De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[κα΄. Περὶ λυσιμαχίου.] Λυσιμάχιος ἐπικρατοῦσαν ἔχει τὴν στυπτικὴν ποιότητα, δι’ ἣν καὶ τραύματα κολλᾷ καὶ τὰς ἐκ μυκτήρων αἱμοῤῥαγίας ἵστησιν ἐμπλασσόμενος, καὶ τῶν ἄλλων δὲ αἱμοῤῥαγιῶν ἴσχαιμόν ἐστι φάρμακον, αὐτή τε καὶ ὁ χυλὸς αὐτῆς, ἔτι καὶ μᾶλλον καὶ πινομένη δυσεντερίας τε καὶ αἵματος ἀναγωγὰς καὶ ῥοῦν γυναικεῖον ἰᾶται.

65

[κβ΄. Περὶ λυχνίδος.] Λυχνίδος τῆς εἰς τοὺς στεφάνους τὸ σπέρμα θερμόν ἐστι κατὰ τὴν δευτέραν που τάξιν ἢ καὶ τρίτην ἤδη, καὶ δὴ καὶ ξηρὸν κατὰ τὸν αὐτὸν τρόπον.

[κγ΄. Περὶ λωτοῦ ἡμέρου.] Λωτὸς ὁ ἥμερος, ὃν ἔνιοι τρίφυλλον ὀνομάζουσι πεπτικῆς μετρίως ἐστὶ δυνάμεως, οὕτως δὲ καὶ ξηραντικῆς. ἐν δὲ τῇ κατὰ θερμότητα καὶ ψύξιν συζυγίᾳ μέσος πώς ἐστιν καὶ εὔκρατος. ὁ δ’ ἄγριος λωτὸς ἐν Λιβύῃ μὲν πλεῖστος γεννᾶται. τὸ σπέρμα δ’ αὐτοῦ τῆς δευτέρας τάξεώς ἐστι τῶν θερμαινόντων, ἔχει δέ τι καὶ ῥυπτικόν. τοῦ δ’ Αἰγυπτίου τὸ σπέρμα καὶ ἀρτοποιοῦται.

[κδ΄. Περὶ λωτοῦ τοῦ δένδρου.] Λωτὸς τὸ δένδρον στυπτικῆς μὲν οὐ πολλῆς μετέχει ποιότητος, ἔστι δὲ καὶ λεπτομερὲς καὶ ξηραντικόν. τὰ γοῦν ῥινήματα τῶν ξύλων αὐτῶν πρός τε ῥοῦν γυναικεῖον ἁρμόττει καὶ δυσεντερίας καὶ κοιλιακὰς διαθέσεις. ἐναφέψεται δὲ ποτὲ μὲν ὕδατι, ποτὲ δὲ οἴνῳ, ὡς ἂν καὶ ἡ χρεία κελεύῃ, καὶ οὐκ ἐνίεται μόνον, ἀλλὰ καὶ πίνεται. καὶ μὴν καὶ τὸ τὰς ῥεούσας τρίχας ἐπέχειν 

66
αὐτὸν ὅτι στυπτικῆς τινος ἅμα τῷ μετρίως ξηραίνειν ἐστὶ δυνάμεως οὐ μικρὸν σημεῖον. ἐῤῥέθη γὰρ κᾀν τῷ περὶ λαδάνου λόγῳ τοιᾶσδε δεῖν εἶναι δυνάμεως τὸ μέλλον ἐφέξειν ῥεούσας τρίχας.