De methodo medendi

Galen

Galen, De methodo medendi

Ἀρχὴ δ’ αὐτῶν εἰς σαφήνειαν χρήσιμος ἀνάμνησις ὧν ἐν τῇ πρὸ τούτου γράμματι διῆλθον, ὑπὲρ τῶν ἐφημέρων πυρετῶν διαλεγόμενος. ἐφαίνετο γὰρ ἐπ’ ἐκείνων ἔνδειξις ἡ πρώτη μὲν καὶ ὡς ἂν εἴποι τις κυριωτάτη τὴν διάθεσιν τοῦ νοσοῦντος ἐκκόπτειν, ὥσπερ ἐπὶ τῶν ὑγιαινόντων ἐδείχθη φυλάττειν. ἀλλ’ ὥσπερ τηρεῖται διὰ τῶν ὁμοίων, οὕτως ἀναιρεῖται διὰ τῶν ἐναντίων. συνενδείκνυσθαι δ’ ἐλέγομεν εἰς τὴν τῶν ἰαμάτων εὕρεσιν αὐτήν τε τοῦ σώματος τὴν κρᾶσιν ἅμα τοῖς ἔθεσι καὶ τὴν χώραν καὶ τὴν ὥραν καὶ τὴν κατάστασιν. ἐφ’ ὧν δὲ νοσημάτων ἐξαίρετός τις ἐν ἑνὶ μορίῳ τοῦ ζώου διάθεσις ἐγένετο, καθάπερ ἐπὶ τῶν ἐγκαύσεων ἐν τῇ κεφαλῇ, λαμβάνεσθαί τινα κᾀκ τοῦ μέρους τούτου ἔνδειξιν. οὐ μὴν ἐν ἐκείνῳ γε τῷ γράμματι περὶ τῆς δυνάμεως ἢ τῆς τὴν διάθεσιν ἐργαζομένης αἰτίας εἴρηταί τι, διὰ τὸ τὴν μὲν δύναμιν οὐδεμιᾶς ἐξαιρέτου δεῖσθαι προνοίας ἐν τοῖς

635
ἐφημέροις πυρετοῖς, ὡς ἂν ἐῤῥωμένην τοὐπίπαν· διάθεσίν τε οὐδεμίαν εἶναι τὸν ἀκριβῶς ἐφήμερον πυρετὸν ἤτοι γεννῶσαν ἤ αὐξάνουσαν, ἑκατέρως γὰρ ἐγχωρεῖ λέγειν. ἀλλὰ νῦν γε περὶ πρώτης διελθὼν τῆς δυνάμεως ἑξῆς ἐπὶ τὰς γεννώσας αἰτίας τὸν πυρετὸν ἀφίξομαι τῷ λόγῳ.

Διοικοῦσι τὸ ζῶον, ὡς ἐν τοῖς περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ἐπεδείκνυτο, τρεῖς ἑτερογενεῖς ἀλλήλων δυνάμεις, ὥσπερ ἐκ πηγῆς τινος ἰδίας ἑκάστη παντὶ τῷ σώματι διανεμόμεναι. καλεῖ δ’ αὐτὰς ὁ Πλάτων ψυχὰς, ἰδίαν ἑκάστης εὑρίσκων τὴν οὐσίαν. ἔστι δ’ ἡ μέν τις αὐτῶν εἰς τὸ τρέφεσθαι τὸ ζῶον ἀναγκαία καὶ κοινὴ πρὸς τὰ φυτὰ, τὴν μὲν οἷον πηγὴν ἔχουσα τὸ ἧπαρ, ὀχετοὺς δ’ ἐξ αὐτῆς εἰς ὅλον τὸ σῶμα διασπειρομένους τὰς φλέβας· ἣν εἴτ’ ἐπιθυμητικὴν, εἴτε φυσικὴν, εἴτε θρεπτικὴν ὀνομάζοις, οὐδὲν διοίσει, καθάπερ οὐδὲ εἰ ψυχὴν ἢ δύναμιν. ἑτέρα δ’ οὐ μόνον ὡς φυτοῖς ἡμῖν ἢ ζῶσιν, ἀλλὰ καὶ ὡς ζώοις ὑπάρχουσα ψυχὴ, κατὰ τὴν καρδίαν ἵδρυται πηγή τις οὖσα καὶ ἥδε τῆς ἐμφύτου θερμασίας· ὀχετοὶ δὲ καὶ ταύτης

636
τῆς πηγῆς αἱ ἀρτηρίαι, καλουμένης καὶ αὐτῆς ὀνόμασι πολλοῖς· καὶ γὰρ δύναμις ζωτικὴ καὶ δύναμις θυμοειδὴς καὶ ψυχὴ ζωτικὴ καὶ ψυχὴ θυμοειδὴς ὀνομάζεται. τρίτη δ’ ἐν ἐγκεφάλῳ καθίδρυται ψυχὴ λογικὴ, τῶν κατὰ προαίρεσιν ἐνεργειῶν ἅμα ταῖς αἰσθήσεσιν ἐξηγουμένη, χρῆται δὲ μορίοις καὶ ἥδε καθάπερ ὀχετοῖς τισι τοῖς νεύροις, αἴσθησίν τε καὶ κίνησιν ἐπιπέμπουσα δι’ αὐτῶν τῷ ζώῳ παντί. τὸ μὲν δὴ ταύτας φυλάττειν τὰς δυνάμεις οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ φυλάττειν τὴν ζωήν· ἐδείχθη γὰρ ὅπως ἀπολομένης ἡστινοσοῦν ἐξ αὐτῶν μιᾶς ἀναγκαῖόν ἐστι καὶ τὰς λοιπὰς συναπόλλυσθαι. καὶ διὰ τοῦτο κατὰ τὴν ὑγιεινὴν πραγματείαν ὁ σκοπὸς ἡμῖν οὗτος ἦν. ἐπὶ δὲ τῆς θεραπευτικῆς ὁ μὲν πρῶτος σκοπὸς ἀνάλογον τῷ κατὰ τὴν ὑγιεινὴν ἡ τοῦ νοσήματος ἀναίρεσίς ἐστιν· οἷον γὰρ ἐπ’ ἐκείνης τὸ φυλάξαι τὴν ὑγείαν ὑπάρχει, τοιοῦτον ἐπὶ ταύτης ἐκκόψαι τὴν νόσον. ἓν δ’ ἀμφοτέραις αὐταῖς κοινὸν ἡ φυλακὴ τῆς ζωῆς· ἐπὶ μὲν τῆς ὑγιεινῆς πραγματείας ἑπομένη τῇ φυλακῇ τῆς ὑγείας· ὃ γὰρ ἂν ὑγείας ἕνεκα πράττηται, τοῦτ’ εὐθέως ἐστὶ καὶ τῆς ζωῆς φυλακτικόν·
637
ἐπὶ δὲ τῆς θεραπευτικῆς οὐκέτι, διὰ τὸ τὰ λυτικὰ τῶν παρὰ φύσιν ἐν ἡμῖν διαθέσεων οὐκ ἐξ ἅπαντος φυλάττειν τὴν ζωήν· ἔνια γὰρ ἐξ αὐτῶν ἐστι τοιαῦτα ταῖς δυνάμεσιν, ὥστε ἀμετρότερον ἢ ἀκαιρότερον αὐτοῖς χρησαμένων ἀπόλλυσθαι τὴν ζωήν. ἐπὶ γοῦν τῆς φλεβοτομίας, ἣν ὀλίγον ἔμπροσθεν ἄχρι λειποθυμίας ἐλέγομεν χρῆναι ποιεῖσθαι, χάριν τοῦ σβέσαι τὴν φλόγα τῶν ἐπὶ στεγνώσει συνόχων, οὐ σμικρόν τι τὸ βλάβος εἰκὸς ἀκολουθήσειν, εἰ μὴ κατὰ τὸν προσήκοντα καιρὸν ἢ τὸ δέον ἀποτελεσθείη μέτρον. δύο οὖν ἀνθρώπους ἀπολλυμένους εἶδον ἐν αὐταῖς τῶν ἰατρῶν ταῖς χερσὶ, λειποθυμήσαντας μὲν, ἀνακομισθέντας δ’ οὐκέτι. πολλοὶ δὲ εἰ καὶ μὴ παραχρῆμα διεφθάρησαν, ἀλλ’ ἐξ ὑστέρου γε διὰ τὸν τῆς δυνάμεως κάματον· οὓς εἴ τις ἐκένωσεν ἄνευ τοῦ καταλῦσαι τὴν δύναμιν, οὐκ ἂν ἀπώλοντο. καὶ μέν γε καὶ εἰς νόσον ἔνιοι μακρὰν ἐξέπεσον, ἐπὶ κενώσεσιν ἀμέτροις ἐκλυθείσης τῆς δυνάμεως. ἄλλοι δ’ εἰς τὸν ἐφεξῆς βίον ἅπαντα τὴν κρᾶσιν ὅλην τοῦ σώματος ἔσχον ψυχροτέρον, οὐ δυνηθέντες οὐκέτ’ ἀνακαλέσασθαι τὴν ἐκ τῆς ἀμέτρου κενώσεως
638
βλάβην· ἐξ ἧς ψυχρότητος οἱ μὲν ἄχροοί τε καὶ καχέκται καὶ ῥᾳδίως ἐπὶ παντὶ βλαπτόμενοι διετέλεσαν, ἄλλοι δ’ ἐξ αὐτοῦ τούτου νοσήμασιν ἑάλωσαν ὀλεθρίοις, ὑδέροις καὶ ὀρθοπνοίαις καὶ ἥπατος ἀτονίαις καὶ γαστρὸς, ἀποπληξίαις τε καὶ παραπληξίαις. εἰς τοσοῦτον οὖν ἀναγκαίας οὔσης τῆς δυνάμεως, ἁπάντων δ’ αὐτὴν τῶν κενωτικῶν βοηθημάτων ὅταν ἀμετρότερον αὐτοῖς τις χρήσοιτο βλαπτόντων, ἐναντιούμεναι δηλονότι πρὸς ἀλλήλαις αἱ ἐνδείξεις γίγνονται κατὰ τὰ τοιαῦτα τῶν σωμάτων ἐν οἷς ἡ μὲν διάθεσις ἵνα λυθῇ δεῖται κενώσεως ἀξιολόγου, φέρειν δ’ αὐτὴν ἡ δύναμις οὐ δύναται. πολλάκις δ’ οὐδὲν ὑπὸ τῆς κενώσεως ἡ δύναμις βλαπτομένη παρορᾶται τοὐντεῦθεν ὑπὸ τῶν ἀσκέπτων τε ἅμα καὶ προπετῶν ἰατρῶν, ὡς οὐδέποτε οὐδὲν ἐνδεικνυμένη. σφάλλονται δὲ, ὡς εἴρηται, διὰ τὸ μὴ γινώσκειν ὡς ἄλλου μέν τινος ἕνεκεν ἡ δύναμις σκοπὸς τῶν ποιητέων ἐστὶν, εἰς δὲ τὴν λύσιν τῆς διαθέσεως οὐδὲν ἐνδείκνυται. ὥσπερ οὖν ἐπὶ τῶν ὑγιαινόντων ἕπεται διὰ παντὸς τοῖς ἕνεκα τῆς ὑγείας πραττομένοις καὶ οὐδὲν ἔστιν εὑρεῖν τὸ φυλακτικὸν ὑγείας
639
ἀναιρετικὸν τῆς δυνάμεως, οὕτως ἐπὶ τῶν νοσούντων ἐνίοτε μὲν ἕπεται τοῖς ὡς πρὸς τὴν λύσιν αὐτοῦ πραττομένοις, ἐνίοτε δ’ ἀναιρεῖται πρὸς αὐτῶν. εἰ μὲν γὰρ ὀλίγον τῆς δυνάμεως εἴη τὸ πλῆθος ἰσχυρότερον, ἐπὶ ταῖς συμμέτροις κενώσεσιν οὐ μόνον οὐδεμία βλάβη τῆς δυνάμεως, ἀλλὰ καὶ ὠφέλεια μεγίστη γίνεται τοῦ βαρύνοντος αὐτὴν ἀρθέντος. εἰ δ’ ἵνα μὲν ἡ διάθεσις ἰαθῇ, πολλὴ χρεία τῆς κενώσεως εἴη, καταλύοιτο δὲ ὑπὸ τῆς τοσαύτης ἡ δύναμις, οὐ μόνον αὖ πάλιν οὐδὲν ὀνήσεται πρὸς αὐτῆς ὁ ἄνθρωπος, ἀλλὰ καὶ κινδυνεύσει τὰ μέγιστα. κατὰ μὲν οὖν τοὺς ἐπὶ στεγνώσει συνόχους ἰσχυρᾶς οὔσης ὡς τὰ πολλὰ τῆς δυνάμεως ἀκίνδυνος ἡ κένωσις, ἐν ἑτέροις δὲ νοσήμασιν ἐσχάτως ἐστὶ κινδυνώδης, οἷον ἐπὶ τῆς διαφθορᾶς εἰ τύχοι τῶν χυμῶν· ἐν καιρῷ γὰρ ἂν εἴη μνημονεύειν αὐτῆς ὑπὲρ τοῦ καὶ τοὺς τῆς φλεβοτομίας ἅπαντας σκοποὺς ἐν τούτῳ τῷ βιβλίῳ διορίζειν. τὸ τοίνυν διεφθαρμένον ἀλλότριόν ἐστι τῇ φύσει, τὸ τοιοῦτον δ’ ἐνδείκνυται τὴν ἄρσιν. ἐὰν οὖν ἡ διαφθορά ποτε μετὰ δυνάμεως ἀσθενοῦς συμπέσῃ, μάχεται τῆς διαθέσεως τὸ βοήθημα
640
τῇ φυλακῇ τῆς δυνάμεως. ἡ μὲν γὰρ διάθεσις ἐνδείκνυται τὴν κένωσιν ἤτοι διὰ φλεβοτομίας ἢ καθάρσεως· οὐδετέραν δ’ αὖ ἡ ἄῤῥωστος οἴσει δύναμις. ἐπεὶ τοίνυν ἐν ἁπάσαις ταῖς τοιαύταις μάχαις ἄπορος ἡ βοήθεια γίνεται, ποτὲ μὲν ὅλως ἀνίατος ἡ διάθεσις ἔσται, ποτὲ δὲ ἐν χρόνῳ καὶ μόγις ἰατροῦ μεγάλου τυχοῦσα δύναιτ’ ἂν ἰαθῆναι. χρὴ γὰρ δηλονότι κατὰ τὰς τοιαύτας ἐναντιώσεις τῶν ἐνδείξεων κατὰ βραχὺ μὲν ἐκκενοῦν τὸ μοχθηρὸν, κατὰ βραχὺ δ’ ἀντ’ αὐτοῦ τὸ χρηστὸν ἐντιθέναι. καλεῖται δ’ ἐπίκρασις ὑπὸ τῶν ἰατρῶν ἡ τοιαύτη θεραπεία τῆς κακοχυμίας.

Μέμνησο δέ μοι πρὸς τὰ μέλλοντα καὶ τοὺς τῆς φλεβοτομίας σκοπούς. ἐπειδὴ γὰρ αἵματός ἐστι κένωσις ἡ φλεβοτομία καὶ χρηστὸν τῇ φύσει τὸ αἷμα, χρὴ δήπου καλῶς αὐτὴν γίγνεσθαι τὸ ἄχρηστον τῇ φύσει κενοῦσαν. ἄχρηστον δὲ γίγνεται τῇ φύσει τὸ αἷμα διττῶς· ἢ τὸ μὴ φυλάττον ἀκριβῶς τὴν ἑαυτοῦ ποιότητα, μηδὲ τρέφειν ἔτι δυνάμενον ὡς πρόσθεν χρηστὸν ἢ τὸ πλῆθος τοσοῦτον γενόμενον, ὡς ἤτοι βαρύνειν τὴν δύναμιν, ἢ τείνειν, ἢ ῥήσσειν, ἢ ἐμφράττειν

641
τάς τε ἀρτηρίας καὶ τὰς φλέβας. ἐν τούτοις μὲν ἡ φλεβοτομία χρήσιμος, ὡς ἕν τι καὶ αὐτὴ τῶν κενωτικῶν βοηθημάτων· ἐν ἑτέροις δ’ ὡς ἀντισπαστικὸν ἢ παροχευτικὸν, ὅταν ὁρμὴν χυμῶν σφοδροτέραν ἤτοι γε εἰς τοὐναντίον ἀντισπάσωμεν δι’ αὐτῆς, ἢ παροχετεύσωμεν εἰς τὰ πλάγια. δεῖται δ’ ἀεὶ δυνάμεως ἰσχυρᾶς ἐξαρκούσης τῷ ποσῷ τῆς κατ’ αὐτὴν κενώσεως. ἐκ τούτων οὖν τῶν σκοπῶν ἐνίοτε μὲν ἅπαξ ἀφαιροῦμεν αἵματος ἐνίοτε δὲ δὶς ἢ τρὶς ἢ πλεονάκις ὡς κᾀν τοῖς ἑξῆς ἔσται δῆλον. ἐν δὲ τῷ παρόντι τοῦθ’ ἡμῖν δέδεικται σαφῶς ὅτι τῶν κενωτικῶν βοηθημάτων ἐνίοτε μὲν ἀλύπως ἡ δύναμις ἀνέχεται, μήτε ὀνιναμένη πρὸς αὐτῶν μηδὲν ὅ τι καὶ ἄξιον λόγου μήτε βλαπτομένη. πολλάκις δ’ ἤτοι μᾶλλον ἢ ἧττον ὠφελεῖταί τε καὶ βλάπτεται καὶ ὡς ὁπόταν μὲν ἀξιόλογον γένηται τὸ βλάβος ἐκ τῶν κενωτικῶν βοηθημάτων, ἐναργῶς φαίνεται τηνικαῦτα ἡ δύναμις ἐνδεικνυμένη τι καὶ αὐτὴ χρήσιμον, ὥσπερ γε καὶ ὁπόταν ὠφελεῖται σαφῶς. ὁπόταν δὲ μήτε ὄφελος αὐτῇ τι μήτε βλάβος ἐκ τῶν τὴν διάθεσιν ἀνασκευαζόντων γένηται, παρορᾶται μὲν τηνικαῦτα ὡς ἄχρηστος.

642

Μία δὲ κᾀκ ταύτης ἐστὶ διαπαντὸς ἡ τοῦ συμφέροντος ἔνδειξις, ὥσπερ καὶ τῶν ἄλλων ἁπάντων. κατὰ γὰρ τὴν ἑαυτοῦ φύσιν ἐνδεικνύμενον ἕκαστον ἓν ἐνδείξεται διαπαντὸς, ὡς ἂν καὶ μίαν ἔχον τὴν φύσιν. καὶ τοῦτο τὸ ἓν εἰ μὲν ἁπλοῦν εἴη, τὸ τὴν ἔνδειξιν ποιούμενον ἁπλοῦν ἔσται καὶ αὐτό· συνθέτου δ’ ὑπάρχοντος ἐκείνου καὶ τοῦτο ἔσται σύνθετον. ἔνια μὲν οὖν ἐνδείκνυται τὴν ἑαυτοῦ φυλακὴν, ἔνια δὲ τὴν ἀναίρεσιν· ὁποτέρως δ’ ἂν τοῦτο ποιῇ, τὸ μὲν ἁπλοῦν ἁπλῆν καὶ τὴν ἔνδειξιν ἔχει, τὸ δ’ οὐχ ἁπλοῦν οὐχ ἁπλῆν. διὰ τοῦτο ἐν τοῖς ἔμπροσθεν ἀεὶ τὴν μὲν ἁπλῆν δυσκρασίαν ἁπλῆν καὶ τὴν ἔνδειξιν ἔφαμεν ποιεῖσθαι, καθάπερ εἰ τύχοι ἐπὶ ψύξεως τὴν θερμότητα, τὴν δ’ οὐχ ἁπλῆν οὐδὲ τὴν ἔνδειξιν ἔχειν ἁπλῆν. τὴν γὰρ θερμὴν καὶ ξηρὰν δυσκρασίαν ἐνδείκνυσθαι τὴν ἴασιν ἑαυτῆς διὰ τῶν ὑγραινόντων τε καὶ τῶν ψυχόντων.

Ἕξει τοίνυν καὶ ἡ δύναμις ἀεὶ τὴν ἔνδειξιν μίαν, ἥτις ἐστὶν ἑαυτῆς φυλακή. ἐκ τίνων οὖν φυλαχθήσεται; κατὰ μὲν πρῶτον λόγον ἐκ τοῦ τῆς οὐσίας αὐτῆς τὸ κενούμενον

643
ἢ ἀλλοιούμενον ἐπανορθοῦσθαι, κατὰ δεύτερον δ’ ἐκ τοῦ κωλύειν ἡμᾶς τὰ κενοῦν ἢ ἀλλοιοῦν τὴν οὐσίαν αὐτῆς δυνάμενα. περιλαμβανέσθω δ’ ἐν τοῖς ἀλλοιοῦσι βραχυλογίας ἕνεκα καὶ τὰ τὴν συνέχειαν ἑαυτῆς διασπῶντα. ταῦτ’ οὖν ἀεὶ τῆς δυνάμεως ἐνδεικνυμένης, ἐπὶ μὲν τῶν ὑγιαινόντων, ὡς εἴρηται, συμφωνία τῶν πραττομένων ἁπάντων ἐστὶν εἰς τὴν διαμονὴν αὐτῆς, ἐπὶ δὲ τῶν νοσούντων οὐκ ἀεί. κᾀν τούτῳ χρὴ σκοπεῖσθαι τὸ ἐπικρατοῦν ἤτοι κατὰ τὸ μέγεθος ἢ καὶ κατὰ τὴν ἀξίαν, ὡς καὶ πρόσθεν ἐλέγετο. μέγιστον μὲν οὖν ἀξίωμα τὸ τῶν δυνάμεών ἐστιν· αὐτὸ γὰρ τὸ ζῇν ἡμῖν ἐκ τῆς τούτων ὑπάρχει φυλακῆς, ἐπειδὴ καὶ τὴν ζωὴν ἀναγκαῖον ἤτοι αὐτὰς τὰς δυνάμεις ἢ τὰς ἐνεργείας αὐτῶν ὑπάρχειν· οὐδὲν δ’ ἂν εἴη τῆς ζωῆς πρότερον ἐν τοῖς ζώων σώμασιν, ὅτι μηδ’ ὑγιαίνειν οἷόν τε χωρὶς τοῦ ζῇν. ἡ δύναμις οὖν ἁπάντων πρῶτον φυλακτέα τοῖς ἀνθρώποις ἐστὶν ἐκ τοῦ μήτε κενοῦσθαι τὴν οὐσίαν αὐτῆς μήτ’ ἀλλοιοῦσθαι τοσαύτην ἀλλοίωσιν, ὅση πλησιάσει φθορᾷ. καὶ ταύτης τῆς φυλακῆς ἐστὶ μόριον, ὅταν τὴν εὐκρασίαν ἤτοι φυλάττομεν οὖσαν
644
ἢ οὐκ οὖσαν ἐργαζόμεθα. μετὰ δὲ τὴν δύναμιν ἡ ἀπὸ τῶν διαθέσεών ἐστιν ἔνδειξις, ἃς θεραπεύειν πρόκειται, κᾄπειτα ἑξῆς τἄλλα. πᾶν οὖν ὅπερ ἂν μάχηται τῇ ἀπὸ τῆς δυνάμεως ἐνδείξει, δεύτερόν ἐστι καὶ ὕστερον ὧν ἐκείνη κελεύει. τὰ δ’ εἰς ταὐτὸ συμβαίνοντα τοῖς ἐκείνῃ συμφέρουσιν ἀμφοτέρας ἔχει τὰς ψήφους, καὶ τὴν τῶν πρωτείων ὡς ἂν εἴποι τις καὶ τὴν τῶν δευτερείων. ὥστε ταῦτα μὲν ἀναμφισβητήτως ποιητέα, τὰ δ’ ἐναντιούμενα ποτὲ μὲν οὐδ’ ὅλως ἐστὶ ποιητέα, ἐνίοτε δ’ ἐπ’ ὀλίγον. εἰ γὰρ ἡ διάθεσις ἣν θεραπεύειν προαιρούμεθα χρῄζει κενώσεως, ἄῤῥωστος δ’ ἡ δύναμις ἐσχάτως ὑπάρχει τῶν τὴν διάθεσιν ἰωμένων, οὐδὲν τῷ κάμνοντι προσάξωμεν ἐν ἐκείνῳ τῷ χρόνῳ παντὶ, καθ’ ὅσον ἀνατρέφομεν τὴν δύναμιν. ὅταν δ’ εἰς τοσοῦτον ἰσχύος ἥκειν αὐτὴν ὑπολάβωμεν ὡς ἤτοι μηδὲν ἢ ὀλίγον ὑπὸ τῆς κενώσεως βλάπτεσθαι, τηνικαῦτα καὶ πρὸς τὴν τῆς διαθέσεως ἴασιν ἀφιξόμεθα. πρῶτος μὲν οὖν ἁπάντων σκοπὸς ὁ τῆς δυνάμεώς ἐστιν· οὐ μὴν ὡς θεραπευτικός γε πρῶτος, ὅς γε τὴν ἀρχὴν οὐδὲ τῶν θεραπευτικῶν ἐστιν, ἀλλ’ ὡς ἂν εἴποι τις τῶν ζωτικῶν.
645
οὐ γὰρ ἵν’ ὑγιαίνωμεν, οὐδ’ ἵν’ ἀπαλλαγῶμεν νόσων, ἐξ αὐτῆς τι πρώτως λαμβάνομεν, ἀλλ’ ἵνα ζῶμεν. πρόσκειται δ’ ἐν τῷ λόγῳ τὸ πρώτως, ὅτι γε καὶ κατὰ συμβεβηκός ποτε τῆς δυνάμεως ἡ ῥῶσις εἰς τὴν τῆς διαθέσεως ἴασιν ὑπάρχει χρήσιμος. ἀλλὰ τοῦτο μὲν ἐν τοῖς ἑξῆς ἐπιδειξόμεθα.

Ἐπὶ δὲ τὸ προκείμενον αὖθις ἐπανέλθωμεν, εἰς ὀλίγα κεφάλαια συνόψεως ἕνεκα τὸ πᾶν ἀθροίσαντες. οἱ θεραπευτικοὶ σκοποὶ παρά τε τοῦ νοσήματός εἰσι καὶ τῆς τοῦ σώματος κράσεως καὶ τρίτου τοῦ περιέχοντος ἡμᾶς ἀέρος. εἰ δ’ ἔμπροσθεν ἕτεροί τινες εἶεν, ἢ καὶ αὖθις οὐχ οὗτοι μόνον, ἀλλὰ καὶ ἄλλοι ῥηθεῖεν ἐκ τῆς τούτων τομῆς ἅπαντες φανοῦνται γιγνόμενοι. ἡ μὲν γὰρ κρᾶσις τοῦ σώματος ἡ κατ’ ἐκεῖνον τὸν καιρὸν, ἡνίκα νοσεῖν ἤρξατο, πρὸς τὴν εὕρεσιν τῶν ἰαμάτων ὑπάρχουσα χρήσιμος, ἐκ φύσεως καὶ ἡλικίας καὶ ἐθῶν καὶ τοῦ περιέχοντος ἡμᾶς ἀέρος γεννᾶται. τὸ περιέχον δ’ αὐτὸ τοιοῦτον εἰργάσθη διά τε τὴν χώραν καὶ τὴν ὥραν καὶ τὴν κατάστασιν. ἓν τοίνυν ἑκάτερον αὐτῶν ὑπάρχον ἐκ πολλῶν γίνεται τοιοῦτον. ἡ δέ γε διάθεσις οὐχ ὡς

646
εἰς αἰτίας τέμνεσθαι πέφυκεν, ἀλλ’ ὡς εἰς διαφοράς· ἤτοι γὰρ ἐν τοῖς ὁμοιομερέσιν ἐστὶν, ἢ ἐν τοῖς ὀργανικοῖς συνίσταται μορίοις. ἐν μὲν οὖν τοῖς ὁμοιομερέσιν ἤτοι γ’ ἁπλῆ τις ἢ σύνθετος ὑπάρχουσα δυσκρασία, ἐν δὲ τοῖς ὀργανικοῖς περὶ τὴν τῶν ἁπλῶν μορίων γιγνομένη θέσιν, ἢ διάπλασιν, ἢ ἀριθμὸν, ἢ μέγεθος, ὅσαι τε καθ’ ἕκαστον τούτων ἐδείχθησαν οὖσαι διαφοραί. ταῦτ’ οὖν ἐστι τρία τὰ πρῶτα τὰ τὴν θεραπείαν ἐνδεικνύμενα, τὸ περιέχον ἅμα ταῖς διτταῖς τοῦ σώματος ἤτοι διαθέσεσιν ἢ κατασκευαῖς ἥδιόν σοι φάναι, μιᾷ μὲν τῇ κατὰ φύσιν, ἑτέρᾳ δὲ τῇ παρὰ φύσιν, ἥτις τὸ νόσημά ἐστιν. ὅτι δ’ οὐκ ἐνδέχεται αὐτὰ τὰ πρῶτα γένη τῶν θεραπευτικῶν σκοπῶν πλείω τῶν εἰρημένων τριῶν ὑπάρχειν ἐξ αὐτῆς τῆς τῶν πραγμάτων οὐσίας ἔνεστί σοι μαθεῖν. τὸ μὲν γὰρ νόσημα καὶ ἡ ὑγεία διαθέσεις εἰσὶ τοῦ σώματος, ἡ μὲν τὴν ἀναίρεσιν ἐνδεικνυμένη τὴν ἑαυτῆς, ἡ δὲ τὴν τήρησιν· τὸ περιέχον δὲ, οὗ χωρὶς οὔτ’ ἀνελεῖν οἷόν τε τὴν νόσον οὔτε κτήσασθαι τὴν ὑγείαν, τουτὶ μὲν οὖν τὸν ὧν οὐκ ἄνευ λόγον ἐπέχει. τὸ νοσοῦν δ’ ἀλλοιοῦντες, εἰ μὴ γινώσκοιμεν εἰς ὅ τι
647
μεθιστῶμεν οὐδ’ ὁπότε παυσόμεθα τῆς ἀλλοιώσεως εἰσόμεθα. καθόλου οὖν ἐπὶ πάσης τῆς θεραπείας ἐν τούτοις τοῖς τρισὶ γένεσιν οἱ σκοποὶ τοῖς πλείστοις εἰσί. κατὰ μέρος δὲ, ὡς ἔμπροσθεν εἴρηται, τινὲς μὲν τῶν ἁπλῶν μορίων εἰσὶν ἴδιοι, τινὲς δὲ τῶν συνθέτων. ἓν δή τι τῶν ἐγγινομένων τοῖς ἁπλοῖς ἐστιν ἡ κατὰ τὸ θερμὸν δυσκρασία. ταύτης δ’ εἰς ὅλον ἐκταθείσης τὸ σῶμα πυρετὸς τοὔνομα. καὶ τοίνυν ἅπαντος πυρετοῦ, καθόσον ἐστὶ πυρετὸς, ὑγρότης καὶ ψύξις ἰάματα. μόνου μὲν οὖν ὄντος αὐτοῦ σκοπὸς ἁπάντων τῶν βοηθημάτων κοινὸς ὁ νῦν εἱρημένος, ὥστε οὐδὲν ἔτι δεῖ πρὸς τὴν ἴασιν ἀλλ’ ἢ τὰς ὕλας ἐξευρεῖν ἐν αἷς ὁ σκοπὸς, εὑρόντας δὲ τὰς ὕλας τὸν μὲν καιρὸν ἐξ αὐτῶν τῶν τεσσάρων τοῦ πυρετοῦ λαμβάνειν καιρῶν, τὸ ποσὸν δ’ ἐκ τοῦ παραβάλλειν τῷ κατὰ φύσιν τὴν νόσον. εἰς ὅσον γὰρ ἀποκεχώρηκε τοῦ κατὰ φύσιν, εἰς τοσοῦτον χρὴ ψύχειν τε καὶ ὑγραίνειν τὸν κάμνοντα. τὸ περιέχον δὲ, εἰ μὲν ἐναντίαν ἔχοι τῷ νοσήματι τὴν κρᾶσιν, ἕν τι τῶν βοηθημάτων ἐστίν· εἰ δὲ ὁμοίαν, ἕν τι τῶν νοσωδῶν αἰτίων. διότι δὲ τὰς μὲν ἄλλας ὕλας ἐκλέξασθαί
648
τε καὶ φυγεῖν δυνάμεθα, τὴν δ’ ἐκ τοῦ περιέχοντος οὐχ οἷόν τ’ ἐστὶ φυγεῖν, ἀλλ’ ἀναγκαῖον χρῆσθαι τῇ παρούσῃ καταστάσει, διὰ τοῦτο καὶ ταύτῃ προσέχειν ἀναγκαζόμεθα, πολλάκις μὲν ὁμολογούσῃ τῇ κατὰ τὸ νόσημα ἐνδείξει, ὡς εἴπομεν, πολλάκις δ’ ἐναντιουμένῃ τε καὶ ἀντιπραττούσῃ. λόγον μὲν οὖν ἕξει τὸ περιέχον, ὡς εἴπομεν, ἐνίοτε μὲν ὕλης ἰωμένης, ἐνίοτε δὲ ὡς αἰτίου νοσάζοντος. εἰ μὲν γὰρ ὑγραίνεσθαι καὶ ψύχεσθαι δεομένης τῆς νόσου ταῦτ’ ἐργάζοιτο, λόγον ὕλης ἔχει θεραπευτικῆς· εἰ δὲ θερμαίνοι καὶ ξηραίνοι, νοσῶδες αἴτιον γίγνεται. συμφωνοῦντος μὲν οὖν αὐτοῦ ταῖς θεραπευτικαῖς ἐνδείξεσιν ἀσμενιστέον, ἐναντιουμένου δὲ κωλυτέον τὴν βλάβην, ἐπιτείνοντάς τε καὶ παραυξάνοντας τῶν ἄλλων βοηθημάτων τήν θ’ ὑγρότητα καὶ τὴν ψύξιν. ἐπιτηδευτέον δὲ καθ’ ὅσον ἐγχωρεῖ αὐτὸ τὸ περιέχον οἷον χρὴ κατασκευάζειν, ὑγροτέρους τε καὶ ψυχροτέρους οἴκους αἱρούμενόν τε καὶ κατασκευάζοντα· καθάπερ εἰ καὶ ψυχρὸν καὶ ὑγρὸν εἴη τὸ εἶδος τῆς νόσου, τὸ θερμαίνειν καὶ ξηραίνειν ἐνδεικνυμένης, αἱρεῖσθαί τε καὶ κατασκευάζειν οἴκους θερμαίνοντάς
649
τε καὶ ξηραίνοντας. αἱρεῖσθαι μὲν οὖν λέγω τοὺς ἐξ ἑαυτῶν τοιούτους, κατασκευάζειν δὲ ἐπιτεχνώμενον, ἐν μὲν τῷ θέρει καταγείους τε καὶ πρὸς ἄρκτον ἐστραμμένους αὐτοὺς, ῥαίνοντα συνεχῶς τὸ ἔδαφος αὐτῶν, ἐξ εὐρίπου τέ τινος αὔραν εἰσπνεῖν ἐπιτεχνώμενον, ἄνθη τε καὶ βλαστήματα δυνάμεως ὑγρᾶς τε καὶ ψυχρᾶς ἐπὶ τοῦ ἐδάφους καταῤῥίπτοντα, χειμῶνος δὲ τἀναντία τούτων ἐπιτεχνώμενον, ὅταν γε τὸ νόσημα κελεύῃ ποιεῖν, ὡς εἴρηται· μὴ κελεύοντος δὲ, τὴν ἀμετρίαν μόνην ἑκατέρας τῆς ὥρας κωλυτέον. ὑπὲρ ἧς ἐξ ἀνάγκης μοί τι καὶ μετὰ ταῦτα λεχθήσεται. νυνὶ γὰρ οὐ τὰς ὕλας τῶν βοηθημάτων ἔγνωκα κρίνειν, ἀλλὰ τὰς μεθόδους ἐκδιδάσκειν.

Ἀνάγωμεν οὖν αὖθις ἐπὶ ταύτας τὸν λόγον, ἐπιδεικνύντες ὅπως ὀλίγοι τε καὶ πολλοὶ γίγνονται σκοποὶ θεραπευτικοὶ κατὰ διαφόρους τομάς. τρεῖς τε γὰρ οἷόν τε ποιῆσαι τοὺς πάντας, ὡς ἀρτίως ἐποιήσαμεν, εἰς ὀλίγα κεφάλαια τὸ πᾶν ἀνάγοντες· ἕκαστόν τε πάλιν αὐτῶν τέμνοντες πολλοὺς ἐξ αὐτῶν ποιήσασθαι, καθάπερ καὶ τοῦτο ἤδη δέδεικται.

650
καὶ μέντοι καὶ αὐτῶν τῶν τμημάτων ἕκαστον οἷόν τε τέμνειν αὖθις, ἄχρις ἂν ἐπί τι τῶν ἀτμήτων ἀφικώμεθα. καὶ τὰ πρῶτα δὲ πάντων εἰρημένα τρία δυνατὸν εἰς ἐλάττω συναγαγεῖν, ὡς εἶναι δύο τὰ πάντα κεφάλαια τῶν τὴν θεραπείαν ἐνδεικνυμένων σκοπῶν τήν τ’ ἐνεστῶσαν διάθεσιν, ἣν νόσον ὀνομάζομεν, ἣν τ’ ἔμπροσθεν εἶχεν, ἣν ὑγείαν τε καὶ τὸ κατὰ φύσιν ἐκαλοῦμεν. οὐ γὰρ δὴ ἄλλο γέ τι τὸ ὑγιάζειν ἐστὶ παρὰ τὸ τὴν νῦν οὖσαν ἐν τῷ σώματι διάθεσιν εἰς τὸ κατὰ φύσιν ἄγειν· ἐναντίων δ’ οὐσῶν τῶν διαθέσεων ἀναγκαῖόν ἐστι δι’ ἐναντίαν γίγνεσθαι τὴν εἰς ἀλλήλας αὐτῶν μετάπτωσιν. καὶ οὕτως αὖ πάλιν εἷς μόνος ὁ γενικώτατος ἔσται σκοπὸς τῶν ἰαμάτων ἡ ἐναντίωσις. ἐντεῦθεν οὖν πάλιν ἀρξάμενοι τοὺς κατὰ μέρος ἐξεύρωμεν. ἐπειδὴ τὸ νοσοῦν ἐναντίον ἐστὶν ὑγιαίνοντι, δι’ ἐναντίων ἡ ὁδὸς ἐπ’ αὐτῶν. πῶς δ’ εὑρεθήσεται τὸ ποσὸν ἐν τοῖς ἐναντίοις; οὐ γὰρ ἀρκεῖ δήπου προσαγαγεῖν τὰ ψύχοντα ταῖς θερμαῖς διαθέσεσιν ἄνευ τοῦ προσήκοντος μέτρου· κίνδυνος γὰρ ἐλλείποντας μὲν ἀπολιπεῖν
651
τι καὶ τῆς νόσου λείψανον, ὑπερβάλλοντας δὲ γένος ἐναντίον ἀπεργάσασθαι νοσήματος. ὁ γὰρ ἐπὶ πλέον ἢ χρὴ ψύχων τὸ θερμὸν νόσημα τὴν ὑγιεινὴν ὑπερβὰς συμμετρίαν, ἕτερον ἐργάσεται νόσημα ψυχρόν. ὅπως οὖν τοῦτο μὴ γίγνοιτο, τὴν φύσιν ἐπίστασθαι χρὴ τοῦ θεραπευομένου σώματος, ἵν’ ὁπόσον ἀφέστηκεν αὐτοῦ ἡ νόσος τῆς συμμετρίας γνόντες ἐπιθῶμεν τῷ ψύχοντι βοηθήματι τὸ μέτρον. ἀλλ’ οὐχ οἷόν τε τὴν ἀπόστασιν αὐτῶν ἐξευρεῖν, εἰ μὴ γνοίημεν εἰς ὅσον ἦν ὑγρὸν, ἢ ξηρὸν, ἢ θερμὸν, ἢ ψυχρὸν ὅθ’ ὑγίαινεν, εἰς ὅσον δ’ ἐξέστηκεν ἐν τῷ νοσεῖν. τὸ μὲν γὰρ ἐπὶ πλεῖστον προκεχωρηκὸς τοῦ κατὰ φύσιν ἰσχυρῶν δεῖται τῶν ἐναντίων, τὸ δ’ οὐκ ἐπὶ πλεῖστον ἀσθενῶν. ἐπὶ πλεῖστον μὲν οὖν ἀφέστηκε τὸ ψυχρὸν νόσημα τοῦ φύσει θερμοῦ σώματος, ὥσπερ γε καὶ τὸ θερμὸν τοῦ ψυχροῦ· ἔλαττον δὲ ἀφέστηκε τὸ μὲν θερμὸν τοῦ θερμοῦ, τὸ δὲ ψυχρὸν τοῦ ψυχροῦ, ὥστ’ ἐξ ἀμφοῖν ἡ ἔνδειξις. ἀλλ’ ἐπεὶ τῶν μὲν ἄλλων ἁπάντων βοηθημάτων τῆς ὕλης ἡ ἔκλεξις ἐφ’ ἡμῖν ἐστι, τῆς δὲ τοῦ περιέχοντος οὐκ ἐφ’ ἡμῖν, εὔλογον δήπου κᾀκ τούτου
652
τὴν ἔνδειξιν λαμβάνειν. ἀλλ’ ἐπεὶ διαγινώσκειν προσήκει τὰς κράσεις τῶν σωμάτων ἀκριβῶς, ἔστι δὲ πάνυ χαλεπὸν τὸ τοιοῦτον, πειρατέον μὲν δήπου καὶ ἐκ τῶν ἐν τοῖς περὶ κράσεων εἰρημένοις ἐξευρίσκειν αὐτάς· ἐξ ἐπιμέτρου δὲ πρὸς ἐπιστημονικωτέραν διάγνωσιν, ἀπό τε τῆς ἡλικίας καὶ τοῦ προηγουμένου βίου παντὸς, ὃς ἐξ ἐπιτηδευμάτων τε καὶ διαίτης συνέστηκε καὶ τῆς ἐν τῷ τοιῷδε χωρίῳ καὶ ὥρᾳ τῇδε καὶ καταστάσει τῇδε διατριβῆς. εἰ μὲν γὰρ ἰσχνὸς φύσει καὶ θερμὸς ἁπτομένῳ καὶ χολώδης καὶ θυμικὸς καὶ δασὺς, θερμὸς οὗτός ἐστι καὶ ξηρὸς τὴν κρᾶσιν, οὐ μὴν ἐξ ἀνάγκης γε καὶ νῦν, ὁπότε νοσεῖν ὑπήρξατο, τὴν αὐτὴν ἀκριβῶς ἔχει διάθεσιν. ἐγχωρεῖ γὰρ αὐτῷ βίον ἀργὸν ἐν ὑγροῖς καὶ ψυχροῖς ἐδέσμασί τε καὶ ποτοῖς γεγονέναι· καὶ πρὸς τούτοις ἔτι καὶ βαλανείοις ἐπὶ τροφαῖς καὶ ὕπνοις πολλοῖς ἐν ὑγρῷ καὶ ψυχρῷ χωρίῳ χειμῶνος, ὑγρᾶς καὶ ψυχρᾶς ἐπικρατούσης καταστάσεως, ὥσπερ γε τἀναντία τούτων ἐγχωρεῖ προηγήσασθαι, τουτέστι τὰ θερμαίνοντα καὶ ξηραίνοντα καθ’ ἕκαστον τῶν εἰρημένων γενῶν. ἐξ αὐτῶν οὖν τῶν προηγησαμένων
653
ἀναπληρώσομεν ὅσον ἂν ἐνδεὲς ἔχωμεν εἰς τὴν τῆς ἐνεστώσης διάγνωσιν κράσεως, ἐξ ἐκείνης δὲ εὑρεθείσης τὴν τῶν ποιητέων ἔνδειξιν ἕξομεν.

Ἐλέγετο γοῦν ἔμπροσθεν ἐπὶ τῆς τοῦ ψυχροῦ δόσεως ἕν τι καὶ τοῦτο ἐπισκεπτέον εἶναι, μή τι τῶν μορίων φύσει ψυχρὸν ὂν ἐκ τῆς πόσεως αὐτοῦ βλαβείη μεγάλως. ἆρ’ οὖν ἐγχωρεῖ τὴν κρᾶσιν ἑκάστου τῶν μορίων ἐπὶ τοῦ κάμνοντος ἀνθρώπου, χωρὶς ὧν εἴπομεν σημείων ἐν ταῖς περὶ τούτων πραγματείαις ἐξευρεῖν; ἐκεῖνοι μὲν οὖν οὔτε ζητοῦσιν οὔτε ἴσασιν, ἀλλὰ καὶ κατὰ τὴν παροιμίαν ἑνὶ καλόποδι πάντας ὑποδέουσιν. ἡμεῖς δὴ ζητήσαντες εὕρομεν ὅτι διὰ πολλῶν καὶ δυσκόλων γνωσθῆναι γνωρισμάτων ἑκάστου τῶν μορίων ἡ κρᾶσις εὑρίσκεται, στοχαστικῶς μᾶλλον ἢ ἐπιστημονικῶς. ἐὰν τοίνυν φανῇ τι γνωρισμάτων πολλῶν τε καὶ μακρῶν ἀκριβέστερον ἓν, οὐκ ἂν ἀποῤῥίψαντες ἐκεῖνα τοῦτο ἀντὶ πάντων ἑλοίμεθα; πᾶς, οἶμαι, νοῦν ἔχων ὁμολογήσει. καὶ μὴν οὐδ’ ἐγγύς ἐστι τῇ πίστει τὰ γνωρίσματα τῶν κράσεων ἅπαντα συνελθόντα πρὸς τὴν ἐκ τοῦ

654
ἔθους ἔνδειξιν. εἰ γὰρ ὑγιαίνων τις ἔπινεν ἀεὶ ψυχρὸν, οὔθ’ ἧπαρ οὔτε κύστιν οὔτε κοιλίαν οὔτ’ ἄλλο τι τῶν τοιούτων βλαπτόμενος, εὔδηλον ὡς ἰσχυρά τ’ ἐστὶν ἅπαντα ταῦτα καὶ οὐδ’ ἂν νῦν ὑπὸ τοῦ ψυχροῦ βλαβείη. μὴ τοίνυν μικρόν τινα καὶ φαῦλον σκοπὸν εἰς βοηθημάτων εὕρεσιν ὑπολαμβάνωμεν εἶναι τὸ ἔθος, ὥσπερ οὐδ’ εἰς ὑγείας φυλακήν. οὐδεὶς γὰρ ἀνθρώπων οὕτως ἐστὶν ἔμπληκτος ὡς μεγάλως βλαπτόμενος ὑπὸ τῆς τοῦ ψυχροῦ πόσεως εἰς πολυχρόνιον ἔθος ἀγαγεῖν τὴν χρῆσιν· ἐν γὰρ τῷ μεταξὺ βλαβεὶς ἐναργῶς ὑπ’ αὐτοῦ καὶ νοσήσας ἀποστήσεται πάντως. ὥσπερ οὖν ἄλλα πολλὰ παρὰ τὰς κοινὰς ἐννοίας ἐνίοις ἐῤῥέθη τῶν ἰατρῶν, οὕτω καὶ τὸ μηδεμίαν εὕρεσιν ἢ διαίτης ὑγιεινῆς ἢ θεραπείας νοσούντων ἐξ ἔθους γίγνεσθαι. φαίνεται γὰρ οὐχ ὥσπερ ἄλλ’ ἄττα σμικρὰν καὶ φαύλην ἔχον τὴν δύναμιν, ἀλλὰ μεγίστην τε καὶ κυριωτάτην, ὡς ἂν ἐνδεικνύμενον ἑκάστου τῶν σωμάτων τὴν φύσιν. ἡμεῖς μὲν οὖν ἐξ αὐτοῦ μεθόδῳ προερχόμενοι, τὴν διάθεσιν τῶν μορίων εὑρίσκεσθαί φαμεν, εἶτ’ ἐξ ἐκείνης αὖθις ἐπὶ τὴν ἔνδειξιν ἔρχεσθαι τῶν
655
ποιητέων. ὁ δ’ ἐμπειρικὸς ὑπερβαίνειν φησὶ τὴν ζήτησιν τῆς φύσεως, ἐφ’ ὃ γὰρ ἂν ὑπ’ αὐτῆς ἤχθη, τοῦτο ἔχειν ἤδη γνῶσιν τοῦ μὴ βλάπτεσθαι τὸ τοῦ κάμνοντος σῶμα πόσει ψυχροῦ, τοῦτο δ’ εἶναι τὸ ἐξ ἀρχῆς ἡμῖν προκείμενον οὐ τῷ γνῶναι τὴν φύσιν. εἶτ’, οἶμαι, προσηκόντως ἡμᾶς μὲν ὡς μακρὰν ὁδὸν εἰκῆ περιερχομένους ἐπισκώψειεν· τοῖς δ’ ὅλως ἄχρηστον εἶναι λέγουσι τὸ ἔθος, ὡς μηδὲ τὸν κοινὸν νοῦν ἔχουσιν, εἰκότως μέμψαιτο. τί ποτ’ οὖν φήσεις πρὸς αὐτοὺς ἐροῦμεν ἡμεῖς οἱ μεθόδῳ τὴν τέχνην συνιστάμενοι; τί δ’ ἄλλο γε ἢ ὅτι τἀληθῆ λέγουσιν ἐπὶ τῶν οὕτως ἐναργῆ τὴν ὠφέλειαν ἢ βλάβην ἐχόντων ἐθῶν; ἴσασι γὰρ ἅπαντες αὐτὰ καὶ πρὸ τῆς μεθόδου. τῶν δ’ ἄλλων ἐθῶν ἔνια τῶν κατὰ βραχὺ μεγάλην ἀθροιζόντων τὴν βλάβην οὐκέθ’ οἶόν τ’ ἐστὶ δι’ ἐμπειρίας ἐξευρεῖν· εἴρηται δὲ περὶ τῶν τοιούτων ἐπὶ πλέον ἐν τοῖς ὑγιεινοῖς. ὅθεν εἰ κᾀν τῇ τοῦ ψυχροῦ δόσει χωρὶς τῆς μεθόδου τὸ ἔθος ἱκανὸν, οὐδ’ ἡμεῖς δήπου τὴν ἐμπειρίαν ἐκφεύγομεν, ἀλλ’ ὅσα περ ἐκεῖνοι πάντα ἐξ αὐτῆς
656
ὠφελούμενοι προστίθεμεν ἔξωθεν, οἵ γε προστιθέναι δυνάμενοι, τὴν ἐκ τῆς τῶν πραγμάτων φύσεως ἔνδειξιν. ἐν δὲ τῷ παρόντι λόγῳ τὴν ἀκολουθίαν τῆς μεθόδου φυλάττοντες ὁμολογοῦμεν ὁδῷ μακροτέρᾳ ταὐτὸν εὑρίσκειν, ὃ διὰ βραχυτέρας ἐνῆν ἐξευρεῖν ἀναλογισμοῦ χωρίς. ἑωρακότες γὰρ, οἶμαι, πολλάκις ἤδη πολλοὺς τῶν καυσουμένων ἐν πυρετοῖς, ὅταν ἤδη μετρίως ὦσιν οἱ χυμοὶ πεπεμμένοι, παραχρῆμα λύσαντας ἤδη τὸν πυρετὸν ἐπὶ τῇ πόσει τοῦ ψυχροῦ, κᾂν ἀήθεις ὦσιν αὐτοῦ, πολὺ δήπου μᾶλλον ἐλπίσομεν ἐπὶ τῶν εἰθισμένων ἄνευ πάσης βλάβης ἔσεσθαι τὴν ὠφέλειαν. ἔχεις οὖν ἤδη καὶ τὸν περὶ τῶν ἐθῶν λόγον, εἰ καὶ κατὰ τὸ πάρεργον, ἀλλ’ ἱκανῶς διωρισμένον. ἓν γάρ τι καὶ τοῦτό ἐστι τῶν ἐνδεικνυμένων τὰς ἰάσεις διὰ μέσης τῆς τοῦ νοσήματος φύσεως, ὥσπερ γε καὶ ἡ ἡλικία. καὶ γὰρ καὶ αὕτη διὰ μέσης τῆς κράσεως ἔχει τὴν ἔνδειξιν, οἷον ἡ τῶν παιδίων ὑγρὰν καὶ θερμὴν ἔχουσα τὴν κρᾶσιν ἑτοίμως διαφορεῖται.

Πρόσχες γάρ μοι κᾀνταῦθα τὸν νοῦν τῇ διαφορᾷ τῶν σωμάτων. ἡ μὲν τῶν λίθων οὐσία μόνιμός ἐστι

657
διὰ ξηρότητα καὶ ψύξιν· οὕτως δὲ ἡ τοῦ χαλκοῦ καὶ τοῦ σιδήρου καὶ ἡ τοῦ χρυσοῦ καὶ συνελόντι φάναι πάντων τῶν γεωδῶν σωμάτων. ἡ δέ γε τῶν ὑγρῶν καὶ θερμῶν εἰς τὸ περιέχον ἀεὶ σκίδναται τάχιστα, ποτὲ μὲν εἰς αἰσθητοὺς ἀτμοὺς λυομένη, ποτὲ δ’ εἰς ἀδήλους μὲν τῇ ὄψει, τῷ λόγῳ δὲ γνωστὰς ἀποῤῥοάς. αὗται μὲν οὖν αἱ φύσεις τῶν σωμάτων οἷον ἐκ διαμέτρου πρὸς ἀλλήλας ἀντίκεινται· τῶν δ’ ἄλλων ἁπασῶν ἐν μὲν τῇ ξηρᾷ καὶ ψυχρᾷ φύσει πλησιέστερον ὑπάρχουσαι δυσδιαφόρητοι μέν εἰσιν, ἀλλ’ ἧττον σιδήρου καὶ λίθου καὶ ἀδάμαντος. ἐν δὲ τῇ θερμῇ καὶ ὑγρᾷ διαφοροῦνται μὲν ἑτοιμότερον, ἀλλ’ ἧττον καὶ αὗται τοῦ θερμανθέντος ὕδατος. χωρὶς μὲν γὰρ θερμότητος οὐχ οἷόν τ’ ἐστι διαφορεῖσθαί τι σῶμα, μενούσης αὐτοῦ τῆς οὐσίας ἐσφιγμένης τε καὶ πεπιλημένης· ὑπὸ θερμότητος δ’ οὐχ ἅπαν, ἀλλ’ ὅσον ἐπιτήδειόν ἐστιν εἰς ἀτμοὺς λύεσθαι· τοιοῦτον δ’ ἐστὶ δήπου τὸ ὑγρόν. ἡ τοίνυν τῶν παιδίων οὐσία ῥᾷστα διαφορεῖται καὶ σκεδάννυται, διότι πασῶν μέν ἐστιν ὑγροτάτη, ψυχροτάτη
658
δὲ οὐδεμιᾶς. ὥστε οὐ χρῄζει κενωτικοῦ βοηθήματος, ἐξ ἑαυτῆς ἔχουσα τὸ κενοῦσθαι σύμφυτον. γίγνεται δὲ δήπου καὶ διὰ χώραν θερμὴν καὶ ξηρὰν, ὥραν τε θερινὴν καὶ κατάστασιν ἱκανῶς θερμὴν καὶ ξηρὰν ἡ διὰ τῆς ἐπιφανείας τοῦ σώματος ἀξιόλογος κένωσις, ὥσπερ καὶ διὰ ταύτην τοὺς δεομένους αἵματος ἀφαιρέσεως ἢ οὐδ’ ὅλως φλεβοτομήσομεν ἢ ὀλίγον ἀφαιρήσομεν. ἔσονται δὲ καὶ κατὰ τὴν τομὴν τήνδε πολλοὶ σκοποὶ, ἡ φύσις ἡ ἐξ ἀρχῆς, τὸ ἔθος, ἡλικία, τὸ χωρίον, ἡ ὥρα τοῦ ἔτους, ἡ κατάστασις, ἔτι τε πρὸς τούτοις ἡ νοσώδης διάθεσις ἣν θεραπεύομεν, ἑτέρῳ τε τρόπῳ πρὸ αὐτῆς ἡ τοῦ κάμνοντος δύναμις. οὐσῶν δὲ δηλονότι πολλῶν τῶν διαθέσεων ἰδίᾳ καθ’ ἑκάστην αὐτῶν ἡ ἔνδειξις· ἀπὸ μὲν τῆς θερμῆς ἡ τοῦ ψύχειν, ἀπὸ δὲ τῆς ψυχρᾶς ἡ τοῦ θερμαίνειν, ἑκάστης τε τῶν ἄλλων ὑπεναντίωσις, ὥστε ὀκτὼ δυσκρασιῶν οὐσῶν ὀκτὼ καὶ τοὺς κατὰ μέρος εἶναι σκοποὺς ἁπάντων τῶν ἐπιγιγνομένων νοσημάτων τοῖς ἁπλοῖς σώμασιν, ἐξ ἐπιμέτρου δὲ τὸν κοινὸν πρὸς τὰς τῶν ὀργανικῶν διαθέσεις, οὗ μηδὲν ὄνομα ἦν τοῖς ἔμπροσθεν, ἀλλ’ ἡμεῖς
659
ἀναγκασθέντες ἑρμηνεύειν αὐτὸ συνεχείας λύσιν ἐκαλέσαμεν, ἐπεδείξαμέν τε τὸν κοινὸν κᾀνταῦθα τῆς θεραπείας σκοπὸν εἶναι τὴν ἕνωσιν. ὅσοι δ’ ἐξ αὐτοῦ τούτου πάλιν τεμνόμενοι κατὰ μέρος συνίστανται, διὰ τῶν τεττάρων ὑπομνημάτων ἐδείχθησαν, τοῦ τρίτου τῶν ἐν τῇδε τῇ πραγματείᾳ καὶ τετάρτου καὶ πέμπτου καὶ ἕκτου. νυνὶ μὲν οὖν ἔτι τὸν περὶ τῶν δυσκρασιῶν ἐν τοῖς ἑξῆς ὑπομνήμασι ποιήσομαι λόγον. συντελέσας δ’ αὐτὸν ἐπὶ τὰ τῶν ὀργανικῶν μορίων ἀφίξομαι νοσήματα καὶ δείξω κατὰ τὴν αὐτὴν μέθοδον ἐν αὐτοῖς τούς τε πρώτους ἁπάντων σκοποὺς, οὓς γενικωτάτους ὀνομάζειν οὐδὲν κωλύει, καὶ τοὺς ἐκ τῆς τούτων τομῆς γενομένους· εἶτ’ αὖθις τοὺς ἐξ ἐκείνων, ἄχρι περ ἂν ἐπί τι τῶν μηκέτι ἐγχωρούντων τομὴν ἀφικώμεθα· ταύτην γὰρ ἡμᾶς ὁ Πλάτων ἐδίδαξε μέθοδον ἁπάσης τέχνης συστάσεως. ἀλλὰ περὶ μὲν τῶν ὀργανικῶν, ὡς ἔφην, αὖθις εἰρήσεται· νυνὶ δ’ ἀναμνησθέντες ἐν τίνι μέρει τῆς προκειμένης πραγματείας ἐσμὲν, ἐπιθῶμεν ἤδη τῇ παρούσῃ διεξόδῳ τὴν προσήκουσαν τελευτήν. ἓν δή τι γένος ἐστὶ νοσήματος ἐγγινόμενον τοῖς
660
ὁμοιομερέσι καὶ ἁπλοῖς ὀνομαζομένοις τοῦ ζώου μορίοις, ὃ καλεῖται δυσκρασία. ταύτης τῆς δυσκρασίας ἐνίας μὲν ἐδείξαμεν ἀλλοιουμένων τῶν σωμάτων κατὰ ψιλὰς ποιότητας, ἐνίας δὲ μεθ’ ὕλης τινὸς εἰς αὐτὰ κατασκηπτούσης ἀποτελεῖσθαι, γίγνεσθαι δ’ ἑκατέρας αὖ πάλιν ἤτοι περὶ ἓν ἢ πλείω μόρια τῶν ζώων ἢ καὶ σύμπαν τὸ σῶμα. διελθόντες οὖν ἐν τῷ τῆσδε τῆς πραγματείας ἑβδόμῳ γράμματι τὰς περὶ τὰ μόρια συνισταμένας δυσκρασίας ἀλλοιουμένων μόνων τῶν ποιοτήτων, ἑξῆς ἐν δυοῖν τούτοιν ἐπὶ τὰς εἰς ὅλον ἐκτεταμένας τὸ ζῶον ἀφικόμενοι περὶ πρώτων ἔγνωμεν διαλεχθῆναι τῶν πυρετῶν. ἐπεὶ δὲ καὶ τούτων αὐτῶν ἔνιοι μὲν ἔτι γίνονται, τῆς ἐργαζομένης αὐτοὺς αἰτίας ἐν τῷ σώματι περιεχομένης, ἔνιοι δ’ ἐγένοντο μὲν, οἴχεται δ’ αὐτῶν τὸ ποιῆσαν αἴτιον, ἄμεινον ἐδόκει τὸν λόγον ἐπὶ τούτους πρώτους ἄγειν, ἁπλῆν τὴν πρώτην ἔνδειξιν ἔχοντας, εἶθ’ ἑξῆς αὐτῶν ἅψασθαι τῷ λόγῳ κᾀκείνων τῶν πυρετῶν ὧν ἐν τῷ σώματι τὸ ποιοῦν ἐστιν αἴτιον.

661

Ἐπὶ μὲν δὴ τῶν ἐφημέρων πυρετῶν ἁπλῆ τίς ἐστιν ἡ παρὰ φύσιν ἐν τῷ σώματι διάθεσις, ὡς ἂν τῶν πρῶτον ἐργασαμένων αἰτίων αὐτοὺς οὐκ ἔτ’ ὄντων. ἐφ’ ὧν δ’ ἐστὶν ἔτι τὸ ποιοῦν αἴτιον, οὐκ ἐπὶ τούτων οὔθ’ ἡ διάθεσις οὔθ’ ἡ ἴασις ἁπλῆ. χρὴ γὰρ τὸ μὲν ἤδη γεγονὸς τοῦ πυρετοῦ λύειν ἐκ τῆς οἰκείας ἐνδείξεως αὐτοῦ, τὸ δὲ γεννησόμενον ἀποτρέπειν τε καὶ κωλύειν γενέσθαι· κωλυθήσεται δὲ τῆς ποιούσης αἰτίας αὐτὸ τελέως ἐκκοπείσης. ὥστ’ ἐν μὲν τοῖς ἐφημέροις ἡ τῶν πρακτέων ἔνδειξις ἐκ τοῦ πυρετοῦ μάλισθ’

662
ἡμῖν ἔσται, συνεπισκοπουμένοις αὐτῷ φύσιν καὶ ἡλικίαν καὶ ἔθος, ὥραν τε καὶ κατάστασιν καὶ χώραν καὶ δύναμιν. ἐν δὲ τοῖς ἄλλοις ὅσοι τὴν ἀνάπτουσαν αὐτοὺς αἰτίαν ἔχουσιν ἔνδον ὁ πρῶτος σκοπὸς τῆς ἐνδείξεως ἀπὸ τῆς αἰτίας ἐστίν. εἴπερ οὖν ὀρθῶς ἡμῖν ἐδείχθη σῆψις χυμῶν αἰτία τῶν πολυημέρων εἶναι πυρετῶν, ταύτην ἰάσασθαι χρὴ πρώτην, οὐκ ἀμελοῦντας οὐδὲ τοῦ σβεννύναι τὸν ἐξ αὐτῆς ἀνῆφθαι φθάσαντα πυρετόν. εἰ μὲν οὖν εἰς ταὐτὸ συμβαίνοι τά τε τοῦ πυρετοῦ σβεστήρια καὶ τὰ τῆς αἰτίας ἀλεξητήρια, τὸ δηλούμενον ὑπ’ ἀμφοῖν ἓν ὂν ἑτοίμως πρακτέον. εἰ δὲ ἡ τῶν ἤδη γεγονότων πυρετῶν ἴασις αὐξάνει τὴν ἀνάπτουσαν αὐτοὺς αἰτίαν, ἢ τὰ τὴν αἰτίαν ἐκκόπτοντα παροξύνει τοὺς πυρετοὺς, ἐπισκεπτέον ἀκριβῶς ὑπὲρ τῆς τῶν βοηθημάτων ἰδέας. ἐπίσκεψις δ’ ἀκριβὴς ἄν σοι γένηται διελομένῳ τὴν ὅλην σκέψιν εἰς τρεῖς τούτους σκοποὺς, ἆρά γε τὸν πυρετόν ἐστι μόνον ἰατέον ἀμελοῦντα τῆς αἰτίας, ἢ τὴν αἰτίαν ἐκκοπτέον οὐδὲν φροντίζοντα τοῦ πυρετοῦ, ἢ τὸ μὲν πλεῖστον τῶν βοηθημάτων ὡς πρὸς θάτερον αὐτῶν ἐστὶ ποιητέον,
663
οὐκ ἀμελητέον δ’ οὐδὲ τοῦ λοιποῦ. τὸ μὲν οὖν πρῶτον τῶν ῥηθέντων οὐκ ἐπαινέσομεν· εἰ γὰρ οἷς ἂν ἰώμεθα βοηθήμασι τὸ γενώμενον ἀεὶ τοῦ πυρετοῦ, ταῦθ’ ἡμῖν αὐξήσει τὴν ποιοῦσαν αὐτὸν αἰτίαν, οὔτ’ ἀναιρήσομέν ποτε τὴν γένεσιν αὐτοῦ οὔτε τὸ μέγεθος καθαιρήσομεν· ἥ τε γὰρ γένεσις ἀκολουθήσει τῇ ποιούσης αἰτίας ἰδέᾳ τό τε μέγεθος ἐκείνῃ συναυξηθήσεται. τὸ δὲ δεύτερον τῶν ῥηθέντων εἰ διορισώμεθα, γένοιτ’ ἂν ἡμῖν χρηστόν. εἰ μὲν γὰρ ἀφόρητον εἴη τῷ κάμνοντι τὸ τοῦ πυρετοῦ μέγεθος, οὐ χρὴ δι’ ὧν τὴν αἰτίαν ἐκκόπτομεν αὐξάνειν τὸν πυρετόν. ἅμα γὰρ, ὡς ἔοικεν, ἀναιρήσομεν ἀμφοτέρους, τόν τε πυρετὸν καὶ τὸν ἄνθρωπον. εἰ δ’ οὕτως εἴη μέτριος ὁ πυρετὸς ὥστε μὴ προκαταλῦσαι τὴν δύναμιν τοῦ νοσοῦντος ἐν ᾧ χρόνῳ πρὸς τὴν αἰτίαν ἐνιστάμεθα μόνην, οὐκ ἀπόβλητος ὁ τοιοῦτος ἂν εἴη τρόπος. οὐκ ἀπόβλητος δὲ οὐδὲ ὁ τρίτος, ἀνθίστασθαι μὲν κελεύων τῷ μείζονα τὴν ἀξίαν ἔχοντι, μὴ μέντοι μηδὲ θατέρου παντάπασιν ἀμελεῖν. ὡς τὰ πολλὰ μὲν οὖν ἡ αἰτία μείζονα τὴν ἰσχὺν ἔχει. γένοιτο δ’ ἄν ποτε τηλικοῦτον τοῦ πυρετοῦ τὸ
664
μέγεθος ὡς ὑπόγυιον ἐπιφέρειν τὸν ὄλεθρον, εἰ μή τις αὐτὸ κωλύσειεν· ἥνικα γε χρὴ τοῦτ’ ἐκκόψαντας πρότερον, ἐπὶ τὴν τῆς αἰτίας ἀναίρεσιν ἰέναι. ταυτὶ μὲν οὖν, ὦ Εὐγενιανὲ, διωρίσθω σοι κατ’ ἀρχὰς εὐθέως ὑπὲρ τῶν ἐναντίων ἐνδείξεων. ἐπεὶ δ’ ἐν τῷ ταύτας ἐξετάζειν οὐ σμικρὰν μοῖραν εἰς τὸ σωθῆναι τὸν ἄνθρωπον ἡ δύναμις ἔχειν ἐφάνη, γίγνοιτ’ ἄν σοι καὶ ἥδε σκοπὸς οὐ σμικρὸς εἰς τὴν τῶν πρακτέων εὕρεσιν. ὥστε εἶναι τοὺς πρώτους τρεῖς σκοποὺς ἐνδεικτικοὺς τῶν ποιητέων ἐν τοῖς ὑποκειμένοις τῇ σκέψει πυρετοῖς· ἕνα μὲν οὖν αὐτὸν τὸν πυρετὸν, ἕτερον δὲ τὴν γεννῶσαν αὐτὸν αἰτίαν, καὶ τρίτον τὴν δύναμιν. ἀλλὰ τοὺς μὲν δύο πρώτους σκοποὺς ἀναιρεῖν προσήκει, φυλάττειν δὲ τὸν τρίτον. ἔσται δή σοι κᾀνθάδε πάλιν ἡ αὐτὴ σκέψις ἣν μικρὸν ἔμπροσθεν ἐσκέψω, παραβάλλοντι τῇ δυνάμει τόν τε πυρετὸν ἐν μέρει καὶ τὴν αἰτίαν, εἶτα εἰ μὲν τῶν αὐτῶν ἄμφω δέοιντο βοηθημάτων, ἑτοίμως λαμβάνοντι, μαχομένων δὲ τῶν ἐνδείξεων, ἤτοι τὴν ἀπὸ τῆς δυνάμεως ἢ τὴν ἀπὸ τῆς αἰτίας ἢ τοῦ πυρετοῦ προαιρουμένῳ, ἢ τῷ μὲν ἰσχυροτέρῳ
665
μᾶλλον ἑπομένῳ, μὴ μέντοι γ’ ἀμελοῦντι μηδὲ τῶν ὑπολοίπων. ἐκ γάρ τοι τῶν τοιούτων διορισμῶν διδαχθήσῃ πρώτως μὲν τὴν αἰτίαν ἐκκόπτειν καὶ τὸν πυρετὸν, ὅταν στοχαζομένῳ σοι φαίνηται τοῖς τοιούτοις ἰάμασιν ἡ δύναμις ἐξαρκοῦσα· πρώτην δ’ αὖ πάλιν ῥωννύναι τὴν δύναμιν, ὅταν ἄῤῥωστος οὖσα μὴ φέρῃ τά τε τῆς αἰτίας καὶ τὰ τοῦ πυρετοῦ βοηθήματα. καὶ μέντοι καὶ πάντων ἅμα στοχάζεσθαί ποτε δυνατὸν, ὡς ὀλίγον ἔμπροσθεν ἐπί τε τοῦ πυρετοῦ καὶ τῆς αἰτίας ἐδείχθη.

Τριῶν οὖν ὄντων τούτων οἷς χρὴ προσέχειν τὸν νοῦν ἐν ταῖς προκειμέναις τῶν πυρετῶν ἰάσεσιν, αὐτοῦ τε τοῦ πυρετοῦ καὶ τῆς ποιούσης αὐτὸν αἰτίας καὶ τῆς τοῦ κάμνοντος δυνάμεως, εὑρημένων δὲ καὶ τῶν τῆς ἐνδείξεως τρόπων τῶν γενικῶν, οὓς καὶ καθόλου προσαγορεύομεν, ἐπὶ τὰς διαφορὰς ἤδη τῶν εἰδικῶν τε καὶ κατὰ μέρος ἰέναι χρὴ βοηθημάτων, ἀναμνήσαντας αὖθις τῶν ἐφημέρων πυρετῶν, ἐπειδή τινες ἐξ αὐτῶν μεταπίπτουσιν εἰς τοὺς πολυημέρους. γιγνομένης δὲ τῆς μεταπτώσεως αὐτῶν καθ’ ἕνα τρόπον τὸν κοινότατον, δι’ ἀμαθίαν τῶν ἰατρῶν, εἰδικωτέρους δὲ δύο, 

666
διότι καὶ αὐτῶν τῶν πυρετῶν ἤτοι γ’ ἀπήλλακται τὸ ποιῆσαν αἴτιον ἢ καὶ νῦν ἔτι μένει, περὶ ἀμφοτέρων ἐν μέρει λεκτέον. ἀπήλλακται μὲν οὖν τὸ ποιῆσαν αἴτιον, ὅταν ἐπὶ θυμῷ καὶ λύπῃ καὶ ἀγρυπνίᾳ καὶ φροντίδι καὶ ἡλίῳ θερινῷ καὶ κόπῳ καὶ βουβῶνι παυσαμένῳ γένηται πυρετὸς ἄνευ στεγνώσεως· οὐκ ἀπήλλακται δὲ, ὅταν ὑπὸ τοῦ προκατάρξαντος ἢ αὐτοῦ πυρετοῦ γένηταί τις στέγνωσις. ἥ τε γὰρ ψύξις ἀεὶ καὶ ἡ τῶν στυφόντων ὁμιλία διὰ μέσης στεγνώσεως ἐργάζονται πυρετὸν, ἥ τ’ ἔγκαυσις ἔστιν ὅτε στεγνοῖ τὴν ἕξιν, αὐτή τε πολλάκις ἡ ἀρχὴ τοῦ πυρετοῦ φρικώδης γενομένη στέγνωσιν εἰργάσατο. καὶ μέντοι καὶ γλίσχροι καὶ παχεῖς ἢ καὶ πολλοὶ χυμοὶ μετρίαν ἔμφραξιν ποιησάμενοι τὸν ἐφήμερον ἐνίοτε γεννῶσι πυρετὸν, ὅταν ἀγαθῶν ἰατρῶν τύχωσιν, ὡς ἔμπροσθεν ἐδείκνυτο. καλοῦνται μὲν οὖν πάντες ἐφήμεροι οἱ τοιοῦτοι πυρετοὶ, διότι λύεσθαι πεφύκασιν ὅσον ἐφ’ ἑαυτοῖς ἡμέρᾳ μιᾷ, συναριθμουμένης αὐτῇ δηλονότι καὶ τῆς νυκτός· ὥσπερ ἐν τῷ λέγειν ἡμερῶν εἶναι μῆνα τριάκοντα καὶ τὸν ἐνιαυτὸν τριακοσίων ἑξήκοντα καὶ πέντε, καὶ τόδε τι πέπρακται πρὸ
667
τριῶν ἡμερῶν, ἢ πραχθήσεται μετὰ τέσσαρας. οὐ μὴν ἡ αὐτή γε διάθεσις ἁπάντων αὐτῶν ἐστιν, ἀλλ’ ἔνιοι μὲν ἀχώριστον ἔχουσι τὴν στέγνωσιν, ἔνιοι δὲ οὐκ ἀχώριστον μὲν, ἤτοι δ’ ὡς τὰ πολλὰ συνοῦσαν ἢ ἀμφιδόξως ἢ σπανίως. ἀχώριστος μὲν οὖν ἡ στέγνωσίς ἐστι τοῖς διὰ τὸ στυπτηριῶδες ἢ χαλκανθῶδες ὕδωρ ἤ τι τοιοῦτον ἕτερον, ἢ διὰ ψύξιν ἢ διὰ βραχεῖαν ἔμφραξιν πυρέξασιν, ὡς τὸ πολὺ δὲ τοῖς δι’ ἔγκαυσιν· ἀμφιδόξως δὲ τοῖς διὰ κόπον. ὅσοι δὲ διὰ θυμὸν ἢ λύπην, ἢ ἀγρυπνίαν, ἢ σύντονον σκέψιν, ἢ ἀπεψίαν, ἢ βουβῶνα πυρέττουσι, σπανιάκις αὐτοῖς σύνεστι στέγνωσις. οὗτοι πάντες οἱ πυρετοὶ κατὰ τὸν ἑαυτῶν λόγον οὐκ ἀναμένουσι δεύτερον παροξυσμὸν, ἀλλ’ ἐντὸς τῶν εἴκοσι καὶ τεσσάρων ὡρῶν παύονται τοὐπίπαν, ἢ εἴ που κατὰ τὸ σπάνιον ἐνίοτε τινὲς αὐτῶν ἐπὶ πλέον ἐκτείνονται, δύο δ’ αὐτοῖς αἰτίαι προσγενόμεναι, κωλύουσι λυθῆναι, μία μὲν ἡ ψύξις ἤτοι γ’ ἐκ τοῦ περιέχοντος ἀέροςἢ ἐξ ἀλείμματός τινος ἔξωθεν προσενεχθέντος, ἑτέρα δ’ ἡ δαιμονία διάτριτος, ἐὰν ἀναγκασθῶσιν ὑπερβάλλειν αὐτὴν ἰατρῶν ἀμαθίᾳ. εἰ δὲ τὸ περιέχον ἀλεεινὸν
668
ὑπάρχει καὶ μηδεὶς τῶν τὴν διάτριτον σεβόντων ἰατρῶν παρείη τῷ κάμνοντι, παύσεται μὲν ὁ πυρετὸς ἐπὶ τῷ πρώτῳ παροξυσμῷ μεθ’ ἱδρῶτος ἢ νοτίδος ἢ διαπνοῶν ἀτμωδῶν, ὁ κάμνων δ’ αἰσθανόμενος ἀπαλλαγῆναι ἑαυτὸν τοῦ πυρετοῦ τὰ συνήθη πράττειν ἐπιχειρήσει λουόμενος ἢ ἀλειφόμενος ἢ καὶ χωρὶς τούτων ἐσθίων, εἴ τις εἴη τῶν ὀρείων ἀγροίκων. οἱ μὲν οὖν ἰδιῶται καθάπερ ἄλλα πολλὰ πρὸς αὐτῆς τῶν πραγμάτων τῆς φύσεως διδασκόμενοι πράττουσιν ἄμεινον τῶν σοφιστῶν, οὕτω κᾀν τοῖς ἐφημέροις πυρετοῖς ἱκανοὶ τὸ σύμπαν ἑαυτοῖς ἐκπορίζειν εἰσὶν, ὅταν γε χωρὶς ἰσχυροτέρας στεγνώσεως συστῶσιν. εἰ δὲ μετὰ τοιαύτης εἰσβάλοιεν, ἀτυχήσαντες μὲν ἰατρῶν περιπίπτουσί τινι τῶν σεβόντων τὴν διάτριτον, εὐτυχήσαντες δὲ τῶν λουσόντων τε καὶ θρεψόντων αὐτοὺς καὶ τἄλλα σύμπαντα πραξόντων, ὅπως ἡ στέγνωσις λυθείη. πολλάκις γοῦν, ὡς εἴρηται, δι’ ἔμφραξιν βραχεῖαν ἅμα λεληθυίᾳ πυκνώσει τοῦ δέρματος, ἤτοι διὰ λουτρὸν μοχθηρὸν ἢ δι’ ἄλλο τι γενομένη, πυρετοῖς ἐφημέροις ἑάλωσαν ἔνιοι· καθ’ ὃν καιρὸν ἐὰν μὴ ταχέως τις ἰάσηται τὴν ἔμφραξιν,
669
εἰς τοὺς πολυημέρους μεταπίπτουσιν. ἔστι γὰρ ὁ τοιοῦτος πυρετὸς ὅσον μὲν ἐφ’ ἑαυτῷ κοινὸς τῶν πολυημέρων τε καὶ τῶν ἐφημέρων, ἀλλὰ διὰ τὴν σμικρότητα τῆς αἰτίας μονήμερος γίνεται, καθάπερ γε καὶ διὰ μεγέθους ἐστὶν ὅτε πολυήμερος· ἀλλ’ ὅ γε παροξυσμὸς εἷς αὐτοῦ μέχρι τοῦ τέλους ἀπὸ τῆς ἀρχῆς ἐστιν, ἐὰν μὴ τύχῃ διαδεξάμενος αὐτὸν ὁ ἐπὶ σήψει χυμῶν. ἔστ’ ἂν οὖν μήτ’ ἐν τῷ σφυγμῷ μηδέπω τὸ τῆς σήψεως ὑπάρχει γνώρισμα μήτ’ ἐν τῇ θέρμῃ μήτ’ ἐν τοῖς οὔροις, ἐπ’ ἐμφράξει τε μόνῃ τὴν γένεσιν ἔχει καὶ ἴασις αὐτῷ τῆς ἐμφράξεως ἡ λύσις γίγνεται, καὶ ὡς χρὴ λύειν αὐτὴν ἔμπροσθεν εἴρηται. πλείους οὖν αἱ κατὰ μέρος διαφοραὶ φαίνονται τῶν ἐφημέρων πυρετῶν· μία μὲν ὅταν μηδ’ ὅλως ᾖ μηκέτι τὸ ποιῆσαν αὐτοὺς αἴτιον, οἷον ἡ ἔγκαυσις· ἑτέρα δ’ ὅταν ἔτι παρείη, καθάπερ ἡ στέγνωσις, ἧς ἐδείχθησαν οὖσαι διτταὶ διαφοραὶ, πύκνωσίς τε τῶν μικρῶν πόρων καὶ ἥν νῦν μεταχειριζόμεθα κατὰ τὸν λόγον ἔμφραξις. ἔστι δὲ δήπου καὶ τῆς πυκνώσεως ἡ μὲν διὰ ξηρότητα, καθάπερ
670
ἐπ’ ἐγκαύσεσιν ἢ κόποις ἢ θυμοῖς, ἡ δὲ διὰ ψύξιν ἤτοι γε ἁπλῆν ἢ μετὰ στύψεως· ὅπῃ δ’ ἀλλήλων αὗται διαφέρουσιν ἐν τοῖς περὶ φαρμάκων διῄρηται. καὶ τῆς ἐμφράξεως δὲ ἡ μέν τις διὰ πλῆθος, ἡ δὲ διὰ ποιότητα γίνεται χυμῶν ἤτοι γλίσχρων ἢ παχέων ὑπαρχόντων. ἐπικρατήσει δὲ κατὰ τὴν ἴασιν ἐν μὲν τῇ διὰ πλῆθος ἀφαίρεσις αἵματος, ἐν δὲ τῇ διὰ ποιότητα τῶν λεπτυνόντων ἡ χρῆσις. ὁ δ’ ἀπὸ τῆς δυνάμεως σκοπὸς ἐν μὲν τοῖς ἐφημέροις πυρετοῖς μικρὸς, ἀξιόλογος δ’ ἐν τοῖς πολυημέροις ἐστὶ καὶ μᾶλλον ὅσῳ περ ἂν ὦσι μακρότεροι. κατὰ φύσιν μὲν οὖν ἐχούσης τῆς δυνάμεως οὐδὲ τὸ βραχύτατον ἡ τῶν κενωτικῶν βοηθημάτων ἐμποδίζεται χρῆσις ἐν τοῖς πολυημέροις πυρετοῖς καὶ τοῖς ὀλιγημέροις, οὐ κατὰ φύσιν δὲ ἐχούσης, λέγω δὲ οὐ κατὰ φύσιν, ὅταν ἀῤῥωστοτέρα πως ὑπάρχῃ κατὰ τὸ μέγεθος ἀεὶ τῆς ἀῤῥωστίας, ἐμποδίζεται τὰ κενωτικὰ βοηθήματα. σπανιώτερον μὲν οὖν εὐθύς ἐστιν ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ἢ τῇ δευτέρᾳ τὴν δύναμιν ὑπάρχειν ἀσθενῆ. γίγνεται δ’ ἐνίοτε καὶ διὰ καχεξίαν τοῦ κάμνοντος καὶ διὰ γῆρας. ἐνίοις δὲ καὶ 
671
κόπος ἅμα ἐγκαύσει καὶ λύπῃ καὶ ἀγρυπνίᾳ προσγενομένῃ καὶ ἀσιτίᾳ δι’ ὅλης ἡμέρας ἐπιγιγνομένῃ, κᾄπειτα περὶ τὴν ἑσπέραν εἰσβάλλοντος τοῦ πυρετοῦ, πρὶν τραφῆναι τὸν ἄνθρωπον, ἀγρύπνου τε γενομένου τῆς νυκτὸς ἱκανῶς κατέλυσε τὴν δύναμιν.

Καί σοι διηγήσομαι τοιοῦτον ἄῤῥωστον ἐφ’ οὗ πρῶτον ἐτόλμησα τῷ λόγῳ ποδηγούμενος ὑπεριδεῖν μὲν τῆς διατρίτου, στοχάσασθαι δὲ τῆς δυνάμεως. ὕστερον δὲ καὶ ἄλλους ἰδὼν ὁμοίως αὐτῷ θαῤῥῶν ἤδη τὸν αὐτὸν τρόπον ἰασάμην ὅνπερ κᾀκεῖνον. ἡ γὰρ πρώτη πεῖρα μαρτυρήσασα τοῖς ὑπὸ τοῖς ἐνδείξεως εὑρημένοις θαρσαλεωτέρους ἀποτελεῖ πρὸς τὴν ἐκ δευτέρου χρῆσιν. ὁ τοίνυν ἁλοὺς τῷ πυρετῷ νεανίσκος ἦν μὲν ἐτῶν πέντε καὶ εἴκοσιν, ἰσχνὸς καὶ μυώδης τὸ σῶμα, καθάπερ κύων ξηρὸς καὶ θερμὸς ἀκριβῶς τὴν κρᾶσιν. ἔχαιρε δέ πως καὶ γυμνασίοις καὶ τἄλλα φροντιστής τε καὶ φιλόπονος ἦν. οὗτος ἀποδημῶν, εἶτα πυθόμενός τι τῶν οὐχ ἡδέων ἠνιάθη τε ἅμα καὶ συντείνας ἑαυτὸν εἰς τὴν πόλιν ἠπείγετο. διὰ μὲν οὖν τῆς προτέρας ἡμέρας ἐκοπώθη τε

672
μετρίως καὶ λουσάμενος καὶ δειπνήσας ἀνεπαύσατο κατά τι πανδοχεῖον ἀγρυπνήσας τὰ πλείω. κατὰ δὲ τὴν ὑστεραίαν ἔτι καὶ μᾶλλον ἠπείχθη καὶ διανύσας ὁδὸν παμπόλλην καὶ ψαμμώδη καὶ αὐχμηρὰν, ἐν ἡλίῳ θερμῷ σχεδὸν ὥρας ἑβδόμης καὶ ἡμισείας εἰς τὴν πόλιν ἀφίκετο. πυθόμενος δὲ ἡδίω δι’ ἅπερ ἔσπευδεν, εἰς γυμνάσιον ἐπορεύθη λουσόμενος, εἶτ’ ἀλειψάμενος ἀνετρίψατο σύν τινι τῶν αὐτόθι νεανίσκων. καὶ προτραπεὶς ὑπ’ αὐτοῦ κινηθῆναι βραχέα, φιλονεικίας αὐτοῖς ἐγγενομένης, οἵαις πολλάκις εἰώθασι περιπίπτειν οἱ γυμναστικοὶ, πλείω τοῦ δέοντος ἐγυμνάσατο· καὶ ἦν ἤδη ξηρὸς ἀμέτρως. ἐξελθὼν δὲ τοῦ γυμνασίου καταλαμβάνει μαχομένους τῶν ἑταίρων τινάς· οὓς διαλύων ἔλαθεν αὖθις ἑαυτὸν ἑτέρῳ περιπεσὼν οὐ μικρῷ γυμνασίῳ, τοὺς μὲν ἕλκων ἐξ αὐτῶν, τοὺς δὲ ὠθῶν, τοὺς δὲ διαλαμβάνων μέσους, ἐπιτιμῶν τέ τισιν ἐξ αὐτῶν ὡς ἀδικοῦσι καὶ θυμούμενος ὑπὲρ τῶν ἀδικουμένων, ὥσθ’ ὑποστρέψαι ξηρὸς ἐσχάτως οἴκαδε, κόπου τε καὶ ἀνωμαλίας αἰσθανόμενος. ὕδατος οὖν ὡς εἰώθει πιὼν, ἐπειδὴ μηδὲν ἐγίγνετο κρεῖττον, ἀλλ’
673
ἐπετείνετο τὰ τῆς ἀνωμαλίας αὐτῷ, τοῦτο μὲν ἤμεσεν. ἄμεινον δ’ ὑπολαβὼν εἶναι μηδέπω τρέφεσθαι, κατέκλινε τότε καὶ ἡσύχαζε ὥρας σχεδόν τι τῆς ἡμέρας ἑνδεκάτης· τοῦτο πράξας, ἀγρυπνήσας δὲ μετὰ τοῦ πυρέξαι δι’ ὅλης τῆς νυκτὸς, ἡσύχαζε κατὰ τὴν ἐπιοῦσαν ἄχρι μεσημβρίας, ἰάσασθαι τὴν ἀγρυπνίαν ἐλπίζων. ἡνίκα δέ τινες αὐτὸν ἰατροὶ τῆς διατρίτου θεασάμενοι, κατὰ μὲν τὸ παρὸν ἔφασαν ἀξιόλογον εἶναι πυρετὸν, εἰς ἑσπέραν δ’ αὖθις ὄψεσθαι. καὶ τοίνυν καὶ θεασάμενοι πάλιν ἑσπέρας παρακμάζοντα τὸν πυρετὸν, οὐκ ἠξίωσαν οὐδὲ τότε θρέψαι, καίτοι γ’ ἄλλου τινὸς ἰατροῦ συμβουλεύοντος, ἀλλὰ ἀντέστησαν ἐκεῖνοι γενναίως, εἰ μὲν γὰρ ἀπύρετος ἐγεγόνει, τάχα ἂν αὐτῷ δοῦναι τροφὴν εἰπόντες, ἔτι δὲ πυρέττοντι οὐκ ἂν δοῦναι. καὶ τοίνυν καὶ κατὰ τὴν τρίτην ἡμέραν ἕωθεν ἀφικόμενοι τὴν διάτριτον ὑπερβάλλειν ἠξίουν. ἦν δ’, ὡς εἴρηται πρόσθεν, ἡ ὕποπτος ὥρα τῆς ἡμέρας ἐκείνης ἑνδεκάτη. χωρισθέντων οὖν αὐτῶν ἐγὼ παραγενόμενος ἐθεασάμην τοῦ νεανίσκου τὸ πρόσωπον οἷόν περ ὁ Ἱπποκράτης ἐν προγνωστικῷ
674
γράφει διὰ τῆσδε τῆς ῥήσεως· ῥὶς ὀξεῖα, ὀφθαλμοὶ κοῖλοι καὶ τἄλλα ἅπερ ἴσμεν ἐφεξῆς αὐτῷ εἰρημένα. πάντως οὖν αὐτὸν ἁλώσεσθαι πυρετῷ ἑκτικῷ τε καὶ μαρασμώδει μὴ τραφέντα πείσας ἐμαυτὸν, ὅτι τάχιστα παρασκευάσας ἐκ χόνδρου ῥόφημα δίδωμι προσενέγκασθαι. ἀλλ’ ὅμως καίτοι τοῦτο προσενεγκάμενος, οὐδὲν ἧττον ἐν τῷ καιρῷ τοῦ παροξυσμοῦ περὶ τὴν ἑνδεκάτην ὥραν εἰσβάλλοντος, ἀπεψύχθη τε τὰ ἄκρα δυσεκθερμάντως καὶ ὁ σφυγμὸς αὐτῷ μικρὸς καὶ ἄῤῥωστος ἐσχάτως ἐγένετο. διὸ δὴ καὶ κατὰ τὴν τετάρτην ἡμέραν ἕωθέν τε καὶ εἰς ἑσπέραν ἔδωκα τροφὴν αὐτῷ τήν τε δύναμιν ἀνακτώμενος καὶ τὸν αὐχμὸν τοῦ σώματος ἐπιτέγγων. ἦν γὰρ αὐτῷ τὸ δέρμα καρφαλέον ὥσπερ βύρσα. διαμένοντος δὲ τοῦ πυρετοῦ λεπτοῦ καὶ ὁμοίου, κατὰ τὴν πέμπτην αὖθις ἡμέραν ἐδικαίωσα τρέφειν αὐτὸν οὐχ ἁπλῶς ῥοφήμασιν ὡς ἔμπροσθεν, ἀλλὰ καὶ κόκκους ῥοιᾶς ἐμβαλὼν εἰς χόνδρον ἐξ ὕδατος θερμοῦ χωρὶς ἀρτύσεως. κάλλιστον γὰρ ἔδεσμα τοῦτο κάμνοντι πικροχόλῳ στομάχῳ. καὶ γὰρ καὶ ῥώννυσιν αὐτὸν ἡ ῥοιά. καὶ χωρὶς τοῦ διαφθαρῆναι μέχρι
675
πλείστου μένων ὁ χόνδρος ἐν τῇ γαστρὶ πέττεται κατὰ βραχὺ, μήτ’ ἀποξυνόμενος μήτ’ ἐπιπολάζων, ἅπερ εἴωθε τοῖς ῥοφήμασιν ἔστιν ὅτε συμβαίνειν. ἐγένετο δ’ οὖν καὶ κατὰ τὴν πέμπτην ἡμέραν ἡ ἀρχὴ τοῦ παροξυσμοῦ παραπλησία, καὶ πάλιν ἡμῶν κατά τε τὴν ἕκτην καὶ τὴν ἑβδόμην ἡμέραν ὡσαύτως αὐτὸν διαιτησάντων ἡ κατὰ τὴν ὀγδόην αὖθις ὁμοία ταῖς ἔμπροσθεν. ἔνθα δὴ καὶ μάλιστα τὴν ἄνοιαν ἢ τὴν φιλονεικίαν ἢ οὐκ οἶδ’ ὅ τι φῶ τῶν τὸν διάτριτον αὐτὸν ἐν ἀρχῇ κελευσάντων ὑπερβάλλειν ἀκριβῶς ἦν καταμαθεῖν. ἐναργῶς γάρ τοι φαινομένου πᾶσιν, ὡς οὐκ ἂν εἰς τὴν τετάρτην ἡμέραν ὁ ἄνθρωπος ἀφῖκτο, μὴ τραφεὶς πρὸ τοῦ κατὰ τὴν τρίτην παροξυσμοῦ, κακῶς ἐκεῖνοι καὶ τότε καὶ ταῖς ἐφεξῆς ἡμέραις ἔφασαν αὐτὸν τεθράφθαι. ἀλλὰ γὰρ οὐχ οἷόν τ’ ἦν, ἵν’ ἐξελέγξῃ τις αὐτοὺς, προδοῦναι τὸν κάμνοντα μὴ διδόντα τροφὴν ἐν τῇ παροξυντικῇ τῶν ἡμερῶν. ὁμοίως οὖν θρέψαντες ἐπὶ τῆς ἐννάτης ἡμέρας τὸν ἄνθρωπον καὶ θεασάμενοι κατὰ τὸν παροξυσμὸν εὐτονώτερον μὲν ἑαυτοῦ γεγονότα τὸν σφυγμὸν, ἔτι μέντοι τὸ ἄῤῥωστον ἔχοντα μετὰ τῆς 
676
τῶν ἄκρων ψύξεως, οὐχ ὑπεμείναμεν ἀνέχεσθαι τὴν γλωσσαλγίαν τῶν ἰατρῶν, ἀλλὰ κατὰ τὴν ἑνδεκάτην ἡμέραν προειπόντες τοῖς φίλοις τοῦ κάμνοντος ὡς εἴσονται τήμερον μέχρι τοῦ δεῦρο δι’ ἡμᾶς τὸν ἄνθρωπον σωζόμενον ἐπετρέψαμεν ὑπερβάλλειν αὐτὸν τὰς παροξυντικὰς ὥρας. ἀσφυξίας οὖν ἐν αὐταῖς γενομένης πάντως καὶ καταψύξεως ἰσχυρᾶς ὅλου τοῦ σώματος, ὡς μήτε φθέγγεσθαι μηκέτι καὶ μόγις τῶν θλιβόντων αἰσθάνεσθαι, κληθέντες ἅμα πάντες οἱ ἐξ ἀρχῆς ὁρῶντες ἰατροὶ μονονοὺ διασπασθῆναι πρὸς τῶν οἰκείων τοῦ κάμνοντος ἐκινδυνεύσαμεν, ἐγὼ μὲν ὡς ἑκὼν προδοὺς τὴν σωτηρίαν αὐτοῦ διὰ φιλονεικίαν, οἱ δ’ ἐρασταὶ τῆς διατρίτης διὰ τὴν ἀμαθίαν, ἅμα δὲ καὶ ἀναισθησίαν. ἐκεῖνοι μὲν οὖν ὠχρότεροι καὶ ψυχρότεροι τοῦ νοσοῦντος αὐτοῦ γενόμενοι μηχανήν τινα ἐβουλεύσαντο φυγῆς. προνοήσας δ’ ἐγὼ τοῦτο τὴν αὔλειον θύραν ἐκέλευσα κλεισθῆναι, καί τινι τῶν ἑταίρων προσέταξα λαβόντι τὴν κλεῖν φυλάττειν· εἶτ’ ἐν τῷ μέσῳ καταστὰς ἤδη μὲν οὖν ὑμᾶς, ἔφην, ἀκριβῶς πεπεῖσθαι τίς ἐστιν ὁ σώσας τὸν ἄνθρωπον ἄχρι τοῦ δεῦρο, σωθήσεται δὲ καὶ νῦν ὑφ’ ἡμῶν. οὐ γὰρ ἂν εἰ πάντως αὐτὸν ἀπολέσθαι προσεδοκήσαμεν
677
ἐν τῷδε τῷ παροξυσμῷ τοῦ τρέφειν ἀπέστημεν ἂν, ἀλλ’ ἐπειδὴ τοσοῦτον αὐτοῦ ῥώμης ἐκ τῆς ἔμπροσθεν διαίτης ἔγνωμεν ὑπάρχειν ὡς δύνασθαι διενεγκεῖν τὸν παροξυσμὸν, ἐπετρέψαμεν ὑπερβάλλειν ἀσίτῳ. κάλλιον μὲν οὖν ἦν τεθράφθαι πρὸ πολλοῦ τὸν ἄνθρωπον. ἀλλ’ ἵνα καὶ τούτους ἐξελέγξω καὶ πείσω τινὰς τῶν παρεχόντων αὐτοῖς τὰ ὦτα, φάσκουσιν ὑφ’ ἡμῶν ἐπιτρίβεσθαι τὸν νεανίσκον, ἀπολέσας ἐκεῖνον τὸν καιρὸν ἐπιδείξω νῦν αὐτοῖς ὅτι καὶ κατ’ αὐτὸν τὸν παροξυσμὸν ἐνίους τῶν ἀῤῥωστούντων προσήκει τρέφειν, μήτι γε μὴ πρὸ τοῦ παροξυσμοῦ. τοῦτ’ εἰπὼν καὶ διαστήσας τὰς γνάθους αὐτοῦ αὐτοῦ ἐγχέων πτισάνης χυλὸν δι’ ἀγγείου στενοστόμου κυάθων τὸ πλῆθος τριῶν, εἶτα ὀλίγον ὕστερον οἴνου λευκοῦ λεπτοῦ κεκραμένου συμμέτρως θερμῷ δύο κυάθους. ἐφ’ οἷς ἀνέβλεψέ τε καὶ ἀκούειν καὶ φθέγγεσθαι καὶ γνωρίζειν τοὺς παρόντας ὑπήρξατο, πρότερον οἷόν περ ξύλον ξηρὸν ἐκτεταμένος ἀναίσθητός τε καὶ ἄφωνος. αὖθις οὖν αὐτῷ δοὺς ἄρτου τι καταπιεῖν ἔξ οἴνου καθ’ ὃν εἴρηται τρόπον κεκραμένου τελέως ἀνεκτησάμην. καὶ πάλιν ἐπὶ τὴν ἔξ ἀρχῆς ἀγαγὼν ὁδὸν τῆς διαίτης, εὐφόρως τὸν ἐν τῇ τρισκαιδεκάτῃ
678
παροξυσμὸν ὑπομείναντα θεασάμενος, ἐν τῇ τεσσαρεσκαιδεκάτῃ πάλιν ἕωθεν θρέψας ἔλουσα μετὰ τοῦτο περὶ ὥραν ὀγδόην. εἶτ’ αὖθις θρέψας γενναιότερον ἐπιδούς τε πιεῖν οἴνου· τοῦτο δὲ καὶ κατὰ τὴν δωδεκάτην τε καὶ τρισκαιδεκάτην ἡμέραν ἐπεποιήκειν· ἐν τῇ πεντεκαιδεκάτῃ πάλιν ἕωθεν ἔθρεψα. μᾶλλον δὲ αὐτοῦ τότε τὸν παροξυσμὸν ἐνεγκόντος εὐφόρως, αὖθις ἔλουσα κατὰ τὴν ἑκκαιδεκάτην ἡμέραν, καὶ τἄλλα ὁμοίως ἔπραξα περὶ τὸν ἄνθρωπον τοῖς ἔμπροσθεν. ἐπεὶ δὲ κατὰ τὴν ἑπτακαιδεκάτην ἡμέραν ὁ παροξυσμὸς ἄθλιπτος καὶ μικρὸς ἐγένετο, θαῤῥῶν ἤδη τοῦ λοιποῦ διῄτων αὐτὸν ἀναληπτικῶς. οὗτος ὁ ἄῤῥωστος ἐπαίδευσε πολλοὺς τῶν ἡμιμοχθήρων τε καὶ μὴ παντάπασιν ὄνων ὡς καὶ πρὸ τῶν παροξυσμῶν ἐνίοτε χρὴ τρέφειν, εἰ καὶ δυοῖν ὡρῶν εἴη τὸ μεταξὺ, καὶ πολὺ δὴ μᾶλλον ἔμπροσθεν τῆς διατρίτου. ἐδίδαξα δέ σε καὶ κατ’ αὐτὴν τὴν εἰσβολὴν τοῦ πρώτου παροξυσμοῦ τοὺς τοιούτους τρέφεσθαι δεομένους. λέγω δὲ τοὺς τοιούτους ἐφ’ ὧν ἡ δυσκρασία τοῦ σώματος ἐπὶ τὸ ξηρὸν καὶ τὸ θερμὸν ἐκτρεπομένη πυρετοὺς ἀνάπτει.

679

Ἔστι μὲν οὖν ἴσως καὶ τοῦτο τοῖς πολλοῖς τῶν ἰατρῶν ἄπιστον. ἀλλ’ εἴτε τῷ λόγῳ χρὴ παρέχειν αὐτῷ τὴν πίστιν εἴτε τοῖς ἔργοις, ἀμφοτέροις ἡμεῖς παρεχόμεθα, τοῖς μὲν ἔργοις ἀνθρώπους ἐπιδεικνύντες αὐτοῖς, οὓς, ἐὰν ἀσιτήσωσιν ἐπὶ δυοῖν ἡμέραιν, ἀνάγκη πυρέξαι· καθάπερ ἐνίους ὀργισθέντας ἢ λυπηθέντας ἢ ἀγρυπνήσαντας. ἐναργέστατα γὰρ ἐπὶ τῶν ἀναλαμβανομένων ἐκ νόσου μακρᾶς τὰ τοιαῦτα φαίνεται γιγνόμενα καὶ τῶν θερμῶν καὶ τῶν ξηρῶν τὴν κρᾶσιν. τῷ λόγῳ δ’ ἡ πίστις τοῦ γινομένου λέλεκται μὲν ἤδη καὶ δι’ ἄλλων, εἰρήσεται δὲ αὐτοῦ καὶ νῦν τὰ κεφάλαια. οἱ δακνώδεις ἀτμοὶ καὶ χυμοὶ διὰ τῶν αἰσθητικῶν σωμάτων φερόμενοι φρίκας καὶ ῥίγη γεννῶσιν. ἐν οἷς στεγνουμένου τοῦ δέρματος ἐπισχεθέντα τὰ διαπνεόμενα πρόσθεν, ὅταν ᾖ λιγνυώδη, πυρετὸν ἐξάπτει. τοὺς τοιούτους οὖν ἀτμοὺς καὶ χυμοὺς αἵ τε κινήσεις αἱ πολλαὶ καὶ σφοδραὶ καὶ ἀγρυπνίαι καὶ οἱ θυμοὶ καὶ αἱ λῦπαι καὶ αἱ φροντίδες ἐργάζονται πλέονας. ἐφεξῆς δὲ τούτων αὐτὸ καθ’ ἑαυτὸ μόνον ἱκανὸν ἐνίοτε τὸ μὴ προσενέγκασθαι τροφήν. ἐκχολοῦται γὰρ ἐπὶ τῶν πικροχόλων

680
φύσεων ἡ ἕξις ἐπὶ ταῖς μακροτέραις ἀσιτίαις. ἐὰν οὖν ἅμα τε τοῦτο συμβῇ καὶ κίνησίν τινα κινηθεὶς ὁ κάμνων ἰσχυροτέραν τῆς δυνάμεως ἀθροωτέραν ἐργάσηται τῶν δακνωδῶν. περιττωμάτων τὴν εἰς τοὐκτὸς φορὰν, ἀναγκαῖόν ἐστιν, ὡς ἐν τοῖς τῶν συμπτωμάτων αἰτίοις ἐπεδείκνυμεν, ἤτοι ῥῖγος ἢ φρίκην ἐπιγίγνεσθαι. ῥῖγος μὲν οὖν ἔσται διά τε τὸ πλῆθος τῶν φερομένων καὶ τὴν δριμύτητα καὶ τὸ τάχος τῆς φορᾶς καὶ τὴν τῆς δυνάμεως ἀσθένειαν. τά τε γὰρ πολλὰ τῶν ὀλίγων καὶ τὰ ταῖς ποιότησιν ἠκριβωμένα τῶν μὴ τοιούτων δάκνει μᾶλλον, ὥσπέρ γε καὶ τὰ θᾶττον φερόμενα τῶν βραδυτέρων. ἥ τε δύναμις ἰσχυρὰ μὲν οὖσα καταφρονεῖ καὶ ἀνέχεται πάντων, ἀσθενὴς δὲ γινομένη καὶ πρὸς τῶν τυχόντων ἀνιᾶται. φρίκη δ’ ἂν γένοιτο τῆς τε ποιότητος αὐτῶν καὶ τοῦ τάχους τῆς φορᾶς ἐκλυθέντων ἅμα τῷ πλήθει, καὶ μάλισθ’ ὅταν ἡ δύναμις ἀνθίσταται τοῖς λυποῦσιν. ἐπὶ πλέον δὲ τῶν εἰρημένων ἐκλυθέντων οὐδὲ φρίκη γένοιτ’ ἂν, ἀλλ’ ἤτοι τις ἑλκώδης αἴσθησις ἢ ἀνωμαλία μόνη. πάντων μὲν οὖν τῶν εἰρημένων συνελθόντων τὸ σφοδρότατόν 
681
ἐστι ῥῖγος, ἁπάντων δ’ ἐκλυθέντων οὐδεμία τῆς διεξόδου τῶν περιττωμάτων αἴσθησις. εἰ δὲ τὰ μὲν εἴη, τὰ δὲ οὐκ εἴη, καὶ τὰ μὲν μείζω, τὰ δὲ σμικρότερα, τὸ ἐν μέσῳ πᾶν ἀπεργασθήσεται πλάτος ἐν ταῖς τοιαύταις μίξεσι τοῦ τε μεγίστου ῥίγους καὶ τῆς παντελοῦς τῶν περιττωμάτων ἀναισθησίας. οὐδὲν οὖν ἐστι θαυμαστὸν εἰ τῷ μὲν ἀνωμαλίαν, τῷ δὲ ἑλκώδη τινὰ αἴσθησιν ἢ φρίκην ἢ ῥῖγος ἕκαστον τῶν αἰτίων αὐτό τε καθ’ ἑαυτὸ καὶ σὺν ἄλλοις ὁρᾶται φέρον. ὑποκείσθωσαν γὰρ ἀσθενεῖς μὲν αἱ δυνάμεις, αἰσθητικὸν δ’ ἱκανῶς τὸ σῶμα· καὶ γὰρ καὶ τοῦτο ἐδείχθη συντελεῖν οὐκ ὀλίγον εἰς τὴν τῶν τοιούτων συμπτωμάτων γένεσιν, ἰσχνὴ δὲ ἡ ἕξις καὶ ἡ κρᾶσις πικρόχολος, ὅ τε στόμαχος ἐκχολούμενος ὁμοίως, ἐπί τε τούτοις ἅπασιν ἔνδεια γιγνέσθω σιτίων, ἀγρυπνία τέ τις καὶ λύπη καὶ φροντίς, ἀναγκαία τε πρόοδος οἴκοθεν ἐπειγούσης τινὸς χρείας. εἶτα τούτων ὑποκειμένων ὅπερ ἐθεάσω ποτὲ γιγνέσθω. προθυμηθήτω διὰ τὴν χρείαν ὁ τοιοῦτος ἄνθρωπος ὁδὸν μακροτέραν
682
ἀνύσαι κατὰ τὴν πόλιν ἐπειγόμενος. ἆρ’ οὐχ ἑτοίμως ἐκ τῆς προσγενομένης αὐτῷ κινήσεως τῶν δακνωδῶν περιττωμάτων ἀνωμαλίαν μέν τινα πρῶτον, αὐτίκα δὲ καὶ φρίκην γενέσθαι; καὶ εἰ ἐπιμείνειε κινούμενος ἢ μὴ φθάσειε λαβεῖν σιτίων, αὐτίκα πυρέττειν αὐτόν; ἔδειξα δέ σοι πυρέξαντας οὕτω τινὰς καὶ μάλιστα τῶν ἐκ νόσου μακρᾶς ἀνακομιζομένων· ὧν ἑνὶ κατὰ τύχην ἀπαντήσας, τῆς φρίκης ἀρχομένης ἄρτι δηλώσαντι τὸ γιγνόμενον, ἄρτον ἐξ οἴνου κεκραμένου δοὺς προσενέγκασθαι, παραχρῆμα τὴν φρίκην ἔπαυσα. ἀλλὰ τοῦτον μὲν, ὡς οἶσθα, κατὰ τὴν ὁδὸν εἰς ἐργαστήριον εἰσαγαγὼν ἐκώλυσα πυρέξαι. ἑτέρους δ’ εἰς τὴν ἑαυτῶν καταγωγὴν ἀφικέσθαι φθάσαντας ἔθρεψα κατὰ τὴν ἀρχὴν τῆς φρίκης ἢ μικρὸν ὕστερον. ἁπλῶς δ’ εἰπεῖν οἷς ἔτι τὰ τῆς ἀρχῆς τῶν παροξυσμῶν ἐστι συμπτώματα, τούτοις ἅπασιν ἄρτον ἐξ οἴνου κεκραμένου θερμοῦ διὰ ταχέων προσφέρων ἔπαυσά τε παραχρῆμα τὴν φρίκην, ἐκώλυσά τε πυρέξαι. ὅσῳ δ’ ἂν θᾶττον αὐτοὺς θρέψοις, τοσούτῳ μᾶλλον κωλύσεις τὸν πυρετόν. εἰ δὲ βραδύνοις ποτὲ βραχὺ, πυρετὸς μὲν οὐδ’ οὕτω,
683
θερμασία δὲ αὐτοῖς ἐπιγίγνεται πολλὴ, τρόπον ὁμοιότατον τοῖς ἐν κρύει μὲν ὁδοιπορήσασι σφοδρῷ, καταχθεῖσι δ’ οἴκαδε καὶ τραφεῖσι θερμοῖς, ὡς εἴ γε βραδύνοις πλέον, ἔτι πλεῖον οὗτοι θερμανθήσονται θερμασίαν τοσαύτην τε καὶ τοιαύτην ὡς ἀμφιβάλλειν εἰ πυρετὸν ἤδη κλητέον αὐτήν. εἰ δ’ ὧραι δύο μετὰ τὴν ἀρχὴν τῆς ἀνωμαλίας εἴησαν γεγενημέναι, τρέφειν μέντοι καὶ τότε μενούσης γ’ ἔτι τῆς φρίκης, προλέγειν δ’ ὅτι πυρέξουσιν οὗτοι πυρετὸν ἄλυπον, ᾧ νοτίδες ἀκολουθήσουσι. καὶ τούτου γενομένου καὶ λούειν χρὴ καὶ τρέφειν αὖθις. εἰ δὲ ἡ μὲν φρίκη παύσοιτο, πυρέττοιεν δ’ ἥδῃ σαφῶς, μηκέτι τρέφειν αὐτοὺς ἐν ἐκείνῳ τῷ καιρῷ, παρακμάζοντος δὲ τοῦ γενομένου παροξυσμοῦ τρέφειν αὐτίκα μὴ περιμένων ἀπυρεξίαν. ἐν ἁπάσαις γὰρ ταῖς αὐχμώδεσι διαθέσεσιν οὐ παύονται καλῶς οἱ παροξυσμοὶ πρὶν ἤτοι λουτροῖς ἢ τροφαῖς ὑγραινούσαις τεγχθῆναι. ταῦτα ἐγὼ πάντα δι’ ἔργων ἐπιδειξάμενος ἐφ’ οἷς, ὡς οἶσθα, παραδοξοποιὸς ὑπὸ τῶν ἐπαινούντων ἢ φθονούντων ἐκλήθην. ὁπότε δὲ λόγω διηρχόμην ὑπὲρ τῶν αὐτῶν ἐπιδεικνὺς ὡς χρὴ τινὰς μὲν τοῦ
684
παροξυσμοῦ τρέφειν, ἐνίους δὲ καὶ κατ’ αὐτὸν ἤτοι παρακμῆς ἀρξαμένης ἢ καὶ νὴ Δία τῆς ἀκμῆς ἐνεστηκυίας, οἶσθ’ ὡς τηνικαῦτα παραδοξολόγον ἐκάλουν με. τί ἂν οὖν τις πάθοι πρὸς ἀνθρώπους μήτε ἔργῳ μήτε λόγῳ πεισθῆναι δυναμένους; ἀλλ’ ἀδύνατον, φασὶ, διαγνῶναι τὰς τοιαύτας διαθέσεις. πῶς οὖν ἡμεῖς τὰς τοιαύτας διαγινώσκομεν; ἀδύνατον εἶναί σοι δοκεῖ διαγνῶναι ξηρὰν καὶ θερμὴν κρᾶσιν, ἢ ἐξ ἀρχῆς γεγενημένην, ἢ ἐν τῷ νῦν χρόνῳ τοιαύτην ἀποτελεσθεῖσαν; ἐμοὶ μὲν γὰρ οὕτω ῥᾷστον, ὡς καὶ ταυτὶ γνωρίζειν τὰ γράμματα. τί δ’ ὅτι τούτῳ μὲν οὐδέπω σηπεδὼν οὐδεμία χυμῶν ἐστι, τούτῳ δ’ ἐστὶν ἀδύνατον εἶναι διαγνῶναι νομίζεις; ἀλλ’ οὐχ ἡμεῖς γε. καὶ γὰρ διὰ τῶν σφυγμῶν καὶ διὰ τῶν οὔρων καὶ δι’ αὐτῆς ἔστιν ὅτε τῆς κατὰ τὴν θέρμην ποιότητος ἐναργῶς διαγινώσκομεν. εἰ δ’ ἐκ τοῦ μηδὲν αὐτοὶ μήτε μαθεῖν ἐθελῆσαι μήτ’ ἀσκῆσαι τοῖς ἐπιστήμοσιν ἀπιστοῦσι, τί κωλύει καὶ τοῖς γεωμέτραις αὐτοῖς καὶ τοῖς ἀριθμητικοῖς καὶ τοῖς ἄλλοις ἅπασι τεχνίταις ἀπιστεῖν;

685

Ἐάσαντες οὖν ἤδη τοὺς τοιούτους ἀνθρώπους αὖθις ἀνέλθωμεν ἐπὶ τὸ συνεχὲς τοῦ λόγου. ταῖς θερμαῖς καὶ ξηραῖς ἕξεσιν ἐναντιώτατόν ἐστὶ καὶ πυρετωδέστατον αἴτιον ἀσιτία. λέγω δ’ ἕξεις θερμὰς καὶ ξηρὰς οὐ μόνον ὅταν ἐξ ἀρχῆς ὦσι τοιαῦται κατὰ τὴν οἰκείαν κρᾶσιν, ἀλλὰ κἂν ἐξ ὑστέρου γεννηθῶσιν ἐκ διαίτης θερμῆς καὶ ξηρᾶς καὶ κινήσεων πλειόνων, ἀγρυπνίας τε καὶ φροντίδος καὶ λύπης καὶ χωρίου θερμοῦ καὶ ξηροῦ καὶ ὥρας θερινῆς καὶ καταστάσεως θερμῆς καὶ ξηρᾶς. ἔξεστι δὲ καὶ χωρὶς τοῦ τῆς ὥρας ὀνόματος ἐν τοῖς τοιούτοις λόγοις μόνης μεμνῆσθαι τῆς καταστάσεως. ἄνωθεν γοῦν ἀναληφθέντος τοῦ λόγου μᾶλλον πεισθήσῃ τῷ λεγομένῳ. τὰς θερμὰς καὶ ξηρὰς κράσεις, εἴτ’ ἐκ τῆς ἀρχαίας φύσεως εἴτ’ ἐκ τῆς διαίτης καὶ πόνων ἀμέτρων καὶ παθῶν ψυχικῶν καὶ χωρίου καὶ καταστάσεως εἰς τοῦτο εἶεν ἠγμέναι, βλάπτουσιν ἱκανῶς αἱ ἀσιτίαι. ἐν τούτῳ τῷ λόγῳ παραλέλειπται μὲν ἡ ὥρα κατά γε τὴν λέξιν, οὐ παραλέλειπται δὲ τῇ δυνάμει· περιέχεται γὰρ ἐν τῇ καταστάσει τῆς ἄκρως θερμῆς καὶ ξηρᾶς καταστάσεως, τὴν εἰρημένην κρᾶσιν ἐργαζομένης, 

686
ἣν οὐχ οἷόν τε γενέσθαι κατ’ ἄλλην ὥραν οὐδεμίαν ὅ τι μὴ τοῦ θέρους· οὔτε γὰρ ἐν φθινοπώρῳ δυνατὸν οὔτ’ ἐν ἦρι, πολὺ δὲ μᾶλλον οὐδ’ ἐν χειμῶνι, θερμοτάτην ἅμα καὶ ξηροτάτην γενέσθαι κατάστασιν· ὥσπερ οὐδὲ ψυχροτάτην οὐδὲ ὑγροτάτην ἐν ἄλλῃ τινὶ πλὴν ἐν χειμῶνι. διὰ ταῦτα μὲν δὴ κᾀγὼ παραλιπὼν ἐνίοτε τὴν ὥραν ἀρκοῦμαι τῇ καταστάσει. ἐξέστω μὲν ἑκάστῳ χρῆσθαι τοῖς ὀνόμασιν. ὡς ἄν ἐθέλοι, φυλάττοντι τῶν πραγμάτων τὴν φύσιν. ἔστι δὲ ἡ φύσις τῶν πραγμάτων οἵαν ἤδη τε πολλάκις ἔφην, οὐδὲν δὲ ἧττον ἐρῶ καὶ νῦν· ὅσα γὰρ ἀναγκαιότατα μὲν εἰς τὰς ἰάσεις ἐστὶν, ἀγνοεῖται δὲ μάλιστα, ταῦτ’ οὐδ’ Ἱπποκράτης ὀκνεῖ διδάσκειν πολλάκις. ἀσιτία τοίνυν τοῖς ξηροῖς καὶ θερμοῖς σώμασιν ὑγιαίνουσι μὲν βλαβερὰ, πυρέττουσι δ’ ἐν θέρει θερμῷ καὶ ξηρῷ τὸν ἐπ’ ἐγκαύσει πυρετὸν, ἢ πόνοις ἀμέτροις ἢ ἀγρυπνίαις ἢ τοῖς εἰρημένοις πάθεσι τῆς ψυχῆς οὐχ ἁπλῶς βλαβερὸν, ἀλλ’ εἴπερ τι καὶ ἄλλο τῶν πάντων ὀλέθριον· ἤτοι γὰρ εἰς καυσώδεις ἐμπίπτουσι πυρετοὺς ἐξ αὐτῆς, ἐξ ὧν ἐὰν μὴ φθάσωσιν ἀποθανεῖν, εἰς τοὺς ἑκτικοὺς
687
μεταπίπτουσιν, αὖθις δ’ ἐκ τούτων εἰς μαρασμόν· ἢ ἐξ ἀρχῆς εὐθέως ὁ ἑκτικὸς αὐτοῖς συμπίπτει πυρετὸς, ὑπερβὰς τὸν καυσώδη. μάλιστα δ’, ὡς εἴρηται πολλάκις, αἱ ξηραὶ καὶ θερμαὶ κράσεις ἁλίσκονται τοῖς ἑκτικοῖς πυρετοῖς εὐθὺς ἐξ ἀρχῆς, ὥσπερ καὶ ἐπὶ τῆς ἀνθρώπου, τῆς φθινοπώρου μὲν ἀρξαμένης πυρέττειν δι’ ἀγρυπνίαν καὶ λύπην, ἐπὶ πλεῖστον δὲ παρατεινάσης τοῦ χειμῶνος· ἣν τεθεάμεθα μὲν, ὡς οἶσθα, τεταρταίαν, ἐγνωρίσαμεν δ’ εὐθέως ἑκτικὸν εἶναι πυρετὸν ἐπιπεπλεγμένον ἑτέρῳ τινι τῶν ἐπὶ χυμοῖς. ἴασις δ’ ἦν μόνη διδόναι ψυχρὸν ἐν καιρῷ μέτριον εἰθισμένῃ πίνειν αὐτὸ καὶ παρὰ τὸν ὑγείας χρόνον· ἀλλ’ ἕτεροι μὲν ἐπὶ ταύτης ἐνεπιστεύοντο τὴν θεραπείαν, ὅθεν ἡμεῖς ἔγνωμεν σιωπᾷν. ἐπ’ ἄλλου δὲ κατὰ τὸν αὐτὸν χρόνον, ὃς ἡμῖν ἑαυτὸν ἐπέτρεψε, καθ’ ἑκάστην τροφὴν ἐδίδομεν, ἀκραιφνοῦς πηγαίου ψυχροῦ ποτὲ μὲν δύο κυάθους, ἔστι δ’ ὅτε τρεῖς· ἀθρόον γὰρ οἱ τοιοῦτοι ψυχρὸν οὐ φέρουσιν ἄνευ τοῦ βλαβῆναι. διὸ κάλλιστόν ἐστιν εὐθὺς ἐν τῷ πρώτῳ παροξυσμῷ διαγνόντα τοῦ πυρετοῦ τὴν ἰδέαν ἀκινδυνότερον χρήσασθαι ψυχρῷ πλείονι
688
μηδέπω ξηρῶν ἱκανῶς τῶν σωμάτων γεγονότων. ὁ γοῦν ἐκ θυμοῦ πυρέξας ἐν τοῖς ὑπὸ κύνα καύμασι θερμὸς καὶ ξηρὸς νεανίσκος ἐν τῷ πρώτῳ παροξυσμῷ πιὼν ὕδατος ψυχροῦ δύο κοτύλας, αὐτίκα μὲν ἤμεσε χολὴν ξανθοτάτην, ἐξέκρινε δ’ ὀλίγον ὕστερον καὶ κάτω. κᾄπειτ’ αὖθις ἐπὶ τῇ τροφῇ λαβὼν ὁμοίως ὕδατος ὅσον κοτύλην οὐκέτι ἐπύρεξεν. ἀλλ’ ἔνιοι τῶν ἰατρῶν ἐν ἀρχῇ μὲν οὐ γνωρίζοντες οὐδεμίαν ἰδέαν πυρετοῦ, γνόντες δ’ ὕστερον, ὅτε οὐδὲν ὄφελος, εἰς ἑκτικὸν ἢ καὶ νὴ Δία ἤδη μαρασμώδη πυρετὸν ἐμπίπτοντα τὸν ἄῤῥωστον, ἔδοσαν αὐτῷ ψυχρὸν πιεῖν, ἡμᾶς μιμησάμενοι. καὶ πάντες ἀπέτυχον τοῦ σκοποῦ· πολλῆς γὰρ ἀκριβείας δεῖται κατὰ τὸ μέτρον ἐπὶ τῶν οὕτως ἐχόντων ἡ δόσις τοῦ ψυχροῦ καὶ λεχθήσεται περὶ αὐτῆς ὀλίγον ὕστερον, ἐπειδὰν πρότερον ἐπιθῶ τελευτὴν τοῖς ἐνεστῶσιν. ὁ γάρ τοι προγεγραμμένος ἄῤῥωστος ἁπάντων παράδειγμά ἐστι τῶν εὐθὺς ἐξ ἀρχῆς τρέφεσθαι δεομένων διὰ ξηρότητα, κᾂν ἤδη πυρέττειν ἄρχωνται. γινομένου γὰρ αὐτοῖς τοῦ πυρετοῦ διὰ τὸ δακνῶδες τῶν ἐν ταῖς ἡλιώσεσι
689
καὶ ἀσιτίαις καὶ πόνοις ἐκθερμανθέντων καὶ λεπτυνθέντων χυμῶν, ἡ ὑγραίνουσα τροφὴ μέγιστον ἴαμά ἐστιν. ὥσθ’ ὅπου γε διὰ πλῆθος, ἢ ἔμφραξιν, ἢ φλεγμονὴν, ἢ ἁπλῶς εἰπεῖν σηπεδόνα τινῶν χυμῶν ὁ πυρετὸς γεννᾶται, μέγιστον κακόν ἐστιν ἡ τροφή. τούτους μὲν οὖν οὐδ’ ἐν ταῖς παρακμαῖς ἀβλαβῶς ἂν τρέφοις, μήτι γε δὴ κατὰ τὴν εἰσβολὴν τῶν παροξυσμῶν· τοὺς προειρημένους δὲ ἅπαντι μὲν καιρῷ, μάλιστα δ’ ἐν τῇ παρακμῇ. καί με πολλάκις ἐθεάσω τοὺς ἐπὶ πλήθει καὶ φλεγμονῇ νοσοῦντας ἐν ἀσιτίαις διαφυλάξαντα μακραῖς οὕτως ὡς μηδ’ ὅλως θρέψαι πρὸ τῆς ἑβδόμης ἡμέρας, ἀλλ’ ἀρκεσθῆναι μόνῳ μελικράτῳ τῆς δυνάμεως ἐῤῥωμένης δηλονότι, τινὰς δ’ αὐτῶν οἷς ἡ δύναμις οὐκ ἦν εὔρωστος, ἢ χολώδης ὁ στόμαχος, ἢ ἀσθενὴς, ἢ περιττῶς αἰσθητικὸς, ἐπὶ χυλῷ πτισάνης μόνῳ διεφύλαξα μέχρι τῆς ἑβδόμης ἡμέρας μέλλοντός γε δηλονότι κατὰ ταύτην ἤτοι παρακμάζειν τοῦ νοσήματος ἢ καὶ παντάπασι λυθήσεσθαι διὰ κρίσεως. ἔστωσαν δή σοι καθ’ ἕκαστον ἄῤῥωστον εὐθέως ἀπὸ πρώτης ἡμέρας οἱ σκοποὶ τοῦ τρέφειν, ὡς Ἱπποκράτης
690
ἐκέλευσεν, ἥ τε τοῦ νοσήματος ἀκμὴ καὶ ἡ τοῦ κάμνοντος δύναμις. εἶτ’ εἰ μὲν ἐγχωρεῖ μηδ’ ὅλως τρεφόμενον ὑπερβάλλειν τὴν ἀκμὴν, ἐν ἀσιτίαις φύλαττε τὸν ἄνθρωπον· εἰ δὲ βραχείας τινὸς βοηθείας δέοιτο, τὸ μελίκρατον ἀρκείτω μόνον· εἰ δὲ ἔτι μείζονος ἢ κατὰ μελίκρατον, ὁ χυμὸς τῆς πτισάνης. εἰ δ’ οὐκ ἐγχωρεῖ τὴν ἀκμὴν τοῦ νοσήματος ὑπερβάλλειν, ἤτοι λεπτῶς διαιτώμενον ἢ ἀσιτοῦντα, πειρᾶσθαι τρέφειν τοῦτον εὐθὺς ἐν τῇ τοῦ πρώτου παροξυσμοῦ παρακμῇ. τινὰς δ’ αὐτῶν, ὡς εἴρηται, καὶ μέλλοντος εἰσβάλλειν καὶ ἀρχομένου. ξηροὶ δ’ εἰσὶν οὗτοι καὶ θερμοὶ τὴν κρᾶσιν, ἤτοι γ’ ἐξ ἀρχῆς ἢ κατ’ ἐκεῖνον τὸν χρόνον, ἀσθενεῖς τε τὴν δύναμιν ἐξ ἀνάγκης· οὐ γὰρ ἐνδέχεται ξηρὸν καὶ θερμὸν ἱκανῶς σῶμα πυρέξαν ἐῤῥῶσθαι ταῖς δυνάμεσιν. εἰ μέντοι ποτὲ συνέλθοι φλεγμονὴ τοῖς τοιούτοις πυρετοῖς τε καὶ σώμασιν ἐπικαίρου μορίου, τεθνήξονται πάντως· ἐθεάσω γὰρ ἡμᾶς καὶ τοῦτο προειπόντας μὲν ἀεὶ, ψευσαμένους δ’ οὐδέποτε. καὶ μᾶλλον, εἰ πνεύμονος, ἢ τοῦ τὰς πλευρὰς ὑπεζωκότος χιτῶνος, ἢ 
691
γαστρὸς ἢ ἥπατος· ἀεὶ γὰρ ἐν τούτοις τοῖς μέρεσι φλεγμοναὶ μὴ ὅτι τοῖς οὕτως ἀσθενέσι τὴν δύναμιν, ἀλλὰ καὶ τοῖς ἰσχυροτέροις αὐτῶν ὀλέθριαι. καὶ μία σωτηρία πλευριτικοῖς τε καὶ περιπνευμονικοῖς, προσκείσθω δὲ καὶ συναγχικοῖς, ἡ ῥώμη τῆς δυνάμεως· ἔτι τε τούτων οὐδὲν ἧττον οἷς ἧπαρ ἢ γαστὴρ ἐφλέγμηνεν. ὅσον μὲν γὰρ ἐπὶ ταῖς φλεγμοναῖς αὐτῶν ἥκιστα προσήκει τρέφειν, ὅσον δ’ ἐπὶ τῇ τῆς δυνάμεως ἀῤῥωστίᾳ πολλάκις. ὥστ’ ἀναγκαῖον ἢ καταλῦσαι τὴν δύναμιν ἢ τὰς φλεγμονὰς αὐξῆσαι. ταυτὶ μὲν οὖν ἐπὶ πλέον ἴσως ἢ τοῖς ἐνεστῶσιν ἁρμόττει λέλεκταί μοι διεγνωκότι γε καὶ τοῦτο τὸ γράμμα περὶ τῶν ἄνευ φλεγμονῆς διαλεχθῆναι πυρετῶν. ἀλλὰ διὰ τὴν τοῦ λόγου κοινωνίαν ἐξέβην ἐφ’ ὅσον ἦν ἀναγκαῖον.

Αὖθις οὖν ἐπανέλθωμεν ἐπὶ τούσδε τοῖς προειρημένοις πυρετοῖς συγγενεῖς, οὓς ὀνομάζειν εἰώθαμεν ἑκτικούς. ὁ γάρ τοι νεανίσκος, ὃν προέγραψα, τὸν ἑκτικὸν ἂν ἐπύρεξε πυρετὸν, ὑπερβάλλειν ἀναγκασθεὶς τὴν θαυμαστὴν διάτριτον, εἴπερ γε μὴ φθάσας ἀπέθανεν ὑπὸ τῶν

692
εἰθισμένων ἄνευ μεθόδου διαιτᾷν. ὑποκείσθω τοίνυν ἄλλος τις ἅπαντα μὲν ἔχων τὰ αὐτὰ τῷ προειρημένῳ, τὴν δύναμιν δὲ ἰσχυρότερος εἰς τοσοῦτον ὡς καὶ τὴν διάτριτον ὑπερβάλλων ἀντέχειν. ἀνάγκη τὸν τοιοῦτον οὕτω διαιτώμενον ὡς διαιτῶσιν οἱ τὴν διάτριτον ὑμνοῦντες, εἰς τὸν ἑκτικὸν πυρετὸν ἐμπεσεῖν. ἔθρεψαν γὰρ ἂν αὐτὸν ἐν τῇ τετάρτῃ τῶν ἡμερῶν, εἶτ’ αὖθις ἐν τῇ ἕκτῃ, κᾄπειτ’ ὀγδόῃ τε καὶ δεκάτῃ· τοιοῦτος γοῦν τις ὁ τύπος τῆς διαίτης αὐτῶν ἐστιν, ὡς ἐθεάσω πολλάκις· ἡ μὲν πρώτη τροφὴ μετὰ τὴν πρώτην διάτριτον, αἱ δ’ ἄλλαι παρὰ μίαν. εὐθὺς δ’ ἂν, οἶμαι, καὶ δι’ ἀρτομέλιτος ἐξήραναν αὐτοῦ τὰ ὑποχόνδρια· καὶ γὰρ καὶ τοῦτο ἐκ τοῦ νόμου τῶν τοιούτων ἰατρῶν ἐστιν, εἴτε φλεγμαίνοι σπλάγχνον, εἴτε καὶ μή. κατ’ ἀρχὰς μὲν οὖν ὅπως χρὴ διαιτᾷν τοὺς οὕτω κάμνοντας εἴρηται μὲν καὶ πρόσθεν, οὐδὲν δὲ ἧττον ἐν κεφαλαίοις εἰρήσεται καὶ νῦν. ὅταν ἤτοι γε ἐκ κόπων, ἢ θυμῶν, ἢ φροντίδων πλεόνων, ἢ ἀγρυπνίας, ἢ λύπης, ἢ ἐνδείας μακρᾶς, ἢ καὶ πάντων ἅμα συνελθόντων, ὥσπερ ἐπὶ τοῦ προγεγραμμένου νεανίσκου, ξηρανθέντος τοῦ
693
σώματος εἰσβάλῃ πυρετὸς, αὐχμηρὸν μὲν ποιῶν τὸ δέρμα, πυρώδη δ’ ἔχων τὴν θέρμην, ἐλπὶς μὲν δήπου τοῦτον τὸν ἄνθρωπον ἑκτικῷ ληφθήσεσθαι πυρετῷ καὶ μᾶλλον ἐν θέρει καὶ ἐν θερμῇ καὶ ξηρᾷ καταστάσει. χρὴ δὲ ὅτι τάχιστα διά τε πτισάνης χυλοῦ καὶ τῶν διὰ χόνδρου ῥοφημάτων θρέψαντα καὶ ἄρτου τι προσεπιδιδόντα θεραπεῦσαι πόσει ψυχρᾷ τὸν κάμνοντα. σβέννυται γὰρ αὐτίκα καὶ παύεται τελέως ὁ πυρετὸς ὅταν γε, ὡς εἴρηται, μήτε φλεγμονή τις αὐτῷ συνῇ μήτε σῆψις χυμῶν. εἰ δέ γε τούτων τι συνεπιφαίνοιτο, προσέχειν ἀκριβῶς χρὴ καὶ διακρίνειν ἐν τίνι καιρῷ πρώτως τὸ ψυχρὸν ὕδωρ αὐτῷ δοῦναι τολμήσομεν. ἐγὼ γὰρ ἔδωκα πολλοῖς καὶ τῶν τοιούτων, ἄμεινον εἶναι νομίσας αὐξῆσαι τὰς φλεγμονὰς τό γε παραυτίκα τοῦ περιπεσεῖν ἀνέχεσθαι τὸν ἄνθρωπον ἑκτικῷ πυρετῷ. παντελῶς τοίνυν, ὡς ἀεὶ λέγομεν, ἡ θεραπεία τῇ διαγνώσει τε καὶ προγνώσει συνέπεται. διαγνῶναι μὲν γὰρ χρὴ τὰ παρόντα, προγνῶναι δ’ ἐξ αὐτῶν τὰ γενησόμενα τὸν μέλλοντα χρήσεσθαι βοηθήματι δραστηρίῳ. εἰ μὲν τοίνυν μεγάλην ἔσεσθαι στοχάζοιο τὴν βλάβην ἤτοι
694
τῆς σήψεως τῶν χυμῶν ἢ τῆς φλεγμονῆς, ἐπισχεῖν μὲν τὴν δόσιν τοῦ ψυχροῦ, τοῖς δ’ ἔξωθεν ἐπιτιθεμένοις ψυκτηρίοις ἰάμασι χρῆσθαι, ποτὲ μὲν ἐπὶ στόματι τῆς γαστρὸς ἢ καθ’ ὅλων τῶν ὑποχονδρίων, ἔστι δ’ ὅτε καὶ κατὰ τοῦ θώρακος ἐπιτιθέντα, καθ’ ἅπερ ἂν ἡγησώμεθα μάλιστα τὸ πλεῖστον εἶναι τῆς θέρμης. εἴρηται δ’ ὅτι καὶ βαλανεῖα τοῖς οὕτω κάμνουσιν ἐπιτήδεια, τουτέστι τοῖς ἐξηρασμένοις μὲν ἱκανῶς τὸ σῶμα, πυρέττουσι δ’ ἄνευ χυμῶν σηπεδόνος ἐπί τινι τῶν προειρημένων αἰτίων. ἐπιδέδεικται δὲ ἡμῖν ἐν τοῖς περὶ τῶν πυρετῶν λογισμοῖς ὅτι καὶ ταῖς φλεγμοναῖς διὰ τὴν σηπεδόνα τῶν ἐν αὐταῖς χυμῶν ἕπονται πυρετοί. διὰ τοῦτο οὖν ὅταν εἴπω ποτὲ τοῖς ἐπὶ σήψει πυρετοῖς ἤτοι συμφέρειν ἢ μὴ συμφέρειν τόδε τι, καὶ τοὺς ἐπὶ φλεγμοναῖς ἀκούειν σε χρὴ περιλαμβανομένους ἐν τῷ κοινῷ γένει τῆς σηπεδόνος. ὅταν δ’ ἑξῆς ἀλλήλοις ἀμφοτέρους ὀνομάζοντος ἀκούῃς μου, τοὺς ἐπὶ φλεγμοναῖς ἴσθι τῶν ἐπὶ μόνῃ σήψει τηνικαῦτα διοριζομένους. ὁποία γάρ τίς ἐστιν ἡ τῆς φλεγμονῆς διάθεσις εἴρηται μὲν ἔν τε τῷ περὶ τῆς ἀνωμάλου δυσκρασίας κᾀν τῷ
695
περὶ τῶν παρὰ φύσιν ὄγκων. ἀναμνῆσαι δέ σε καὶ νῦν ἀναγκαῖόν ἐστιν ὅτι κατασκήψαντος αἵματος θερμοῦ πλείονος εἰς τὸ τοῦ ζώου μόριον ἐξαίρεται μὲν αὐτίκα τὰ μείζω τῶν ἀγγείων, μὴ στέγοντα τὸ πλῆθος, ἑξῆς δ’ αὐτοῖς τὰ σμικρότερα. κᾄπειθ’ οὕτως, ἐπειδὰν μηδ’ ἐν τούτοις στέγηται, διιδροῦται πρὸς τοὐκτὸς εἰς τὰς μεταξὺ τῶν ἀγγείων εὐρυχωρίας, ὡς καὶ τὰς ἐν τῇ συνθέτῳ σαρκὶ χώρας ἁπάσας καταλαμβάνειν. αὕτη μὲν ἡ τῆς φλεγμονῆς διάθεσις. ἐγχωρεῖ δὲ καὶ χωρὶς αὐτῆς ἐν αὐτοῖς τοῖς ἀγγείοις σήπεσθαί τινας χυμοὺς, ἤτοι καθ’ ἕν τι τοῦ ζώου μόριον ἐν τοῖς πέρασιν αὐτῶν σφηνωθέντας, ἢ καὶ καθ’ ὅλας αὐτῶν τὰς εὐρύτητας, ὁπόσαι μεταξὺ βουβώνων τέ εἰσι καὶ μασχαλῶν. ὅταν οὖν, ὡς ἐλέγομεν, ἄνευ σηπεδόνος αὐχμώδει σώματι πυρέττειν συμβῇ, τὸ κεφάλαιον τῆς ἰάσεως ἐν τοῖς ὑγραίνουσι καὶ ψύχουσι βοηθήμασι τίθεσθαι χρή.

Δύο δ’ εἰσὶν αἱ τούτων ὗλαι κατὰ γένος αἱ πρῶται· μία μὲν ἐν τοῖς προσπίπτουσιν ἔξωθεν, ἑτέρα δὲ ἐν τοῖς εἴσω τοῦ σώματος λαμβανομένοις, ἃ δὴ καὶ προσφερόμενα 

696
καλοῦσιν. ἔξωθεν μὲν οὖν προσπίπτει τό τε περιέχον ἡμᾶς αὐτὸ καὶ ὅσα δυνάμει φαρμάκων ὑγραίνειν τε καὶ ψύχειν πεφύκασι, καὶ τρίτον πρὸς τούτοις ὑδάτων γλυκέων λουτρά. τὰ δ’ εἴσω τοῦ σώματος λαμβανόμενα τά τε ἐσθιόμενα καὶ τὰ πινόμενα καὶ ὁ εἰσπνεόμενος ἀήρ ἐστιν. ἐκ τούτων χρὴ πειρᾶσθαι τήν θ’ ὑγρότητα καὶ τὴν ψύξιν ἐκπορίζειν τοῖς ἐν τῷδε τῷ λόγῳ προκειμένοις πυρετοῖς. ἀλλ’ ἡ μὲν ψύξις ὡς ἂν ὑπὸ δραστηρίου ποιότητος γινομένη ὀλιγοχρόνιός τ’ ἐστὶ καὶ σφαλερὰ, πολυχρόνιος δὲ ἡ τῶν ἐξηρασμένων ἐπανόρθωσις ὑπάρχει δι’ ὑγρότητος, ἧττόν τε σφαλερὰ τῆς διὰ ψύξεως. ἐπέλθωμεν οὖν ἐφεξῆς τὰς εἰρημένας ἓξ διαφορὰς τῆς ὕλης, ἀπὸ τοῦ περιέχοντος ἀρξάμενοι.

Τούτῳ τοίνυν εὐκράτῳ μὲν ὄντι χρηστέον ὡς ἔχει, μηδὲν περιεργαζομένους. εἰ δ’ ἤτοι θερμὸν ἱκανῶς ἢ ψυχρὸν ὑπάρχοι, τῷ μὲν θερμῷ τοὐναντίον ἐπιτεχνᾶσθαι καταγείους οἴκους, ψυχροτάτους τε καὶ εὐπνουστάτους ἐξευρίσκοντας, πρὸς ἄρκτον ἐστραμμένους αὔρας τέ τινας ἡδείας

697
αὐτοῖς μηχανωμένους, ἐνίοτε μὲν ἐξ εὐρίπων εἰς οὓς καταῤῥάσσουσιν ὕδατος κρουνοὶ πλείους, ἐνίοτε δ’ ἐξ ἀγγείων εἰς ἀγγεῖα μεταῤῥέοντος ὕδατος ψυχροῦ. εὐθὺς δὲ τοῦτο καὶ ὑπνωτικὸν ὑπάρχει, ῥαίνοντάς τε συχνῶς τὸν οἶκον ἀκραιφνεῖ ψυχρῷ καὶ ῥόδα πολλὰ κατὰ τῆς γῆς ἐκχέοντας, ἢ ἀμπέλων ἕλικας, ἢ βάτων ἀκρέμονας, ἢ σχίνων κλῶνας, ἤ τι τῶν ἄλλων φυτῶν ὅσα ψύχει· λέλεκται δὲ ὑπὲρ αὐτῶν ἤδη καὶ πρόσθεν. εἴργοντας δὲ δηλονότι καὶ πλῆθος ἀνθρώπων εἰσιέναι· καὶ γὰρ καὶ τοῦτο θερμαίνει τὸν οἶκον. οὕτω μὲν τὸν θερμότατον ἀέρα πειρᾶσθαι ψύχειν, ἐν θέρει δηλονότι θερμῷ καὶ ξηρῷ συνιστάμενον· οὐ γὰρ ἂν χειμῶνί ποτε γένοιτο θερμότατος, ὥσπερ οὐδὲ ψυχρότατος ἐν θέρει. τὸν ψυχρὸν δὲ μετρίως μὲν ὑπάρχοντα τοιοῦτον ἀγαπᾷν καὶ δέχεσθαι, μηδὲν αὐτὸν ἐπιτεχνώμενον ἢ ἐξαλλάττοντα τὴν κρᾶσιν αὐτοῦ· ψυχρότατον δ’ ὄντα, καθ’ ὅσον μὲν εἰσπνεῖται προσίεσθαι· ψύχει γὰρ ἱκανῶς τὴν ἐν τῇ καρδίᾳ θέρμην· οὐ μὴν καθ’ ὅσον ἔξωθέν γε ἅπτεται τοῦ κάμνοντος, πυκνοῖ γὰρ καὶ συνάγει τὸ δέρμα καὶ κωλύει τὰς ἀποῤῥοὰς διαπνεῖσθαι τῶν σηπεδονωδῶν
698
χυμῶν· διὰ μὲν γὰρ τοῦ πνεύμονος ἀραιοῦ σπλάγχνου χαλεπὸν οὐδὲν ἐπὶ τὴν καρδίαν ἀφικνεῖσθαι ῥᾳδίως οὐ μόνην τὴν ποιότητα, ἀλλὰ καὶ τὴν οὐσίαν αὐτοῦ· διὰ μέντοι τοῦ δέρματος οὔτε τὴν ποιότητα δυνατὸν οὔτε τὴν οὐσίαν ἐπὶ τὴν καρδίαν ἀφικνεῖσθαι, φθάνοντος πυκνοῦσθαι τὸ γὰρ ἐν τοῖς περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ῥηθὲν ἐπὶ τῶν ἰσχυρῶς στυφόντων ἀναμνῆσαι χρὴ. κᾀνταῦθα καὶ γνῶναι τὸν ἄγαν ψυχρὸν ἀέρα τὰς ὁδοὺς ἀποκλείειν ἑαυτῷ, τὸ δέρμα στεγνοῦντ’ ἀεί. μείζονα μέντοι γνωστέον ἐσομένην ἐκ τῆς ψυχρᾶς εἰσπνοῆς τὴν ὠφέλειαν ἤπερ ἐκ τῆς τοῦ δέρματος πυκνώσεως τὴν βλάβην, καὶ μάλισθ’ ὅταν δι’ ἐπιβλημάτων οἷόν τε θάλπειν αὐτό. χρῆσθαι δ’ ἀέρι τοιούτῳ κατ’ ἐκείνους μάλιστα τῶν ἑκτικῶν πυρετῶν ἐν οἷς ἡ καρδία πάσχει πρώτως, καθάπερ γε καὶ εἰ ἡ γαστὴρ πρώτη ἐπεπόνθει, διὰ τῶν ἐσθιομένων καὶ πινομένων ἀρήγειν αὐτῇ· ταύτῃ μὲν γὰρ ἐκεῖνα τὴν δύναμιν εἰλικρινῆ φυλάττοντα προσπίπτει, τῇ καρδίᾳ δὲ ὁ εἰσπνεόμενος ἀήρ. ἥπατι δὲ ἐκ μὲν τῆς εἰσπνοῆς οὐδὲν ὄφελος, ὠφελεῖται δ’ ἧττον μὲν τῆς κοιλίας, οὐ
699
μὴν ἀμυδρῶς γε, διὰ τῶν ἐσθιομένων τε καὶ πινομένων. κοινὴ δ’ ἁπάντων ἴασις ἡ διὰ τῶν ἔξωθεν ἐπιτιθεμένων ὑγραινόντων τε καὶ ψυχόντων. ἐπὶ τούτοις μὲν οὖν τοῖς σπλάγχνοις ὡς τὰ πολλὰ τοὺς ἑκτικοὺς καὶ μαρασμώδεις ἐθεασάμεθα πυρετούς. ἐπιγίγνονται μὴν ἐνίοτε καὶ ταῖς τοῦ πνεύμονος ξηραῖς καὶ θερμαῖς δυσκρασίαις· ἀλλ’ οὐκ ἐπιτήδειον εἰς τοὺς τοιούτους πυρετοὺς τὸ σπλάγχνον, ὑγρὸν καὶ χαῦνον ὑπάρχον. ἐπιγίνονται δὲ καὶ θώρακι καὶ μεσαραίῳ καὶ κύστει καὶ νήστει καὶ κώλῳ καί ποτε καὶ μήτρᾳ καὶ νεφροῖς. ἐπὶ δὲ τῷ διαφράγματι μαρασμὸν μὲν οὐκ εἶδον, ἑκτικὸν δ’ ἐθεασάμην πυρετὸν, ἅπαξ μὲν ἀκριβῶς ἀπεργασθέντα, πολλάκις δ’ ἀποκτείναντα πρὶν ἀκριβῶς συμπληρωθῆναι. δύσπνοιά τε γὰρ ἕπεται καὶ παραφροσύνη ταῖς τοιαύταις διαθέσεσιν ἐφ’ αἷς ἀποθνήσκουσιν ὡς τὰ πολλὰ πρὶν ἑκτικὸν ἀκριβῶς γενέσθαι τὸν πυρετόν. ῥᾴστη δ’ αὐτῶν ἡ διάγνωσις τῇ τε σκληρότητι τοῦ σφυγμοῦ καὶ τῷ τὸ ὑποχόνδριον ἐπὶ πλεῖστον ἀνασπᾶσθαι καὶ τῷ δυσπνοεῖν ἀνώμαλόν τέ τινα καὶ πολυειδῆ δύσπνοιαν. ἐπὶ πλεῖστον μὲν γὰρ
700
ἐνίοτε σμικρὸν καὶ πυκνὸν ἀναπνέουσιν, αὖθις δ’ ἔστιν ὅτε βραδύνουσι σαφῶς. εἶτ’ ἐξαίφνης ὥσπερ στενάζοντες ἀνέπνευσαν, ἢ διπλῆν τὴν εἴσω φορὰν τοῦ πνεύματος οἷον ἐπεισπνέοντες ἢ διπλῆν τὴν ἔξω ποιοῦνται, καθάπερ ἐπεκπνέοντες. ἀναπνέουσι δὲ καὶ τῷ ἄλλῳ θώρακι παντὶ πολλάκις αἰσθητὸν καὶ μέγα, τὰς ὠμοπλάτας ἐξαίροντες· ἐνίοτε δ’ ἱκανῶς ἀραιὰν καὶ μεγάλην ποιοῦνται ἀναπνοὴν, ὅταν ἐπικρατῇ τὰ τῆς παραφροσύνης. ἀλλ’ οὐ πρόκειται νῦν λέγειν οὔτε τὰ γνωρίσματα τῶν πεπονθότων τόπων οὔτε τὰς αἰτίας αὐτῶν. αὖθις οὖν ἐπὶ τὴν θεραπείαν ἴωμεν, ἐπισκοπούμενοι τῶν προκειμένων ὑλῶν τὰς δυνάμεις ὁποίας τινὰς ἔχουσιν ὡς πρὸς τοὺς ἑκτικοὺς πυρετούς. εἴρηται δὲ ἤδη περὶ ἀέρος οὐκ ὀλίγα θερμοῦ καὶ ψυχροῦ καὶ μάλιστα μὲν ὠφελοῦντος, ὅταν, ὡς εἰώθασιν ὀνομάζειν, ἡ καρδία πρωτοπαθεῖ· βοηθοῦντος δ’ οὐκ ὀλίγον οὐδ’ ἐν τοῖς ἄλλοις πυρετοῖς, ἐπειδὴ κᾀν τούτοις ἐξ ἀνάγκης ἡ καρδία παραπλησίαν ἀναδέχεται δυσκρασίαν. ἧς χωρὶς οὐχ οἷόν τε μὴ ὅτι μαρασμὸν ἢ ἑκτικὸν πυρετὸν, ἀλλὰ μηδὲ τῶν ἄλλων μηδένα γενέσθαι. δῆλον οὖν ὅτι κᾂν 
701
ὁ πνεύμων ποτὲ πάθῃ πρώτως, ἐμψύχοντος αὐτὸν ἀέρος δεήσεται τῶν ἄλλων ἁπάντων μᾶλλον.

Ἐφεξῆς δ’ ἂν εἴη σκέψασθαι περὶ τῶν ἔξωθεν ἐπιβαλλομένων φαρμάκων ὑγραινόντων τε καὶ ψυχόντων. ὅτι μὲν δὴ καὶ τούτων ἐκλεκτέα τὰ ψύχοντα χωρὶς τοῦ στύφειν ἰσχυρῶς πρόδηλον παντί. πρὸς γὰρ τῷ μηδ’ ὑγραίνειν τὰ τοιαῦτα καὶ διικνεῖσθαι πρὸς τὸ βάθος ἡ ψύξις αὐτῶν ἀδυνατεῖ, συναγόντων τε καὶ σφιγγόντων τὸ δέρμα. κάλλιστα δ’ οὐ μόνον ὅσα ψύχει χωρὶς τοῦ στύφειν, ἀλλ’ εἰ καὶ τῇ συστάσει τοῦ σώματος εἴη λεπτομερῆ. τελεωτάτην μὲν οὖν εὑρεῖν οὐσίαν λεπτομερῆ καὶ ψυχρὰν ἀκριβῶς ἴσως ἀδύνατον. ἀκριβῶς δ’ εἶπον, ἐπειδὴ τὸ πάντων ὧν ἴσμεν ψυχρῶν τῇ δυνάμει λεπτομερέστατον, τὸ ὄξος, ἔχει τινὰ μεμιγμένην ἑαυτῷ θερμότητα. καὶ μέντοι καὶ ξηραίνει τὰ πλησιάζοντα σώματα κᾂν ὑγρὸν εἴη κατὰ τὴν φαντασίαν. ὅθεν οὐδὲ μόνῳ αὐτῷ ποτε χρώμεθα πρὸς τὰς ὑγραίνεσθαί τε ἅμα καὶ ψύχεσθαι δεομένας διαθέσεις, ἀλλ’ ὕδατι ψυχρῷ

702
τοσούτῳ μιγνύντες ὡς δύνασθαι πιεῖν. ἀλλ’ εἰ καὶ τὸ τελέως λεπτομερὲς ἅμα καὶ ψυχρὸν σῶμα μὴ δυνατὸν εὑρεῖν, ὅμως ἐκλέγεσθαι χρὴ τὰς ἐπιτηδειοτάτας ὕλας εἰς τὴν τοῦ τοιούτου σύνθεσιν φαρμάκου. λέλεκται μὲν οὖν ἐπὶ πλέον ὑπὲρ αὐτῶν ἐν ταῖς περὶ τῶν φαρμάκων πραγματείαις. εἰρήσεται δὲ καὶ νῦν ἐπὶ παραδειγμάτων ὀλίγον ἕνεκα τοῦ γυμνάσασθαί σε καὶ κατὰ τοῦτο τὸ γένος ἐν τοῖς κατὰ μέρος. ἄρξομαι δ’ ἀπὸ τοῦ πάντων ἁπλουστάτου φαρμάκου τῶν ὑγραινόντων τε καὶ ψυχόντων, ᾧ καὶ κατὰ τῶν ἐρυσιπελάτων χρῶμαι καὶ κατὰ τῶν ἐν αἰδοίοις φλεγμονῶν ἐν ἀρχῇ, πρὶν ὑποφαίνεσθαί τινα νομώδη σηπεδόνα. χρὴ δ’ εἰς αὐτὸ παρεσκευάσθαι κηρὸν ὡς κάλλιστον πεπλυμένον. εἴη δ’ ἂν κάλλιστος ὅ τε Ποντικὸς ὁ λευκὸς, ὅ τε ἐξ Ἀττικῶν κηρίων. ἔστω δὲ καὶ ῥόδινον ἐξ ἐλαίου τοῦ καλουμένου πρὸς τινῶν μὲν ὀμφακίνου, πρὸς ἄλλων δὲ ὠμοτριβοῦς, ἐσκευασμένου χωρὶς ἁλῶν. ἄριστον δὲ εἶναι καὶ τοῦτο τὸ ἔλαιον ἀκριβῶς λεπτομερὲς, ὥσπερ τὸ Σαβῖνον. ἐπὶ δὲ τῆς χρείας ἄμφω μιχθέντα τηκέσθω δι’ ἀγγείου
703
διπλοῦ καὶ γενομένης ὑγρᾶς κηρωτῆς. ἔσται δὲ τοιαύτη τριπλάσιον ἢ τετραπλάσιον ἔχουσα τοῦ κηροῦ τὸ ῥόδινον. ἐπειδὰν δὲ αὐτὴ ψυχθῇ, μιγνύσθω ψυχθείσῃ κατὰ βραχὺ τοσοῦτον ὕδατος ὅσον ἂν ἐν θυείᾳ μαλαττομένῃ σὺν αὐτῷ δέξασθαι δύναιτο. χρὴ δὲ καὶ τὴν κηρωτὴν αὐτὴν ἱκανῶς ἐψῦχθαι καὶ τὸ μιγνύμενον ὕδωρ αὐτῇ ψυχρότατον ὑπάρχειν. ἱκανῶς δὲ ψύξεις τὴν κηρωτὴν, ἐπειδὰν μετρίως παγῇ, καθιεὶς εἰς ὕδωρ ψυχρότατον ὅλον τὸ ἀγγεῖον ἐν ᾧ περιέχεται. μίξας δὲ εἰ βούλοιο καὶ ὄξους ὀλίγον ἱκανῶς λεπτοῦ καὶ διαυγοῦς, ἔτι δὲ καὶ μᾶλλον ὑγραῖνόν τε ἅμα καὶ ψῦχον ἐργάσῃ φάρμακον. οὐ χρὴ δ’ ἀναμένειν ἐπιχεῖσθαι κατὰ τοῦ σώματος αὐτὸ τοῦ κάμνοντος εἰς τοσοῦτον ὡς θερμανθῆναι σαφῶς, ἀλλ’ ὑπαλλάττεσθαι συνεχῶς. Ἄλλο φάρμακον. ὀξαλίδος ἢ ὀξυλαπάθου χυλὸς, ἀλφίτων λεπτῶν ὀλίγων μιχθέντων ἀναλαμβανέσθω διπτύχῳ ῥάκει τριβακῷ, ψυχρὸν δ’ ἱκανῶς ἐπιτιθέσθω καὶ τοῦτο. μὴ παρόντος δὲ τοιούτου ῥάκους, ὀθόνιον δίπτυχον ἀναδεύσας, ἐπιτίθει τῷ ψύχεσθαι δεομένῳ μορίῳ,
704
καὶ μὲν δὴ καὶ ὁ τῆς ἀνδράχνης καὶ ὁ τοῦ ἀειζώου χυλὸς ἅμα τῷ τῆς ὄμφακος ὁμοίως ἀλφίτοις μίγνυται. πρὸς τούτοις δ’ ἔτι φακὸς ὁ ἀπὸ τῶν τελμάτων καὶ τριβόλου χλωροῦ καὶ πολυγόνου καὶ θριδακίνης καὶ σέρεως χυλὸς, ὅσα τ’ ἄλλα ψύχειν ἐλέχθη σὺν ἀλφίτοις λεπτοῖς πάντα. καὶ χωρὶς δ’ ἀλφίτων ὅλας τὰς πόας ἔξεστι λειοῦντα χρῆσθαι. καὶ μὲν δὴ καὶ τὸ διὰ τῶν φοινίκων ἐπίθεμα τῶν λιπαρῶν, ὀνομάζουσι δ’ αὐτοὺς πατητοὺς, ἀγαθὸν φάρμακον. ἕψειν δὲ χρὴ καὶ τούτων τὴν σάρκα, τὸ ὑμενῶδες ἅπαν ἐξαίροντα ποτὲ μὲν δι’ ὄξους μόνου διαυγοῦς, ἔστι δ’ ὅτε καὶ ὕδατος αὐτῷ μιγνύντα· τακερᾶς δ’ ἱκανῶς γενηθείσης, λειοῦντα χρῆσθαι. σκληρὸν δ’ εἰ φαίνοιτό σοι κατὰ τὴν σύστασιν, ἄμεινον μιγνύναι τῆς προγεγραμμένης κηρωτῆς. εἰ δὲ καὶ ῥοδίνου ποτὲ τῶν εἰρημένων ἑκάστῳ μῖξαι βουληθείης, οὐδὲν ἔσται σοι χεῖρον τὸ φάρμακον· ἔστω δὲ ὀλίγιστόν τε τὸ μιγνύμενον καὶ ἁπλοῦν καὶ ψυχρὸν ἱκανῶς, κᾀξ ἐλαίου γεγονὸς ἅλας οὐκ ἔχοντος. ἁπλοῦν δ’ ὅταν εἴπω ῥόδινον ἢ ἄλλο τι τῶν τοιούτων, ἀκούειν δὲ χρὴ τὸ χωρὶς τῶν ἀρωμάτων
705
ἐσκευασμένον. ἀγαθὸν φάρμακον εἰς τὰ τοιαῦτα καὶ ὁ τῶν ῥόδων χυλὸς ἅμα τοῖς ἀλφίτοις ψυχρός. ἀγαθὸν δὲ καὶ αὐτὰ λειωθέντα· καθάπερ οὖν καὶ αἱ λεῖαι βλάσται τῶν μετρίως στυφόντων φυτῶν, οὕτω δ’ ἔστιν ὅτε καὶ βοτάναις χρήσασθαι μετρίως στυφούσαις δυνατὸν, ὥσπερ τῷ στρύχνῳ. ἀλλ’ ἡ μὲν τοιούτων φαρμάκων ὕλη δι’ ἑτέρας πραγματείας εἴρηται πᾶσα· νῦν δ’ ἀρκεῖ τὰ λελεγμένα παραδείγματος ἕνεκα. χρῆσθαι δ’ οὐχ ὡς οἱ πολλοὶ καθ’ ὅλου τοῦ θώρακος ἢ συμπάσης τῆς γαστρὸς, ἀλλὰ κατ’ ἐκείνου μάλιστα τοῦ πρώτως πεπονθότος. οὐδὲ γὰρ ἀναγκαῖον ἢ σὺν τῷ ψύχεσθαι σφοδρῶς δεομένῳ ψυχθῆναί τι τῶν οὐχ ὁμοίως δεομένων, ἢ θᾶττον τοῦ δέοντος παύσασθαι, δεδιότα βλάψαι τι τῶν γειτνιώντων. ἐγὼ γοῦν οἶδα κατὰ τῶν ὑποχονδρίων ἐπιτεθέντος ποτὲ ψύχοντος φαρμάκου παραχρῆμα δυσπνοήσαντα τὸν ἄνθρωπον, ἄλλον δ’ αὐτίκα βήξαντα καὶ μικρὸν ὕστερον ἑκατέρῳ παυσάμενον τὸ σύμπτωμα, τοῦ ψύχοντος ἀρθέντος. μὴ βουλομένῳ δέ σοι γενναίως ψύχειν οὐκ ὀλίγον 
706
ὑπάρχει πλῆθος ἐμπλαστῶν φαρμάκων κηρωτοειδῶν μετρίως ψυχόντων, ὧν οὐ μόνης τῆς ὕλης τὰς δυνάμεις, ἀλλὰ καὶ τῆς συνθέσεως ἔμαθες τὴν μέθοδον.

Ἐγὼ δ’ αἰσθανόμενος ὕστερον τὸ μέτρον ἤδη τῆς προκειμένης πραγματείας ἐκπίπτων ἐπὶ τὰ συνεχῆ τοῦ λόγου μεταβήσομαι. συνεχὴς δ’ ἐπὶ τοῖς εἰρημένοις ἡ περὶ βαλανείου σκέψις αὐτοῦ τε τοῦ πράγματος ἕνεκα ἔτι τε μάλιστα ἐπειδὴ Φίλιππος ἡγεῖται βλάπτειν αὐτὸ τοὺς μαραινομένους. ἐγὼ τοίνυν ἣν ἔχω γνώμην ὑπέρ γε τῆς δυνάμεως ἁπάσης τῶν βαλανείων καὶ προσέτι τὸν εἰς τοὺς ἑκτικοὺς καὶ μαρασμώδεις ἢ ἁπλῶς εἰπεῖν ἅπαντας, ἐν τῷδε τῷ λόγῳ μάλιστ’ ἂν διέλθοιμι. μέμνημαι γὰρ ὅτι καὶ πρόσθεν ἐπὶ τῶν ἐφημέρων πυρετῶν ἐπῄνουν αὐτά· καὶ κατὰ τὸν ἕβδομον λόγον ἐπὶ τῶν κατὰ ξηρότητα δυσκρασιῶν τῆς γαστρὸς ἀπεπτούντων τε καὶ λεπτυνομένων ἐκέλευον χρῆσθαι πολλάκις. οὐ μὴν περί γε τῆς συμπάσης δυνάμεως ἐν ἑτέρῳ τινὶ λόγῳ διῆλθον, ἀλλ’ εἰς τοῦτον ἐφύλαξα καθ’ ὃν

707
ἀγωνιστικωτέρα μάλιστά ἐστιν ἡ χρῆσις αὐτοῦ καὶ τὸν Φίλιππον ἔχει κωλύοντα. δέδεικται μὲν οὖν ἤδη καὶ πρόσθεν ἐπὶ τῆς τῶν ἑλκῶν ἰάσεως ἡ αἰτία τῆς ἀγνοίας τῶν καθ’ ἕκαστον πάθος οἰκείων σκοπῶν· εἰρήσεται δ’ οὐδὲν ἧττον καὶ νῦν, εἴς τε τὰ παρόντα καὶ τὰ μέλλοντα χρήσιμος ὑπάρχουσα. μιᾶς μὲν γὰρ ἐν τῷ σώματι διαθέσεως οὔσης, εἰ καὶ μὴ τῷ λόγῳ, τῇ πείρᾳ γοῦν εὑρεῖν οὐ χαλεπὸν αὐτῆς ἐστι τὴν ἴασιν· ἐπιπλεκομένων δὲ δυοῖν ἢ τριῶν, καὶ μάλισθ’ ὅταν ἐναντιωτάτων ἀλλήλοις δέωνται βοηθημάτων, ἀδύνατον μὲν εὑρεῖν τῇ πείρᾳ τὸ ποιητέον, οὐ ῥᾴδιον δ’ οὐδὲ τῷ λόγῳ. καὶ γὰρ καὶ τὴν οὐσίαν ἑκάστης τῶν διαθέσεων ἀκριβῶς χρὴ γνῶναι καὶ τὴν οἰκείαν τῆς θεραπείας ἐφ’ ἑκάστης αὐτῶν ἔνδειξιν λαβεῖν, ἥντινά τε χρὴ πρώτην τῶν ἄλλων ἢ μαλλόν, ἥντινα δ’ ἧττον ἢ δευτέραν ἢ τρίτην ἰάσασθαι. διὰ ταύτην οὖν τὴν αἰτίαν οὔθ’ ὅτι πυρετῶν ᾗ πυρετοὶ συμπάντων ἐστὶν ἴδιον ἴαμα τὸ ψυχρὸν, εἴτε οὖν κατ’ ἐνέργειαν εἴτε κατὰ δύναμιν εἴη τοιοῦτον, ἐγνώσθη τῷ πλήθει τῶν ἰατρῶν, οὔθ’ ὅτι κατὰ συμβεβηκὸς ἕτερα πολλὰ πέφυκε ψύχοντα πυρετῶν γίνεσθαι
708
βοηθήματα. περὶ ὧν εἴρηται μὲν ἤδη τι κᾀν τοῖς ἔμπροσθεν εἰρήσεται δὲ κᾀν τοῖς αὖθις. ἔνια γὰρ τῶν βοηθημάτων ἐπιπεπλεγμένην τέ πως ἔχει καὶ διττὴν δύναμιν, ὡς καὶ πρώτως ὀνινάναι καὶ κατὰ συμβεβηκὸς, οἷόν πέρ ἐστι καὶ τὸ λουτρόν. ἡ μὲν γὰρ πόσις τοῦ ψυχροῦ καθ’ ἑαυτὴν μὲν ὀνίνησιν, ἐνεργείᾳ ψύχουσα· χυλὸς δ’ ὄμφακος τῇ δυνάμει ψυκτικὸν φάρμακον. ταυτὶ μὲν οὖν ἀμφότερα ψύχει πρώτως, ὅπερ ἐστὶ καθ’ ἑαυτὰ, διὰ μέσου μηδενός· αἵματος δ’ ἀφαίρεσις, ὡς ἔμπροσθεν ἐδείκνυμεν, ἐπὶ τῶν συνόχων καλουμένων πυρετῶν οὐκέτι πρώτως, ἀλλὰ κατὰ συμβεβηκὸς ἰᾶταί ποτε τὰς θερμὰς δυσκρασίας. ὡσαύτως δὲ καὶ κλυστὴρ καὶ κάθαρσις ἐπιβροχή τε καὶ κατάπλασμα διαφορητικὸν ἢ πεπτικόν. ἑκατέρας δὲ τὰς δυνάμεις ἔχει συλλαβὸν ἐν ἑαυτῷ τὸ προκείμενον ἐν τῷ λόγῳ λουτρὸν, ὡς ἂν οἶμαι σύνθετον ὑπάρχον ἐκ διαφερόντων ταῖς δυνάμεσι τῶν ἑαυτοῦ μερῶν. εἰσελθόντες μὲν γὰρ ὁμιλοῦσιν ἀέρι θερμῷ, μετὰ δὲ ταῦτα εἰς ὕδωρ εἰσίασι θερμὸν, εἶτ’ ἐξελθόντες εἰς ψυχρὸν, εἶτ’ ἀπομάττονται τὸν
709
ἱδρῶτα. δύναται δὲ τὸ μὲν πρῶτον αὐτοῦ μέρος θερμῆναί τε δι’ ὅλου τοῦ σώματος καὶ χέαι τὰς ὕλας, ὁμαλῦναί τε τὰς ἀνωμαλίας, ἀραιῶσαί τε τὸ δέρμα καὶ κενῶσαι πολλὰ τῶν ἔμπροσθεν ὑπ’ αὐτοῦ κατεχομένων. τὸ δὲ δεύτερον, ὅταν ἐπὶ ξηρᾷ διαθέσει τοῦ σώματος αὐτῷ τις χρῆται, νοτίδα χρηστὴν ἐνθεῖναι τοῖς στερεοῖς τοῦ ζώου μορίοις. ἡ δὲ τρίτη μοῖρα τῶν λουτρῶν, ἐπειδὰν τῷ ψυχρῷ τύχωμεν χρώμενοι, ψῦξαί τε σύμπαν τὸ σῶμα καὶ πυκνῶσαι τὸ δέρμα καὶ ῥῶσαι τὰς δυνάμεις. τὸ δὲ τέταρτον ἐκκενῶσαι δι’ ἱδρώτων τὸ σῶμα χωρὶς τῆς ἐκ τοῦ ψύχεσθαι βλάβης. ταῦτ’ οὖν δυναμένου περὶ τὸν ἄνθρωπον ἐργάζεσθαι πάντα τῶν ποτίμων ὑδάτων εὐκράτου λουτροῦ καὶ πρὸς τούτοις ἔτι φρίκας τε καὶ πυκνώσεις τοῦ δέρματος, ὅταν ἀκαίρως λούσωνται, πειρατέον ἐφεξῆς διορίσαι πάντα, περὶ πρώτων ἐκείνων τὸν λόγον ποιησαμένους ὅσοι φρικώδεις γίγνονται λουόμενοι. μία μὲν γὰρ αὐτοῖς ἐστιν ἡ ὡς ἂν εἴποι τις αἰτία συνεκτικὴ τοῦ γινομένου συμπτώματος, ἄλλαι δ’ ἐκείνης πλείους προηγοῦνται. τὴν μὲν δὴ τὸ φρίττειν ἐργαζομένην αἰτίαν
710
εἶναί φημι κίνησιν ἀθροωτέραν τῶν δακνωδῶν περιττωμάτων. ὅθεν οἷς ταῦτα μὲν πολλὰ, πυκναὶ δὲ αἱ σάρκες ἢ τὸ δέρμα φρίττουσιν, ἄν τε εἰς βαλανεῖον εἰσέλθωσιν, ἄν τε ἐν ἡλίῳ στῶσιν, ἄν τε κινηθῶσιν ὁπωσοῦν σφοδρότερον ἤτοι δι’ αἰωρήσεων ἢ τρίψεων ἢ γυμνασίων· οἷς δ’ ὀλίγα ταῦτ’ ἐστὶ καὶ ἡ τοῦ σώματος ἕξις ἑτοίμη χαλασθῆναι καὶ ἀραιωθῆναι πρὸς τῆς ἀμφ’ αὐτοῦ θερμασίας, οὐ μόνον οὐ φρίττουσιν, ἀλλὰ καὶ βελτίους γίγνονται κενουμένων τῶν περιττωμάτων. εἰκότως τοίνυν οὔτ’ ἐν τῇ τῆς ἐπισημασίας ἀρχῇ τις ἔλουσεν ἄῤῥωστον οὔτ’ ἐν ἐπιδόσει· πεπύκνωται γὰρ ἐν ἐκείνῳ τῷ χρόνῳ καὶ πεπίληται τὸ δέρμα καὶ ἡ ὑποκειμένη μετ’ αὐτὸ σαρκώδης οὐσία. κατὰ δὲ τὰς παρακμὰς ἤτοι γε ἀρχομένας ἢ προιούσας ἢ προελθούσας ἐπιπλέον ἡμεῖς τε πολλάκις ἄλλοι τέ τινες ἰατροὶ πολλοὺς τῶν καμνόντων λούσαντες ὠφέλησαν οὐ σμικρά. πότε μὲν οὖν χρὴ τῆς παρακμῆς ἀρχομένης ἢ προελθούσης ἢ καὶ κατὰ τὴν ἀκμὴν ἐνίοτε, καὶ γὰρ καὶ τοῦτο συμβαίνει ποτὲ σπανίως, ἐπὶ τὸ βαλανεῖον ἀπάγειν ἐν τοῖς ἑξῆς διοριῶ. νυνὶ δὲ ὑπὲρ τῆς καθόλου δυνάμεως 
711
ἑκάστου τῶν τοῦ λουτροῦ διελθεῖν προθέμενος ἓν τὸ πρῶτον πάντων δίειμι καί φημι πολλοὺς μὲν καὶ τῶν ἀπεπτησάντων, ἔτι δὲ πλείους οἷς πλῆθός ἐστι δακνωδῶν περιττωμάτων, ἅπαντάς τε τοὺς ἐν ἐπισημασίαις ἢ ἀναβάσεσι, καὶ τοὺς ἐν ἀκμῇ δὲ πλὴν ὀλίγων δή τινων, εἰκότως φρίττειν, ἄν τ’ εἰς βαλανεῖον εἰσέλθωσιν, ἄν τ’ ἐν ἡλίῳ θερμῷ στῶσιν, ἄν τε γυμνασίοις ἢ τρίψεσιν ἢ αἰωρήσεσιν ἐπιχειρήσωσιν· ἕκαστον γὰρ τῶν εἰρημένων ἀθρόαν ὁρμὴν ἐργάζεται τῶν περιττωμάτων. ὅταν δὲ ἔτι μὲν ὑπάρχῃ πυκνὸν οὑτωσὶ τὸ δέρμα τῶν λουομένων, ὡς κατὰ τὴν πρώτην τοῦ περιέχοντος ἀέρος προσβολὴν, μὴ δύνασθαι τὴν κατὰ φύσιν ἀπολαβεῖν ἑαυτοῦ διάθεσιν, ἀλλὰ χρόνου πλέονος εἴη εἰς τοῦτο δεόμενον, ἀθρόα δὲ ὁρμήσῃ πρὸς τοὐκτὸς φέρεσθαι τὰ περιττὰ, κατέχεσθαί τε τοὐντεῦθεν ἀναγκαῖόν ἐστιν αὐτοῖς καὶ δάκνειν, ἀθροιζομένοις ὑπὸ τὸ δέρμα καὶ διὰ τῶν σαρκῶν φερομένοις. δέδεικται δ’ ἐν ταῖς τῶν συμπτωμάτων αἰτίαις ὡς τὰ δακνώδη περιττώματα διὰ τῶν αἰσθητικῶν σωμάτων φερόμενα ῥίγη τε καὶ φρίκας ἐργάζεται. τοῦ μὲν δὴ φρίττειν ἐν τοῖς λουτροῖς ἅπαντας
712
τοὺς εἰρημένους ἐξευρήκαμεν ἤδη τὰς αἰτίας, ὥσπερ γε καὶ τοῦ μὴ φρίττειν οἷς ἤτοι μηδ’ ὅλως ἐστὶ δακνῶδες μηδὲν ἐν τῷ σώματι περιττὸν ἢ τοσοῦτον ὡς ῥᾳδίως ἐκκενοῦσθαι. περὶ τούτων οὖν αὖθις αὐτῶν ὁ λόγος ἡμῖν γιγνέσθω, δι’ οὓς καὶ τῶν φριττόντων ἐμνημονεύσαμεν. εἰ γάρ τις εἰσελθὼν εἰς βαλανεῖον οὐκ ἔφριξεν, ἀλλ’ ἐχαλάσθη τε καὶ ἠραιώθη τὸ δέρμα, τούτῳ πάντως ἀναγκαῖον ἕπεσθαι τὰ πρόσθεν λεχθέντα, κένωσιν τῶν περιττῶν, ὁμαλὴν θερμότητα δι’ ὅλου τοῦ σώματος, ἀραίωσιν τῶν πόρων, χάλασιν τῶν συντεταμένων, χύσιν τῶν πεπιλημένων. ἡ μὲν οὖν κένωσις τῶν περιττωμάτων χρησιμωτάτη πᾶσι πυρετοῖς ἐστιν· ὡσαύτως δ’ ἀραίωσίς τε καὶ χάλασις· οὔτε δὲ ἡ χύσις οὔθ’ ἡ θερμότης. ἀλλ’ ἡ μὲν θερμότης ἅπασιν ἐναντία· ψύχεσθαι μὲν γὰρ αὐτῶν ἡ διάθεσις, οὐ θερμαίνεσθαι δεῖται. τὸ διαχεῖσθαι δ’ ὁμαλῶς τοῖς μὲν στερεοῖς τοῦ ζώου μορίοις οὐκ ἀνεπιτήδειον, τοῖς χυμοῖς δ’ ἀεὶ λυσιτελὲς, ἀλλ’ ὅταν ἤτοι φλεγμονή τις ἢ ὁμοία φλεγμονῇ διάθεσις ὑπάρχῃ κατὰ τὸ ζῶον, ἢ πλῆθος ὁποτερονοῦν, εἴτε τὸ πρὸς τὴν δύναμιν εἴτε τὸ
713
πρὸς τὴν εὐρυχωρίαν τῶν ἀγγείων, ἁπάντων ἐστὶ βλαβερώτατον. αὐξάνονται μὲν οὖν αἱ φλεγμοναὶ τῶν θερμανθέντων καὶ χυθέντων χυμῶν ἐπιῤῥεόντων αὐταῖς. διατείνονται δ’ οἱ χιτῶνες τῶν ἀγγείων, μὴ στέγοντες τὸ πλῆθος ἐν τῇ χύσει πνευματωθέν· ἡ δύναμις δ’ αὐτῷ τούτῳ κακοπαθεῖ. ταῖς τοίνυν θερμαῖς καὶ ξηραῖς διαθέσεσι τοῦ σώματος, ὑπὲρ ὧν ὁ λόγος ἦν, ἀποχεῖσθαι μὲν τὰ δακνώδη χρηστὸν, ἀκίνδυνος γὰρ ἡ χύσις, οὐκ ἀβλαβὴς δ’ ἡ θέρμανσις. ἐκ μὲν δὴ τοῦ πρώτου μέρους τῶν λουτρῶν μεμνῆσθαι χρὴ ταῦθ’ ὑπάρξαντα τοῖς οὕτω κάμνουσιν, ὅταν ἐν καιρῷ λούωνται. μετίωμεν δήπου πρὸς τὸ δεύτερον αὐτῶν μέρος, ὅπερ ἦν αὐτὸ τὸ κυριώτατον προσαγορευόμενον λουτρόν. ἐν τούτῳ τοίνυν ὑγραινόμενοι μὲν ὀνίνανται, θερμαινόμενοι δ’ οὐδὲν ὀνίνανται. μετέλθωμεν οὖν αὖθις ἐπὶ τὸ τρίτον, ἐν ᾧ ψύχεται μὲν ἀλύπως τὰ τεθερμασμένα, ῥώννυται δ’ ἡ δύναμις. ὅσα δ’ ἠραιώθη τε καὶ περαιτέρω τοῦ προσήκοντος ἐχαλάσθη, ταῦτα εἰς τὴν κατὰ φύσιν ἐπανέρχεται συμμετρίαν, ὡς δηλοῖ καὶ τὸ τέταρτον τοῦ λουτροῦ μέρος. ἐφ’ ὧν γὰρ ἐπράχθη καλῶς
714
πάντα, καὶ μετὰ τὴν τοῦ ψυχροῦ χρῆσιν ἱδροῦσιν ἔτι καὶ πάντ’ αὐτῶν ἐκκενοῦται τὰ περιττά. καὶ τοίνυν ἐκ πάντων ὧν εἴπομεν περὶ βαλανείων ἀθρόον κεφάλαιον συμβαίνει, κεκενῶσθαι μὲν ὅσον ἦν ἐπὶ τῷ σώματι λιγνυῶδές τε καὶ καπνῶδες· ἐν δὲ τῇ κατὰ φύσιν ὑπάρχειν συμμετρίᾳ τὰς σάρκας καὶ τὸ δέρμα, τὸν δὲ τῶν στερεῶν μορίων αὐχμὸν πεπαῦσθαι, καὶ τὴν θερμασίαν οὐ μόνον τὴν ἐκ τοῦ λουτροῦ προσγινομένην, ἀλλὰ καὶ τὴν ἔμπροσθεν οὖσαν ὑπὸ τῆς τοῦ ψυχροῦ χρήσεως ἀναιρεῖσθαι. μέγιστον δὲ τοῦ λόγου τεκμήριον ἡ συμβαίνουσα κατάστασις ἐπὶ τοῖς τοιούτοις λουτροῖς, ὅταν ὁδοιπορήσωμεν ἐν ἡλίῳ θερμῷ. παραγινόμεθα μὲν ἐπ’ αὐτὰ μηδὲ φθέγξασθαι δυνάμενοι διὰ τὴν ξηρότητα τῆς γλώττης καὶ φάρυγγος, ἅπαν τε τὸ σῶμα καρφαλέον ἔχοντες. ἐξελθόντες δὲ τοῦ ψυχροῦ παραχρῆμα πάντ’ ἀνακτώμεθα τὰ κατὰ φύσιν, οὔτε τῇ πυρώδει θερμασίᾳ κάμνοντες οὔτε τῇ ξηρότητι δυσφοροῦντες ἑτοίμως τε φθεγγόμενοι καὶ τῆς δίψης τὸ πλεῖστον ἰαθέντες. ἄρ’ οὖν ἐναργέστερον ἔτι δύναμιν λουτρῶν γνῶναι ποθεῖς ἐπὶ ξηραῖς καὶ θερμαῖς σωμάτων διαθέσεσιν; ἐγὼ μὲν οὐκ
715
οἶμαι. πάρεστι δὲ τοῖς βουλομένοις πειραθῆναι μετὰ τὴν τοιαύτην ὁδοιπορίαν ἀλουτήσασι τῆς ἑπομένης βλάβης. ἢ γὰρ εὐθέως πυρέξουσιν ἢ πολλῆς ἄσης ἀνάπλεοι διατελέσουσι βαρυνόμενοι τὴν κεφαλὴν καὶ μάλιστα ἐὰν μηδέπω τῷ ψυχρῷ σβέσωσι τὸ καῦμα. πολλοὶ μέντοι νεανίσκοι μετὰ τὰς τοιαύτας ὁδοιπορίας εὐθέως εἰς ὕδωρ ψυχρὸν ἑαυτοὺς ἐπιῤῥίψαντες ὠνίναντο, καὶ μάλισθ’ ὅσοι περ ἂν ὦσιν ἰσχυροὶ καὶ ψυχρῶν λουτρῶν ἐθάδες. οὕτω δὲ κᾀν τοῖς ἀγροῖς, ἐν οἷς οὐκ ἔστι βαλανεῖα, πράττουσιν, εἰς λίμνας ἢ ποταμοὺς ἑαυτοὺς ἐμβάλλοντες οὐδενὸς ἰατροῦ συμβουλεύσαντος αὐτοῖς, ἀλλ’ ὑπὸ τῆς διοικούσης τὸ σῶμα φύσεως ἀγόμενοι πρὸς τὸ δέον, ἥτις καὶ τοῖς ἀλόγοις ζώοις τὰς ἐπὶ τἀναντία τῶν λυπούντων ὁρμὰς ἐντίθησι· λούεται γὰρ κᾀκεῖνα ψυχρῷ τῷ θάλπει καταπονούμενα, καθάπερ γε καὶ θερμὰς εὐνὰς ἐξευρίσκει τῷ κρύει κάμνοντα. κατὰ δὲ τὴν τοιαύτην ἐναντίωσιν ἐσθίει μὲν πεινῶντα, πίνει δὲ διψῶντα, καὶ τἄλλα πάντα πράττει φύσει. καὶ εἴπερ γε διάγνωσιν ἀκριβῆ τῆς τῶν πυρεττόντων εἴχομεν φύσεως, ἐτολμῶμεν ἂν, οἶμαι, συνεχῶς ἐξ αὐτῶν 
716
λούειν ἐν ὕδασιν ἐνίους ψυχροῖς βαλανείου χωρίς. ὅτι μὲν γάρ εἰσί τινες οἱ δεόμενοι τούτου δῆλον ἐκ τῶν ὠφεληθέντων, οὓς οὐκ ἂν ὤνησε τὸ ψυχρὸν λουτρὸν, εἴπερ μὴ διέκειντο κατ’ ἐκεῖνον τὸν καιρὸν ἐπιτηδείως πρὸς αὐτό. τῷ δ’ ἀγνοεῖν ἡμᾶς ἀκριβῶς τὰς διαθέσεις μεγίστην τε τὴν ἐκ τῆς ἀποτυχίας ὑπάρχειν βλάβην ἀφιστάμεθα τῶν τοιούτων βοηθημάτων καὶ μάλιστα ἐπὶ τῶν ἑκτικῶν πυρετῶν, ὡς ἂν ὀλιγαίμου καὶ ὀλιγοσάρκου κᾀπιμέλου τοῦ σώματος αὐτοῖς γεγονότος. οὐδὲν γὰρ ἔχουσι τῶν στερεῶν μορίων πρόβλημα τὴν ἐκ τοῦ ψυχροῦ προσβολὴν ἀλύπως ἐκδεχόμενον, ἀλλὰ αὐτοῖς εὐθέως προσπίπτει τοῖς ὁμοιομερέσιν ὀνομαζομένοις, ὑφ’ ὧν ἅπασι τοῖς ζώοις αἱ ἐνέργειαι γίνονται. νέος δ’ ἄν τις εὔσαρκος ὥρᾳ θέρους ἐν ἀκμῇ πυρετώδους νοσήματος, ἄνευ σπλάγχνου φλεγμονῆς, εἰς ψυχρὸν ἑαυτὸν ἐμβαλὼν ὕδωρ ἱδρῶτα κινήσειεν· εἰ δὲ καὶ ψυχρολουσίας συνήθης εἴη, πάνυ θαῤῥῶν χρήσοιτο τῷ βοηθήματι. ἀλλὰ περὶ μὲν τῶν τοιούτων σωμάτων αὖθις εἰρήσεται. τοῖς δὲ τὸν ἑκτικὸν πυρέττουσι πυρετὸν ἐπὶ θερμῇ καὶ ξηρᾷ κράσει καὶ μάλιστα τοῖς ἤδη μαραινομένοις
717
οὐκ ἀσφαλὲς εἰς ὅλον ἀναῤῥίπτειν, ἐπὶ τοιοῦτον ἰοῦσι βοήθημα· καθάπερ οὐδ’ ὅσοι θέρους ὥρᾳ θερμοῦ καὶ ξηροῦ μακροτέραν ὁδὸν ἀνύσαντες ἰσχνοὶ καὶ ἀσθενεῖς ὄντες ἐμψυχθῆναι δέονται· οὐδὲ γὰρ οὐδὲ τούτοις ἀκίνδυνος ἡ τοῦ ψυχροῦ χρῆσις ἄνευ τοῦ κατὰ βαλανεῖον ὁμαλῶς προθερμανθῆναι. τοιοῦτον γάρ τοι συμβαίνειν ἔοικεν ἡμῖν εἰς τὴν ψυχρὰν δεξαμενὴν εἰσιοῦσιν ἐπὶ τοῖς βαλανείοις, οἷόν τι καὶ τῇ τοῦ σιδήρου βαφῇ· καὶ γὰρ ψυχόμεθα καὶ τονούμεθα, καθάπερ ἐκεῖνος, ἐπειδὰν διάπυρος γενόμενος ἐμβάπτηται τῷ ψυχρῷ. καὶ τούτου χάριν ἐπὶ τῶν ἀσθενεστέρων σωμάτων εὕρηται τὰ βαλανεῖα, προθερμαίνοντα καὶ προπαρασκευάζοντα τῷ ψυχρῷ λουτρῷ. τοιοῦτον δὲ δή τι καὶ οἱ χωρὶς τοῦ βαλανείου χρώμενοι τῷ ψυχρῷ πράττουσιν, ὅταν προγυμνασθέντες εἰς αὐτὸ καθάλλωνται. οἷον γάρ τι τὸ βαλανεῖον ἡμῖν ἐστι, τοιοῦτον ἐκείνοις τὸ γυμνάσιον οὐ μόνον ἐκθερμαῖνον, ἀλλὰ καὶ τὴν ἐκ τοῦ βάθους κίνησιν τῆς ἐμφύτου θερμασίας πρὸς τοὐκτὸς ἐργαζόμενον, ὥστ’ ἀπαντῆσαί τε τῷ προσπίπτοντι ψυχρῷ καὶ ἀπομαχέσασθαι καὶ κωλῦσαι βιαίως ἐμπεσεῖν τῷ βάθει
718
καὶ πλῆξαί τι τῶν σπλάγχνων. οὔτε γὰρ τὴν οὐσίαν αὐτὴν τοῦ ψυχροῦ μέχρι τῶν σπλάγχνων ἐξικέσθαι καλὸν οὔτε ἀκραιφνῆ τὴν ποιότητα· βέλτιον δὲ καὶ ἀσφαλέστερόν ἐστι τῷ τῆς διαδόσεως λόγῳ πρὸς τὸ βάθος ὁδοιπορῆσαι μόνην τὴν ποιότητα χωρὶς τῆς οὐσίας. καὶ τοίνυν καὶ ὅσοι τῶν πυρεττόντων ἑκτικῶς ἐπὶ τὸ βαλανεῖον ἥκουσιν, εἰ μὴ τῷ ψυχρῷ βαφεῖεν, οὐδὲν ὀνίνανται. τῶν μὲν γὰρ ἄλλως πυρεττόντων οὐδέπω τὰ στερεὰ μόρια δύσλυτον ἔχει τὴν θέρμην. ὥσθ’ ἱκανὴ βοήθεια τούτοις ἐστὶν ἡ ἐκ τῶν ἱδρώτων ἅμα ταῖς ἀδήλοις αἰσθήσει διαπνοαῖς. καὶ τῶν γ’ ἐφημέρων πυρετῶν αὐτὴν σχεδόν γε τὴν οὐσίαν ἐκκενοῦσθαι συμβαίνει δι’ αὐτῶν. ἐπὶ δὲ τῶν διὰ ξηρότητα καὶ θερμασίαν ἑκτικοῖς ἁλόντων πυρετοῖς ὁμοία τοῖς διαπύροις σιδήροις ἐστὶν ἡ τῶν στερεῶν μορίων διάθεσις. ὥστ’ οὐκ ἀρκεῖ θερμῆναι καὶ τέγξαι μόνον ἐν τοῖς βαλανείοις αὐτοὺς, τροφὴν γὰρ ἂν οὕτω γε καὶ αὔξησιν δοίημεν τῷ πυρετῷ· βέλτιον δ’ ἐμβάπτοντας τῷ ψυχρῷ σβέσαι τὴν θέρμην. ἀλλ’ ἐν τούτῳ κίνδυνος εἰς τοὐναντίον
719
ἀγαγεῖν καὶ ψῦξαι τὸ σῶμα. τίς δ’ οὐ φησίν; οὐ μὴν διὰ τοῦτό γε τὸ κατορθούμενον ἐν τῷ βοηθήματι προσήκει ψέγειν, οὐδ’ ὅτι δύσληπτον τὸ μέτρον ἀφίστασθαι παντάπασιν. εἰ μὲν γὰρ οἷόν τ’ ἦν ἑτέρως ἰᾶσθαι τούς τ’ ἄλλους ἑκτικοὺς πυρετοὺς καὶ τοὺς μαρασμώδεις, ἄμεινον ἂν ἦν τὴν ἀσφαλεστέραν ἰέναι. ἐπεὶ δ’ ἐν μὲν τῷ ψῦξαι καὶ ὑγρᾶναι τὸ κῦρος τῆς θεραπείας ἐστὶν, ἅπασι δὲ τοῖς ψυκτικοῖς βοηθήμασιν ἐφεδρεύει βλάβη διὰ τὴν ἰσχνότητα τοῦ σώματος, ἀναγκαῖον οἶμαι γίγνεσθαι τὸ τοῦ Θουκυδίδου δράσαντάς τι καὶ κινδυνεῦσαι. οἷς μὲν γὰρ ἑτέρα μὲν οὐχ ὑπάρχει τῆς σωτηρίας ὁδὸς, ἡ δὲ οὖσα μόνη σφαλερὰ καθέστηκεν, ἀναγκαῖον, οἶμαι, τούτοις ἐστὶν ὁμόσε τοῖς δεινοῖς ἰέναι. οὐ μὴν οὐδὲ τὸ σφάλμα θανατῶδες οὐδ’ ἀβοήθητον. οὓς γὰρ ἂν ἐν τῷ σβεννύναι τὸν πυρετὸν εἰς τὴν ἐναντίαν διάθεσιν ἀγάγῃ τὸ ψυχρὸν, ἔνεστιν ἰάσασθαι θερμαίνοντας ἐν τῷ μετὰ ταῦτα χρόνῳ παντί. ἀλλ’ οὐδ’ ὁ κίνδυνος ἴσος οὔθ’ ὁ τῆς διαθέσεως τῆς ψυχρᾶς οὔθ’ ὁ τῶν ἰαμάτων αὐτῆς. ἐδείχθη γὰρ ἤδη καὶ πρόσθεν ἐν τῷ τῆσδε τῆς πραγματείας
720
ἑβδόμῳ γράμματι, δέδεικται δὲ κᾀν τῷ περὶ μαρασμοῦ βιβλίῳ καὶ πρὸ τούτων ἔτι κατὰ τὴν ὑγιεινὴν πραγματείαν, ὡς οὐχ οἷόν τε τὴν τῶν στερεῶν μορίων ξηρότητα τελέως ἰάσασθαι, καὶ ὡς, εἴπερ ἦν τοῦτο πρᾶξαι δυνατὸν, ἀγήρως ἄν τις ἐγένετο τοιαύτῃ διαίτῃ χρώμενος. εἴπερ οὖν ἀνίατος μέν ἐστιν ἡ ξηρότης τῶν στερεῶν σωμάτων, ὠκυτάτη δ’ ἐπ’ αὐτὴν ὁδὸς τέτμηται ἡ διὰ τῶν ἑκτικῶν πυρετῶν, ἄμεινον εἰς ψυχρὰν δυσκρασίαν μεταστήσαντα τὸν ἄνθρωπον ἔχειν ᾧ θεραπεύσομεν. ὁ μὲν γὰρ τοῦτο πράξας ἀναμαχέσαιτ’ ἂν ἐξ ὑστέρου τὴν βλάβην, ὁ δ’ ἐπιτρέψας ἰέναι τὴν ἐπὶ θάνατον, ἀνέλπισταν τῷ κάμνοντι τὴν σωτηρίαν εἰργάσατο. ὅσῳ τοίνυν ἄμεινόν ἐστι τοῦ χωρὶς ἐλπίδος ἀπολέσθαι βεβαίως τὸ σὺν ἐλπίδι χρηστῇ δράσαντάς τι καὶ κινδυνεῦσαι, τοσούτῳ τὸ μετὰ μεγάλων βοηθημάτων ἀγωνίσασθαι τοῦ μηδὲν πράξαι βέλτιον, ἐμψύχωμεν οὖν ἅπαντι τρόπῳ τοὺς ἑκτικῶς πυρέσσοντας αὐτίκα, πρὶν προσελθόντας εἰς μαρασμὸν τελευτῆσαι. τὸν δ’ ἀκριβῶς μαρανθέντα μηδ’ ἐπιχειρῶμεν ἰᾶσθαι. καὶ γὰρ εἰ τὴν θέρμην αὐτοῦ σβέσαιμεν,
721
ἀλλ’ ἥ γε ξηρότης ὑπολειφθεῖσα γήρως τρόπῳ τὸν ἄνθρωπον ἀπολεῖ, τοσοῦτον ἐπιβιώσαντα χρόνον ὅσον ἀντισχεῖν τὰ στερεὰ μόρια πρὸς τὴν ἐσχάτην ξηρότητα. τάχα δ’ ἄν τις ἕλοιτο τῶν οἰκείων τοῦ νοσοῦντος, ἔτι τε μᾶλλον ὁ κάμνων αὐτὸς ἐπιβιῶναί τινα χρόνον ἐν γέροντος σχέσει μᾶλλον ἢ τεθνάναι παραχρῆμα. θεραπεύειν οὖν καὶ τούτους μετὰ προῤῥήσεως, εἰς ἕτερον μεθιστάντας μαρασμὸν, ὃν ἤδη καλεῖν ἔθος ἡμῖν ἐστιν ἐκ νόσου γῆρας· ἐγχωρεῖ γὰρ αὐτοὺς οὐ μόνον ἡμέρας πλείους, ἀλλὰ καὶ μῆνας ζῆσαι. νεανίσκον γοῦν ἐγώ τινα τῶν οὕτως ἐχόντων ἰασάμενος, εἶθ’ ἑξῆς ἀνακομίζων καὶ οἷον γηροτροφῶν αὐτοῦ τὴν πρεσβυτικὴν ἀσθένειαν, οὐ μόνον εἰς μῆνας, ἀλλὰ καὶ εἰς ἔτη διεφύλαξα ζῶντα. χρὴ δ’ οὐ νῦν ἀκούειν ποθεῖν τοῦ τοιούτου μαρασμοῦ τὴν ἐπιμέλειαν· ἔν τε γὰρ τῷ τῆσδε τῆς πραγματείας ἑβδόμῳ προείρηται δυνάμει, τὰς ξηρὰς καὶ ψυχρὰς δυσκρασίας ἰωμένων ἡμῶν, ἔν τε τῷ γηροκομικῷ μέρει τῆς ὑγιεινῆς πραγματείας. ὁ δ’ ἐνεστὼς λόγος οὐ μαρασμῶν ἐπηγγείλατο θεραπείαν διδάξαι, ἀλλὰ πυρετῶν ἑκτικῶν, ἐξ οὗ γένους εἰσὶ καὶ οἱ 
722
μαρασμώδεις· εἴρηται δή μοι περὶ τούτων ἄλλα τε πολλὰ λόγῳ καὶ πείρᾳ κεκριμένα καὶ ὡς οὐ χρὴ δεδιέναι βαλανεῖον, ὥσπερ ὁ Φίλιππος εὐλαβέστερον ἴσως αὐτῷ χρώμενος, ὃν τρόπον ἐπὶ τῶν ἄλλων εἰθίσμεθα πυρετῶν ὅσοι διὰ φλεγμονὰς καὶ σήψεις γίνονται χυμῶν. ἐπ’ ἐκείνων μὲν γὰρ οὐδὲν βλάψεις, εἰ καὶ μὴ βάπτοις εἰς τὸ ψυχρὸν ὕδωρ αὐτοὺς, ἀλλ’ ὡς εἴθισται περιχέοις χλιαρὸν μὲν πρῶτον, εἶθ’ οἷον ἐξ ἡλίου θερινοῦ, κᾄπειτα τούτου βραχύ τι ψυχρότερον. ἐπὶ δὲ τῶν ἑκτικῶν πυρετῶν οὐ τὸ θερμὸν λουτρόν ἐστι τὸ τὴν ὠφέλειαν παρέχον, ἀλλὰ τὸ ψυχρὸν, ᾧ παρασκευάζει τὰ βαλανεῖα τὸ τοῦ κάμνοντος σῶμα, καθάπερ ἐπὶ τῶν ἄλλων ἁπάντων τῶν ἐν ὑγείᾳ λουομένων. οὐ μόνον δὲ διὰ τοῦτο δοκεῖ μοι Φίλιππος ἀγνοεῖν ἐπὶ τῶν μαραινομένων ὁποῖόν τι χρῆμά ἐστι βαλανεῖον, ὅτι τοὺς οὕτως ἰσχνοὺς οὐδεὶς τολμᾷ βάπτειν εἰς τὴν ψυχρὰν δεξαμενὴν ἢ τὸ γοῦν ὕστατον ὕδωρ καταχεῖν ψυχρὸν, ἀλλὰ καὶ διότι πολλάκις ἔζευκταί τις ἄλλος αὐτοῖς πυρετὸς ἐπὶ χυμοῖς σηπομένοις ἢ σπλάχνου φλεγμονῇ·
723
καὶ μὲν δὴ καὶ ὅτι πάθος ὀλέθριον τῶν μαραινομένων αὐτὸ ὑπάρχει, καὶ διὰ τοῦτο οὐκ ὀρθῶς ἔνιοι πάντα μέμφονται τὰ προσφερόμενα, δέον οὐκ ἐκείνοις, ἀλλὰ τῇ διαθέσει τὴν αἰτίαν ἀναφέρειν. ἀναλαβόντες οὖν αὖθις ἅπερ ἐλέγομεν ἐπιθῶμεν ἤδη τῷ λόγῳ κεφαλήν. ἅπαντας τοὺς ἑκτικὸν νοσοῦντας πυρετὸν καὶ μᾶλλον ἐξ αὐτῶν ὅσοι περ ἂν ἤδη μαραίνωνται, χωρὶς τοῦ τινα ἕτερον ἐπιπεπλέχθαι πυρετὸν αὐτοῖς, ἤτοι γ’ ἐπὶ σήψει μόνῃ χυμῶν ἢ μετὰ φλεγμονῆς, λοῦε θαῤῥῶν ἄνευ καμάτου παντὸς, ὡς μὴ καταλῦσαι τὴν δύναμιν· ὅπερ οὐχ ἥκιστα καὶ αὐτὸ βλάπτον ἰσχυρῶς αἴτιον γίγνεται τοῦ ψέγεσθαι τὸ λουτρόν. τὸ δ’ ἄνευ καμάτου τοιόνδε τι λέγω. τὸν ἀῤῥωστοῦντα βούλομαι κομίζεσθαι μὲν ἐπὶ τοῦ σκίμποδος εἰς τὸ βαλανεῖον, ἑτοίμως δ’ αὐτῷ παρεσκευασμένης σινδόνος θερμῆς, ἐπ’ ἐκείνῃ ἐν τῷ πρώτῳ τῶν τριῶν οἴκων τοῦ βαλανείου μεταφέρεσθαι γυμνωθέντα. τέσσαρες δ’ ἔστωσαν οἱ κρατοῦντες αὐτὸν, εἷς καθ’ ἕκαστον πέρας. εἰ μὲν οὖν αὐτάρκως εἴη θερμὸς ὁ πρῶτος οἶκος, ἐν αὐτῷ γυμνωθεὶς ὁ κάμνων εἰς τὸν δεύτερον εἰσκομιζέσθω· εἰ δ’ ἔτι σοι φαίνοιτο ψυχρότερον εἶναι, μὴ γυμνὸς, ἀλλ’ ἐπιβεβλημένος ἤτοι γ’ ἑτέραν σινδόνα
724
μὴ ψυχρὰν ἤ τι τοιοῦτον ἐπίβλημα. δῆλον δ’ ὡς χρὴ τὴν μέλλουσαν ὀχεῖν αὐτὸν σινδόνα ἰσχυροτέραν ὑπάρχειν· εἰ δ’ ἀσθενὴς εἴη, καθ’ ἑαυτὴν ἐπιπτύσσοντα διπλῆν ἐργάζεσθαι βέλτιον. ἔστω δὲ ὁ μέσος οἶκος οὐ μόνον τῇ θέσει, ἀλλὰ καὶ τῇ κράσει τοσούτῳ τοῦ πρώτου θερμότερος ὅσῳ τοῦ τρίτου ψυχρότερος. ἐν τούτῳ τῷ οἴκῳ τὸ ἔλαιον ἔστω χλιαρὸν, ὡς εὐθέως περιχυθῆναι τῷ κάμνοντι κατὰ τῆς σινδόνος εἰσκομισθέντι. καὶ τοῦτο πράξαντες, εἰς τὸν τρίτον εἰσίτωσαν, εἰς τὴν δεξαμενὴν ἀποκομίζοντες αὐτὸν, ὥστε διόδῳ χρήσασθαι μόνῃ τοῖς τρισὶν οἴκοις τοῦ βαλανείου, μὴ ταχέως βαδιζόντων τῶν εἰσκομιζόντων τὸν κάμνοντα, ἀλλὰ τοσοῦτον ἐπιμεινάντων κατὰ τοὺς πρώτους οἴκους ὅσον ἐν μὲν θατέρῳ μετατεθῆναι μόνον ἀπὸ τοῦ σκίμποδος, ἐν δὲ τῷ μέσῳ περιχυθῆναι τὸ ἔλαιον. ἔστω δὲ καὶ ὁ ἀὴρ ὁ τῶν οἴκων ἁπάντων μήτε θερμὸς ἄκρως μήτε ψυχρὸς, ἀλλ’ εὔκρατος ἱκανῶς καὶ μετρίως ὑγρός· ἔσται δὲ τοῦτο προεκχυθέντος ὕδατος εὐκράτου δαψιλῶς ἐκ τῆς δεξαμενῆς, ὡς διαῤῥυῆναι διὰ πάντων τῶν οἴκων. ἐν αὐτῷ δὲ τῷ τῆς κολυμβήθρας ὕδατι χρονιζέτω μετρίως,
725
ὀχούμενος ἐπὶ τῆς σινδόνος, οὐδεμιᾶς ἐπαντλήσεως αὐτῷ γενομένης, οἵας ἐπ’ ἄλλων εἰθίσμεθα πράττειν. ἀλλ’ οὐδὲ κατὰ τῆς κεφαλῆς αὐτοῦ καταχεῖσθαι βουλοίμην ἄν· ἱκανὸν γὰρ καὶ ταύτῃ δῦναι δὶς ἢ καὶ τρὶς ἅμα τῷ παντὶ σώματι κατὰ τοῦ ὕδατος, ὑφιέντων μετρίως εἰς τὸ κάτω τὴν σινδόνα, καὶ αὖθις ἀνακομιζόντων αὐτὸν ὁμοίως νεανίσκων τεττάρων. ἐκκομισθεὶς δ’ ἐντεῦθεν εἰς ὕδωρ ψυχρὸν ἀθρόως βλαπτέσθω μηδ’ ἐπὶ βραχὺ χρονίζων ἐν αὐτῷ. δεδιδάχθαι δὲ χρὴ καὶ τἄλλα μὲν ἀκριβῶς ἅπαντα τοὺς βαστάζοντας αὐτόν· ἐξαίρετον δ’ ἔτι τοῦτ’ ἔστω δίδαγμά τε ἅμα καὶ παράγγελμα, τὸ τάχος τῆς βαφῆς. εὐθὺς δ’ ἕτερος ἑτοίμην ἔχων σινδόνα κατ’ αὐτοῦ βαλέτω, κᾄπειθ’ ἑξῆς ἐπιβληθεὶς τῷ σκίμποδι διὰ σπόγγων μὲν ἀποματτέσθω τὰ πρῶτα, μαλακοῖς δ’ ὕστερον ὀθονίοις, μηδ’ αὐτῶν τῶν ἀποματτόντων αὐτὸν βιαίως ψαυόντων, ἀλλ’ ὡς ἔνι μάλιστα πρᾳότατα. μετὰ δὲ ταῦτα ἐπαλείψαντάς τε καὶ περιθέντας ἱμάτια κομίζειν αὖθις ἐπὶ τοῦ σκίμποδος εἰς τὸν οἶκον ἐν ᾧ διαιτᾶται, δώσοντας τροφήν. εἴρηται δὲ κᾀν τοῖς πρόσθεν, ἡνίκα ἰώμεθα τὰς ξηρὰς δυσκρασίας, ἐν τῷ τῶνδε τῶν ὑπομνημάτων ἑβδόμῳ,
726
τὸν οἶκον ἐζεῦχθαι χρῆναι τῷ βαλανείῳ. περὶ μὲν οὖν λουτρῶν αὐτάρκης ὁ λόγος εἰς τὰ παρόντα.

Συνεχῆ δ’ ἐπὶ τοῖς εἰρημένοις τὰ περὶ τῆς δυνάμεως τῶν τροφῶν. ὅτι μὲν οὖν ὑγρὰς καὶ ψυχρὰς εἶναι προσήκει τὰς μελλούσας ὀνήσειν τοὺς ἑκτικοὺς πυρετοὺς εὔδηλον παντί. τοιαῦται δ’ εἰσὶν ὅ τε χυλὸς ὁ τῆς πτισάνης ψυχρὸς λαμβανόμενος, ὅ τε χόνδρος ὁμοίως πτισάνης χυλῷ σκευασθεὶς, ὅπερ ἐστὶ δι’ ὕδατος καὶ πράσου βραχέος ἀνήθου τε καὶ ἁλῶν ἐλαίου τε καὶ ὄξους. ἐπιτήδειος δὲ τοῖς ὧδε κάμνουσι καὶ ὁ βραχὺς ἄρτος ἐν ὕδατι ψυχρῷ. μηδενὸς δ’ αὐτῶν ἡ ψύξις εἰλικρινὴς ἔστω, καθάπερ ἡ τοῦ ποτοῦ. ἐκεῖνο μὲν γὰρ καὶ θερμαίνεται ταχέως καὶ διεξέρχεται, ταῦτα δ’ ἐπὶ πλέον ἐν τῇ γαστρὶ διαμένοντα τάχ’ ἄν που καὶ διαψύξαιεν αὐτὴν ἀμέτρως ὄντα ψυχρά. χρονίου δ’ ὑπάρχοντος ἤδη τοῦ πυρετοῦ καὶ τὸ τῆς ὄνου γάλα δοτέον, ἀκριβῶς προσέχοντα τὸν νοῦν, μὴ τυρωθῇ ποτε κατὰ τὴν γαστέρα. τοῦτο δὲ ἐνίοτε μὲν αὐτὸς ὁ κάμνων ἡμᾶς διδάξει τῆς ἑαυτοῦ φύσεως ἐμπείρως ἔχων, ἐνίοτε δὲ ἡμᾶς αὐτοὺς ἐξευρίσκειν δεήσει, κατὰ

727
βραχὺ τῇ χρήσει προσερχομένους. ἕτοιμον μὲν οὖν ἤτοι μέλιτος αὐτῷ μιγνύντας ἢ καὶ βραχύ τι τῶν ἐδωδίμων ἁλῶν κωλῦσαι τὸ σύμπτωμα. φευκτέον δ’ εἰς ὅσον οἷόν τε τὸ μέλι κατὰ τοὺς ἑκτικοὺς πυρετοὺς καὶ διὰ τοῦτο καὶ τὸ μελίκρατον, ἐκχολοῦται γὰρ αὐτίκα καὶ ξηροτέρους ἅμα θέρμῃ δριμείᾳ τοὺς πυρετοὺς ἀπεργάζεται. δοτέον οὖν τὴν πρώτην τὸ γάλα τῆς ὄνου κυάθου μὴ πλέον, ὡς ἐθεάσω διδόντας ἡμᾶς εἰσαχθείσης μὲν εἰς τὸν κοιτῶνα τῆς ὄνου, πρὸς τὸ μηδένα χρόνον ἐν τῷ μεταξὺ γενέσθαι, καταπιόντος δ’ αὐτὸ τοῦ κάμνοντος αὐτίκα, θεωρούντων δ’ ἡμῶν ἀκριβῶς καὶ παραβαλλόντων τὴν κίνησιν τῶν ἀρτηριῶν, τὴν ἐπὶ τῇ προσφορᾷ γιγνομένην, τῇ πρὸ τοῦ ληφθῆναι τὸ γάλα. εἰ μὲν γὰρ διαφθείροιτο, τοὺς σφυγμοὺς σμικροὺς καὶ ἀνωμάλους εὑρήσεις οἵους περ ἐπὶ θλίψει στομάχου συμβαίνοντας οἶσθα· εἰ δὲ μὴ διαφθείροιτο, τοὺς σφυγμοὺς μείζους τε καὶ ἰσχυροτέρους γιγνομένους. ὥστ’ ἐξέσται σοι μετὰ ταῦτα προσφέροντι τὸ πλῆθος αὐξῆσαι τοῦ γάλακτος ἥμισυ κυάθου, κᾄπειθ’ ἥμισυ προσθεῖναι πάλιν, εἶθ’ οὕτω κατὰ βραχὺ μέχρι τοῦ συμμέτρου προσαυξῆσαι. τοῦ μέτρου 
728
δὲ οὐ μόνον τοῦ γάλακτος, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων σιτίων ἔμαθες τοὺς σκοποὺς, ἔνθα τὰς τῆς γαστρὸς ἰώμεθα δυσκρασίας, ἐν τῷ τῶνδε τῶν ὑπομνημάτων ἑβδόμῳ. πρώτην γὰρ ἐν ἐκείνῳ τῷ λόγῳ τὴν ξηρὰν δυσκρασίαν αὐτῆς ὑποθέμενοι κεχρονισμένην εἰς τοσοῦτον ὡς σύμπαν ἤδη τὸ σῶμα λεπτὸν ὑπάρχειν ἐπεδείξαμεν, ὅπως ἄν τις ἅμα μὲν ἄμφω καλῶς ἰῷτο, καὶ τὴν δυσκρασίαν τῆς γαστρὸς καὶ τὴν ἰσχνότητα τοῦ σώματος. καὶ τοίνυν ἴσως ἄμεινον ὑπὲρ τοῦ μὴ γράφειν πολλὰ πρὸς ἐκεῖνον ἀναπέμψαι τὸν λόγον ὑπὲρ τῶν ἄλλων ἁπάντων ἐδεσμάτων· ὅμοιαι γὰρ αἱ διαθέσεις οὖσαι παραπλησίων χρῄζουσι καὶ τῶν ἰαμάτων. ὅσον δ’ ἐστὶν ἡ τῶν ἑκτικῶν πυρετῶν θερμοτέρα, τοσοῦτον καὶ τῶν βοηθημάτων δεῖται ψυχροτέρων, ἀκριβείας τε πλείονος, ὅπως μή τι βλάψαιμεν ἰσχυροῖς βοηθήμασι χρησάμενοι. καὶ τοὺς μὲν ἤδη μαραινομένους, ὡς εἴρηται, λουστέον, ὅσοι δ’ ἐν τοῖς ἑκτικοῖς εἰσι πυρετοῖς οὐδέπω μαραινόμενοι, τούτους οἷόν τ’ ἐστὶ καὶ χωρὶς σινδόνος ὑποβεβλημένης λούειν, ὡς ἂν ἰσχυροὺς ἔτι τὴν δύναμιν ὄντας. εἰσφέρειν μέντοι καὶ τούτους
729
εἰς τὸν οἶκον, ἤτοι γε ἐπὶ σκίμποδος ἢ φορείου τινὸς, εἶθ’ ἑαυτοῖς βαδίζοντας ἐπὶ τὸ θερμὸν ὕδωρ ἀκτέον, ὅπως ἐν ἐκείνῳ χρονίζοιεν. ὅσοι δ’ ἀκρατέστεροι τῶν τοιούτων εἰσὶ, σφαλερὸν ἐπιτρέπειν αὐτοῖς ἐμβαίνειν ταῖς ψυχραῖς κολυμβήθραις, ἀλλ’ ἔξω μᾶλλον αὐτῶν καταχεῖν ἐπὶ χλιαρῷ τῷ προτέρῳ τὸ δεύτερον ψυχρόν. ἔστω δ’ οὕτω ψυχρὸν τότε κατὰ τὴν δεξαμενὴν ὕδωρ αὐτοῖς παρεσκευασμένον, ὅσον ἐξ ἐκείνης ἄν τις ἀρυσάμενος, αὔταρκες ἀθρόως εἰς ἅπαξ ἐπιχέαι τοῖς λελουμένοις, ὡς μηδεμίαν ἐμφαίνειν σαφῆ ποιότητα μήτε τῶν ἀκριβῶς ψυχρῶν μήτε τῶν χλιαρῶν ὑδάτων, ἀλλ’ οἷον τὸ κρηναῖον καλούμενον ἐν μέσῳ ψύξεως πληκτικῆς καὶ χλιαρότητος ἐκλυτικῆς. εἰ μὲν οὖν ἀκριβῶς ἅπαντα γίγνοιτο, κατά τε τὰ λουτρὰ καὶ τὰς τροφὰς ἐλπὶς σωθήσεσθαι τοὺς μαραινομένους· εἰ δ’ ἁμαρτηθείη τι κᾂν ἓν, ἀνατρέπει τἄλλα σύμπαντα· τὸ γάρ τοι τῆς διαθέσεως αὐτῶν ὀλέθριον οὐδὲ βραχύτατον ἁμάρτημα φέρει. καὶ εἴ τις ἐσώθη τῶν τοιούτων, τὸ σαρκῶδες αὐτοῦ γένος ὁ μαρασμὸς κατειλήφει· τῶν στερεῶν δ’ αὐτῶν ἐξηρασμένων
730
ἀδύνατόν ἐστι τὸν ἄνθρωπον ὑγιασθῆναι τελέως· ἀλλ’ ἀναγκαῖον ἤτοι γ’ ἐξ αὐτοῦ τοῦ πυρετοῦ τὸν θάνατον ἥκειν εὐθέως ἢ μεταπεσόντος εἰς τὸ καλούμενον ἐκ νόσου γῆρας. πρῶτον μὲν γὰρ ὁ τοιοῦτος πυρετὸς ἐκβόσκεται τὴν οἰκείαν ἰκμάδα τῶν μορίων, ὑφ’ ἧς τρέφεται· μεταβαίνει δ’ ἐντεῦθεν ἐπὶ τὸ σαρκῶδες γένος, ὃ ταῖς ἰσὶ καὶ τοῖς ὑμενώδεσι μορίοις τῶν στερεῶν σωμάτων περιπέφυκεν· εἶθ’ οὕτως ἅπτεται καὶ αὐτῶν τῶν στερεῶν μορίων. καθ’ ἕκαστον γάρ τοι μόριον τῶν ἁπλῶν καὶ πρώτων ὀνομαζομένων, ἐθεάσω κατὰ τὰς ἀνατομὰς τὸ μὲν οἷον ἰνῶδές τί ἐστι τῆς οὐσίας αὐτῶν, τὸ δ’ ὑμενῶδες, τὸ δὲ σαρκῶδες. οἷον εἰ τύχοι τῆς φλεβὸς ἕνα χιτῶνα κεκτημένης λεπτὸν, ἔστιν εὑρεῖν κατ’ αὐτὴν ἶνας πολλὰς ἀραχνοειδέσι διατάσεσι συναπτομένας· αἷς ἀμφοτέραις ἡ οἰκεία τῆς φλεβὸς οὐσία περιπέφυκεν, ἄλλη κατ’ ἄλλο μόριον ὑπάρχουσα, κοινὸν οὐδὲν ὄνομα κεκτημένη· καλεῖν γοῦν αὐτὴν οὐδὲν κωλύει διδασκαλίας ἕνεκα σαρκοειδῆ φύσιν ἢ καὶ νὴ Δία τὴν τοῦδέ τινος τοῦ μορίου σάρκα, κατὰ γαστέρα μὲν ἑτέραν
731
ὑπάρχουσαν, καθ’ ἧπαρ δ’ ἑτέραν, ὥσπερ γε καὶ κατὰ ἀρτηρίαν καὶ μῦν. ὠνόμασται δὲ μόνη σὰρξ ἡ ἐν μυσὶ, τῶν ἄλλων οὐδεμίαν ὀνομάζουσι σάρκα, πλὴν ὀλίγοι δή τινες· ἀλλὰ τὰ μὲν ἐν τοῖς σπλάγχνοις, οἷον ἥπατι καὶ νεφροῖς καὶ σπληνὶ καὶ πνεύμονι, παρεγχύματα καλοῦσι· τὰς δ’ ἐν ἐντέροις καὶ γαστρὶ καὶ στομάχῳ καὶ μήτρᾳ ἀνωνύμους ἀπολείπουσιν. ἀλλὰ σὺ τῶν μὲν ὀνομάτων μηδὲν φρόντιζε, γίγνωσκε δὲ ἑκάστου τῶν μορίων τὸν ὄγκον τῆς οὐσίας ὑπὸ τῆς τοιαύτης μάλιστα συμπληροῦσθαι φύσεως, φθορὰν καὶ γένεσιν ἐπιδεχομένης, ὡς ἔνεστι θεάσασθαι σαφῶς ἐπὶ τῶν κοίλων ἑλκῶν. οὐ μὴν οὔθ’ ἡ τῶν ἰνῶν φύσις οὔθ’ ἡ νευρώδης ἢ ὑμενώδης ὁρᾶται τὴν αὐτὴν ἔχουσα γένεσιν· οὐδ’ ἐγχωρεῖ τὰς ἐν ἑκάστῳ μορίῳ τοιαύτας ἶνας ὑπὸ τῶν κακοηθῶν πυρετῶν ἐκτακῆναι, καθάπερ τὰς σάρκας. αἵ γε πρὶν ξηρανθῆναι τελέως διαφθείρουσι τὸ ζῶον. εἰσὶ μὲν οὖν καὶ οἱ μαρασμώδεις πυρετοὶ πάντες ἐκ τοῦ τῶν συντηκόντων γένους, ἀλλὰ διαφέρουσι τῷ τὸ συντηκόμενον ἑκάστοτε τῆς σαρκὸς ἐπὶ μὲν τούτων διαφορεῖσθαι, καταῤῥεῖν δ’ ἐπ’
732
ἐκείνων εἰς γαστέρα. φαίνεται δὲ τοῦτο κᾀπὶ τῶν κρεῶν γιγνόμενον ἐναργῶς, ὀπτωμένων ἐπὶ τῆς καλουμένης ἐσχάρας· ἐνίων μὲν γὰρ ἀποῤῥεῖ πάμπολυ τὸ σύντηγμα καὶ φέρεται κατὰ τῶν ἀνθράκων ἀθρόως· ἐνίων δ’ ὅλως οὐδὲν αἰσθητὸν ἀποῤῥέον φαίνεται, κᾂν ἴσον ᾖ τὸ πλῆθος τῶν ἀνθράκων. οἱ γοῦν ἄγριοι σύες ἢ οὐδ’ ὅλως ἢ ὀλίγιστον ἔχουσι τὸ ἀποῤῥέον, οἱ δ’ ἥμεροι πάμπολυ· καὶ ὅσον περ ἂν ᾖ πιμελωδέστερον καὶ σαρκωδέστερον τὸ ζῶον, τοσοῦτον τὸ ἀποῤῥέον αὐτῶν τῶν σαρκῶν ἐπὶ τῆς ἐσχάρας ὀπτωμένων πλέον φαίνεται. τὸν αὐτὸν οὖν τρόπον ἐπὶ τῶν θερμοτάτων πυρετῶν, εἰ μὲν οὖν εἶεν σάρκες ὑγραὶ καὶ μαλακαὶ μετὰ πλήθους πιμελῆς, τὰς συντήξεις αἰσθητὰς ἴσχουσιν· εἰ δὲ ἄνευ πιμελῆς καὶ ξηραὶ, τοῖς μαρασμώδεσιν ἁλίσκονται πυρετοῖς. ἐναργέστατον δὲ τούτου τεκμήριον οἱ τὰς συντήξεις ἐκκρίνοντες ἄῤῥωστοι διὰ γαστρὸς, ἢν μὴ φθάσωσιν ἀποθανεῖν, ἤτοι γ’ ὑπὸ βίας τοῦ νοσήματος ἢ διὰ τὴν τῶν ἰατρῶν ἀμαθίαν εἰς τοὺς μαρασμώδεις ἐμπίπτοντες πυρετούς. ἄχρι μὲν γὰρ ἂν ἔχωσι τὴν ὕλην δαψιλῆ, ταύτην συντήκουσιν· ὅταν δὲ ἐπιλείπωσιν αὐτοὺς αἵ τε πιμελαὶ καὶ αἱ σάρκες αἱ μαλακαὶ, ξηραίνουσι
733
τὰς σκληρὰς καὶ δυστήκτους σάρκας, ὧν οὐδὲν ἀποῤῥεῖ διὰ ξηρότητα, καθάπερ οὐδὲ τῶν ταριχηρῶν κρεῶν, εἰ καὶ ταῦτ’ ἐθελήσειας ὀπτᾷν, ἐπιβάλλων ἴσῳ τοῖς ἄλλοις πυρί· ξηρότεραι μὲν γὰρ αἱ σάρκες αὐτῶν ἔσονται καὶ σκληρυνθήσονταί γε βύρσης τρόπον· οὐ μὴν ἐκρυήσεταί γε αὐτῶν οὐδεμία τηκεδὼν αἰσθητή. ταῦτ’ οὖν γινώσκοντί σοι καὶ ἡ τῶν συντηκτικῶν πυρετῶν ἐπιμέλεια κατὰ τὰς αὐτὰς γινέσθω μεθόδους ἐπί τε ψυχροῦ δόσιν ὅτι τάχιστα παραγιγνομένῳ καὶ διὰ τῶν ὑγραινόντων καὶ ψυχόντων τρέφοντι. μελίκρατον δ’ οἰομένῳ πολεμιώτατον εἶναι, ᾧ μάλισθ’ ὁρᾷς χρωμένους ἐπὶ τῶν τοιούτων πυρετῶν τοὺς πλείστους τῶν ἰατρῶν. ἀλλὰ περὶ μὲν τῶν συντηκόντων πυρετῶν αὖθις ἐξέσται διελθεῖν, ὥσπερ γε καὶ περὶ τῶν ἐν λοιμοῖς πυρετῶν ἑκτικῶν, οἷος ὁ νῦν ἐπιδημῶν ἐστιν, εἰρήσεται γὰρ περὶ τοῦδε κατὰ τοὺς λοιμώδεις πυρετούς. τῶν δ’ ἄλλων ἑκτικῶν καὶ μαρασμωδῶν αὐτάρκως εἰρῆσθαι νομίζω τὴν μέθοδον τῆς ἰάσεως.