηρίου δραχ. α΄. χάρτου ὥστε χρῶσαι. ὡς δὲ Εὔνομος ἐχρήσατο. ♃ ἀρσενικοῦ δραχ. δ΄. λεπίδος δραχ. δ΄. θείου ἀπύρου δραχ. β΄. ἐλατηρίου δραχ. β΄. χάρτου κεκαυμένου ὥστε χρῶσαι. ἐν ἄλλαις γραφαῖς, σανδαράχης δραχ. δ΄. λεπίδος δραχ. στ΄. ἀῤῥενικῆς δραχ. δ΄. ἐλατηρίου δραχ. β΄. χάρτου κεκαυμένου δραχ. δ΄. ἐκ τῶν Ἀρείου πρὸς νομὰς, ἥτις καὶ τὰ ῥυπαρὰ ἀνακαθαίρει χωρὶς δήξεως ἀνιεμένη ῥοδίνῳ. ποιεῖ καὶ πρὸς τὰς ἐν μήτρᾳ ἀναβρώσεις. ἔδωκε Θεότροπος. ♃ ἀρσενικοῦ δραχ. δ΄. χάρτου κεκαυμένου δραχ. δ΄. μολύβδου κεκαυμένου καὶ πεπλυμένου δραχ. δ΄. λεπίδος χαλκοῦ δραχ. δ΄. ἕκαστον τρῖβε κατ’ ἰδίαν, εἶθ’ ὁμοῦ μίξας χρῶ πρὸς τὰς προειρημένας διαθέσεις. ὡς 

    853
    δὲ Πτολεμαῖος ἐχρήσατο. ♃ μολύβδου κεκαυμένου, ἀρσενικοῦ, λεπίδος, χάρτου κεκαυμένου ἀνὰ δραχ. δ΄. θείου ἀπύρου δραχ. β΄. λείοις χρῶ. ὡς δὲ Ἀπελλῆς. φάρμακον ἐπιτετευγμένον διὰ χάρτου ἐπιγραφόμενον πρὸς νομάς. οὐ μόνον δὲ ἵστησιν, ἀλλὰ καὶ κωλύει ἀρχομένην. ποιεῖ δὲ καὶ δυσεντερικοῖς ἐγχυματιζόμενον διὰ ῥοδίνου. ἐπειδὰν δὲ, φησὶν, ἐγχυματιζόμενον δυσεντερικοῖς ἀναδάκνηται, ὕποπτον εἶναι τὴν νομήν. τὰ δὲ τῆς συνθέσεως ἔχει οὕτως. ♃ χάρτου κεκαυμένου, μολύβδου κεκαυμένου καὶ χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου, ἀρσενικοῦ, λεπίδος στομώματος ἑκάστου ἴσον, θείου ἀπύρου τὸ ἥμισυ, λείοις χρῶ ἢ μετὰ μέλιτος ἢ ῥοδίνου Μοσχίωνος πρὸς νομάς. ♃ ἐλατηρίου δραχμὰς β΄. χάρτου κεκαυμένου δραχμὰς β΄. λεπίδος χαλκοῦ δραχμὰς δύο, ἀρσενικοῦ δραχμὰς δ΄. ἰοῦ σκώληκος δραχμὴν α΄. ἁλὸς ἀμμωνιακοῦ δραχμὴν μίαν, λείοις χρῶ μετὰ ῥοδίνου.

    [Εὐῶδες Λευκίου καθηγητοῦ.] ♃ Λεπίδος δραχ. δ΄. κηκίδος δραχμὰς δ΄. σανδαράχης δραχ. β΄. ἀρσενικοῦ δραχμὰς β΄. σμύρνης δραχμὴν α΄. χαλκάνθου δραχμὴν α΄. λιβάνου

    854
    δραχ. β΄. ἐλατηρίου δραχ. α΄. χάρτου κεκαυμένου ὥστε χρῶσαι. ὡς δὲ ἡμεῖς. ♃ λεπίδος δραχ. η΄. κηκίδος δραχ. η΄. σμύρνης δραχ. η΄. σανδαράχης δραχ. δ΄. ἀρσενικοῦ δραχ. δ΄. ἐλατηρίου δραχ. δ΄. λιβάνου δραχ. γ΄. χαλκάνθου δραχ. γ΄. χάρτου ὥστε χρῶσαι. ὡς δὲ Πρασίων. ♃ ἀρσενικοῦ δραχ. β΄. λεπίδος δραχ. β΄. χαλκάνθου δραχμὴν α΄. σανδαράχης δραχ. β΄. σμύρνης δραχμὴν α΄. λιβάνου δραχ. α΄. κηκίδων δραχμὴν α΄. χάρτου δραχ. δ΄. λείοις καὶ μετὰ ῥοδίνου. Ἡρακλείδης δὲ ταύτην εἶχε τὴν γραφήν. ♃ κηκίδων δραχ. στ΄. ἀρσενικοῦ δραχ. δ΄. σανδαράχης δραχ. δ΄. λεπίδος δραχ. δ΄. λιβάνου δραχ. γ΄. χαλκάνθου δραχ. γ΄. σμύρνης μιναίας δραχ. β΄. χάρτου δραχ. η΄. ὡς δὲ Κλεόβουλος. ♃ λεπίδος δραχ. β΄. σανδαράχης δραχ. β΄. ἀρσενικοῦ δραχ. β΄. σμύρνης δραχμὴν α΄. λιβάνου δραχμὴν α΄. χαλκάνθου δραχμὴν α΄. κηκίδος δραχ. α΄. χάρτου ὥστε χρῶσαι.

    [Πρὸς ἄνθρακας.] Ὁ ἄνθραξ ἕλκος ἐστὶν, ἐσχάραν ταχὺ ποιοῦν, μετὰ φλεγμονῆς ἰσχυρᾶς τοῦ πέριξ μορίου παντὸς, ὥστε καὶ πυρετοὺς ἐπιφέρεσθαι σφοδροὺς

    855
    καὶ κινδύνους ἐσχάτους, ὥστε χρὴ κατ’ αὐτῆς μὲν τῆς ἐσχάρας ἰσχυρὸν τιθέναι φάρμακον, καὶ τούτων γε ὁποῖα πρὸς νομὰς ἁρμόζειν εἴρηται, τὰ δὲ πέριξ καταπλάσσειν καταπλάσμασιν ὁμαλὴν ἔχουσι δύναμιν, ὡς ἀποκρούεσθαί τε καὶ μετρίως ἐμψύχειν καὶ διαφορεῖν. ἀλλὰ περὶ μὲν τῶν καταπλασμάτων ἐν τῇ περὶ τούτων πραγματείᾳ λέλεκται· νυνὶ δὲ τῶν ὑπ’ Ἀσκληπιάδου γεγραμμένων μνημονεύσομεν. πρὸς ἄνθρακας τὰ ὑπ’ Ἀσκληπιάδου. ἡ τοῦ Μασσαλιώτου. ταύτην ἐξέθηκε τῇ πόλει πρὸς τὴν δύναμιν, διὰ τὸ τοὺς ἄνθρακας ἐπιπολάζειν καὶ πολλοὺς ἀφαιρεῖσθαι. ♃ χρυσοκόλλης δραχ. δ΄. νίτρου ὀπτῆς δραχ. δ΄. λίθου Ἀσίου δραχ. δ΄. ἀρσενικοῦ δραχ. δ΄. σανδαράχης δραχ. δ΄. μίσυος ὀπτοῦ δραχ. δ΄. χαλκίτεως δραχ. δ΄. στυπτηρίας σχιστῆς δραχ. δ΄. διφρυγοῦς δραχ. δ΄. τρίψαντες καθ’ ἓν καὶ ὁμοῦ ἀποτιθέμεθα εἰς ἀγγεῖον χαλκοῦν Κύπριον. ἐπὶ δὲ τῆς χρήσεως ἐπιτίθεμεν προσθλίβοντες τῷ πλάτει τῆς μήλης, ἕως μελανθῇ ὁ ἄνθραξ, εἶτ’ ἐπιτίθεμεν ἐπάνω τὴν ὑπογεγραμμένην χλωράν. ἔστι δὲ αὕτη. ♃ λιβάνου δραχ. α΄. ἰοῦ ξυστοῦ δραχμὴν α΄. λεπίδος χαλκοῦ δραχμὴν
    856
    μίαν, στυπτηρίας σχιστῆς ὀβολοὺς τέσσαρας, ἁλὸς ἀμμωνιακοῦ ὀβολοὺς τέσσαρας, κηροῦ δραχμὰς ζ΄. ὀβολοὺς τρεῖς, ῥητίνης πιτυΐνης ξηρᾶς δραχμὰς ιε΄. ἐλαίου παλαιοῦ κοτύλην α΄. τὰ ξηρὰ τρῖβε ἐν ἡλίῳ μετὰ ὄξους. τὰ δὲ τηκτὰ τῆκε καὶ κατέρα καὶ ἀνακόψας ἀνελόμενος χρῶ. παρὰ Δημοσθένει τῷ Μασσαλιώτῃ τῷ τε φάρμακον συντιθέντι ἐλαίου ἔχει κοτύλας δύο.

    [Ἀπίωνος πρὸς ἄνθρακας.] ♃ Νίτρου ἐρυθροῦ, ἀρσενικοῦ, σανδαράχης, χαλκίτεως, χαλκάνθου, διφρυγοῦς, ἑκάστου τὸ ἴσον, ὄξει λειοτριβῶν καὶ ξηράνας καὶ πάλιν τρίψας χρῶ. Ἀπολλωνίου ὀργανικοῦ. ♃ χρυσοκόλλης δραχμὴν μίαν, στυπτηρίας σχιστῆς δραχμὴν α΄. καὶ στρογγύλης δραχμὴν μίαν, σανδαράχης δραχμὴν μίαν, ὤχρας δραχμὴν α΄. μίσυος ὠμοῦ δραχμὴν α΄. χαλκάνθου δραχμὴν α΄. λείοις χρῶ. ἡ ἀνθίζουσα Μάγνου πρὸς σηπεδόνας, νομὰς, ἄνθρακας, πτερύγια, ὦτα πυοῤῥοοῦντα, ποιεῖ καὶ πρὸς τὰς ἐν τῷ στόματι νομάς. ♃ στυπτηρίας σχιστῆς δραχ. η΄. χαλκίτεως δραχ. στ΄. σανδαράχης δραχ. γ΄. σιδίων ῥοᾶς ξηρῶν δραχ. β΄. χαλκάνθου δραχ. α΄.

    857
    μίσυος δραχ. β΄. νίτρου δραχ. β΄. ὀμφακίνου ξηροῦ δραχ. β΄. χρῶ ξηρῷ καὶ μετὰ μέλιτος. ἄλλο Διοδώρου. ♃ κηκίδος ὀμφακίνης δραχ. δ΄. μίσυος δραχ. β΄. χαλκίτεως δραχ. β΄. ἀρσενικοῦ δραχ. β΄. σανδαράχης δραχ. β΄. στυπτηρίας σχιστῆς, χαλκάνθου, λίθου Ἀσίου, διφρυγοῦς, νίτρου ἐρυθροῦ ἀνὰ δραχ. α΄. λείοις κατάπασσε παραπτόμενος πυρῆνι μήλῃ. ἴσχαιμος Ἀσκληπιάδου. Λευκίου καθηγητοῦ φάρμακον ἐπιτετευγμένον. ♃ χαλκίτεως δραχ. ιστ΄. μάννης δραχ. ιβ΄. τερμινθίνης ὄξει πεφυρμένης, ξηροῖς κατάπασσε τοὺς αἱμοῤῥαγοῦντας τόπους. ἐν ἄλλαις δύο εὑρήκαμεν γραφαῖς μᾶλλον. ♃ χαλκίτεως δραχ. η΄. μάννης δραχ. ιστ΄. τερμινθίνης πεφρυγμένης δραχ. ιστ΄. ὡς δὲ Διοσκορίδης ὁ Ταρσεὺς ἔδωκεν Ἀρείῳ τῷ Ἀσκληπιαδείῳ θαυμαστῶς κατέχον τὰς αἱμοῤῥαγίας. ♃ χαλκίτεως δραχ. η΄. μάννης δραχ. ιστ΄. ῥητίνης ξηρᾶς δραχ. η΄. γύψου δραχ. η΄. τὰ μὲν ἄλλα κόπτεται καὶ σήθεται καὶ μίγνυται καὶ ἀποτίθεται εἰς χαλκῆν πυξίδα. ἐπὶ δὲ τῆς χρήσεως ἴσον τοῦ φαρμάκου τῇ γύψῳ μίγνυται. ἐκ τῶν Ἡρακλείδου πρὸς αἱμοῤῥοΐδας. τούτῳ ἐχρήσατο πρὸς
    858
    τὰς τῶν μυκτήρων αἱμοῤῥαγίας, ἔριον καταβάπτων καὶ συστρέφων ὥσπερ ἐλλύχνιον. ♃ σιδίων ὀξείας ῥοιᾶς οὐγγίας γ΄. στυπτηρίας Αἰγυπτίας οὐγγίας δ΄. χαλκίτεως γο α΄. λείοις χρῶ. ἐπὶ δὲ τῶν μυκτήρων ἔριον πληρώσας τοῦ φαρμάκου ἐντίθει. ὁ λεγόμενος Ἡρακλῆς πρὸς αἱμοῤῥαγίας. τούτῳ ἀντὶ καυτηρίου ἐχρήσατο, ἔστι δὲ ἐσχαρωτικόν. ποιεῖ καὶ πρὸς πτερύγια, καταστέλλει πᾶσαν ἐξοχὴν, ὀστᾶ ἀνάγει, ἀφίστησι λεπίδας. ♃ σώρεως δραχ. δ΄. χαλκάνθου δραχ. δ΄. χαλκίτεως κεκαυμένης δραχ. δ΄. ῥοὸς βυρσοδεψικοῦ δραχ. δ΄. λείοις χρῶ. ἴσχαιμον ἐπιτετευγμένον. ♃ μίσυος ξενικοῦ δραχ. στ΄. χαλκάνθου δραχ. στ΄. πίτυος φλοιοῦ δραχ. δ΄. χαλκίτεως δραχ. δ΄. μάννης δραχ. δ΄. ἄλλοι κ΄. γυψοῦ δραχ. δ΄. λείοις χρῶ. ἄλλο. ♃ λιβάνου γο α΄. μίσυος ξενικοῦ δραχ. δ΄. κηκίδων ὀμφακίνων δραχ. δ΄. χαλκίτεως δραχ. δ΄. φελλῶν κεκαυμένων δραχ. η΄. ῥοῦς βυρσοδεψικῆς δραχ. δ΄. λείοις χρῶ.