De compositione medicamentorum per genera

Galen

Galen, De compositione medicamentorum per genera

[Περὶ τῶν κολλητικῶν ἐμπλάστρων. Ἔνιοι ταύτας ἐναίμους τε καὶ τραυματικὰς ὀνομάζουσιν. ἔργον δ’ αὐτῶν ἐστι, συμφῦσαί τε καὶ κολλῆσαι τὰς διῃρημένας σάρκας, ὡς εἰς τὴν ἀρχαίαν ἕνωσιν ἀχθῆναι τὸ μόριον. οὐ μόνον δὲ τὰ ἔναιμα κολλᾶται παραχρῆμα τῆς διαιρέσεως ἔτι

552
ῥέον τὸ αἷμα σπογγιζόντων ἡμῶν, εἶτα ῥαφαῖς ἢ ἀγκτῆρσιν συναγόντων, ἀλλὰ καὶ κόλπους παλαιοὺς ἀφλεγμάντους τε καὶ καθαροὺς πρῶτον ἐργασάμενοι διὰ φαρμάκων ἐπιθέσεως, ἑνοῦμέν τε καὶ συμφύομεν. εἴρηται δὲ ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν ὅτι ἀφαιρετικὸν μὲν ῥύπου φάρμακον πρώτως τε καὶ καθ’ ἑαυτὸ λέγεται, σαρκωτικὸν δὲ καὶ κολλητικὸν δευτέρως. οὐ γὰρ ὡς αὐτὸ σαρκοῦν ἢ συμφῦον, οὐδ’ ὡς οὐκ ὄντων τούτων φύσεως μόνης ἔργων, ἀλλ’ ὅτι τοιούτων ἐπιτιθεμένων φαρμάκων σαρκοῦταί τε καὶ συμφύεται τὰ ἕλκη, τὴν προσηγορίαν ταύτην ἔλαβε. ἔργον δ’. αὐτῶν ἴδιόν ἐστιν, ἀπέριττον ἐργάσασθαι τὸ πεπονθὸς μόριον, ὡς μὴ κωλύοιεν οἱ ἰχῶρες αὐτοῦ τὴν σάρκωσιν ἢ τὴν κόλλησιν. ἐδείχθη δὲ ὅτι ξηραντικώτερα τῶν σαρκωτικῶν ἐστὶ τὰ συμφυτικὰ, καὶ ὡς τὰ μὲν σαρκωτικὰ ῥυπτικῆς δυνάμεώς ἐστιν ἀδηκτοτάτης, τὰ κολλητικὰ δὲ οὐ πάντως ῥυπτικῆς, ἀλλὰ χρὴ μόνον αὐτοῖς ξηραντικοῖς ὑπάρχειν. ἐπεὶ δὲ καὶ τὰ τὴν οὐλὴν ἐργαζόμενα φάρμακα πολὺ 
553
τούτων ἐστὶ ξηραντικώτερα μετὰ τοῦ στύφειν ἱκανῶς, διωρίσθω καὶ τούτων τὰ κολλητικά τε καὶ συμφυτικὰ, τῷ μετριώτερον ξηραίνειν. ὅρος δὲ τῶν μὲν κολλητικῶν μηδεμίαν ἐᾶσαι μεταξὺ τῶν κολληθησομένων ὑγρότητα γενέσθαι· τῶν δ’ ἐπουλωτικῶν οὐ τοῦτο μόνον. ἀλλὰ καὶ τὴν οὖσαν ἐν τοῖς ἐπουλωθησομένοις ἐκδαπανᾷν καὶ προσέτι τυλοῦν καὶ σκληρύνειν τῆ στύψει. τὰ σαρκωτικὰ δὲ τὸ μὲν εἰς ἀνάθρεψιν ἐπιτήδειον αἷμα φυλάττει, κατά τε ποσότητα καὶ ποιότητα, τοσοῦτόν τε καὶ τοιοῦτον, ὁπόσου καὶ ποίου δεῖται πρὸς τὴν τῆς σαρκὸς γένεσιν ἡ φύσις. καθαρὸν δὲ φυλάττει τὸ ἕλκος, εἰ μὲν παρέλαβεν αὐτὸ τοιοῦτον ἀδηκτότατον, εἰ δὲ ῥύπον ἔχον, ἀναγκαῖον μὲν αὐτὸ ῥυπτικὸν εἰς τοσοῦτον εἶναι κατὰ τὴν ἑαυτοῦ δύναμιν, εἰς ὅσον ἥκει πάχους ὁ ῥύπος. ἀναγκαῖον δὲ καὶ δάκνειν καὶ διαβιβρώσκειν τὴν νεοπαγῆ σάρκα. δῆλον οὖν ὅτι τοιοῦτον ὄν οὐ σαρκώσει τὸ ἕλκος οὐδὲ πληρώσει τὴν κοιλότητα τῆς σαρκὸς, ἀλλὰ συντήξει τε καὶ μειώσει καὶ διὰ τοῦτο τὰ ῥύπου πολλοῦ
554
καθαρτικὰ φάρμακα, περὶ ὧν ἔμπροσθεν εἶπον, οὐκ ἀεὶ δύναται σαρκοῦν, ἀλλ’ ὅταν ἤτοι δι’ ἐλαίου πλείονος ἢ ῥοδίνου τακέντα, καθάπερ τό τε ἐλαιῶδες καὶ τὸ διὰ χάρτου, κολασθῇ τὸ σφοδρὸν τῆς ῥύψεως ἢ διὰ κηρωτῆς μίξεως ἄδηκτα γίγνηται. τοιαῦται δὲ πολλαὶ τῶν πολυχρήστων δυνάμεών εἰσιν, ὡς ἥ τε τοῦ Μαχαιρίωνος καὶ ἡ ἴσις. ὁ μὲν οὖν σκοπὸς ἑκάστου τῶν τοιούτων ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου λέλεκται γράμμασιν· ἡ δὲ ὕλη τῶν δυνάμεων ἡ μὲν ἁπλῆ δι’ ἑτέρας πραγματείας ἔμπροσθεν, ἡ σύνθετος δὲ διὰ τῆς νῦν ἐνεστώσης λέγεται. καὶ πρώτης γε ἐν αὐτῇ μεμνῆσθαι χρὴ τῆς τῶν θεραπευομένων σωμάτων φύσεως. τὰ μὲν ὑγρὰ καὶ διὰ τοῦτο μαλακὰ, καθάπερ τὰ τῶν γυναικῶν καὶ παιδίων εὐνούχων τε καὶ γυναικείως βιούντων, ἀσθενεστέρων δεῖται φαρμάκων, τὰ δὲ τῶν ἀνδρῶν, καὶ μάλισθ’ ὅσοι δι’ ἐνεργειῶν ἀνδρικῶν καὶ ἡλίου σκληρὰν εἰσήγοντο τὴν ἕξιν τοῦ σώματος, ὑπὸ τῶν ἀσθενῶν οὐδὲν ὠφελεῖται. διὰ τοῦτ’ οὖν οὐδὲ τὰ κολλητικὰ κοινὰ τῶν σωμάτων ἑκατέρων ἐστὶν, ἀλλ’ ὅσα μὲν διὰ λιθαργύρου καὶ ἐλαίου
555
σκευάζεται καὶ ὄξους, περὶ ὧν ἐν τῷ πρώτῳ λόγῳ διῆλθον, ἀσθενοῦς καὶ μαλακῆς σαρκός ἐστι κολλητικά· τὰ δὲ δι’ ἀσφάλτου καὶ ἰοῦ καὶ λεπίδος, ἀλόης τε καὶ σμύρνης, ἰσχυρᾶς τε καὶ σκληρᾶς. ἔστι μὲν οὖν ἡ ἄσφαλτος αὐτὴ καθ’ ἑαυτὴν ἐν τῷ σκοπῷ τούτων τῶν δυνάμεων, ἀλλ’ οὐχ οἷόν τε χρῆσθαι μόνῃ μετ’ ἐλαίου τήξαντα, ψαθυρωτέρα γάρ ἐστιν ἢ ὡς ἐμπλαστρῶδες ἐργάσασθαι φάρμακον. ἵν’ οὖν ἔμπλαστρος γένηται, κηροῦ καὶ ῥητίνης αὐτῇ μίγνυμεν, ὑφ’ ὧν πάλιν ἐκλυθησομένην αὐτῆς δύναμιν εἰδότες, ἐνίοτε μὲν χαλκὸν ἢ λεπίδα χαλκοῦ, πολλάκις δὲ ἀλόην ἢ σμύρναν ἢ συνελόντι φάναι τῶν ξηραινόντων τι φαρμάκων οὐκ ἀγεννῶς μίγνυμεν.

[Αἱ δι’ ἀσφάλτου βάρβαροι.] Πρώτας κᾀνταῦθα παραθήσομαι τὰς ὑπὸ Ἀνδρομάχου γεγραμμένας αὐτῇ τῇ ἐκείνου λέξει. βάρβαρος ᾗ χρῶμαι. ♃ κηροῦ δραχ. σ΄. πίσσης δραχ. σ΄. ῥητίνης δραχ. σ΄. ἀσφάλτου δραχ. σ΄. λιβάνου δραχ. κδ΄. ἐλαίου κοτύλην α΄ ἄλλη. ♃ πίσσης λίτρας β΄. ἀσφάλτου λίτραν α΄. κηροῦ λίτραν α΄. ἀμμωνιακοῦ θυμιάματος. γο στ΄. μάννης γο στ΄. ψιμυθίου

556
γο γ΄. ἐλαίου κοτύλης S". ὄξους κοτύλας δ΄. ταύτην Ἀφροδᾶς ἐθαύμασεν. μέλαινα ἄλλη. ♃ πίσσης ξηρᾶς λίτραν α΄. ῥητίνης ξηρᾶς λίτραν α΄. ἀσφάλτου λίτραν α΄. ψιμυθίου γο στ΄. μάννης, χαλκάνθης, ἰοῦ ξυστοῦ ἀνὰ οὐγγίας γ΄. ἐλαίου κοτύλης ἥμισυ, ὄξους κοτύλης ἥμισυ. ἄλλη ἐκ τῶν Γάλλου. ♃ στέατος αἰγείου δραχ. λ΄. ἰοῦ δραχ. η΄. κηροῦ δραχ. ν΄. ἀριστολοχίας δραχ. κε΄. ἀσφάλτου δραχ. κε΄. πίσσης δραχ. κε΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. ιβ΄. χαλβάνης δραχ. ιβ΄. ἥμισυ, σιλφίου δραχ. η΄. ἄλλ’. κ΄. μάννης ιβ΄. σκεύαζε. ἄλλη ἡ καλουμένη ἀνίκητος. ♃ κηροῦ δραχ. ρ΄. στέατος ταυρείου δραχ. λ΄. ἀσφάλτου δραχ. κε΄. πίσσης δραχ. κε΄. τερμινθίνης δραχ. κε΄. νίτρου δραχ. κβ΄. ἥμισυ, ἀριστολοχίας δραχ. ιβ΄. χαλβάνης δραχ. η΄. σμύρνης δραχμὰς ιη΄. λιβάνου δραχ. ιβ΄. ἥμισυ, ἀμμωνιακοῦ δραχμὰς η΄. ἀμώμου δραχμὰς η΄. καρδαμώμου δραχ. ιβ΄. ὀποπάνακος δραχμὰς η΄. μυελοῦ ἐλαφείου δραχ. ιε΄. ἰοῦ δραχ. ιβ΄. ἀλόης δραχμὰς η΄. βδελλίου δραχ. ιστ΄. ἐλαίου κοτύλας β΄. ἐγὼ δὲ ἔβαλλον προπόλεως δραχμὰς ιβ΄.

557

[Ἄλλη ἔναιμος Ἰουλιανοῦ.] ♃ Λιθαργύρου δραχ. ν΄. ἀσφάλτου δραχμὰς ν΄. κηροῦ δραχ. ν΄. πίσσης βρυτίας δραχμὰς ν΄. ῥητίνης φρυκτῆς δραχ. ιε΄. λεπίδος χαλκοῦ δραχ. ιβ΄. λιβάνου δραχμὰς ιδ΄. χαλβάνης δραχ. η΄. χαλκίτεως δραχμὰς δ΄. ἀλόης δραχ. στ΄. κηκίδος δραχ. δ΄. σμύρνης δραχμὰς δ΄. ἀριστολοχίας μακρᾶς δραχ. στ΄. ἀριστολοχίας στρογγύλης δραχμὰς δ΄. ἐλαίου παλαιοῦ κοτύλας δ΄. ἐγὼ δὲ ἐλαίου κοτύλας γ΄.

[Βάρβαρος Ἥρα.] Ἣν Ἥρας ἔγραψε βάρβαρον οὕτως. μέλαινα ἔμπλαστρος ἔναιμος πρὸς τὰς ἀξιολόγους διαιρέσεις καὶ μάλιστα πρὸς τὰς ἐν τῇ κεφαλῇ, πρὸς σύριγγας, κόλπους, κατάγματα. ἁρμόζει καὶ ἡπατικοῖς καὶ σπληνικοῖς, ἀφλεγμάντως κολλᾷ. ποιεῖ καὶ ἐπὶ νεύρων καὶ χόνδρων διακεκομμένων καὶ ὀστῶν, ἐπέχει δὲ παραδόξως καὶ αἷμα φερόμενον. ἔτι δὲ ποιεῖ πρὸς ὑποφορὰς καὶ κόλπους, κολλᾷ γὰρ μεγάλως καὶ ἐπὶ τῶν ἀποστημάτων κομισάμενος τὸ ὑγρὸν, ταύτην ἐπιτίθει. ἔστι καὶ ἴσχαιμος καλλίστη μάλιστα ἐπὶ τῶν αἷμα ἀναγόντων. ἐμπλάσας δὲ εἰς δέρματα δύο, ἓν μὲν 

558
ἐπὶ τὰ στήθη καὶ τὰς πλευρὰς ἐπιτίθει, ἕτερον δὲ ἐπὶ τὸ μετάφρενον, παραδόξως ἐπέχει τὸ αἷμα. ποιεῖ καὶ πρὸς κυνόδηκτα καὶ ἀνθρωπόδηκτα, τὸ ὅλον ἀφλέγμαντος. αὕτη τὰς τραυματικὰς, ὡς ἡ πεῖρα δέδειχεν, ἐνίκησε. λῦε χειμῶνος δι’ ἡμερῶν ἑπτὰ, θέρους διὰ ε΄. ἐὰν δὲ ἐπείγῃ διὰ τριῶν. ♃ κηροῦ λίτραν μίαν, πίσσης λίτραν μίαν, ἀσφάλτου λίτραν μίαν, πιτυΐνης λίτραν μίαν, μάννης οὐγγίας στ΄. ψιμυθίου οὐγγίας δ΄. χαλκάνθης οὐγγίας δ΄. ὀποπάνακος οὐγγίας β΄. ἐλαίου ἡμιούγγιον, οἱ μὲν ἡμίμναν, οἱ δὲ ἡμίλιτραν, ὄξους κοτύλας β΄. κηρὸν, ἄσφαλτον, ἔλαιον, ὄξος ὀλίγον ὑπολειπόμενος, εἰς χύτραν καινὴν βαλὼν τῆκε, εἶτα ἐπίβαλλε τὴν πίσσαν καὶ τὴν ῥητίνην λεπτοκοπήσας ἐπιμελῶς. ὅταν ἡμίεφθος ᾖ, ἄρας τὴν χύτραν καὶ διαψύξας ποσῶς ἔμπασσε διηθημένον τὸ χάλκανθον λειωθὲν ὄξει, ἐκ τῶν δύο κοτυλῶν κατὰ μικρὸν, ἵνα μὴ ὑπερζέσῃ. ἐπὰν δὲ ἐκχέῃς, ἐλαφρῶς ὑπόκαιε κινῶν. ὅταν ἀμόλυντος ᾖ, ἄρας ἀπὸ τοῦ πυρὸς, ἔγχει τὸν ὀποπάνακα πρὸ μιᾶς βεβρεγμένον εἰς μέρος τοῦ ὑπολειπομένου
559
ὄξους, ὥστε διαλυθῆναι, εἶτα ἔμπασον τὸ ψιμύθιον καὶ τὴν μάνναν ὁμοῦ ἐπιμελῶς λελειωμένα καὶ μικρὸν χλιάνας, ὡς ἑνωθῆναι φυλασσόμενος μὴ προσκαῇ ὀποπάναξ καὶ ἡ μάννα, κατάχει εἰς θυείαν καὶ ἐάσας ψυγῆναι, ἀναμαλάξας ἀπόθου καὶ χρῶ. δῆλον δ’ ὅτι καὶ τὰς ἄλλας βαρβάρους, ἃς ὅ τε Ἀνδρόμαχος ἔγραψε καὶ οἱ ἄλλοι, τὸν αὐτὸν τρόπον σκευάζειν προσῆκεν. ἔνιοι οὐκ ἐμβάλλουσι τῇ κακκάβῃ τὸν ὀποπάνακα, λειώσαντες δὲ μετ’ ὄξους ἐν θυείᾳ καταχέουσι τὰ τηκτά. σὺν αὐτῷ δὲ ἔνιοι, καθάπερ κᾀγὼ πολλάκις ἐποίησα, καὶ τὴν μάνναν καὶ τὸ ψιμύθιον ἐν τῇ θυείᾳ προλειώσας μετ’ ὄξους ἐπιχέων τήξας τὰ τηκτά. πολλάκις δὲ τὸ χάλκανθον μόνον μετὰ τοῦ ὀποπάνακος λειώσας εἰς τὴν κακκάβην ἐμβαλὼν, τὴν μάνναν καὶ τὸ ψιμύθιον ἐμπάσσων. ἄλλη βάρβαρος Ἥρα. ὁ μὲν Ἥρας ταύτης μόνης προὔγραψε τὸ βάρβαρος. ἐγὼ δὲ καὶ τὴν ἔμπροσθεν ὁμοίως ὠνόμασα, καίτοι μέλαιναν ὑπ’ αὐτοῦ κεκλημένην, ἐπειδὴ τὰς δι’ ἀσφάλτου βαρβάρους εἰώθασι καλεῖν οἱ πλεῖστοι τῶν νεωτέρων ἰατρῶν. αὐτὸς δὲ ὁ Ἥρας οὕτως
560
περὶ αὐτῆς ἔγραψε κατὰ λέξιν. βάρβαρος πρὸς τὰ νεότρωτα, κόλπους, κυνόδηκτα, ἀνθρωπόδηκτα, κονδυλώματα φλεγμαίνοντα, πρὸς τὰ ἐν ἄρθροις πάντα ἐν ἀρχῇ καὶ πρὸς ποδάγραν. ♃ κηροῦ μνᾶν α΄. πίσσης μνᾶν α΄. ῥητίνης φρυκτῆς μνᾶν α΄. ἀσφάλτου Ἰουδαϊκῆς μνᾶν α΄. λιθαργύρου δραχ. ι΄. ψιμυθίου δραχ. ε΄. ἰοῦ δραχ. ν΄. ὀποπάνακος δραχ. δ΄. ἐλαίου κοτύλην α΄. ὄξους κύαθον α΄. ἕψε κηρὸν, πίσσαν, ἄσφαλτον, ῥητίνην ἕως τακῇ, εἶτα τὰ λοιπὰ μετὰ τοῦ ἐλαίου λελειοτριβημένα ἔμβαλλε, καὶ βαστάσας καὶ μικρὸν διαψύξας ἐκ τοῦ ὄξους κατ’ ὀλίγον ἐπίσταζε. τοιοῦτος μέν τις ὁ τύπος τῶν βαρβάρων ἐμπλάστρων. ἐγὼ δέ τι προσθεὶς, ὡς αὐτὸς χρῶμαι, καταπαύσω τὸν περὶ αὐτῶν λόγον. εἰσὶ δὲ δύο, μία μὲν πρὸς τὰ μέγιστα τραύματα, ἄλλη δὲ πρὸς τὰ μικρότερα. τῆς μὲν οὖν πρὸς τὰ μέγιστα παραλαμβανομένης ἡ σύνθεσίς ἐστιν ἥδε.

[Βάρβαρος Γαληνοῦ.] ♃ Πίσσης λίτρας η΄. κηροῦ λίτρας στ΄. οὐγγίας η΄. πιτυΐνης λίτρας ε΄. οὐγγίας δ΄. ἀσφάλτου λίτρας δ΄. ἐλαίου λίτραν α΄. οὐγγίας σι΄. λιθαργύρου

561
καὶ ψιμυθίου καὶ ἰοῦ ἀνὰ δραχ. κδ΄. λιβανωτοῦ λίτρας ἥμισυ, στυπτηρίας ὑγρᾶς δραχ. ιβ΄. σχιστῆς οὐγγίας δ΄. ὀποπάνακος, λεπίδος, χαλβάνης ἀνὰ δραχ. ιβ΄. ἀλόης καὶ ὀπίου καὶ σμύρνης ἀνὰ δραχ. δ΄. τερμινθίνης οὐγγίας κδ΄. μανδραγόρου χυλοῦ δραχ. στ΄. ὄξους κοτύλας στ΄. αἵ εἰσι λίτραι ε΄. ἡ δὲ τῆς ἁπλουστέρας βαρβάρου συμμετρία τῇ συνθέσει ἐστὶν ἥδε. ♃ πίσσης, κηροῦ, ῥητίνης πιτυΐνης, ῥητίνης φρυκτῆς, ἀσφάλτου τῶν ε΄. τούτων ἀνὰ λίτραν α΄. λιθαργύρου δραχ. ι΄. ψιμυθίου δραχ. ε΄. ἰοῦ δραχ. ε΄. ὀποπάνακος δραχ. γ΄. ἐλαίου χειμῶνος οὐγγίας θ΄. θέρους οὐγγίας στ΄. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν καταχεῖται λελειωμένων ἐν θυείᾳ μετ’ ὄξους δριμέος. ἐὰν δὲ ἀνωδυνώτερον εἶναι βουληθῇς τὸ φάρμακον, προσμίξεις ὑοσκυάμου χυλοῦ δραχ. α΄. ἥμισυ. καὶ ὀπίου δραχ. α΄.