Quos quibus catharticis medicamentis et quando purgare oporteat

Galen

Galen, Quos quibus catharticis medicamentis et quando purgare oporteat (ap. Oribasium), Raeder, Teubner, 1928

Τοὺϲ ὑγιεινὰ τὰ ϲώματα ἔχονταϲ ἐργῶδεϲ καθαίρειν· καὶ γὰρ ἰλιγγιῶϲι καὶ ϲτροφοῦνται, καὶ δυϲχερῶϲ αὐτοῖϲ ἡ κάθαρϲιϲ προχωρεῖ, καὶ πρὸϲ τούτοιϲ ἔτι ταχέωϲ ἐκλύονται· γίνεται δὲ ταῦτα πάντα, τοῦ καθαρτικοῦ φαρμάκου τὸν οἰκεῖον μὲν ἕλκειν ἐφιεμένου χυμόν, τῷ δ᾿ ἀπορεῖν αὐτοῦ τὸ οἷμα καὶ τὰϲ ϲάρκαϲ ϲυντήκοντοϲ, ἵνα ἐξ ἐκείνων ἕλξῃ τὸ οἰκεῖον.

τοὺϲ δ᾿ ὑγιαίνονταϲ μὲν ἔτι, νοϲήϲανταϲ δ᾿ ἄν, εἰ μὴ κενωθεῖεν, φθάνειν χρὴ κενοῦν εἰϲβάλλοντοϲ | ἦροϲ, ἤτοι διὰ φλεβοτομίαϲ, εἰ πληθωρικοῖϲ ἁλίϲκοιντο νοϲήμαϲιν, ἢ διὰ καθάρϲεωϲ, εἰ τοῖϲ κατὰ διαφθοράν.

ἡμεῖϲ γοῦν καὶ ποδάγραν καὶ ἀρθρῖτιν ἀρχομένην καὶ μήπω περὶ τοῖϲ ἄρθροιϲ εἰργαϲμένην πώρουϲ ἐκ τῆϲ τοιαύτηϲ κενώϲεωϲ ἐτῶν ἤδη πολλῶν ἐκωλύϲαμεν γίνεϲθαι.

κατὰ δὲ τὸν αὐτὸν τρόπον ἀποπληξίαν, ἐπιληψίαν, μελαγχολίαν, ἄλλα τοιαῦτα χρόνια πάθη διὰ τῆϲ εἰρημένηϲ κενώϲεωϲ ἐπὶ πολλῶν ἀνθρώπων ἐπαύϲαμεν.

ἐνίοιϲ μὲν οὖν ϲυμφέρει κενοῦϲθαι τοὺϲ φλεγματώδειϲ χυμούϲ, ἐνίοιϲ δὲ τοὺϲ πικροχόλουϲ, ἐνίοιϲ δὲ τοὺϲ μελαγχολικούϲ, ἐνίοιϲ δ᾿ ὀρῶδεϲ περίττωμα κατὰ τὴν τῶν εἰθιϲμένων αὐτοῖϲ γίνεϲθαι παθῶν οὐϲίαν.

αὐτίκα μελαγχολίᾳ τιϲ ἁλίϲκεται καθ᾿ ἕκαϲτον ἔτοϲ, εἰ μὴ καθαρθείη, καὶ καθαίρω γε αὐτὸν οὐκ ἦροϲ μόνον, ἀλλὰ καὶ φθινοπώρου.

οὕτωϲ δὲ | καὶ γυναῖκά τινα καθ᾿ ἕκαϲτον ἔτοϲ εἰϲβάλλοντοϲ ἦροϲ ὁμοίωϲ κενῶ, καρκινώδη διάθεϲιν ἐν μαϲτῷ ἔχουϲαν, ἣν ἰαϲάμην ἰϲχυρῶϲ κενώϲαϲ διὰ φαρμάκου καθαίροντοϲ μέλαιναν, καὶ εἰ παραλειφθείη [*](10—14 Οrib. Syn. I 16, 1 12—17 Gal. in Hipp. Aphor comm. I 37 (XVII 2,536—537 K.) 17—p. 222, 13 Gal. ibid. VI 47 (XVIII 1, 78 —81 K.)) [*](17—19 Orib. Syn. I 16, 2) [*](1 επτέον A 2 ἄν bis AN 3 ποραϲταχθένταϲ A δεικτικὸν CN ἄλλων codd.: corr. C2 4 ἑλκομένων codd.: corr. Matthaei ἐκκλητέον AN: εκλητέον C: corr. C² 6 διθώϲει A 7 ϲτράγγοϲ codd.: corr. Matthaei 8 ἐπιπολέωϲ codd. 12 ὑγεινὰ AC 15.16 τὸ δ᾿ ἀπορρεῖν codd.: corr. C² Dg:) [*](17 νοϲήϲονταϲ Dg ἄν addidi 18 φθάνειν om. C 19 ἁλίϲκοντο A εἰ (posteriore loco)] ἢ C 21 ἐργαϲμένην C πόρουϲ codd. 22 ἐτῶν C2 Dg: τῶν Codd ἤδη Dg: δὴ codd. 24. 25 ἐπαύϲωμεν A1 26 ἐνίοιϲ (secundo loco) ἐβίοιϲ A1 27 ὀρῶδεϲ A: ὀρῶδε N ἠθιϲμένων codd. 28 μελαγχολίαν codd.: corr. C2 Dg 29 καθαίρων N: καθαίρα A ἦροϲ] ἦ A1 30 οὕτω N) [*](31 μαϲθῶ C e corr. 32 μέλαιαν A1 : μέλανα Dg post εἰ add. μὴ A1 N) [*](32 sq. παραληφθείη N)

222

ποτὲ ἡ κάθαρϲιϲ, ὀδύνη διὰ βάθουϲ αὐτῇ γίνεται. ἐλέφαντα δ᾿ ἀρχόμενον ἑτέρῳ τὰ μὲν πρῶτα διά τε φλεβοτομίαϲ καὶ καθάρϲεωϲ ἰαϲάμην· ἑκάϲτου δ᾿ ἔτουϲ αὖθιϲ ἀρκεῖ καὶ τούτω μία κάθαρϲιϲ· ἐκλειφθείϲηϲ δ᾿ αὐτῆϲ, αὐτίκα τὸ πάθοϲ ἐπιϲημαίνει.

τὰ μὲν οὖν τοιαῦτα νοϲήματα καθάρϲεωϲ χρῄζει μελάνων χυμῶν, ἐπιληπτικὰ δὲ καὶ ἀποπληκτικὰ καὶ ἀϲθματικὰ τῶν φλεγματωδῶν, ἀρθριτικὰ δὲ τὰ μὲν ἅμα θερμαϲίᾳ πολλῇ τῶν πικροχόλων, τὰ δὲ ϲὺν ὄγκοιϲ ψυχροῖϲ τῶν φλεγματικῶν.

ἄλλοϲ δέ τιϲ ὥρᾳ θέρουϲ αἰεὶ τριτοίοιϲ ἁλιϲκόμενοϲ πυρετοῖϲ ἤδη πολλῶν ἐτῶν οὐκ ἐπύρεξε, χολὴν ὠχρὰν | φθάνων ὑφ᾿ ἡμῶν καθαίρεϲθαι κατὰ τὴν τελευτὴν τοῦ ἦροϲ· οὕτωϲ γὰρ ἄμεινόν ἐϲτι τοὺϲ τοιούτουϲ κενοῦν, ὡϲ τούϲ γε ἐπιληπτικοὺϲ ἀρθριτικούϲ τε καὶ μελαγχολικοὺϲ ὅϲοι τε ἄλλοι διὰ παχεῖϲ χυμοὺϲ νοϲοῦϲιν εἰϲβάλλοντοϲ ἦροϲ ἄμεινον κενοῦϲθαι.

χρὴ δὲ προλεπτύνειν καὶ τέμνειν τοὺϲ παχεῖϲ καὶ γλίϲχρουϲ χυμοὺϲ καὶ τοὺϲ πόρουϲ, δι᾿ ὧν οὗτοι μετα λαμβάνονταί τε καὶ ἕλκονται πρὸϲ τῶν καθαρτικῶν φαρμάκων, ἀναϲτομοῦν, εἰ ἡ κάθαρϲιϲ ἀρίϲτη μέλλοι γίνεϲθαι κατὰ πάντα, καὶ μάλιϲτα ἐπὶ τῶν ἐλλέβορον λαμβανόντων· ἡ γὰρ ϲυντονία τῶν ϲπαραγμῶν, ἐκβάλλουϲα τοὺϲ ἐϲφηνωμένουϲ δυϲλύτωϲ τοῖϲ πεπονθόϲι μέρεϲι χυμοὺϲ καὶ κατὰ τοῦτο τὰ χρόνια τῶν παθῶν ὠφελοῦϲα, ῥᾷον ἐργάϲεται τοῦτο, προλελεπτυϲμένων αὐτῶν.

τοῖϲ δ᾿ ἀμελήϲαϲι τούτων δυϲχερεῖϲ ἀπαντῶϲιν αἱ | καθάρϲειϲ μετὰ ϲτρόφων ἐνίοτε καί τινων ἰλίγγων ἄϲηϲ τε πολλῆϲ καὶ κακοϲφυξίαϲ ἐκλύϲεώϲ τε καὶ δυϲκολίαϲ.

τοῦ μέλλοντοϲ δ᾿ ἐλλέβορον λήψεϲθαι προπειρᾶϲθαι χρὴ τῆϲ φύϲεωϲ, ὅπωϲ ἔχει πρὸϲ τὰϲ ἄνω καθάρϲειϲ, τουτέϲτι τὰϲ δι᾿ ἐμέτων.

γινέϲθω δ᾿ ἡ πεῖρά ϲοι διὰ τῶν ἐμετικῶν φαρμάκων ὅϲα μέτρια· ἐὰν γὰρ φαίνηται μὴ ῥᾳδίωϲ καθαιρόμενοϲ, οὐ χρὴ τὸν τοιοῦτον ἄνθρωπον ἐπὶ τὸν ἐλλέβορον ἄγειν ἄνευ τοῦ προπαραϲκευάϲαι. γένοιτο δ᾿ ἂν τὸ τοιοῦτο καὶ δι᾿ αὐτῶν μὲν τῶν ϲυνεχών ἐμέτων, ἐθιϲθέντοϲ ἑτοίμωϲ ἐμεῖν τοῦ ληψομένου τὸν ἐλλέβορον· γένοιτο δ᾿ ἂν ἄμεινον καὶ διὰ τοῦ προϋγρᾶναι τὰ ϲώματα, προϋγραίνεται δὲ πλείονι τροφῇ καὶ ἀναπαύϲει.

τὸ μὲν οὖν τῆϲ ἀναπαύϲεωϲ δῆλον· ὡϲ γὰρ τὰ γυμνάϲια ξηραίνειν πέφυκεν, οὕτω καὶ ἡ ἀνάπαυϲιϲ, ὅπερ ἐϲτὶν ἡϲυχία τε καὶ ἀγυμναϲία, φυλάττει τὰϲ ὑγρότηταϲ· τροφὴ δ᾿ οὐχ ἁπλῶϲ ἡ | πλείων ὑγραίνειν πέφυκεν, ἀλλ᾿ ἥτιϲ ἄνευ ποιότητοϲ ἰϲχυρᾶϲ ᾖ, τουτέϲτι μήτε ϲτρυφνὴ μήτε δριμεῖα [*](5—8 Orib. Syn. I 16, 2 13—16 Gal. ibid. 119 (XVII 2,465 K.); Orib Syn. I 16,3 20—22 Gal. ibid II 9 (XVII 2,465 K.) 22—p. 223,1 Gal. ibid. IV 13 (XVII 2,672—673K.)) [*](1 ὐτῆϲ codd.: corr. C2Dg 3. 4 ἐκλειφθείϲηϲ C e corr.: ἐλλειφθείϲηϲ Dg) [*](4 πιϲημαίνει. τὰ Dg: ἐπιϲημαίνεται codd. 5 μελανοῦν AN: μέλαν οὖν C: corr. Dg χυμὸν codd.: corr. Dg 8 ἀεὶ C 17 τῶν (posteriore loco)] τῶ N) [*](18 δύϲλυτοϲ codd.: corr. C² Dg 19 τὰ] δὲ C 20 προλελυπτυϲμένων A) [*](21 ϲτρόφων C²Dg: ϲφοδρῶν codd ἀϲτῆϲ A 22 κακοϲφυγξίαϲ A: κακοϲφιγξίαϲ CN: corr. Dg 23 ἐλλέβορο N λή ήψεται A1 C προπειρᾶϲθαι om. N ἔχῃ codd.: corr. Dg 27 τοιοῦτον A 28 μὲν om. C λειψομένου AN) [*](30 πλείω codd.: corr. C2Dg 31 πύφυκεν A 31— 33 οὕτω πέφυκεν add. Dg e Gal., et τροφὴ πέφυκεν add. iam C² 33. 34 ἄλλῃ τιϲ codd.: ἀλλ᾿ εἴ τιϲ Dg: correxi 34 ἰϲχυράϲη A.)

223
μήτε ἁλυκὴ μήτε πικρά.

δεδώκαμεν δ᾿ ἐνίοτε ῥαφανῖδαϲ δι᾿ ὀξυμέλιτοϲ, πήξαντεϲ αὐταῖϲ δι᾿ ὅληϲ ἡμέραϲ καὶ νυκτὸϲ ἐλλεβόρου κλῶναϲ λευκοῦ. καὶ εἴη ἂν ἀϲθενὴϲ ἀπ᾿ ἐλλεβόρου κάθαρϲιϲ ἡ τοιαύτη.

οἱ δὲ ϲτενὸν ἔχοντεϲ τὸν θώρακα καὶ διὰ τοῦτο καὶ τὸν πνεύμονα ϲυντεθλιμμένον ἀνεπιτηδειότατοι τυγχάνουϲιν εἰϲ τὰϲ ἐμετικῶν φαρμάκων καθάρϲειϲ τάϲ τε ἄλλαϲ καὶ μάλιϲτα τὴν δι᾿ ἐλλεβόρου τοῦ λευκοῦ· ῥήγνυται γὰρ αὐτοῖϲ ἀγγεῖόν τι τῶν ἐν τοῖϲ ἀναπνευϲτικοῖϲ ὀργάνοιϲ.

χρὴ δὲ καὶ τὸν μὲν πικρόχολον χυμὸν ἄνω, τὸ δὲ φλέγμα κάτω μᾶλλον κενοῦν· ἔϲθ᾿ ὅτε μὴν ἔμπολιν, εἰ κατὰ μὲν τὴν γαϲτέρα φλεγματικόϲ, ἐν δὲ τοῖϲ ἐντέροιϲ πικρόχολοϲ ἀθροιϲθείη, τὸν μέντοι μελαγχολικὸν αἰεὶ κάτω.

γέγραπται δὲ κατὰ τοὺϲ Ἀφοριϲμοὺϲ Ἱπποκράτει | περὶ τῶν ὡρῶν· ‘θέρεοϲ φαρμακεύειν τὰϲ ἄνω, χειμῶνοϲ τὰϲ κάτω.’

τὸ δ᾿ ἀνάλογον ταῖϲ ὥραιϲ ἐπὶ τῶν χωρῶν ϲκοπεῖϲθαι χρὴ θερμότητί τε καὶ ψυχρότητι διαιρουμένουϲ· οὕτωϲ δὲ κἀπὶ τῶν ἡλικιῶν.