De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[μα΄. Περὶ ἱπποκάμπου.] Καὶ τὸν ἱππόκαμπον δὲ τὸ θαλάττιον ζῶον ὅλον καυθὲν ἔγραψάν τινες ἀλωπεκίας ὠφελεῖν, καὶ αὐτὸ δηλονότι ξηραντικῆς τε καὶ λεπτομεροῦς δυνάμεως ὑπάρχειν ἢ τὴν τέφραν αὐτοῦ. μιγνύουσι δ’ αὐτὴν τινὲς μὲν ἀμαρακίνῳ μύρῳ, τινὲς δ’ ὑγρᾷ πίττῃ, τινὲς δὲ παλαιῷ στέατι ὑός.

[μβ΄. Περὶ ταριχηρῶν τελλινῶν.] Καὶ τὰς ταριχηρὰς δὲ τελλίνας καυθείσας καυστικὴν ἐργάζεσθαι τέφραν εἰς τοσοῦτόν φασιν, ὥστε μετὰ κεδρίας μιγνυμένην αὐτὴν,

363
ὅταν ἐκ τῶν ῥιζῶν ἐξέλωμεν τὰς τρίχας τῶν βλεφάρων, ἐνσταζομένην τῷ χωρίῳ κωλύειν αὖθις αὐτὰς ἀναφύεσθαι. Περὶ γῆς ἐντέρων. Χωρὶς δὲ καύσεως ἢ ἑψήσεως ὅλων τῶν ζώων ἐπιτιθεμένων τοῖς πεπονθόσι μορίοις ἢ εἴσω τοῦ σώματος λαμβανομένων ἐπειράθησαν, ἢ ὡς πεπειραμένοι γεγράφασιν ἔνιοι τῶν ἰατρῶν γῆς μὲν ἔντερα λειωθέντα, νεύροις διῃρημένοις ἐπιτιθέμενα, παραχρῆμα θαυμαστῶς ὀνινάναι, τὰ δ’ αὐτὰ ταῦτα πάντα σὺν γλυκεῖ πινόμενα φάρμακον οὐρητικὸν εἶναι.

[μγ΄. Περὶ κόρεων.] Γεγράφασι δὲ καὶ περὶ κόρεων, ὡς εἰ μετ’ ὄξους ποθεῖεν, ἐκβαλλόντων βδέλλας καταπεπομένας. ἀλλ’ ἡμεῖς γε διὰ σκορόδων ἐδωδῆς ἐκβάλλοντες αὐτὰς ἀεὶ κόρεων οὐκ ἐδεήθημεν.

[μδ΄. Περὶ κανθαρίδων.] Κανθαρίδων γε μὴν ἱκανὴν πεῖραν ἔχομεν ἐπὶ τῶν ψωρωδῶν ὀνύχων, οἷς ἐπιτιθέμεναι μετὰ τῶν ἐπιτηδείων κηρωτῶν ἢ ἐμπλαστῶν φαρμάκων ἐξάγουσιν αὐτοὺς, ὡς ἐκπίπτειν ὅλους. ἐμίξαμεν δὲ καὶ ταῖς πρὸς ψώρας καὶ λέπρας ἁρμοζούσαις δυνάμεσι καί τισι τῶν

364
σηπτῶν, ἐνίοτε δὲ καὶ τῶν τοὺς καλουμένους ἥλους ἐκβαλλόντων. εἷς δέ τις τῶν ἡμετέρων διδασκάλων ἐνέβαλλεν αὐτῶν ὀλίγον εἰς οὐρητικὸν φάρμακον. ἔνιοι δὲ μόνα τὰ πτερὰ καὶ τοὺς πόδας ἐμβάλλουσιν, ἃ δὴ καὶ ἀλεξητήριά φασιν εἶναι τοῖς τὰ τώματα πιοῦσιν αὐτῶν. ἔνιοι δὲ ἔμπαλιν, ἡμεῖς δὲ ὅλας ἐμβάλλομεν. ἐπιτηδειότεραι δ’ εἰσὶ πρὸς ἅπερ ἔφην λέγων πεπειράσθαι τῶν κανθαρίδων ἐκ τῶν πυρῶν ὅσαι μηλίνας ἐγκαρσίας ζώνας ἔχουσιν ἐν τοῖς πτεροῖς, καὶ μᾶλλον, ἐὰν ἐμβαλὼν αὐτὰς εἰς ἀγγεῖον καινὸν κεράμιον, εἶτα περιτιθεὶς τῷ στόματι τοῦ ἀγγείου τῶν ἀραιῶν ὀθονίων τι κρατῇς οὕτω τὸ ἀγγεῖον, ὡς ἐστράφθαι τὴν ὀθόνην κάτω, δεχομένην τὸν ἀναφερόμενον ἀτμὸν τοῦ ὄξους ἄχρις ἂν ἀποθάνωσιν αἱ κανθαρίδες.

[με΄. Περὶ βουπρήστεως.] Οὕτω δὲ καὶ τὰς βουπρήστεις ἀποτίθεσθαι προσῆκεν. εἰσὶ δὲ καὶ αὗται γένος τι ζώου, παραπλήσιον κανθαρίσι κατὰ τὴν ἰδέαν καὶ τὴν δύναμιν.

[μστ΄. Περὶ πιτυοκάμπης.] Καὶ μὴν καὶ ἐπὶ ταῖς πίτυσι κάμπαι, καλούμεναι δὲ εἰκότως πιτυοκάμπαι, τοιαύτης εἰσὶ δυνάμεως.

365

[μζ΄. Περὶ σαλαμάνδρας.] Καὶ τῆς σαλαμάνδρας δὲ καυθείσης τὴν τέφραν ἔνιοι μιγνύουσι σηπταῖς τε καὶ λεπρικαῖς καὶ ψωρικαῖς δυνάμεσι.

[μη΄. Περὶ νάρκης.] Καὶ τὴν νάρκην δ’ ὅλην, λέγω δὲ δηλονότι τὸ θαλάττιον ζῶον, ἔγραψαν ἔνιοι κεφαλαλγίας ἰᾶσθαι προσφερομένην τῇ κεφαλῇ καὶ τὴν ἐξεστραμμένην ἕδραν ἐντρέπειν. ἀλλ’ ἐγὼ πειραθεὶς ἀμφοῖν οὐδέτερον ἐργαζομένην εὗρον. ἐννοήσας οὖν αὐτὴν ἔτι ζῶσαν προστιθέναι τινὶ κεφαλὴν ὀδυνωμένῳ, δύνασθαι γὰρ ἀνώδυνον εἶναι φάρμακον, ὁμοίως τοῖς ἄλλοις ὅσα ναρκοῖ τὴν αἴσθησιν εὗρον οὕτως ἔχειν. οἴομαι δὲ καὶ τὸν πρῶτον χρησάμενον ἔκ τινος τοιαύτης ἐπινοίας ὁρμηθέντα χρῆσθαι.

[μθ΄. Περὶ δράκοντος θαλαττίου καὶ τρίγλης.] Ζῶντα δ’ ἀναπτυχθέντα καὶ παραχρῆμα προσενεχθέντα τοῖς πεπονθόσι μορίοις ὠφελεῖν ἔγραψαν ζῶα ταυτὶ, δράκοντα μὲν θαλάττιον ἐπὶ τῆς ἰδίας πληγῆς ἐπιτιθέμενον, ὡσαύτως δὲ καὶ τρίγλην ἐπὶ τὴν τοῦ δράκοντος, μῦς δὲ τοὺς κατ’ οἶκον ἐπὶ τὴν τοῦ σκορπίου, καθάπερ καὶ τὴν σαῦραν, μυγαλὴν δ’ ἐπὶ

366
τὴν ἑαυτῆς καὶ σαῦραν τὴν Χαλκιδικὴν, ἣν καὶ δι’ οἴνου ποτίζουσιν, ὡς θεραπεύουσαν τὸ ἑαυτῆς δῆγμα. καὶ σκορπίον δὲ τὴν ἑαυτοῦ πληγὴν ἐκθεραπεύειν ἐπιτιθέμενον λεῖον· ὡσαύτως δὲ καὶ ὀπτὸν ἐσθιόμενον. ἁρμόττειν δ’ αὐτόν φασι καὶ τοῖς ὑπ’ ἐχίδνης δηχθεῖσιν, ἀσκαλαβώτην δὲ τοῖς ὑπὸ σκορπίου. λέγουσι δὲ κᾀν τοῖς κατ’ Αἴγυπτον χωρίοις σκελετευθέντα τὸν καλούμενον ἀσείρακον τοῖς ὑπὸ σκορπίου πληγεῖσι δίδοσθαι καὶ τὸ καλούμενον κύβιον ἐπὶ κυνὸς δήγματος ὠφελίμως παραλαμβάνεσθαι κατὰ τοῦ τραύματος ἐπιτιθέμενον, ἄλλα τε πολλὰ τοιαῦτα, περὶ ὧν ἐπιπλέον ἐροῦμεν ἐν τοῖς κατὰ ἰδιότητα τῆς ὅλης οὐσίας ἐνεργοῦσιν. ἐν ἐλαίῳ δ’ ἑψηθέντων ὅλων ζώων ἐχρήσαντο τῷ ἐλαίῳ τινὲς τῶν καθ’ ἡμᾶς ἰατρῶν. ἔνιοι δὲ τῶν ἔμπροσθεν, ἕνεκα μὲν ψιλώσεως τριχῶν πιτυοκάμπαις τε καὶ ταῖς θαλαττίαις ἀκαλήφαις καὶ λαγωῷ τῷ θαλαττίῳ καὶ σκολοπένδρᾳ τῇ θαλαττίᾳ· πρὸς ὠταλγίαν δὲ σίλφαις ἐνεψηθείσαις τῷ ἐλαίῳ καὶ τοῖς καλουμένοις ὀνίσκοις. ἔστι δὲ ζῶα σφαιρούμενα κατὰ τὴν εἰς ἑαυτὸν σύνοδον, ἅπερ ὀνομάζουσί τινες τῶν παρ’ ἡμῖν
367
κυάμους, ἐπειδὴ παραπλήσιοι τοῖς ἐδωδίμοις κυάμοις εἰσὶν, ὅταν ἑαυτοὺς σφαιρώσωσι φαιοὶ κατὰ τὴν χρόαν ὄντες. ἐπὶ δὲ τῆς ἀγροικίας ἔστιν ἰδεῖν πλείστους τούτους γεννωμένους ὑπὸ ταῖς ὑδρίαις, αἷς ἀπὸ τῶν κρηνῶν κομίζουσι τὸ ὕδωρ οἱ ἀγροῖκοι, κατατίθενται δ’ αὐτὰς πλησίον τῆς ἑστίας, καί τινας τῶν κατὰ ἀγρὸν ἰατρευόντων εἶδον ἀεὶ χρωμένους τῷ ἐξ αὐτῶν ἐλαίῳ πρὸς τὰ τῶν ὤτων ἀλγήματα πάντα, μὴ διοριζομένους κατὰ τίνα γέγονε διάθεσιν· ὅθεν εἰκότως ἐνίοτε μὲν ἐπιτυγχάνουσιν, ἐνίοτε δὲ καὶ βλάπτουσι. καὶ τί θαυμαστὸν, ὅπου καὶ τῶν ἐνδόξων ἰατρῶν ἔνιοι χωρὶς διορισμοῦ περὶ τῶν τοιούτων ἔγραψαν; τοιαῦτα γοῦν ἐστι καὶ τὰ τῶν εὐπορίστων φαρμάκων Ἀπολλωνίου βιβλία. οὗτος τοίνυν καὶ τὰ τῆς γῆς ἔντερα γέγραφεν ἐν ἐλαίῳ καθεψηθέντα τῶν ὤτων ἀλγήματα πραΰνειν, ἔνιοι δὲ στέατι χηνὸς ἀξιοῦσι μίξαντας οὕτω χρῆσθαι.

[ν΄. Περὶ ἀλωπέκων καὶ ὑαινῶν.] Περὶ δὲ τῶν ὅλων ἐν ἐλαίῳ καθεψομένων ἀλωπέκων, οὕτως γάρ τινες ἀρθριτικοὺς θεραπεύουσιν, οἱ μὲν ζώσας ἐμβάλλοντες μεγίστῳ λέβητι τὰς ἀλώπεκας, οἱ δὲ καὶ τεθνεώσας, ἀναγκαῖον εἰπεῖν

368
ἐπιπλέον, ἐπειδὴ πολλοὺς ἔδοξαν κατ’ ἀρχὰς μὲν ἀπηλλαχέναι τοῦ πάθους, οὐ μετὰ πολὺν δὲ χρόνον ὠφεληκέναι μόνον. ἐπανῆλθε γὰρ αὐτοῖς τὸ πάθος, οὐ μὴν οὕτω γε σφοδρὸν ὡς ἔμπροσθεν ἦν. ἔστι δὴ τὸ κατὰ τὰς ἀλώπεκας οὐδέν τι διαφορητικώτερον τοῦ κατὰ τὴν ὕαιναν, ἧς ὁμοίως ἑψομένης ἐν ἐλαίῳ διαφορητικώτατον γίνεται τοὔλαιον. εἴρηται δὲ πολλάκις ὡς τοῖς τοιούτοις φαρμάκοις ὑπάρχει τὰ διὰ βάθους ἐν τῷ σώματι περιεχόμενα πρὸς τὴν ἐπιφάνειαν ἕλκειν καὶ κατὰ τοῦτο τὰς ὀδύνας ἐνίοτε παύειν. οὐ γὰρ δὴ διὰ παντός γε τοῦτ’ αὐτοῖς ἕπεται μόνον, ἐκείνων τῶν ὀδυνῶν παυομένων ὑπὸ τῶν τοιούτων φαρμάκων, ἐφ’ ὧν ἐν τῷ βάθει περιέχεται χυμὸς ὀδύνης ποιητικὸς, ἢ διὰ τὸ πάχος τῆς οὐσίας ἢ διὰ ψύξιν ἢ δριμύτητα σφοδρὰν ἢ καὶ πνεῦμα φυσῶδες, οὐκ ἔχον διέξοδον. οἱ τοίνυν ταῖς ἀλώπεξι χρώμενοι καὶ αὐτοὶ διαφορητικὸν εἰργάζοντο τοὔλαιον, εἶτα πυέλους αὐτῷ πληροῦντες ἐνεβίβαζον αὐταῖς ὅλους τοὺς ἀρθριτικοὺς, ἐνδιατρίβειν χρόνῳ συχνῷ κελεύοντες, ἐκ τούτου
369
τε συνέβαινεν οὐ μόνον τοὺς περὶ τοῖς ἄρθροις ὄγκους αὐτῶν, ἀλλὰ καὶ τὸ σύμπαν σῶμα κενοῦσθαι. πληθωρικῶς οὖν ὅλου τοῦ σώματος αὐτοῖς προδιακειμένου θαυμαστὸν οὐδὲν ἦν ὠφέλειαν τῇ κενώσει γενέσθαι, μηδενὸς μὴν ἐπιῤῥέοντος τοῖς πεπονθόσι μέρεσι διὰ τὸ κενοῦσθαι τὸ σύμπαν σῶμα, τῶν ἐν αὐτοῖς περιεχομένων χυμῶν διαφορουμένων. ὥσπερ δ’ ἔμπροσθεν ἀπαθοῦς ὄντος αὐτοῖς τοῦ σώματος ἡ μοχθηρὰ δίαιτα τὸ πάθος εἰργάσατο, κατὰ τὸν αὐτὸν τρόπον ἢ καὶ μᾶλλον ἔτι διὰ τῆς ὁμοίας διαίτης εἰκὸς ἦν αὖθις αὐτοὺς ὡσαύτως διατεθήσεσθαι τοῖς πεπονηκόσιν ἄρθροις.