De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[α΄. Περὶ τῶν ἐν θαλάττῃ καὶ ἁλμυροῖς ὕδασι γεννωμένων.] Μόνα ταῦτα ἔτι λείποντα τῇ συμπάσῃ πραγματείᾳ καιρὸν ἐπιτήδειον ἔχει τόνδε. τὰ μὲν γὰρ ἐν θαλάττῃ τε καὶ ὕδατι γεννώμενα ζῶα κατὰ τὸν ἔμπροσθεν εἴρηται λόγον περὶ τῶν ζώων. ὅσα δὲ γεννᾶται μὲν ἐν ὕδασιν ἢ ἐξ ὑδάτων, οὐκ ἔστι δὲ ταῦτα ζῶα, νῦν εἰρήσεται.

370

[β΄. Περὶ ἀδαρκίου.] Ἀδάρκιον, ἔνιοι δὲ ἀῤῥενικῶς ἄδαρκόν, ἄλλοι δὲ θηλυκῶς ἀδάρκην καλοῦσι κατὰ μὲν τὴν οὐσίαν οἷος ἀφρός τίς ἐστι πεπηγὼς, ὕδατος ἁλμυροῦ περιπηγνύμενος φορυτῷ τε καὶ καλάμοις. δριμύτατον δ’ ἐστὶ καὶ θερμαντικώτατον τοῦτο, διὸ καὶ καθ’ αὑτὸ μὲν ἄχρηστόν ἐστι, μίγνυται δὲ τοῖς ἀμβλύνουσι τὴν δύναμιν αὐτοῦ καὶ οὕτω γίγνεται πολύχρηστον ἐπὶ τῶν θερμανθῆναι δεομένων διαθέσεων ἔξωθεν προσαγόμενον. εἴσω γὰρ τοῦ σώματος οὐχ οἷόν τε λαβεῖν αὐτὸ διὰ τὸ σφοδρὸν τῆς δυνάμεως.

[γ΄. Περὶ ἀλκυονίων.] Ἀλκυόνια ῥύπτει μὲν ἅπαντα καὶ διαφορεῖ, δριμεῖαν ἔχοντα ποιότητα καὶ θερμὴν δύναμιν, ἀλλὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἐν αὐτοῖς ἐστιν οὐκ ὀλίγον, ἔν τε τούτοις αὐτοῖς οἷς εἴρηκα καὶ προσέτι κατὰ τὸ λεπτομερὲς τῆς ὅλης οὐσίας. ἔστι δ’ αὐτῶν ἓν μὲν πυκνὸν καὶ βαρὺ καὶ μοχθηρὸν κατὰ τὴν ὀσμὴν, ὄζει γὰρ ἰχθύων σαπρῶν, ἐοικὸς κατὰ σχῆμα σπόγγῳ. δεύτερον δ’ ἄλλο προμηκέστερον τῷ σχήματι κοῦφον καὶ ἀραιὸν, ὀσμὴν φυκίοις ὁμοίαν ἔχον. ἄλλο δὲ τρίτον σκώληκι μέν ἐστι τὸ

371
σχῆμα παραπλήσιον, πορφυρίζει δὲ τῇ χρόᾳ καὶ τῇ συστάσει μαλακόν ἐστιν. ὀνομάζουσι δ’ αὐτὸ Μιλήσιον. ἐφ’ οἷς ἄλλο τέταρτον, ὁμοίως μὲν τῷ δευτέρῳ λελεγμένῳ κοῦφόν τε καὶ ἀραιὸν, ἐοικὸς δὲ ἐρίοις οἰσυπηροῖς. τὸ δὲ πέμπτον ἔξωθεν μὲν ἐπιφανείᾳ λείᾳ περιγράφεται, τὴν δ’ ἐντὸς οὐσίαν ἔχει τραχεῖαν, οὐδεμίαν μὲν ἔχον ὀσμὴν, ἐν τῇ γεύσει δὲ δριμὺ φαινόμενον· ἔστι γὰρ δήπου καὶ θερμότατον ἁπάντων τῶν ἀλκυονίων, ὡς τρίχας ἀποκάειν δύνασθαι. διὸ τῶν μὲν πρώτων δύο λειχῆνας καὶ ἀλφοὺς καὶ μέντοι καὶ ψώρας καὶ λέπρας ὠφελούντων, ἔτι τε λαμπρυνόντων τὸ δέρμα διὰ τὸ σύμμετρον τῆς δυνάμεως, δύναται ταὐτὸ ποιεῖν τουτὶ τὸ ἔσχατον εἰρημένον. οὐ γὰρ ἀποῤῥύπτει μόνον ἐκεῖνα, ὥσπερ τὴν ἔξωθεν ἐπιφάνειαν, ἀλλ’ ἀποδέρει τε καὶ ἐκδέρει προσερχόμενον εἰς τὸ βάθος τοῦ δέρματος ὡς ἕλκη ποιεῖν. τὸ δὲ τρίτον εἰρημένον ἁπάντων ἐστὶ λεπτομερέστατον, διὸ καὶ καυθὲν ἀλωπεκίας ἰᾶται μετ’ οἴνου καταχριόμενον πυῤῥοῦ μὲν τὴν χρόαν, λεπτοῦ δὲ τῇ συστάσει. τὸ τέταρτον δὲ τούτων ἐστὶν ὁμοειδὲς κατὰ τὴν δύναμιν, ἀσθενέστερον δ’ οὐκ ὀλίγον.

372

[δ΄. Περὶ ἁλῶν.] Ἅλες τῆς αὐτῆς κατὰ γένος δυνάμεως οἴ τ’ ὀρυκτοὶ καὶ οἱ θαλάττιοι. διαφέρουσι δὲ τῷ μᾶλλον πεπιλῆσθαι τὴν οὐσίαν τῶν ἐκ τῆς γῆς ἁλῶν, διὸ καὶ τὸ παχυμερές τε καὶ στῦφον ἐν τούτοις μᾶλλόν ἐστιν. οἱ μὲν οὖν θαλάττιοι τήκονται παραχρῆμα περιχυθέντος ὕδατος αὐτοῖς, οἱ δ’ ἐκ τῆς γῆς οὐ πάσχουσι τοῦτο. τοῖς θαλαττίοις δ’ ὁμοειδεῖς εἰσι καὶ οἱ κατὰ λίμνας τινὰς, ἐχούσας ἁλμυρίδα, γεννώμενοι τοῦ θέρους, ἐξοπτωμένου τοῦ ὕδατος ἐξ αὐτῶν, ὥσπερ καὶ οἱ Τραγάσιοι πλησίον Σμινθίου. συνίσταται γὰρ ἐνταῦθα πρὸς τῶν αὐτοφυῶν ὑδάτων θερμῶν ἱκανῶς ὄντων ὕδωρ δαψιλὲς λιμνάζον οὐκ ἐν πολλῷ χωρίῳ, καὶ τοῦτο τοῦ θέρους ὅλον ἐκδαπανᾶται ξηραινόμενον ὑπὸ τοῦ ἡλίου, τοῦ τόπου δ’ ἁλμυρίδα σύμφυτον ἔχοντος, τὸ ὑπολειπόμενον αὐτοῦ πᾶν ἅλες γίνονται, τὴν ἐπωνυμίαν ἀπό τε τοῦ χωρίου καὶ τῶν ὑδάτων λαμβάνοντες. καὶ γὰρ αὐτὰ τὰ αὐτοφυῆ κατ’ ἐκεῖνον τὸν τόπον ὕδατα Τραγάσια καλεῖται, ξηραντικωτάτης ὄντα δυνάμεως, καὶ χρῶνταί γε πρὸς τοῦτ’ αὐτοῖς οἱ κατ’ ἐκεῖνον τὸν τόπον ἰατροί.

373
λέλεκται δὲ καὶ περὶ τῶν Σοδομηνῶν τῶν ἐν τῇ νεκρᾷ θαλάσσῃ καλουμένῃ γεννωμένων ἐν τῷ τετάρτῳ γράμματι, καὶ εἴ τις ἐκεῖνο τὸ βιβλίον ἀνέγνωκεν ἐπιμελῶς, ἀναμνήσεως αὐτῷ μόνον δεήσει νῦν, ὥστε ῥηθείσης τῆς γευστῆς ποιότητος αὐτὸν ἐπίστασθαι τὴν δύναμιν τοῦ φαρμάκου. τῆς οὖν ἁλυκῆς ποιότητος διαφορούσης τε ἅμα καὶ συναγούσης τὴν πλησιάζουσαν οὐσίαν, τὸ καλούμενον ἀφρόνιτρον ἐν τούτῳ τὴν διαφορὰν ἔχει, καθόσον ἕνα μόνον ἐν τούτῳ τὸν ἐπικρατοῦντα χυμὸν ἐναργῶς ἔστιν ἰδεῖν, ὃν ὀνομάζουσι πικρὸν, διαφορητικὴν ἔχοντα δύναμιν, συνακτικὴν δ’ οὐκ ἔχοντα, καθάπερ οἱ ἅλες. οὗτοι γὰρ ὅσον μὲν ὑγρόν ἐστιν ἐν τοῖς σώμασι, τοῦτο πᾶν ἐκβόσκονται· τὸ δ’ ὑπόλοιπον τῆς στερεᾶς οὐσίας συνάγουσι τῇ στύψει, διὸ καὶ ταριχεύουσι καὶ ἄσηπτα φυλάσσουσι τὰ σώματα τῶν σηπομένων, ὑγρότητα περιττωματικὴν ἐχόντων ἀδιάλυτόν τε καὶ ἄσφιγκτον τὴν οὐσίαν. οἷς τοίνυν σώμασι μηδ’ ὅλως ἐστὶν ὑγρότης περιττὴ, καθάπερ τῷ καλλίστῳ μέλιτι, καὶ πεπίληται τὸ στερεὸν σῶμα, καθάπερ τοῖς λίθοις, ἀδύνατον τούτοις σαπῆναι,
374
διόπερ καὶ ἡ τῶν ἁλῶν χρῆσις οὐκ ἐπὶ τούτων εὐδόκιμος, ἀλλ’ ὑφ’ ὧν ὕποπτος ἡ σῆψις.

[ε΄. Περὶ ἁλῶν κεκαυμένων.] Ἅλες κεκαυμένοι τὸ μὲν διαφορητικὸν μᾶλλον ἔχουσι τῶν ἀκαύστων, εἰς ὅσον αὐτῶν λεπτομερέστερον γίγνεται τὸ σῶμα, τὴν ἀπὸ τοῦ πυρὸς λαμβάνον δύναμιν, ὡς κᾀπὶ τῶν ἄλλων ἐδείχθη τῶν κεκαυμένων συμβαίνειν, οὐ μὴν ὁμοίως γε τοῖς ἀκαύστοις συνάγειν καὶ πιλοῦν τὴν στερεὰν οὐσίαν ἔτι δύνανται.

[στ΄. Περὶ νίτρου.] Νίτρον. ἐδείχθη καὶ τοῦτο τὸ φάρμακον ἐν τῷ μεταξὺ δύναμιν ἔχον ἁλῶν τε καὶ ἀφρονίτρου.

[ζ΄. Περὶ ἁλὸς ἄνθους.] Ἁλὸς ἄνθος, ἔνιοι μὲν ὡς ἓν ὄνομα τὸ ἁλόσανθον, ἔνιοι δὲ καὶ διαιροῦντες ἁλὸς ἄνθος ὀνομάζουσιν. ἔστι δ’ ὑγρὸν τοῦτο τὸ φάρμακον λεπτομερέστερον καὶ τῶν κεκαυμένων ἁλῶν, δριμύ τε τῇ ποιότητι καὶ διαφορητικὸν ἱκανῶς τῇ δυνάμει.

[η΄. Περὶ ἁλὸς ἄχνης.] Ἁλὸς ἄχνη, ἀφρῶδές ἐστιν ἐπάνθισμα τῶν ἁλῶν λεπτομερεστέρας πολὺ φύσεως ὑπάρχον 

375
αὐτῶν τῶν ἁλῶν, ὥστε καὶ λεπτύνειν καὶ διαφορεῖν πολὺ μᾶλλον αὐτῶν δύναται, τὸ δ’ ὑπόλοιπον τῆς οὐσίας συνάγειν καθάπερ οἱ ἅλες οὐ δύναται.

[θ΄. Περὶ ἀσφάλτου.] Ἄσφαλτον. ἕν τι καὶ τοῦτο τῶν ἐν ὕδατι θαλαττίῳ γεννωμένων καὶ ἄλλῳ τινὶ τῶν ὁμοίων θαλάττῃ, καθάπερ ἐν Ἀπολλωνίᾳ τε τῇ κατ’ Ἤπειρον καὶ τἄλλα χωρία τοιαῦτα, πολλοῖς ὕδασιν αὐτοφυέσιν οἷον ἀφρὸς, ἐποχούμενον εὑρίσκεται τὸ φάρμακον τοῦτο μαλακὸν μὲν ὄν, ὁπότ’ ἐπινήχεται, μετὰ δὲ ταῦτα ξηραινόμενον, ὡς σκληρὸν γίνεσθαι μᾶλλον τῆς ξηρᾶς πίττης.

[ι΄. Περὶ ἀσφάλτου γεννωμένου ἐν τῇ νεκρᾷ θαλάσσῃ.] Καλλίστη δ’ ἄσφαλτος γεννᾶται κατὰ τὴν νεκρὰν ὀνομαζομένην θάλασσαν. ἔστι δ’ αὐτὴ λίμνη τις ἁλμυρὰ κατὰ τὴν κοίλην Συρίαν. ἡ δὲ δύναμις τοῦ φαρμάκου ξηραντική τ’ ἐστὶ καὶ θερμαντικὴ κατὰ τὴν δευτέραν που τάξιν. εἰκότως οὖν αὐτῷ χρῶνται πρός γε τὰς κολλήσεις τῶν ἐναίμων τραυμάτων πρὸς τἄλλα, ὅσα ξηραίνειν δεόμενα μετὰ τοῦ θερμῆναι μετρίως.

376

[ια΄. Περὶ σπόγγου.] Σπόγγος ὁ μὲν κεκαυμένος δριμείας ἐστὶ καὶ διαφορητικῆς δυνάμεως. ἐχρῆτο δ’ αὐτῷ τις τῶν ἡμετέρων διδασκάλων καὶ πρὸς τὰς ἐν ταῖς χειρουργίαις αἱμοῤῥαγίας, ἕτοιμον ἔχων ξηρὸν μὲν καὶ ἄνικμον, δεδευμένον δὲ μάλιστα μὲν ἀσφάλτῳ, μὴ παρούσης δὲ ταύτης πίττῃ, προσετίθει δ’ αὐτὸν τοῖς αἱμοῤῥαγοῦσι χωρίοις, ἔτι καιόμενον, ὡς ἐσχαροῦσθαί τε ἅμα τὸ μόριον καὶ οἷον πῶμά τι λαμβάνειν αὐτὸ τὸ σῶμα τοῦ καυθέντος σπόγγου. καινὸς δ’ ὁ σπόγγος αὐτὸς καθ’ ἑαυτὸν οὐχ ὡς ἔριον ἢ μοτὸς τιλτὸς, ὕλη μόνον ἐστὶ τῶν ἐπιβρεχομένων ὑγρῶν, ἀλλὰ καὶ ξηραίνει σαφῶς. εἴσῃ δὲ χρησάμενος ἐπὶ τραύματος αὐτῷ μόνῳ μεθ’ ὕδατος ἢ ὀξυκράτου ἢ οἴνου κατὰ τὰς τῶν σωμάτων διαφορὰς, ὡς προείρηται, κολλήσει γὰρ αὐτὰ παραπλησίως τοῖς ἐναίμοις ὀνομαζομένοις φαρμάκοις. εἰ δὲ μὴ καινὸς, ἀλλ’ ἀπὸ χρήσεως εἴη, γνώσῃ σαφῶς ὅσον ἀπολείπεται τοῦ καινοῦ κατὰ τραυμάτων ἐπιτιθέμενος εἴτ’ οὖν ὕδατι βεβρεγμένος εἴτ’ οἴνῳ εἴτ’ ὀξυκράτῳ. καὶ οὐδὲν θαυμαστὸν ἐπὶ τοῦ καινοῦ σπόγγου, διασωζομένης ἔτι τῆς δυνάμεως

377
ἣν ἐκ τῆς θαλάττης εἶχε, ξηραίνεσθαι μετρίως τὰ σώματα. ταῦτα δὲ δύναται ποιεῖν, ὅταν ἔτι διασώζῃ τὴν ἀπὸ τῆς θαλάττης ὀσμὴν, ὡς ἔν γε τῷ χρόνῳ, κᾂν μηδέπω πρὸς χρῆσιν ἠγμένος ᾖ, τήν τ’ ὀσμὴν ἀπόλλυσι καὶ ξηραίνειν ὁμοίως οὐ δύναται.

[ιβ΄. Περὶ γάρου.] Γάρος δυνάμεώς ἐστι θερμῆς ἱκανῶς καὶ ξηρᾶς, καὶ διὰ τοῦτο πρὸς τὰ σηπεδονώδη τῶν ἑλκῶν ἐχρήσαντό τινες αὐτῷ τῶν ἰατρῶν, ἐνιᾶσί τε τοῖς δυσεντερικοῖς τε καὶ ἰσχιαδικοῖς.

[ιγ΄. Περὶ ἅλμης.] Ἅλμη τῶν ταριχηρῶν ἰχθύων ὁμοίως τῷ γάρῳ πρός τε τὰς σηπεδόνας ἁρμόζει καὶ πρὸς ἰσχιάδας καὶ δυσεντερίαν ἐνιεμένη, τῇ δὲ δριμύτητι τοὺς μὲν τὸ ἰσχίον ἐνοχλοῦντας χυμοὺς ἐπισπᾶται καὶ διὰ τῶν ἐντέρων ἐκκενοῖ, τὰ δὲ σηπεδονώδη τῶν ἑλκῶν ἐν τῇ δυσεντερίᾳ περικλύζει τε καὶ ξηραίνει. μάλιστα δὲ τῇ τῶν ταριχηρῶν σιλούρων καὶ τῇ τῶν μαινίδων ἅλμῃ πρὸς τὰ τοιαῦτα κέχρηνταί τινες ἰατροὶ, καὶ ἡμεῖς δ’ ἐπὶ τῶν ἐν στόματι σηπεδονωδῶν ἑλκῶν ἐχρησάμεθα.