De methodo medendi

Galen

Galen, De methodo medendi

Καιρὸς δ’ ἐπιτηδειότατος ἐν τοῖς διαλείπουσι πυρετοῖς ὅταν, ὡς εἴρηται, διαπνεῖν ἄρξηται τὸ πυρετῶδες θερμόν. εὐθὺς γὰρ τῇ τροφῇ παρασκευάζει τὸ σῶμα, δυοῖν τούτοιν σκοποῖν καὶ τοῦ ταύτης καιροῦ δεομένου, τῆς τ’ ἀκμῆς τοῦ προγεγονότος παροξυσμοῦ καὶ τῆς ἀρχῆς τοῦ γενησομένου. πρὸς τούτους γὰρ ἀποβλέποντας χρὴ πειρᾶσθαι ποῤῥωτάτω τρέφειν ἑκατέρου. εἰ μὲν οὖν ἱκανὸν εἴη τὸ

807
ἐν μέσῳ τῆς τ’ ἀκμῆς τοῦ προτέρου παροξυσμοῦ καὶ τῆς ἀρχῆς τοῦ δευτέρου, ῥᾷστον ἐξευρεῖν τὸν καιρόν· εἰ δ’ ὀλίγον, ἀναγκαῖόν ἐστι δυοῖν θάτερον, ἢ θερμὸν ἱκανῶς ἔτι τὸν κάμνοντα τρέφειν ἢ μελλούσης ὅσον οὔπω τῆς εἰσβολῆς γενέσθαι τοῦ δευτέρου παροξυσμοῦ. προγνωστικοῦ τοιγαροῦν ὁ τοιοῦτος πυρετὸς δεῖται ἰατροῦ, δυναμένου στοχάζεσθαι κατὰ τὰς πρώτας εὐθέως ἡμέρας εἰς πόσον ἐκταθήσεται χρόνον ὁ πυρετός· δῆλον γὰρ ὅτι σύνοχος ὑπάρχων ὀξεῖαν ἔχει τὴν λύσιν. εἰ μὲν οὖν μὴ πόῤῥω τῆς ἑβδόμης ἡμέρας μέλλοι προέρχεσθαι, παντάπασιν ἀσιτητέον ἐστὶ τῷ νοσοῦντι στοχασαμένων ἡμῶν εἰ ἡ δύναμις ἐξαρκέσει. εἰ δ’ ἤτοι μέχρι τῆς ἐννάτης ἢ ἑνδεκάτης ἢ τεσσαρεσκαιδεκάτης ἐκτείνεσθαι μέλλοι, ἢ καὶ περὶ μὲν τὴν ἑβδόμην λύεσθαι, τὴν δύναμιν δ’ ἀσθενεστέραν ἢ ὥστ’ ἐξαρκέσαι μέχρι τοσούτου χρόνου δόξειεν ἔχειν ὁ κάμνων, ἀναγκαῖον μὲν ἔσται τρέφειν, αἱρεῖσθαι δ’, ὡς ἐν ἀπόροις προσήκει, τὰ ἧττον βλαβερὰ διοριζόμενόν τε καὶ ἧττον ἀφορίζοντα τῶν μᾶλλον βλαπτόντων αὐτὰ τῷ τε τόπῳ τῷ πεπονθότι σὺν τῇ διαθέσει δηλονότι καὶ τῷ τοῦ
808
παροξυσμοῦ καὶ τῷ τῆς ἀρχῆς καὶ τῷ τῆς ἀκμῆς ἤθει. φλεγμαίνοντος μὲν γὰρ ἥπατος ἢ γαστρὸς ὀλεθριώτατον θρέψαι πρὸ τοῦ παροξυσμοῦ· χωρὶς δὲ φλεγμονῆς ἀῤῥωστούντων τὴν δύναμιν ὠφελιμώτατον. εἰώθασι γὰρ τῶν οὕτως ἐχόντων ἐπὶ μὲν τῷ ἥπατι κακοπραγοῦντι διαχωρήσεις τοῖς παροξυσμοῖς συνεισβάλλειν, ἐπὶ δὲ τῷ στόματι τῆς γαστρὸς συγκοπήν. τοῖς δ’ εἰρημένοις ὀργάνοις τοῦ ζώου τὸ ἀνάλογον ἐπὶ τῶν ἄλλων σκοπεῖν κατά γε τὴν θέσιν καὶ τὴν ἀξίαν τοῦ μορίου· λεχθήσεται δὲ καὶ αὖθις ὑπὲρ αὐτῶν. ἦθος δ’ ἀκμῆς καὶ παροξυσμοῦ ἀρχῆς ἀξιῶ σε σκοπεῖσθαι προσέχοντα τὸν νοῦν· ἐπὶ μὲν τῆς ἀκμῆς, εἰ ξηρὰ καὶ αὐχμώδης ἄνευ μεγέθους τῆς θέρμης τῆς πυρεκτικῆς ἢ διακαὴς χωρὶς αὐχμοῦ· τὴν μὲν γὰρ προτέραν ὅτι τάχιστα χρὴ τέγγειν ὑγραινούσαις τροφαῖς· ἐπὶ δὲ τῆς δευτέρας ἀναμένειν λωφῆσαι τὸ πλεῖστον τῆς θερμότητος. οὕτω δὲ καὶ τῆς ἀρχῆς τοῦ παροξυσμοῦ τὸ ἦθος ἐν τῷ καταψύχειν τὰ τοῦ σώματος ἀκρωτήρια καὶ πολλὴν εἴσω ποιεῖσθαι μετάστασιν τοῦ αἵματος ἢ χωρὶς ἁπάσης γίγνεσθαι θλίψεως ἐπισκέψῃ. τῆς μὲν γὰρ δευτέρας εἰρημένης
809
τῆς ἀθλίπτου καταφρονεῖν ὡς ἐπιεικοῦς, ἐπὶ δὲ τῆς προτέρας διορίσασθαι. χωρὶς μὲν γὰρ φλεγμονῆς σπλάγχνου ἢ περιουσίας χυμῶν, ἐπικρατούσης τῆς εἰς τὸ βάθος κινήσεως, ἐν τοῖς παροξυσμοῖς οὐδὲν βλάψεις ὀλίγῳ θᾶττον τρέφων· εἰ δ’ ἤτοι φλεγμονή τις ἢ πλῆθος εἴη, φυλακτέον τὴν πρὸ τοῦ παροξυσμοῦ τροφὴν ὡς βλαβερώτατον.

810

Οὔτε γένος οὔτε εἶδος οὔτε διαφορά τίς ἐστι πυρετῶν, ὡς ἔνιοι νομίζουσιν οἱ μετὰ συμπτωμάτων συνιστάμενοι, ἀλλ’ ὥσπερ ἄλλο τι ἄλλῳ νόσημά τε νοσήματι καὶ σύμπτωμα συμπτώματι καθ’ ἕνα χρόνον ἐπιπλέκεται περὶ ἓν σῶμα, κατὰ τὸν αὐτὸν τρόπον ἅμα πυρετῷ γίγνεταί τινα μείζω συμπτώματα, περιττοτέρας προνοίας δεόμενα. τῶν μὲν γὰρ μικροτέρων ἐξ ἀνάγκης ἑπομένων ταῖς γενέσεσι τῶν πυρετῶν οὐδὲ μέμνηνται τὴν ἀρχὴν, ἀλλ’ ὡς οὐδ’ ὅλως ὄντα παραλείπουσιν ἀνώνυμα· τὰ δ’ ἤτοι

811
κατὰ τὸ σπάνιον ἐπιγινόμενα τοῖς πυρέττουσιν ἢ τὸ σύνηθες ὑπερβάλλοντα μέγεθος ἐξαιρέτου παρὰ τἄλλα διδασκαλίας ἀξιοῦσιν. εἰσὶ μὲν οὖν αὐτῶν αἱ πρῶται διαφοραὶ τρεῖς. ἤτοι γὰρ ἐν ταῖς τῶν ἐνεργειῶν βλάβαις εἰσὶν ἢ ἐν ταῖς τῶν ἐπεχομένων ἢ κενουμένων ἀμετρίαις, ἢ διαθέσεσι σωμάτων ὑπάρχουσι. οὐ γὰρ τὸ τέταρτον γένος ἐν συμπτώμασι θετέον, εἰ καὶ ὅτι μάλιστα πάμπολλοι καὶ τοῦτο τοῖς συμπτώμασιν ἔμιξαν, οἷον ἐρυσιπέλατα καὶ ὀφθαλμίας καὶ ἕλκη καὶ παρωτίδας, ὅσα τ’ ἄλλα τοιαῦτα. τῶν δ’ εἰρημένων τριῶν αἱ μὲν τῶν ἐνεργειῶν βλάβαι λυπηραὶ γενηθεῖσαι πρὸς ἑαυτὰς ἐπιστρέφουσι τὸν ἰατρὸν, ἀφίστασθαι τῶν διαθέσεων ἀναγκάζουσαι, καθάπερ γε καὶ αἱ τῶν ἐκκρινομένων ἢ ἐπεχομένων ἀμετρίαι. τὸ δ’ ἐν ταῖς διαθέσεσι γένος τῶν συμπτωμάτων σημεῖον μέν ἐστιν ἑτέρας διαθέσεως, ἣν χρὴ θεραπεύειν, αὐτὸ δ’ οὐδεμίαν ἐξαίρετον ἴασιν ἔχει, παυόμενον ἅμα τῇ ποιούσῃ διαθέσει. καθόλου μὲν οὖν εἰπεῖν οὐδὲν τῶν συμπτωμάτων ᾗ σύμπτωμά ἐστιν οὔτ’ ἐνδείκνυται θεραπείαν οὔθ’ ὑπαλλάττει πρώτως. ἐδείχθη γὰρ ἐκ τῶν νοσημάτων
812
ἡ ἔνδειξις τῆς θεραπείας γινομένη, καθάπερ ἐκ τῶν αἰτίων ἡ προφυλακή. λέλεκται δὲ καὶ ὅπως ἡ προφυλακὴ τῷ τῶν ἰαμάτων μίγνυται γένει. κατὰ συμβεβηκὸς δέ ποτε καὶ τὰ συμπτώματα τὴν θεραπείαν ἐξαλλάττει, λόγον αἰτίας ἔχοντα κατ’ ἐκεῖνον τὸν χρόνον. ἓν δ’ αὐτῶν ἐστιν ἁπάντων κεφάλαιον, ὅταν γ’ ὡς αἰτία τὴν θεραπείαν ὑπαλλάττῃ· λέγω δὲ τὸ ἓν τοῦτο τὴν βλάβην εἴτ’ οὖν τῆς δυνάμεως εἴτε τῆς διαθέσεως· ὡς ὅταν γε βλάπτῃ μηδὲν, οὐ διακόπτει τὴν ἴασιν. βλάπτει δὲ τὴν μὲν δύναμιν ἀγρυπνία καὶ ὀδύνη καὶ κένωσις ἄμετρος, τὴν διάθεσιν δ’ οὐκ ἀεὶ μὲν, ὡς τὰ πολλὰ δὲ καὶ μάλισθ’ ὅταν ἄμετρα γένηται. ἐπὶ τούτοις οὖν μόνοις ἀναγκαζόμεθα τὴν ἀγωγὴν τῆς θεραπείας, ἣν ἐξ ἀρχῆς ἐνεστησάμεθα, μεταβαλόντες ἐν τῷ παρόντι πρῶτον ἐκκόψαι τὸ σύμπτωμα. καταλυομένης οὖν τῆς δυνάμεως, οὐ μὴν ἤδη γε ἰσχυρῶς καταλελυμένης, ἀλλ’ ἀντεχούσης ἔτι, πρὸς τὸ σύμπτωμα μόνον ἀποβλέπομεν, ὅτι τάχιστα σπεύδοντες ἀναιρεῖν αὐτό· καταλελυμένης δ’ ἰσχυρῶς οὐ μόνον τὸ σύμπτωμα παύειν, ἀλλὰ κᾀκείνην ῥωννύειν σπεύδομεν. εἰ δ’ ἑνὶ
813
βοηθήματι καὶ τὸ σύμπτωμα παύεσθαι δύναιτο καὶ τὸ νόσημα θεραπεύεσθαι, τοῦτο οὐκ ἂν εἴη πρὸς σύμπτωμα βλέπειν ἢ συμπτώματος ἕνεκα βοήθημα παραλαμβάνειν, ἀλλ’ ἄντικρυς ἡ τοιαύτη πᾶσα τῶν βοηθημάτων ἰδέα νοσημάτων ἴασίς ἐστιν. οὔτε γὰρ ὅταν ἄλγημα πλευρᾶς ἐν πλευρίτιδι φλεβοτομήσαντες ἢ καθάραντες ἰασώμεθα, συμπτώματός ἐστιν ἡ τοιαύτη θεραπεία, οὔθ’ ὅταν ἀπόστημα διατεινόμενον καὶ σφῦζον ὀδυνηρῶς διελόντες ἐκκρίνωμεν τὸ πῦον, ἀλλ’ ὅταν εἰ οὕτως ἔτυχεν ἐπὶ δυσεντερικαῖς ἐκκρίσεσι δακνούσαις σφοδρῶς ἤτοι τράγου χυλὸν ἐνίεμεν ἢ στέαρ αἴγειον ἢ ῥοδίνην κηρωτήν. ὑφ’ ὧν αὕτη μὲν ἡ τῶν ἐντέρων ἕλκωσις οὐ θεραπεύεται· καὶ μάλισθ’ ὅταν ἔχῃ τι σηπεδονῶδες· ἀναπαύεται δ’ ἡ δύναμις ἐν τῷ μεταξύ· καὶ τοῦτ’ ἐστὶ τὸ πρὸς τὸ σύμπτωμα στῆναι, τοῦ νοσήματος ἀμελήσαντας παρ’ ἐκεῖνον τὸν καιρόν. ὡς ὅταν γε θαῤῥῶμεν τῷ τόνῳ τῆς δυνάμεως, οὐδέποτε πρὸς τὸ σύμπτωμα ἐνιστάμεθα, τοὐναντίον δ’ ἅπαν ἐνίοτε διὰ τῶν ὀδυνηρῶν βοηθημάτων τὰ νοσήματα θεραπεύομεν, ὥσπερ ἀμέλει τὴν δυσεντερίαν αὐτὴν δηκτικωτάτοις
814
φαρμάκοις τότε μάλιστα θεραπεύομεν, ὅταν ᾖ σφοδροτάτη. πεντηκοντούτης γοῦν ἰατρός τις νοσῶν, ἑβδόμην ἄγων ἐκείνην τὴν νύκτα, μὴ πάνυ τι τὴν δύναμιν ἰσχυρὸς, ἀλγήματος αὐτῷ κεφαλῆς ἰσχυροῦ γενομένου κατὰ τὸν δεξιὸν μάλιστα κρόταφον, οὐκ ἀναμείνας ἀφικέσθαι τινὰ τῶν ἑταίρων ἑαυτὸν ἐφλεβοτόμησεν ἐν τῇ νυκτί. καὶ τὸ μὲν ἄλγημα διὰ ταχέων ἐπαύσατο, μέχρι μέντοι χρόνου πολλοῦ κακόχρους καὶ ἄῤῥωστος τὴν δύναμιν ἰσχνός τε καὶ ἄτροφος ἦν, ὡς μόλις ἀναλαβεῖν τὴν ἐξ ἀρχῆς ἕξιν. ἔστι δὲ κᾀνταῦθα πρόφασις διττὴ τῶν πρὸς ὀδύνην ἱσταμένων ἰατρῶν, ἐνίοτε μὲν ὑπὲρ τοῦ χαρίσασθαι τῇ μαλακίᾳ τῶν καμνόντων, ἐνίοτε δὲ κατὰ τὸν τῆς τέχνης λόγον. εἰ μὲν γὰρ ἐνὸν ἀντισχόντα ταῖς ὀδύναις διὰ τῶν ἰσχυρῶν βοηθημάτων ἡμέρᾳ μιᾷ θεραπευθῆναι, πρὸς τὴν ὀδύνην ἵστατό τις τῆς ὅλης θεραπείας ἀμελῶν, οὐ κατὰ τὸν λόγον τῆς τέχνης, ἀλλὰ τῷ κάμνοντι χαριζόμενος οὕτω πράττει. εἰ δὲ ὑπὸ τῆς ὀδύνης ἡ δύναμις καταλύοιτο καὶ κίνδυνος ἐφεδρεύοι διὰ τοῦτο, πραΰνειν μὲν χρὴ τὸ ἄλγημα, ῥωννύναι δὲ τὴν δύναμιν, ὅπως ἀντισχεῖν μὲν τῷ νοσήματι 
815
δυνηθῇ, πρός τε τὸν χρόνον ἐξαρκέσαι τῆς ἰάσεως. οἶδα γὰρ ἐνίους τῶν γενναίων εἶναι προσποιουμένων ἰατρῶν τε καὶ καμνόντων ἀπολλυμένους δι’ αὐτὸ τοῦτο τὸ καρτερῶς τε καὶ ἀνδρείως ὁμόσε χωρεῖν ἀεὶ ταῖς ὀδύναις, οὐδὲν τῶν παρηγορικῶν ἑλομένους, ἀλλ’ ἐν τοῖς τραχέσι καὶ ὡς ἔλεγον αὐτοὶ τὴν διάθεσιν ἀνασκευάζουσι διαγιγνομένους βοηθήμασιν, οὓς ἐν χρόνῳ πλείονι θεραπεῦσαι βέλτιον ἦν ἢ τοὺς σπεύδοντας ἀνδρείως ἀποθανεῖν. ἰώμενος δέ τις, ὡς αὐτὸς ἐνόμιζε, γενναίως δυσεντερικοὺς ἰσχυροτάτῳ φαρμάκῳ πολλοὺς μὲν ἐθεράπευσεν ἐν ἡμέρᾳ μιᾷ, τινὰς δὲ ἀπέκτεινεν. ἦν δὲ ὁ τρόπος αὐτοῦ τῆς θεραπείας τοιόσδε. κρόμμυα τὰ κάρτα καλούμενα μετὰ ἄρτου ἐδίδουν ἐσθίειν καὶ πίνειν ὀλίγον ἡμέρᾳ μιᾷ· κατὰ τὴν ὑστεραίαν ἕωθεν ἔκλυζεν ἅλμῃ δριμυτάτῃ, καὶ μετ’ αὐτὴν ἐνίει φάρμακον ἰσχυρόν. ὅσοι μὲν οὖν ἀντισχεῖν ἠδυνήθησαν αὐτῷ τελέως ὑγιάσθησαν, ἔνιοι δὲ σπασθέντες ἢ μετὰ νοτίδος ὑπὸ τῆς ὀδύνης συγκοπέντες ἀπέθανον. ὅρος οὖν ἐπὶ καμνόντων τῷ κατὰ τὸν λόγον τῆς τέχνης ἀγωνιζομένῳ γενναίως πρὸς τὸ νόσημα τὸ τῆς ἰάσεως
816
ἀσφαλές· ὥσπερ γε καὶ τῷ πραΰνοντι τὰς ὀδύνας ἡ τῆς δυνάμεως φυλακή. τὸ δ’ ἐπέκεινα τῶνδε σκαιοῦ μὲν ἀνδρὸς ἔργον ἐστὶν, ἅμα τῷ νοσήματι καὶ τὴν ζωὴν ἀφελέσθαι τὸν ἄνθρωπον· κόλακος δὲ τὸ χαρίζεσθαι τῷ νοσοῦντι, σκοπὸν ὧν πράττει θέμενον ἡδονὴν, οὐχ ὑγείαν. ἐμπίπτουσι δ’ εἰς τὰς τοιαύτας ὑπερβολὰς ἐν πολλαῖς μὲν καὶ ἄλλαις ὕλαις βοηθημάτων οἱ ἰατροὶ, μάλιστα δ’ ἐν τοῖς καλουμένοις ἀνωδύνοις φαρμάκοις, ὅσα δι’ ὀποῦ μήκωνος, ἢ ὑοσκυάμου σπέρματος, ἢ μανδραγόρου ῥίζης, ἢ στύρακος, ἤ τινος τοιούτου συντιθέασιν. οἵ τε γὰρ χαριζόμενοι τοῖς νοσοῦσι πλεονάζουσιν ἐν τῇ χρήσει τῶν τοιούτων φαρμάκων, οἵ τ’ ἀκαίρως καὶ ἀμέτρως γενναῖοι μηδ’ ὅλως χρώμενοι διαφθείρουσιν ὀδύναις τοὺς κάμνοντας. ὥσπερ οὖν ἐν ἁπάσαις ταῖς καθ’ ὅλον τὸν βίον ἕξεσί τε καὶ πράξεσιν, οὕτω κᾀνταῦθα τὸ μηδὲν ἄγαν αἱρετέον, ὅρον ἔχοντα τὴν ὠφέλειαν τοῦ κάμνοντος. εἰ μὲν γὰρ οἷόν τε εἴη τοῖς ἰωμένοις τὸ νόσημα βοηθήμασι χρώμενον ἀνύσαι τὸ δέον, ἀφίστασθαι χρὴ τῶν
817
καρωτικῶν φαρμάκων, ἃ καλοῦσιν ἀνώδυνα. εἰ δὲ ὑπό τε τῶν ἀγρυπνιῶν καὶ τοῦ καταλύεσθαι τὴν δύναμιν εἰς κίνδυνον ὁ κάμνων ἥκει θανάτου, τότ’ ἂν ἐν καιρῷ χρήσαιο καὶ τοῖς τοιούτοις φαρμάκοις, ἐπιστάμενος μὲν ὅτι βλάψεις τι τὴν ἕξιν τοῦ σώματος, αἱρετώτερον δὲ εἶναι νομίζων τοῦ θανάτου τὴν βλάβην. εἰ μὲν γὰρ μὴ πάνυ τις αὕτη μεγάλη γένοιτο, κᾂν ἐκκόψαιμεν αὖθις αὐτὴν ἐπὶ μακροτέρας σχολῆς· εἰ δ’ οὕτως ἄμετρος ὡς μηδ’ ἐν χρόνῳ πολλῷ τελέως ἰαθῆναι, τοῦτο γοῦν αὐτὸ βέλτιον εἶναι νομίζομεν ἢ ἀπολέσθαι τὸν ἄνθρωπον· κατὰ τοῦτον τὸν λογισμὸν καὶ ἡμεῖς αὐτοὶ, καίτοι μάλιστα πάντων ἐξιστάμενοι χρῆσθαι καρωτικοῖς φαρμάκοις, ἔσθ’ ὅτε καὶ κωλικοῖς ἐδώκαμεν αὐτὰ καὶ ὀφθαλμοὺς ὀδυνωμένοις σφοδρότατα καὶ οὖς, ἕτερά τε μόρια κατὰ τὸν αὐτὸν τρόπον. ἔσθ’ ὅτε καὶ διὰ κατάῤῥουν λεπτὸν ἀγρυπνοῦντός τε καὶ βήττοντος ἰσχυρῶς τοῦ κάμνοντος ἐδώκαμεν ὀλίγον τι τοῦ τοιούτου φαρμάκου, ῥᾷστον εἶναι νομίζοντες ἐπανορθώσασθαι τὴν βλάβην τῷ χρόνῳ, εἴ τις ἅπαξ χρήσαιτο καρωτικῷ φαρμάκῳ. διαφέρει δὲ δήπου καὶ αὐτὰ τὰ φάρμακα
818
σφῶν αὐτῶν. τὰ μὲν γὰρ πλεῖστον ἔχοντα τῶν καρούντων εὐδοκιμεῖ μὲν ἐν τῷ παραυτίκα μᾶλλον, ἰσχυρὰν δὲ καὶ δύσλυτον ἐναποτίθεται τὴν ψύξιν τῷ τοῦ κάμνοντος σώματι· τὰ δ’ ἔλαττον μὲν τούτων ἔχοντα, τῶν μιγνυμένων δὲ αὐτοῖς θερμαντικῶν πλεῖστον, ὅσον ἀπρακτότερα πρὸς τὸ παρὸν ὑπάρχει, τοσοῦτον ἀβλαβέστερα πρὸς τὸ μέλλον. ἅπαντα δ’ ἀμείνω τὰ τοιαῦτα μετ’ ἐνιαυτὸν τῆς συνθέσεως λαμβανόμενα, καθάπερ καὶ τὸ τοῦ Φίλωνος οὐδενὸς ἧττον ἔνδοξον ὀδύνας πραῧναι ναρκῶσαν τὴν αἴσθησιν. ἔστι δὲ καὶ ἄλλα πολλὰ φάρμακα διὰ τῶν σπερμάτων ὀνομαζόμενα καὶ τρίγωνα, μετριώτερα μὲν εἰς τὴν ἐν τῷ παραχρῆμα νάρκην, ἀκινδυνότερα δὲ εἰς τὸ μέλλον· ἅπαντα δ’ ἀμείνω καὶ ταῦτα μετ’ ἐνιαυτὸν τοῦ συντίθεσθαι λαμβανόμενα. τό γε μὴν τοῦ Φίλωνος εἰ καὶ δυοῖν ἢ καὶ τριῶν ἢ καὶ τεττάρων ἐτῶν εἴη, πολὺ δήπου βέλτιον· οὐκ ἄχρηστον δ’ οὐδ’ ἐν τοῖς ἐφεξῆς ἔτεσιν ἄχρι που ἐτῶν δέκα. τὸ γὰρ ἐπὶ πλέον κεχρονισμένον ἀβλαβέστερον μὲν εἰς τοσοῦτον εἰς ὅσον χρονιώτερον·
819
ἤδη δ’ ἐξίτηλόν ἐστι τὴν δύναμιν, ὥστε ἀσθενῶς ἀνύειν οὗ χάριν ἐσκευάσθη. ὥσπερ οὖν χρὴ φυλάττεσθαι καθ’ ὅσον οἷόν τε τὴν τῶν τοιούτων φαρμάκων χρῆσιν, οὕτως ἀναγκασθέντας χρήσασθαι, μήτε νέα ἱκανῶς προσφέρειν ἰσχυρὰν ἔτι δύναμιν ἐχόντων τῶν ἐν αὐτοῖς ψυκτικῶν, μήθ’ οὕτως παλαιὰ ὡς ἁμαρτεῖν τοῦ σκοποῦ· ἀλλ’ ὡς εἴρηται, τοσοῦτον ἀναμένειν χρόνον ἐν ὅσῳ κολασθήσεται τὸ βίαιον τῶν ψυκτικῶν ὑπὸ τῆς τῶν θερμαινόντων δυνάμεως. ἡ μὲν δὴ τῶν τοιούτων φαρμάκων χρῆσις ὡς πρὸς σύμπτωμά ἐστιν ἱσταμένων καὶ μάλισθ’ ὅταν ὑπὸ ψυχρᾶς αἰτίας ἡ ὀδύνη συνίστηται· βλάπτει γὰρ ἰσχυρῶς τὴν διάθεσιν ὅλην ταῦτα καὶ δύσλυτον ἀπεργάζεται.

Φλεβοτομία δέ γε ἡ μὴ καταλύουσα τὴν δύναμιν οὐ πρὸς τὸ σύμπτωμα βλεπόντων ἐστὶ, ἀλλὰ τὴν διάθεσιν ὅλην ἐκκοπτόντων. οὕτω δὲ καὶ λουτρὸν καὶ κάθαρσις καὶ πυρία καὶ οἴνου πόσις. ὧν ἁπάντων Ἱπποκράτης ἐπὶ ὀφθαλμῶν ὀδυνωμένων ἐμνημόνευσεν, ἐν ἀφορισμοῖς λέγων ὧδε· Ὀδύνας ὀφθαλμῶν ἀκρατοποσίη ἢ λουτρὸν ἢ 

820
πυρίη ἢ φλεβοτομίη ἢ φαρμακίη λύει. ἅπαντα γὰρ ταῦτα τὰς διαθέσεις ἰώμενα συνεξιᾶται τὰς ὀδύνας αὐτῶν. οὕτω δὲ καὶ τροφὴ, καθάπερ καὶ ἐν τοῖς ἔμπροσθεν εἶπον, ξηρῷ καὶ αὐχμώδει σώματι κάμνοντος στομάχου διδομένη τὴν διάθεσιν ἰωμένη κωλύει συγκόπτεσθαι. οὐ μὴν ἥ γε διὰ πλῆθος ψυχρῶν ἤτοι γ’ ἔκλυσις ἢ στομαχικὴ συγκοπὴ τῆς τροφῆς ὡς ἰάματος δεῖται· καίτοι πολλάκις ἐν ταῖς τοιαύταις διαθέσεσιν οὐ τροφὴν μόνον, ἀλλὰ καὶ οἴνου τι δοῦναι τοῖς κάμνουσιν ἀναγκαζόμεθα, τὸν ἐν τῷ παραχρῆμα κίνδυνον ἀποτρέποντες, οὐ τὴν διάθεσιν ἰώμενοι. κένωσις γὰρ μᾶλλον ἢ πρόσθεσις ἡ τῶν τοιούτων ἐστὶν ἴασις· καὶ πλείστους ἰδεῖν ἐστὶ τῶν οὕτως ἐχόντων ὁσημέραι διαφθειρομένους ἀμαθίᾳ τῶν ἰατρῶν. ὑπὲρ ὧν μοι δοκεῖ καιρὸς εἶναι τὸν λόγον ἐπιστήσαντα διελθεῖν.

Ἄρχονται τοίνυν πυρέττειν ἔνιοι, πάμπολυ πλῆθος ὠμῶν χυμῶν ἠθροικότες, ἅμα τῷ κεκακῶσθαι τὸ στόμα τῆς γαστρός· ὃ δὴ καὶ στόμαχον ὀνομάζουσιν, ἤτοι

821
γ’ ἐξ ἀπεψιῶν ἢ καὶ ἄλλως πως ἐμπεφύσηται τούτοις τὸ ὑποχόνδριον, ἐν ὄγκῳ τε μείζονι τοῦ κατὰ φύσιν ὅλον τὸ σῶμά ἐστι· καὶ ἡ χροιὰ τοῖς μὲν ἐπὶ τὸ λευκότερόν τε καὶ ὑδαλεώτερον ἐκτέτραπται τοῦ κατὰ φύσιν, ἔστι δὲ οἷς ἐπὶ τὸ μελάντερον ἢ πελιδνότερον, οὓς ἔνιοι τῶν ἰατρῶν ὀνομάζουσι μολιβδοχρῶτας. οἱ σφυγμοὶ δὲ ἁπάντων μικρότεροί τέ εἰσιν ἢ κατὰ λόγον τῆς θέρμης, ἀμυδροὶ δὲ καὶ πάντως ἀνώμαλοι, πολλάκις μὲν κατὰ τὴν συστηματικὴν ὀνομαζομένην ἀνωμαλίαν, ἀεὶ δὲ τὴν κατὰ μίαν πληγήν· ἐπ’ οὐδενὸς τῶν τοιούτων αἵματος ἀφαίρεσις ἄνευ μεγίστης εἴωθε γίγνεσθαι βλάβης, καίτοι δέονταί γε κενώσεως· ἀλλ’ οὔτε φλεβοτομίαν οὔτε κάθαρσιν φέρουσιν, εἴ γε καὶ χωρὶς τούτων ἐξαίφνης συγκόπτονται. πῶς οὖν χρὴ τοὺς τοιούτους ἰᾶσθαι, δεομένους μὲν κενώσεως, μὴ φέροντας δὲ τὰ κενωτικὰ βοηθήματα, οὐδεμίαν ἄλλην εὗρον ἐπ’ αὐτῶν κένωσιν πλὴν τὴν τῆς διατρίψεως. ἄρχεσθαι δ’ εὐθέως ἐν ἀρχῇ τῆς νόσου προσήκει, τὸ μὲν πρῶτον ἀπὸ τῶν σκελῶν ἄνωθεν κάτω διὰ σινδόνων μὴ πάνυ μαλακῶν, ἀλλά τι μέτριον ἐχουσῶν τραχύ· χρὴ γὰρ
822
ἀμύττεσθαι πρὸς αὐτῶν τὸ δέρμα, θερμαίνεσθαί τε ὁμοῦ αὐτὸ καὶ διαφορεῖσθαι δεομένου τοῦ κάμνοντος. ἐφεξῆς δὲ καὶ ὅλας τὰς χεῖρας ἀπὸ τῶν ὤμων ἄνωθεν κάτω κατὰ τὸν αὐτὸν τρόπον τρίβειν. ἐπειδὰν δὲ ἱκανῶς ἅπαντα τὰ κῶλα φαίνηται θερμὰ καὶ φόβος ᾖ κοπώδη τινὰ αἴσθησιν αὐτοῖς γενέσθαι, τεθλασμένης τῆς σαρκὸς ἐπὶ τῷ πλήθει τῆς τρίψεως ἐλαίῳ χαλαστικῷ χρηστέον, οἷόν ἐστι τὸ Σαβῖνον. ἀπέχεσθαι δὲ τῶν στυφόντων Ἱσπανοῦ καὶ Ἱστρικοῦ καὶ τοῦ μετὰ θαλλῶν ἢ ἐξ ὠμῆς ἔτι τῆς ἐλαίας ἐσκευασμένου. χειμῶνος δ’ ὄντος οὐδὲν ἂν εἴη χεῖρον ἐπί τι τῶν διαφορητικῶν ἰέναι, οἷόν πέρ ἐστι τὸ σικυώνιον ἔλαιον ἢ τὸ διὰ τοῦ χαμαιμήλου ἢ τὸ παρὰ τοῖς Αἰγυπτίοις εὐδοκιμοῦν. εἰ δὲ μὴ παρείη ταῦτα, τῶν ἐλαίων τι τῶν χαλαστικῶν, οἷς οὐδεμία σύνεστί τις στύψις καὶ μάλιστα εἰ παλαιότερον εἴη λαβόντας ἐμβαλεῖν αὐτῷ σύμμετρον ἀνήθου. κᾄπειτα, ὡς εἰώθαμεν, ἐπ’ ἀγγείου διπλοῦ θερμήναντάς τε, ὥστε δέξασθαι μετρίως αὐτὸ τὴν ποιότητα τῆς βοτάνης, ἀλείφειν τε τούτῳ, τρίβοντας καὶ νῦν
823
ἐπὶ πλεῖστον τὰ κῶλα· μετὰ δὲ ταῦτα τὸ μὲν ἔλαιον ἀπομάττειν, ἀσηρὸν γὰρ, ἰέναι δὲ ἐπὶ τὴν ῥάχιν ὅλην καὶ ταύτην ἀνατρίβειν ὁμοίως, τὰ μὲν πρῶτα ξηρᾷ τρίψει, τῷ λίπει δ’ ὕστερον. εἶτ’ αὖθις ἐπὶ τὰ σκέλη μετιέναι, κᾀκ τούτων αὖθις ἐπὶ τὰς χεῖρας, εἶτ’ αὖθις ἐπὶ τὴν ῥάχιν, ὅλης τῆς ἡμέρας οὕτω πράττοντας ἐν οἴκῳ φῶς ἔχοντι καθαρὸν καὶ ἄνικμον· ἔστω δὲ δηλονότι καὶ τῇ θερμότητι σύμμετρος ὁ οἶκος. ἐπιτηδειότατον δὲ τούτοις ἔστω τὸ μελίκρατον, ἐναφεψηθέντος ὑσσώπου. καὶ χρὴ μήτε σιτίον αὐτοῖς μήτε ῥόφημα μήθ’ ὕδωρ διδόναι μήτ’ ἐπιτρέπειν ὅλως πίνειν δαψιλῶς, ἀλλὰ τῷ μελικράτω μόνῳ χρῆσθαι κατὰ τὰς τρεῖς τὰς πρώτας ἡμέρας, ἐκ διαδοχῆς τρίβοντα καὶ μόνον ἐκεῖνον ἀνιέντα τὸν καιρὸν, ἐν ᾧπερ ἂν ὕπνος αὐτοὺς καταλάβῃ· συνεργεῖ δ’ εἰς τοῦτο μάλιστα καὶ ἡ πλείων τρίψις· ὥστε καὶ κατὰ τοῦτ’ ἂν εἴη βοήθημα χρηστὸν οὐ μόνον τὸ κενοῦν, ἀλλὰ καὶ τὸν ὕπνον ἐμποιοῦν. οὐ μὴν οὐδ’ ὁ πλείων ὕπνος ἀγαθὸς τοῖς τοιούτοις· οὔτε γὰρ ἐπιτρέπει διαφορῆσαι τοὺς ὠμοὺς χυμοὺς καὶ βαρύνει τὰ σπλάγχνα· ἀλλ’ εἴπερ τις ἄλλη διάθεσις ἑκατέρων
824
δεῖται μετρίων, ὕπνου τε καὶ ἐγρηγόρσεως, οὕτω καὶ ἥδε. πέπτει μὲν γὰρ ὁ ὕπνος, διαφορεῖ δὲ ἡ ἐγρήγορσις· ἀμφοτέρων δ’ ἐστὶ χρεία τοῖς ἐκ πλήθους ὠμῶν χυμῶν νοσοῦσιν· ἐν μέρει τοίνυν μετρίως γινόμενα τιμωρεῖν ἀλλήλοις δυνήσονται χρηστῶς. εἰ μὲν γὰρ ὁ σφυγμὸς αὐτοῖς μικρὸς ἱκανῶς εἴη καὶ ἄῤῥωστος, ἢ καὶ πρὸς τούτοις ἀνώμαλος ἰσχυρῶς, ἔσχατος ὁ κίνδυνος, καὶ χρὴ πράττειν τὰ λελεγμένα μηδὲν ἄλλο περιεργαζόμενον. εἰ δὲ καὶ τόνου μετρίως ἔχοι καὶ μεγέθους, ἄθλιπτός τε εἴη καὶ ὁμαλὸς, ἐπισκέπτου τὰ κατὰ γαστέρα καὶ κλύζε θαῤῥῶν, εἰ μὴ καλῶς αὐτομάτως διεξέρχοιτο. συμβαίνει γὰρ ἐπὶ τῷ μελικράτῳ κενοῦσθαι ταύτῃ χρηστῶς ἅπασαν τὴν περιουσίαν τὴν ἐν ταῖς πρώταις τῶν φλεβῶν εἰωθυῖαν ἀθροίζεσθαι ταῖς καθ’ ἧπάρ τε καὶ μεσεντέριον. εἰ δὲ πλείων τοῦ δέοντος ἡ ὁρμὴ τῶν περιττῶν ἐπὶ τὴν γαστέρα γένοιτο, τὴν μὲν πρώτην ἐπὶ πλέον ἕψειν τὸ μελίκρατον· ἧττον γὰρ ὑπάγον τὸ τοιοῦτον τρέφει μᾶλλον· ὥσπερ γε τὸ ὠμὸν ἧττον μὲν τρέφει, μᾶλλον δὲ ὑπάγει. μετὰ δὲ ταῦτα φερομένης ἐπὶ πλέον κάτω 
825
τῆς περιουσίας μηδ’ οὕτως μὲν ἵστασθαι, διδόναι δ’ ἀντὶ τοῦ μελικράτου πτισάνης χυλόν. εἰ δ’ ἐπιμένει φερόμενα, τῷ ἐκ τοῦ χόνδρου ῥοφήματι τρέφειν, παρακολουθοῦντα δηλονότι τοῖς σφυγμοῖς· ἔσθ’ ὅτε γὰρ ἐξαίφνης μεταβάλλουσιν εἰς ἀῤῥωστίαν ἢ ἀνωμαλίαν ἢ μικρότητα. καθ’ ὃν καιρὸν ἄρτον ἐξ οἴνου κεκραμένου διδόναι προσήκει μήτε γαστρὸς δηλονότι μήθ’ ἥπατος φλεγμαινόντων· ὡς εἴ γε φλεγμαίνοιεν, ὠμῶν χυμῶν πεπληρωμένου τοῦ σώματος ἀνέλπιστος ὁ κάμνων ἐστὶ, τῶν σφυγμῶν οὕτω τραπέντων. ἐπὶ μὲν δὴ τῶν τοιούτων ἀῤῥώστων προλέγων τὸν θάνατον, ἀνέγκλητον φυλάξαις σεαυτὸν, μηδενὶ βοηθήματι γενναίῳ χρώμενος. ἐφ’ ὧν δ’ ἐλπὶς σωτηρίας, ἐπὶ πάντων δ’ ἐστὶ τῶν χωρὶς φλεγμονῆς οὕτω νοσούντων, ὅταν ἐξ ἀρχῆς παραλαμβάνωμεν αὐτοὺς, αἰσχρότατον εἶναί μοι δοκεῖ συγκοπῆναι τὸν κάμνοντα· καίτοι γ’ ὁσημέραι γίγνεται τοῦτο, διὰ τὴν ἀμαθίαν τῶν ἰατρῶν. ἀλλ’ οὐ πρὸς τούτους χρὴ βλέπειν, οὐδὲ τούτοις παραβάλλειν ἑαυτὸν, ἀλλ’ ὅστις ἂν ὄντως ᾖ τέχνης ἰατρικῆς ἐπιστήμων, αἰσχρὸν εἶναι νομίσει
826
ἐξαίφνης ἄῤῥωστον συγκοπῆναι μήτε προειπόντος αὐτοῦ τὸ σύμπτωμα μήτε παρεσκευασμένου πρὸς αὐτὸ μήτε κωλύσαντος. εἴρηται δέ μοι καὶ πρόσθεν ὡς ἐν ταῖς τοιαύταις διαθέσεσιν αὐτοὶ κατασκευάζουσι τὰς φλεγμονὰς οἱ διαπαντὸς τοῖς ὑποχονδρίοις λωβούμενοι διὰ καταπλασμάτων τε καὶ καταντλήσεων. οὔκουν χρηστέον αὐτοῖς πρὶν ἢ τὸ πολὺ τοῦ πλήθους τὸ μὲν ἐκκενῶσαι, τὸ δὲ πέψαι· τηνικαῦτα δὲ ἤδη χρηστέον αὐτοῖς οὐχ ἁπλῶς χαλῶντας, ἀλλ’ αἰονῶντας δι’ ἀψινθίου μετρίως, ἢν ὁ πυρετὸς ὑπάρχῃ μὴ πάνυ μέγας. εἰ δ’, ὡς εἴρηται, θεραπεύοντί σοι τὰς τρεῖς τὰς πρώτας ἡμέρας μηδὲν ἀπαντήσειε χεῖρον, ἐπὶ τῶν αὐτῶν ἄγειν ἄχρι τῆς ἑβδόμης, μελικράτῳ μόνῳ χρωμένους ὕσσωπον ἔχοντι· μακροτάτην γὰρ οἱ οὕτω διακείμενοι φέρουσιν ἀσιτίαν, ἐξ αὐτῶν ὧν ἔχουσιν ὠμῶν χυμῶν πεττομένων τρεφομένου τοῦ σώματος. εἰ δὲ μὴ μόνον ὠμοὶ τύχοιεν ὄντες, ἀλλὰ καὶ διαφθορᾶς εἰς τοσοῦτον ἥκοντες ὡς μὴ δύνασθαι πεφθῆναι τελέως, ἀδύνατον σωθῆναι τοὺς οὕτω νοσοῦντας. ἀλλὰ τούς γε σωθῆναι δυναμένους, εἰ μηδὲν
827
ἁμαρτάνοιτο, μέχρι τῆς ἑβδόμης ἐπὶ μελικράτῳ μόνῳ διαιτᾷν· ἢ εἴ ποτ’ ἄρα δεήσειεν ἤτοι τῆς γαστρὸς ἐκκρινούσης ἢ ἀποστραφέντων αὐτῶν τὸ μελίκρατον, ἐπὶ τὸν τῆς πτισάνης ἰέναι χυλόν. εἰ δὲ καὶ τοῦτον ἀποστρέφοιντο, χόνδρον ὁμοίως ἀρτύειν πτισάνῃ· καὶ γὰρ οὐδὲ βλάπτει τοὺς οὕτω διακειμένους ὄξος· ἀλλ’ ἢν αἴσθοιό ποτε παχεῖς ἱκανῶς εἶναι τοὺς ὠμοὺς χυμοὺς ὀξύμελι διδόναι διὰ παντὸς, ἀντὶ τοῦ μελικράτου. εἰ δ’ ἄχθοιντο τῷ συνεχεῖ τῆς δόσεως, ἐξαλλάττειν μὲν ἐπὶ μελίκρατον καὶ πτισάνην· ἐπανέχεσθαι δ’ αὖθις ἐπ’ αὐτό· μάλιστα δὲ ἐπὶ τῶν μικρὸν ἐχόντων καὶ ἀραιὸν καὶ βραδὺν τὸν σφυγμὸν ἡγεῖσθαι ψυχροὺς εἶναι τοὺς χυμούς. εὐθὺς δὲ τούτοις σύνεστι καὶ ἡ τοῦ παντὸς σώματος ἄχροια σαφῶς, οἵα περ πρόσθεν εἴρηται. δόξει δέ τισιν ἴσως ἀδύνατον εἶναι τὸ λεγόμενον οὐδενὶ τῶν πυρεσσόντων οὔτε βραδυτέρων οὔτε ἀραιοτέρων γινομένων τῶν σφυγμῶν. ἀλλὰ κατὰ διττόν γε τρόπον ἀληθὲς ὑπάρχει τὸ εἰρημένον· ἕνα μὲν ἐπειδὴ σαφῶς ἐν τοῖς παροξυσμοῖς καὶ βραδύτεροι καὶ ἀραιότεροι
828
γίνονται τοῦ κατὰ φύσιν· ἕτερον δὲ, διότι καὶ κατὰ τοὺς ἄλλους καιροὺς τοῦ παροξυσμοῦ πάντων τῶν ὁπωσοῦν πυρεττόντων ἀραιότερόν τε καὶ βραδύτερον αἱ τούτων ἀρτηρίαι σφύζουσιν. εἰ μὲν γὰρ δὴ θέρος εἴη καὶ ψυχροπότης ὁ νοσῶν, ψυχρὸν τούτῳ διδόναι τὸ ὀξύμελι, χειμῶνος δ’ ὄντος ἅπασι θερμὸν, ὡσαύτως ψυχροπόταις τε καὶ θερμοπόταις· ὥσπερ εἰ καὶ ἄμετρον καῦμα θέρους ὥρᾳ ψυχρὸν καὶ τοῖς θερμοπόταις, εἰ μηδὲν εὐπαθὲς ἔχοιεν σπλάγχνον. ἐναντιώτατα δέ τούτοις ἐστὶ βαλανεῖα καὶ ὁ περιέχων ἀὴρ, εἰ θερμὸς ἱκανῶς ἢ ψυχρός. ὅθεν οὔτε λούειν προσήκει καὶ κατακλίνειν ἐν οἴκῳ ὥρᾳ μὲν θέρους ψυχεινῷ, χειμῶνος δ’ ἀλεεινῷ. βλάπτονται γὰρ ἱκανῶς ὑφ’ ἑκατέρας τῆς ἀμετρίας ἐν μὲν τοῖς βαλανείοις, ὡς κᾀν τῷ θέρει καὶ πάσῃ τῇ κατὰ τὸ θερμὸν αὐξήσει χεομένων τῶν ὠμῶν χυμῶν καὶ πάντῃ τοῦ σώματος ῥεόντων, ὡς κίνδυνον εἶναι καὶ πρὸς τὸν πνεύμονα καὶ τὴν καρδίαν ἀφικέσθαι καί ποτε καὶ εἰς τὸν ἐγκέφαλον ἀναδραμεῖν, ἄμεινον ὑπάρχον μακρῷ περί τε τὸ ἧπαρ αὐτοῖς ἔτι
829
μένειν καὶ τὰς πρώτας φλέβας. ἐν δὲ τοῖς ἀμέτρως ψυχροῖς οἴκοις καὶ χειμῶνι καὶ ὅλως ψυχρῷ τῷ περιέχοντι δύσπεπτοί τε μένουσιν οἱ ὠμοὶ χυμοὶ καὶ τὰς κατὰ τὸ ἧπαρ ἐμφράξεις, εἰ μὲν εἶεν μακραὶ, παραύξουσιν· εἰ δ’ οὐκ εἶεν, γεννῶσι διὰ πάχος ἰσχόμενοι καὶ σφηνούμενοι. ταῦτα μὲν οὖν οὕτω πρακτέον, ὅταν ἀπὸ πρώτης ἡμέρας αὐτὸς ἄρχῃ τῆς θεραπείας αὐτῶν. εἰ δὲ συγκοπτομένων ἤδη κληθείης, ἀφλεγμάντων ὄντων ὧν εἶπον χωρίων, διδόναι μὲν αὐτοῖς ἄρτου μὴ πολὺ, δι’ οἴνου δὲ τῶν ἀνάδοσιν ἐργαζομένων ταχεῖαν· εὐθέως δ’ ἐπὶ τὴν τρίψιν ἰέναι καὶ χρῆσθαι κατὰ τὸν εἰρημένον ὀλίγον ἔμπροσθεν τρόπον. εἰ μὲν οὖν εἴη θέρος καὶ τὸ χωρίον φύσει θερμὸν καὶ πνιγῶδες ἢ ἡ κατάστασις ἱκανῶς θερμὴ, μεθ’ ὕδατος ψυχροῦ δοτέον τὸν οἶνον· εἰ δὲ μηδὲν τῶν τοιούτων εἴη, μετὰ θερμοῦ. τὸ μέντοι δεύτερον καὶ τρίτον ἐκ παντὸς τρόπου πειρᾶσθαι θερμὸν διδόναι ποτόν. εἰ γὰρ τὴν ὅλην θεραπείαν, ἧς ἕνεκα καὶ τὰς τρίψεις παραλαμβάνομεν, ἄμεινον τὸ θερμὸν ταῖς πέψεσι τῶν ὠμῶν χυμῶν συνεργοῦν.

830

Ἐφ’ ὧν δὲ διὰ χολὴν ξανθὴν ἀδικήσασαν τὸ στόμα τῆς γαστρὸς ἡ συγκοπὴ γένοιτο, ψυχρὸν τούτοις χρὴ προσφέρειν τὸ ποτόν. οἶνον μέντοι τῇ φύσει θερμὸν εἰς ἀνάδοσιν ὁρμῶντα τοῖς συγκοπτομένοις ἅπασι δοτέον· ἀναδοθῆναι γὰρ βουλόμεθα τὴν ληφθεῖσαν τροφὴν, οὐκ ἐν τῇ γαστρὶ μεῖναι. δῆλον δὲ ὅτι τοὺς οἴνους κιῤῥοὺς μὲν τῇ χροιᾷ, λεπτοὺς δὲ τῇ συστάσει, παλαιοὺς δὲ τὴν ἡλικίαν ἐκλεκτέον, εὐθὺς δ’ ἂν εἶεν εὐώδεις οἱ τοιοίδε. καὶ μέντοι καὶ αὐτῷ σοι πάρεστι καταπιόντι βραχὺ κραθέντων αὐτῶν αἰσθάνεσθαι θερμασίας εἰς ὅλον ἰούσης τὸ σῶμα. μὴ μέντοι πικροί γε ἔστωσαν ὑπὸ παλαιότητος οἱ οἶνοι καὶ μάλιστα ἐφ’ ὧν ὁ τοῦ κάμνοντος στόμαχος ὑπὸ τῆς ξανθῆς ἀδικεῖται χολῆς. οὔτε γὰρ ἔτι τὸ τῶν οἴνων εὔχυμον καὶ τρόφιμον ἔχουσιν οἱ τοιοῦτοι καὶ ἀηδεῖς ὄντες αὐτῷ τούτῳ τὸν στόμαχον ἀνιῶσιν. ἄριστοι τοίνυν εἰσὶν ὅσοι τῶν οἴνων αὐστηροὶ τὴν φύσιν ὄντες αἰσθητὴν μὲν οὐκέτι τὴν στύψιν ἔχουσι διὰ τὴν παλαιότητα, σαφῆ δ’ ἱκανῶς τὴν θερμασίαν. ἅπαντα γὰρ ὧν δεόμεθα ποιήσουσιν, ἐφ’ ὧν ὁ στόμαχός ἐστι

831
πικρόχολος, ἡδέως τε λαμβανόμενοι καὶ πέψει καὶ ἀναδόσει συνεργοῦντες καὶ τὴν κακίαν τοῦ χυμοῦ πραΰνοντες καὶ θερμὴν τὴν ἕξιν ἐργαζόμενοι καὶ ῥωννύντες τὸν στόμαχον. ἄριστοι δ’ εἰσὶ τῶν τοιούτων οἴνων Σουῤῥεντῖνος, Σιγνῖνος, Σαβῖνος, Τιβουρτῖνος, Μάρσος, Ἰταλιῶται πάντες οὗτοι, στύφοντες μὲν, ἀλλ’ οὐχ ὁμοίως ἅπαντες. ὁ μὲν γὰρ Σουῤῥεντῖνος μετρίως τε στύφει καὶ θερμότερος τῶν ἄλλων καὶ ἡδίων ἐστίν. ἐφεξῆς δ’ ὁ Τιβουρτῖνος ὁ εὐγενής· ἔστι γάρ τις καὶ ἄλλος Τιβουρτῖνος ἄτονος ὁμοίως Σαβίνῳ, βραχείας μετέχων στύψεως. ὁ δὲ Σιγνῖνος αὐστηρότερος· καὶ τούτου πολὺ μᾶλλον ὁ Μάρσος. πάντες οὗτοι χρηστοὶ πικροχόλῳ στομάχῳ. καὶ διὰ τοῦτ’ αὐτοῖς χρηστέον, ὅταν γ’ ἤτοι ὑπὸ καυσωδῶν πυρετῶν ἀδικηθεὶς ἐπιφέρῃ συγκοπὴν, ἢ καὶ ἄλλως πολλῆς εἰς αὐτὸν ἤτοι ῥυείσης ἢ ἀναποθείσης χολῆς. οἷς μέντοι δι’ ὠμοὺς χυμοὺς ὁ κίνδυνος τῆς συγκοπῆς, ὁ Φαλερῖνος ἀμείνων τῶν εἰρημένων εἰς τοσοῦτον εἰς ὅσον εὐχυμότερός τέ ἐστι καὶ θερμότερος· ἀναδοθήσεται γὰρ αὐτῶν θᾶττον καὶ τῇ πέψει
832
τῶν ὠμῶν χυμῶν συνεργήσει. τῶν δ’ εἰρημένων ἕκαστος ὁ μὲν μᾶλλον, ὁ δ’ ἧττον, ἅπαντες δ’ οὖν Φαλερῖνοι τονοῦσι μᾶλλον τὸν στόμαχον. ἐπεὶ δὲ καὶ αὐτῶν τῶν Φαλερίνων ὁ μέν τις ἱκανός ἐστι γλυκὺς, ὃν ὀνομάζουσι Φαυστῖνον, ὁ δ’. ὡς μὲν πρὸς ἐκεῖνον αὐστηρὸς, ὡς δὲ πρὸς τὸν Σιγνῖνόν τε καὶ Μάρσον γλυκὺς, ἐκλεκτέον εἰς τὰ τοιαῦτα τὸν δεύτερον. εἰ δ’ ὁ κάμνων εἴθιστο χρῆσθαι περὶ τὸν τῆς ὑγείας χρόνον οἴνοις γλυκέσιν, οὐδὲν κωλύει τούτῳ δοῦναι τὸν γλυκύτερον Φαλερῖνον. ἐπὶ μέντοι τῆς Ἀσίας καὶ τῆς Ἑλλάδος, ὅσα τε τούτοις ἔθνη γειτνιᾷ, μὴ παρόντων τῶν εἰρημένων οἴνων, ἔσθ’ ὅτε κάλλιστος πρὸς ἀνάδοσιν τῶν ἐν ἐκείνοις τοῖς χωρίοις εὐπορουμένων οἴνων ὁ Ἀρουίσιός τε καὶ ὁ Λέσβιος· ὁ μὲν οὖν Λέσβιος εὔδηλός ἐστι κᾀκ τῆς προσηγορίας ἐν Λέσβῳ γινόμενος, ὁ δ’ Ἀρουίσιος ἐν χωρίοις τισὶ τῆς Χίου γεωργεῖται. τριῶν δὲ οὐσῶν ἐν Λέσβῳ πόλεων, ἧττον μὲν εὐώδης καὶ γλυκὺς ἐν Μιτυλήνῃ γεννᾶται, μᾶλλον δ’ εὐώδης καὶ γλυκὺς ἐν Ἐρεσσῷ, κᾄπειτα ἐν Μηθύμνῃ. λαμβάνειν δ’ ἀπαραχύτους, οὕτω δ’ ὀνομάζουσιν οἷς οὐ μέμικται
833
θάλασσα, μεγίστην βλάβην ἡγουμένους ἐφ’ ὧν μέμικται γενήσεσθαι. οὐ μὴν οὐδὲ εἰώθασι τοῖς εὐγενέσιν οἴνοις, ὑπὲρ ὧν ὁ λόγος ἐστὶ, μιγνύναι τῆς θαλάσσης ἐν Λέσβῳ, καθάπερ οὐδ’ ἐν Χίῳ τῷ Ἀρουισίῳ. γεννᾶται δὲ καὶ κατὰ τὴν Ἑλλησποντιακὴν Μυσίαν οἶνος ὅμοιος τῷ Σουῤῥεντίνῳ, Μύσιος ὀνομαζόμενος κατ’ ἐξοχήν. οὗτοι πάντες οἱ οἶνοι κιῤῥοὶ καὶ θερμοὶ καὶ εὐώδεις εἰσὶ καὶ τῇ συστάσει μέσοι τῶν θ’ ὑδατωδῶν καὶ τῶν παχέων. ὑδατώδεις μὲν οὖν εἰσι τὴν σύστασιν ὅ τε Ἀδριανὸς καὶ Σαβῖνος καὶ Ἀλβανὸς καὶ Γαυριανὸς καὶ Θοῦσκος, ὅ τε Νεαπολίτης ὁ Ἀμιναῖος, ἐν τοῖς περὶ Νεάπολιν χωρίοις γενόμενος· ὥστε καὶ ὀνομάζουσιν οὕτως αὐτόν. ἐπὶ δὲ τῆς Ἀσίας ὅ τε Τιβηκῖνος καὶ ὁ Τιτακαζηνὸς καὶ τρίτος μετ’ αὐτοὺς ὁ Ἀρσυϊνός. ἔμπαλιν δὲ παχεῖς οἶνοι, καθάπερ τὸ σίραιον, ὃ παρ’ ἡμῖν ὀνομάζουσιν ἕψημα, ὁ Σκυβελλίτης καὶ ὁ Θηραῖος καὶ Ἀλβάτης· ἐπὶ δὲ τῆς Ἀσίας Αἰγεάτης τε καὶ Περπερῖνος. ἐφ’ ὧν οὖν διὰ πλῆθος ὠμῶν χυμῶν ἡ συγκοπὴ γίγνεται, τοὺς μὲν παχεῖς φευκτέον ὡς βλάπτοντας, τοὺς δὲ ὑδατώδεις ὡς
834
ἀπράκτους· αἱρετέον δὲ τοὺς μέσους αὐτῶν κιῤῥοὺς, ὡς εἴρηται, καὶ θερμοὺς ὄντας. οὐδὲ γὰρ ἂν εὕροις οὐδένα τῶν λευκῶν οἴνων θερμὸν, ὅπου γε καὶ οἱ αὐστηροὶ καὶ μετρίως λευκοὶ παλαιούμενοι κιῤῥότεροί πως γίνονται. εἰ δ’ ἄλλως ἐθέλεις ὀνομάζειν τὸ κιῤῥὸν χρῶμα, δύναιο ἂν λέγειν πυῤῥὸν ἢ ὠχρόν. ὅσοι δ’ ἐν αὐτοῖς εἰσι θερμότατοι, ξανθοὶ πάντες εἰσίν· ὁποῖος καὶ ὁ Καίκουβος ἐπὶ τῆς Ἰταλίας. ὃς οὐχ ἕν τι γένος ἐστὶν οἴνου τοιούτου ἐξ ἀρχῆς, ὡς ἔνιοι νομίζουσιν, ἀλλ’ ὑπὸ παλαιότητος εἰς τοῦθ’ ἥκων, ὡς πυῤῥὰν ἔχειν χρόαν, ὅθεν περ καὶ τοὔνομα αὐτῷ· ἥκουσι δ’ οὐ πάντες εἰς τοῦτο φθάνοντες παχύνεσθαι, πρὶν ἐν τῷ διαυγεῖ τὸ ξανθὸν λαβεῖν χρῶμα. τῶν δ’ ἄλλων οἴνων τῶν αὐστηρῶν ὅσοι μετρίως λευκοὶ καὶ παχεῖς, οὐδεὶς ἐπιτήδειος εἰς ἀνάδοσιν· εἰ μέντοι παλαιωθεῖεν ἱκανῶς, χρήσαιτ’ ἄν τις αὐτοῖς ἑτέρων μὴ παρόντων· εὐστόμαχοι δ’ εἰσὶν οἱ τοιοῦτοι πάντες παλαιούμενοι. ὅπως δὲ καὶ τούτων ἔχοις τι παράδειγμα, τοῦ τ’ ἀπὸ τῆς Νικομηδίας ἀναμιμνήσκω σε πᾶσιν ἀνθρώποις γνωρίμου 
835
καὶ τοῦ Σικελοῦ τοῦ Ἀμιναίου τοῦ ἐν τοῖς μεγάλοις κεραμείοις· ὁ γὰρ ἐν τοῖς μικροῖς λαγυνίοις ἐναντιώτατος τῷδε, κακοστόμαχος ἅμα καὶ κεφαλαλγὴς ὑπάρχων. πειρᾶσθαι μὲν οὖν ἀεὶ τὸν ἄριστον αἱρεῖσθαι· μὴ παρόντος δὲ τὸν ὁμοιότατον ἐκείνῳ κατὰ τὰ λελεγμένα γνωρίσματα. κάλλιστοι γοῦν εἰς ἀνάδοσιν ὅ τ’ Ἀρουίσιός ἐστι καὶ ὁ Λέσβιος· ἀλλ’ εἰ μὴ παρεῖεν, ἐν Ἀσίᾳ δὲ εἴημεν, ἤτοι τὸν Ἀφροδισιαῖον ληπτέον ἢ τὸν αὐστηρὸν Τμωλίτην ἤ τινα τῶν ὁμοίων αὐτοῖς, κιῤῥὸν τῇ χρόᾳ καὶ θερμαίνοντα σαφῶς, εἰ ποθείη παραχρῆμα. ἐπισκέπτεσθαι δὲ χρὴ πρὸ πάντων ὁποία τις ἡ τοῦ κάμνοντός ἐστι φύσις. εἰ μὲν γὰρ ἀσθενὴς τὴν κεφαλὴν εἴη καὶ ῥᾳδίως ὑπὸ τῶν θερμῶν οἴνων πληρούμενος, ἐπὶ τοὺς ἧττον θερμοὺς ἔρχεσθαι μᾶλλον χρή· εἰ δ’ ἰσχυρὸς τὴν κεφαλὴν ᾖ καὶ χαίρων οἴνοις τοῖς τοιούτοις ἢ εἰθισμένος ἀλύπως φέρειν, χρηστέον αὐτοῖς θαῤῥούντως. κεφαλαλγεῖς δέ εἰσιν ὅσον ἐφ’ ἑαυτοῖς οἶνοι πάντες οἱ εὐώδεις καὶ κιῤῥοί· διὰ τοῦτο καὶ ὁ Φαλερῖνος καὶ ὁ Τμωλίτης καὶ ὁ Λέσβιος ἀσθενεῖ κεφαλῇ βλαβεροί. ὁποία δὲ ἐν τοῖς Φαλερίνοις οἴνοις
836
εἴρηται διαφορὰ, τοιαύτη κᾀν τοῖς Τμωλίταις· ὁ μὲν γὰρ ἕτερος ἱκανῶς γλυκὺς, ὁ δὲ ἕτερος αὐστηρὸς, ὡς ἐκείνῳ περιβάλλειν· θερμοὶ δ’ ἱκανῶς ἀμφότεροι καὶ διὰ τοῦτο κεφαλαλγεῖς. οἱ δὲ αὐστηροὶ τήν τε γαστέρα ῥωννύσι καὶ ἄλυποι τῇ κεφαλῇ πάντων οἴνων μάλιστ’ εἰσίν· εἰς ἀνάδοσιν δὲ οὐχ ὁρμῶσιν· ὥστε σοι φευκτέον αὐτοὺς ἐπὶ τῶν συγκοπτομένων οὐδὲν ἧττον ὕδατος. ἐπιτήδειος δὲ εἰς ἀνάδοσιν καὶ ὁ Ἱπποδαμάντειος παλαιωθεὶς ἐκ τῆς ἰδέας ἂν τοῦ τε Φαλερίνου γλυκέος καὶ τοῦ Τμωλίτου· πρόσεστι δὲ αὐτῷ στύψις σαφὴς, ἥπερ ἐκείνων οὐδετέρῳ, καὶ διὰ τοῦτό ἐστιν εὐστομαχώτερος. ἀποροῦντι δέ σοι τῶν οἰκείων οἴνων ἐν ἑκατέρᾳ τῇ συγκοπῇ, λέγω δὲ τῇ τε διὰ πλῆθος ὠμῶν καὶ τῇ διὰ χολὴν, ἀναγκαζομένῳ τε πάντως οἴνῳ χρήσασθαι, φευκτέοι μὲν, ὡς εἴρηται, πάντες οἱ αὐστηροὶ καὶ νέοι· φευκτέοι δὲ καὶ οἱ παχεῖς· αἱρετέοι δὲ οἱ ὑδατώδεις καὶ μᾶλλον εἰ παλαιοὶ τύχοιεν ὄντες· οὐ θερμαίνουσι μὲν γὰρ ἱκανῶς οἱ τοιοῦτοι, ῥᾳδίως δὲ ἀναδίδονται. ὥστε τοῦ τάχους τῆς ἀναδόσεως, κοινοῦ τοῖς
837
τοιούτοις οἴνοις πρὸς τοὺς κιῤῥοὺς ὄντος, ἡ διαφορὰ γένηται ἂν ἐν τοῖσδε· πέψει μὲν τῇ κατὰ τὴν γαστέρα καὶ φλέβας οἱ κιῤῥοὶ συναίρονται μᾶλλον, ὅτι καὶ μᾶλλον θερμαίνουσιν, ἐπικεραστικοὶ δ’ εἰσὶ καὶ θρεπτικοί· καὶ διὰ τοῦτο καὶ ταῖς εὐχυμίαις συντελοῦσιν. ὧν οὐδὲν ὑπάρχει τοῖς ὑδατώδεσιν, ἥκιστα γὰρ ἐκ τῆς τούτων οὐσίας ὁμοιοῦταί τι τῷ αἵματι. πληττόντων δὲ τῶν κιῤῥῶν τὴν κεφαλὴν, ἀλυπότατοι πεφύκασιν οἱ ὑδατώδεις· οὐρητικοὶ δέ εἰσιν ἁπάντων οἴνων μάλιστα. δεύτεροι δ’ ἐπ’ αὐτοῖς, ὅσοι λεπτότατοι τῶν κιῤῥῶν· οὓς μάλιστ’ ἄν τις εἰς συγκοπὰς αἱροῖτο. βραδυπορώτεροι δὲ τούτων οἱ κιῤῥοὶ καὶ παχεῖς· ἀλλ’ ὅμως τῶν αὐστηρῶν ἁπάντων ποριμώτεροι. τρέφουσι δὲ μᾶλλον τῶν λεπτῶν, κακοχυμίαν τε τάχιστα πάντων τῶν οἴνων ἐπανορθοῦνται, χρηστὸν αἷμα γεννῶντες. ἐπ’ ἀρχὴν οὖν αὖθις ἐπαναγάγωμεν τὸν λόγον.

Ὅτι μὲν οὖν ἡ συγκοπὴ κατάπτωσίς ἐστιν ὀξεῖα δυνάμεως εἴρηται τοῖς πρὸ ἡμῶν. ἐπεὶ δὲ ἡ οὐσία τῶν

838
διοικουσῶν ἡμᾶς δυνάμεων ἔν τε τῷ πνεύματι καὶ τῇ τῶν στερεῶν σωμάτων ἐστὶ κράσει, ταῦθ’ ἡμῖν φυλακτέον ἐστὶ παρόντα καὶ ἀνασωστέον διαφθειρόμενα. πῶς μὲν οὖν χρὴ φυλάττειν αὐτὰ κατὰ τὸν τῆς ὑγείας χρόνον, ἐν τοῖς ὑγιεινοῖς δεδήλωται· πῶς δὲ ἐν ταῖς νόσοις, εἴρηται μὲν ἤδη καὶ διὰ τῶν ἔμπροσθεν ὑπομνημάτων, εἰρήσεται δὲ καὶ νῦν. οὐ μὴν ἤδη γέ πω τὸ σύμπαν εἰς πρέπουσαν ἥκει σύνοψιν, οὐδὲ τοιαύτην ἔχει μέθοδον οἵαν τἄλλα τὰ πρότερα. ὅπερ οὖν ἐνδεῖ, προσθεῖναι καιρός. τὴν τοῦ πνεύματος οὐσίαν ἅμα τοῖς στερεοῖς σώμασι φυλακτέον ἡμῖν ἐστιν ἐν ταῖς νόσοις, ὥστε καὶ τῇ ποιότητι καὶ τῇ ποσότητι καθ’ ὅσον ἐνδέχεται κατὰ φύσιν ἔχειν αὐτά. εἰ μὲν οὖν ἐνεχώρει τοῦ τε μὴ κενοῦσθαί τι τῆς οὐσίας αὐτῶν καὶ τοῦ μηδ’ ὅλως ἀλλοιοῦσθαι προνοήσασθαι, τοῦτο ἂν ἦν ἄριστον. ἐπεὶ δ’ ἐν τοῖς ὑγιεινοῖς ὑπομνήμασιν ἀδύνατον ἐδείχθη τὸ τοιοῦτον ὑπάρξαι ποτὲ τῷ γεννητῷ σώματι, πειρᾶσθαι χρὴ τὸ μὲν ἐκρέον τῆς οὐσίας ἐπανορθοῦσθαι προσθέσει, τὸ δὲ ἀλλοιούμενον εἰς εὐκρασίαν
839
ἐπανάγειν δι’ ἐναντίας ἀλλοιώσεως. εἰ μὲν οὖν ἥ τε κένωσις ἥ τε ἀλλοίωσις γίγνοιτο κατὰ βραχὺ, καὶ ἡ ἐπανόρθωσις ἀμφοῖν ἔσται κατὰ βραχύ· καὶ τοῦτ’ ἐστὶν ἔργον, ὡς ἐδείχθη, τῆς ὑγιεινῆς τέχνης. εἰ δὲ καὶ ἀθρόως καὶ κατὰ μεγάλα μὴ μόνον αἱ κενώσεις, ἀλλὰ καὶ αἱ προσθέσεις ποτὲ γένοιντο, νόσος ἂν οὕτω γε συσταίη, θεραπευτικῆς δὲ ἂν εἰς τὴν ἴασιν αὐτῶν δεοίμεθα μεθόδου. ὥσπερ οὖν τῆς ὑγιεινῆς ἦν ἔργον τὸ κατὰ μικρὰ τὴν εἰς τὸ παρὰ φύσιν ἐκτροπὴν ἐπανορθοῦσθαι, οὕτω τῆς θεραπευτικῆς ἐστι τὸ κατὰ μεγάλα. τοῦ μὲν δὴ ψυχικοῦ πνεύματος ἐναργῶς ἐδείξαμεν οἷον πηγήν τινα οὖσαν τὸν ἐγκέφαλον, ἀρδομένου καὶ τρεφομένου διά τε τῆς εἰσπνοῆς καὶ τῆς ἐκ τοῦ δικτυοειδοῦς πλέγματος χορηγίας. τοῦ δὲ ζωτικοῦ πνεύματος οὐχ ὁμοίως μὲν ἐναργῶς ἡ ἀπόδειξις ἦν, οὐ μὴν ἀπίθανόν γε κατά τε τὴν καρδίαν αὐτὸ καὶ τὰς ἀρτηρίας δοκεῖν περιέχεσθαι, τρεφόμενον καὶ τοῦτο μάλιστα μὲν ἐκ τῆς ἀναπνοῆς, ἤδη δὲ καὶ τοῦ αἵματος. εἰ δέ ἐστί τι καὶ φυσικὸν πνεῦμα, περιέχοιτ’ 
840
ἂν καὶ τοῦτο κατά τε τὸ ἧπαρ καὶ τὰς φλέβας. εἴρηται δὲ ἐπὶ πλεῖστον ὑπὲρ οὐσίας δυνάμεων ἐν τοῖς περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων. ἡ δὲ τῶν στερεῶν σωμάτων οὐσία δεῖται μὲν δήπου ποσή τις ὑπάρχειν· καὶ διὰ τοῦτο αἱ τροφαὶ διασώζουσι τὸ θνητὸν γένος. οὐ μὴν ἧττον εὐκρασίας χρῄζει τῶν συνθετικῶν αὐτῶν στοιχείων· καὶ λέλεκται πολλάκις ἤδη δι’ ὧν χρὴ φυλάττειν αὐτὴν εὔκρατον. ἀλλ’ ἥ γε κατάπτωσις τῆς δυνάμεως, ὑπὲρ ἧς νῦν πρόκειται λέγειν, ἐπὶ μὲν τῇ στερεῶν οὐσίᾳ διαφορουμένῃ κατά γε τὰ χρονιώτατα νοσήματα γίγνεται πολλάκις, ἀτροφίᾳ λεπτυνθέντος τοῦ ζώου καὶ τῶν ὀξέων ἐν τοῖς συντηκτικοῖς πυρετοῖς. ἐπὶ δὲ τῇ κράσει μεταβαλλούσῃ θερμανθέντων αὐτῶν ἀμέτρως ἢ ψυχθέντων ἢ ὑγρανθέντων ἢ ξηρανθέντων ἢ κατὰ συζυγίαν τι τούτων παθόντων. ἡ δὲ τοῦ πνεύματος ἀλλοίωσις διά τε μοχθηροὺς γίγνεται χυμοὺς καὶ τὴν τοῦ περιέχοντος ἀέρος κακίαν ἄλλοτε ἐξ ἄλλης αἰτίας εἰς τοῦτ’ ἀχθέντος· ἔτι τε τὰς δηλητηρίους δυνάμεις ἢ τοὺς τῶν ἰοβόλων ζώων ἰούς. ἀλλ’
841
ἐξῃρήσθω γε ταῦτα τῆς ἐνεστώσης ὑποθέσεως. ἡ δὲ τῆς οὐσίας τοῦ πνεύματος φθορὰ γενήσεσθαί τε κινδυνεύουσα καὶ ἡ ἤδη γινομένη διά τε πάθος ψυχικὸν καὶ ὀδύνην ἰσχυρὰν καὶ κινήσεις πλείους· ἐξ οὗ γένους ἐστὶ καὶ ἀγρυπνία καὶ προσέτι δι’ ὑπερβάλλουσαν αὐτοῦ λεπτότητα καὶ τῶν περιεχόντων αὐτὸ σωμάτων ἀραίωσιν καὶ δὴ καὶ πρὸ τούτων ἁπάντων δι’ ἐπίσχεσιν τῆς ἀναπνοῆς καὶ τροφῆς ἀπορίαν ἐπανορθώσεως ἀκριβεστέρας δεῖται. τὰ μὲν οὖν πάθη τὰ ψυχικὰ φόβοι τέ εἰσιν ἐξαιφνίδιοι καὶ σφοδροὶ, οὓς ἐκπλήξεις καλοῦσιν· αἵ τ’ ἐναντίαι τοῖς φόβοις ἡδοναὶ μέγισται, καλοῦσι δὲ καὶ ταύτας περιχαρείας. ἴσμεν γὰρ ἐξ ἀμφοῖν ἀποθανόντας τινάς. ἤδη δὲ καὶ οἱ ἄλλοι φόβοι πάντες οἱ μεγάλοι σὺν ταῖς μεγίσταις ἡδοναῖς εἰ καὶ μὴ ἀπέκτειναν, ἀλλ’ ἔκλυτον ἐργάζονται καὶ ἄτονον τὸ πνεῦμα. καὶ λῦπαι δὲ καὶ ἀγωνίαι καὶ θυμοὶ καὶ φροντίδες, ἐν οἵῳ τρόπῳ καὶ αἱ πλείους ἀγρυπνίαι, βλάπτουσι καταλύουσαι τὴν δύναμιν. ἐν μὲν δὴ τούτοις ἅπασιν αὐτὴ καθ’ ἑαυτὴν ἡ ψυχὴ κινεῖται, κατὰ δὲ τὰς πρακτικὰς ἐνεργείας τὸ σῶμα κινεῖ· καταλύει δὲ αὐτῆς τὸν
842
τόνον ἑκάτερα τὰ γένη τῶν οἰκείων κινήσεων εἰς ἀμετρίαν ἐκταθέντα. περὶ δὲ πόνων τί δεῖ λέγειν; ὅπως ἀνεῖλον μέν τινας αὐξηθέντες ἐπὶ τὸ σφοδρότερον, ἔβλαψαν δὲ πάντας, εἰ καὶ μὴ τύχοιεν ἀποκτείναντες. ἐν τοῖς τοιούτοις ἅπασιν ἐναργῶς φαίνονται λειποδρανοῦντές τε καὶ καταλυόμενοι τὴν δύναμιν οἱ κάμνοντες· ἔνιοι δ’, ὡς εἴρηται, καὶ ἀποθνήσκοντες, ἔσθ’ ὅτε μὲν ἀπολλυμένου τοῦ πνεύματος, ἔσθ’ ὅτε δὲ ἀλλοιουμένου, ποτὲ δὲ ἐκ μέρους διαφορουμένου, πολλάκις δ’ ἀμφότερα ταῦτα πάσχοντος. διῄρηται γὰρ ἐπὶ πλέον ὑπὲρ αὐτῶν ἐν ἄλλοις τέ τισι κᾀν τοῖς περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων. εἰς δέ γε τὰ παρόντα τὸν μὲν τρόπον ᾧ βλάπτειν ἕκαστον πέφυκεν οὐκ ἀναγκαῖον ζητεῖν· τὸ δὲ ὅτι βλάπτει, λαβόντα παρὰ τῆς ἐναργείας χρῆσθαι συμφερόντως εἰς φυλακὴν δυνάμεως ἐν νόσοις. οὕτω δ’ εἰ καὶ λεπτυνθείη ποτὲ περαιτέρω τοῦ δέοντος ἡ τῶν διοικούντων ἡμᾶς πνευμάτων οὐσία, γίγνοιτ’ ἂν ἀσθενὴς κατ’ ἀμφότερα, καὶ ὡς ἠλλοιωμένη τὴν κρᾶσιν καὶ ὡς εὐσκέδαστος ἢ εὐδιαφόρητος ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ γεγενημένη.
843
κατὰ δὲ τὸν αὐτὸν τρόπον εἰ καὶ τὸ σῶμα σύμπαν εἰς ἄμετρον ἐκτραπείη μανότητα, διαφοροῖτ’ ἂν ἡ τῶν πνευμάτων οὐσία ῥᾳδίως, αὐτή τε λεπτομερὴς ὑπάρχουσα καὶ τῶν σωμάτων μὴ στεγόντων αὐτήν. οὔκουν οὐδ’ ἀραιοῦν ἀμέτρως χρὴ τοῦ νοσοῦντος τὸ σῶμα, συνέχειν ἐν ἑαυτῷ τὸ πνεῦμα προαιρούμενον, οὔτε λεπτύνειν ἰσχυρῶς τὰ κατ’ αὐτὸ διὰ τῶν ἐσθιομένων τε καὶ πινομένων. ὅτι δὲ καὶ αὐτῶν τῶν τροφῶν ἅμα τοῖς ποτοῖς οὐ σμικρόν ἐστι φροντιστέον εἰς ῥώμην δυνάμεως, ὅπως τῇ τε ποσότητι σύμμετροι καὶ ταῖς ποιότησιν ἠκριβωμένοι εἶεν, πρόδηλον εἶναι νομίζω. πρόδηλον δὲ οὐδὲν ἧττον, ὡς καὶ τῆς εἰσπνεομένης οὐσίας φροντιστέον, ὅπως εὐκρατοτάτη τ’ εἴη καὶ παντὸς τοῦ μιαίνοντος αὐτὴν καθαρωτάτη, μήτ’ ἐκ μετάλλων ἢ καμίνων ἢ βαράθρων ἐπιμιξίαν τινὰ λαμβάνουσα, μήτε ἐκ σηπεδόνος ὀσπρίων ἢ λαχάνων ἢ ζώων ἢ ὁτουδήποτε, μήτ’ ἀτμοὺς ἐκ λιμνῶν ἢ ἑλῶν ἢ ποταμῶν δεχομένη. ταῦτ’ οὖν ἅπαντα προνοεῖσθαι χρὴ, διασώζειν βουλόμενον τὴν δύναμιν ἀβλαβῆ, ἔτι τε πρὸς
844
τούτοις αὐτῶν τῶν στερεῶν σωμάτων, ἐν οἷς δὴ καὶ μάλιστα ἔοικεν ἡ οὐσία τῶν δυνάμεων ὑπάρχειν, οὐ σμικρῶς προνοητέον, ὅπως ὑγιεινὰ ταῖς κράσεσιν εἴη· τοῦτο μὲν οὖν ἁπάντων μορίων κοινὸν ἀγαθόν. ἐξαίρετον δὲ εἰς ῥώμην δυνάμεως καὶ προφυλακὴν τοῦ μή ποτ’ ἐξαιφνίδιον ἐπιπεσεῖν παροξυσμὸν συγκοπτικὸν ἡ φυλακὴ τῆς εὐκρασίας ἐστὶ, πρῶτον μὲν τῶν τριῶν ἀρχῶν, ἔπειτα δὲ καὶ τῶν ἄλλων μορίων ὅσα τὰς ἀρχὰς εἰς συμπάθειαν ἐπισπᾶται ῥᾳδίως, οἷόν πέρ ἐστι καὶ τὸ τῆς γαστρὸς στόμα τῷ περιττῷ τῆς αἰσθήσεως, ἄλλα τε πολλὰ συμπτώματα καὶ συγκοπὰς ἐπιφέρον. ἡ μὲν οὖν προειρημένη διάθεσις τῶν ὠμῶν χυμῶν, εἰ μὲν καὶ τῷ πλήθει βαρύνοιεν οὗτοι τὴν δύναμιν, ἐμφράττοιέν τε διὰ πλῆθος καὶ πάχος τοῦ ζώου τοὺς πόρους κατὰ πολλὰς προφάσεις, ὀλέθριός τέ ἐστι καὶ συγκοπτικὴ, καὶ τῷ μὴ τρέφεσθαι τὸ ζῶον καὶ τῷ καταπνίγεσθαι καὶ ἀλλοιοῦσθαι καὶ διαφθείρεσθαι τῆς κράσεως τὴν συμμετρίαν. οἱ μὲν γὰρ ὠμοὶ τρέφειν οὐ δύνανται πρὶν πεφθῆναι, οἱ δὲ πολλοὶ 
845
βαρύνουσιν· εἰ δ’ ἐμφράττουσι τὰς διαπνοὰς, σβεννύουσι τὸ θερμόν· εἰ δὲ μήτ’ ἐμφράττοιεν μήτε βαρύνοιεν, οὐ συγκοπὰς οὗτοί γε φέρουσιν, ἀλλὰ τὰς καλουμένας λειποψυχίας· ἐκλύονται γὰρ, εἰ μὴ τρέφοιντο συνεχέστερον, οἱ τοιοῦτοι. διδόναι δὲ οὐ χρὴ πλῆθος εἰς ἅπαξ αὐτοῖς, οὐ μὴν οὐδὲ παχείας ἢ ψυχρὰς τὴν δύναμιν τροφὰς, ἀλλ’ ὡς εἴρηται πρόσθεν, ἐκ τοῦ γένους τῶν λεπτυνουσῶν τε καὶ θερμαινουσῶν. οὕτω δὲ αὐτοῖς καὶ τὰ φάρμακα δοτέον, ὅσα γε λαβεῖν δύναται πυρέττων ἄνθρωπος, φάρμακα λεπτύνοντα καὶ θερμαίνοντα. τούτοις ὁ ὑδατώδης οἶνος εὐθέως ἐξ ἀρχῆς ἐπιτήδειος, εἰ μὴ σφοδρῶς πυρέττοιεν, ὅπερ οὐ πάνυ τι συμβαίνει κατὰ τὴν εἰρημένην διάθεσιν· ἔτι δὲ μᾶλλον εἰ πρεσβῦται τύχοιεν ὄντες, οἶνον αὐτοῖς δοτέον ἐφ’ ἑκάστῃ τροφῇ καὶ μᾶλλον εἰ τὰ διαλείμματα εἴη μέτρια. παροξύνονται δὲ ἐπὶ τοῖς τοιούτοις χυμοῖς καθ’ ἑκάστην ἡμέραν καὶ μᾶλλον εἰς ἑσπέραν τε καὶ νύκτωρ, οὐχ ἕωθεν δὲ οὐδ’ ἄχρι μεσημβρίας. περὶ μὲν δὴ τούτων καὶ ταῦθ’ ἱκανά ἐστι.

846

Μεταβῶμεν δὲ ἐπὶ τοὺς ἐναντίαν μὲν ἔχοντας αὐτοῖς τὴν διάθεσιν, ὁμοίως δὲ τούτοις συγκοπτομένους, ἂν μὴ προσχῇ τις ἀκριβῶς αὐτοῖς. εἰσὶ δ’ οὗτοι λεπτοὺς ἱκανῶς ἔχοντες τοὺς χυμοὺς, ὡς διαφορεῖσθαι τάχιστα. καὶ δὴ καὶ θεραπευτέον αὐτοὺς ἐναντίως τοῖς προειρημένοις. ἐκείνους μὲν γὰρ ἐκκενοῦμεν κατὰ βραχὺ συνεχῶς διὰ τὸ μὴ φέρειν ἀθρόαν τὴν κένωσιν· τοὺς δ’ οὕτως ἔχοντας θρέψομεν κατὰ βραχὺ συνεχῶς. εἰ δ’ ἐξ ἀρχῆς παραλάβωμεν ἔτι τῆς δυνάμεως ἐῤῥωμένης, οὐδὲ κατὰ βραχύ· δύνανται γὰρ οἱ τοιοῦτοι καὶ πλείονος εἰς ἅπαξ δοθείσης περιγίγνεσθαι τροφῆς. ὥσπερ δὲ τοὺς ἐκ πλήθους ὠμῶν χυμῶν κινδυνεύοντας συγκοπῆναι παντάπασιν ἐλέγομεν ὀλεθρίως ἔχειν, ὅταν τὸ ἧπαρ αὐτῶν ἢ ἡ κοιλία φλεγμαίνῃ, κατὰ τὸν αὐτὸν τρόπον καὶ τοὺς νῦν ὑποκειμένους ἐν τῷ λόγῳ νομιστέον ἀνιάτως ἔχειν, ἢν φλεγμήνῃ τι τούτων σπλάγχνον, καμνούσης ἤδη τῆς δυνάμεως· οὔτε γὰρ οἷόν τε τρέφειν αὐτοὺς συνεχῶς, ἀλλ’ ἐν ταῖς παρακμαῖς μόνον, οὔτε μὴ τρέφοντας οἷόν τε διασώζειν αὐτούς ἐστιν. ἐπὶ μὲν τῶν τοιούτων διαθέσεων

847
ἡ νεκρώδης ἐν τῷ προσώπῳ κατάστασις ἐν τάχει γίνεται· ῥὶς ὀξεῖα, ὀφθαλμοὶ κοῖλοι καὶ τἄλλα ὅσα τούτοις ἐφεξῆς λέλεκται. ἐάν τε γὰρ ἐκκρίνωσι πλέον, ἐάν τε ἀγρυπνήσωσιν ἢ λυπηθῶσιν, ἢ μὴ θᾶττον τραφῶσιν, αὐτίκα τοιοῦτον ἴσχουσι τὸ πρόσωπον. εἰ μὲν οὖν σύν τινι τούτων ἤ τισιν ὀφθεῖεν οἱ τοιοῦτοι, μικρότερον εἶναι νόμιζε τὸ κακὸν ἢ εἰ χωρὶς τούτων ἐλεπτύνθησαν· εἰ δ’ ἄνευ τούτων, ὀλέθριον· ἔτι δὲ μᾶλλον, εἰ κατ’ ἀρχὰς τοῦ νοσήματος οὕτως ἔχοιεν· οὐδὲ γὰρ ἐξαρκέσουσιν εἰς τὴν πέψιν αὐτοῦ. ταῦτ’ ἄρα καὶ ὁ Ἱπποκράτης ἔφη· καὶ ἢν μέν τι τουτέων ὁμολογῇ, ἧττον νομίζειν δεινὸν εἶναι. κατ’ ἀρχὴν μὲν γὰρ τοῦ νοσήματος, ὡς προεῖπον, εἰ καὶ μετά τινος τῶν προειρημένων οὕτως ἔχοιεν, οὐκ ἀγαθόν· ἧττον μὲν τοῦτο δεινὸν ἢ εἰ καὶ μηδὲ μετὰ τούτων τινός· ἀλλὰ τῷ διαφορεῖσθαι ῥᾳδίως χαλεπόν. οὐ μόνον δὲ ἀπολεπτυνθέντος οὕτω τοῦ τε πνεύματος αὐτοῖς καὶ τοῦ αἵματος ἡ διαφόρησις εἴωθε γίνεσθαι πολλάκις, ἀλλὰ καὶ τῆς ἀποκριτικῆς δυνάμεως τῆς καθ’ ὅλον τὸν ὄγκον ἀμετρότερον
848
κινηθείσης. ὅπερ εἴωθε μάλιστα γίνεσθαι διὰ τὴν ἀμετρίαν τῆς καθεκτικῆς. τὸ μὲν δὴ τρέφειν ἀναγκαῖον, ὅ τι περ ἂν ᾖ τούτων· ἀναγκαῖον δὲ καὶ τὸ πυκνοῦν τὴν ἐπιφάνειαν, ὥσπερ τῶν προτέρων ἀραιοῦν· ἐκ διαμέτρου γὰρ ἀλλήλαις αἱ διαθέσεις ὑπάρχουσαι καὶ τῆς τῶν βοηθημάτων ἰδέας ἐναντιωτάτης δεήσονται. ψυχρὸν οὖν ἐπὶ τούτων τὸν ἀέρα καὶ στύφοντα ποιητέον· εἴρηται δὲ ἔμπροσθεν ὅπως χρὴ ταῦτα πράττειν. ἀλειπτέον δὲ αὐτοὺς ὁμοίως τοῖς στύφουσιν ἀλείμμασι. καὶ τροφὰς δοτέον οὐ πάνυ τι διαῤῥεούσας ἑτοίμως, οὔτε μελίκρατον οὔτε χυλὸν πτισάνης, ἀλλ’ ἄρτους καὶ τὰ διὰ τοῦ χόνδρου ῥοφήματα καὶ ὀπώρας αὐστηρὰς καὶ δυσφθάρτους, αὐτάς τε καθ’ ἑαυτὰς καὶ μετ’ ἄρτου καὶ χόνδρου δι’ ὕδατος ἑψημένου. δοτέον δὲ τούτοις ἔστιν ὅτε καὶ ὠὰ καὶ μᾶλλον τὰς λεκίθους αὐτῶν, δύσπεπτον γὰρ τὸ λευκόν. ἀλεκτρυόνων τε τῶν γάλακτι τεθραμμένων τοὺς ὄρχεις· δοτέον δὲ καὶ τοὺς ἐγκεφάλους τοὺς ὑείους, ἤτοι γ’ ὀπτηθέντας ἀκριβῶς· ἔναιμοι γὰρ δοθέντες ἐσχάτως βλάπτουσιν· ἢ διὰ τοῦ λευκοῦ ζωμοῦ καλῶς ἑψημένους, ἐμβεβλημένου πράσου καὶ ἀνήθου.
849
καὶ ὅλως ἅπαντα πρακτέον ὑπὲρ τοῦ παχυτέραν μὲν ἐργάσασθαι τὴν ὕλην τῶν χυμῶν, πυκνῶσαι δὲ τὸ δέρμα καὶ διακωλῦσαι τὰς διαπνοάς. ἀναγκαῖος δὲ τούτοις ὁ ὑδατώδης οἶνός ἐστιν, εὐθὺς ἐπὶ τοῖς σιτίοις ἐξ ἀρχῆς λαμβανόμενος. εἰ δ’ ὡς ἐλπίζομεν ἅπαντα γίγνοιτο, καὶ κρεώδους τροφῆς ἐπιδώσομεν αὐτοῖς τι καὶ μάλιστα μετὰ τὴν τετάρτην ἡμέραν, ἤδη τῶν τοὺς πυρετοὺς γεννώντων χυμῶν εἰς πέψιν ἡκόντων. ἐν τοιαύτῃ διαθέσει γενομένου νεανίσκου κατὰ τὸν δέκατον ἐμνήσθην λόγον, ὃν ἐτρέφομεν, ὡς εἶπον, ἑκάστης ἡμέρας καὶ μάλιστά γε πρὸ τοῦ παροξυσμοῦ. καὶ ὡς ἐξεπίτηδες ἅπαξ μου μὴ διδόντος αὐτῷ τροφὴν ἡ εἰσβολὴ τοῦ παροξυσμοῦ μετὰ συγκοπῆς ἐγένετο. κατὰ τὰς τοιαύτας οὖν θεραπείας ἁπάσας ἤδη μὲν συγκοπτομένου τοῦ κάμνοντος ὁ πρὸς τὸ σύμπτωμα κρατεῖ σκοπός· οὐδέπω δὲ εἰς τοῦθ’ ἥκοντος ἀμφοτέρων στοχαζόμεθα, τοῦ τε μὴ γενέσθαι τὸ σύμπτωμα καὶ τοῦ κατὰ βραχὺ λύειν τὸ νόσημα. θᾶττον δ’ ἄν ἐλύσαμεν αὐτὸ, μὴ δεδιότες τὸ σύμπτωμα. τὸν μὲν γὰρ ὑπὸ τοῦ πλήθους τῶν ὠμῶν χυμῶν βαρυνόμενον, ἅπαξ ἂν οἶμαι 
850
κενώσαντες ἀπηλλάξαμεν τῆς διαθέσεως, εἴπερ οἷός τε ἦν ἐνεγκεῖν ἀθρόαν κένωσιν καὶ μηδεὶς φόβος ἐφέδρευε συγκοπῆς· τὸν δ’ εὐδιαφόρητον οὐκ ἂν πρὸ τοῦ παροξυσμοῦ τρέφειν ἀναγκαζόμενοι μακρότερον εἰργαζόμεθα τὸ νόσημα. περὶ μὲν δὴ τούτων ἀρκείτω τὰ λελεγμένα.

Τῶν δ’ ἄλλων προφάσεων ἐφ’ αἷς συγκόπτονται μνημονεύσομεν ἐφεξῆς. εἰσὶ δὲ τέσσαρες, ἄλγημά τε σφοδρὸν καὶ ἀγρυπνία καὶ κένωσις ἄμετρος γαστρός· ἐπὶ δὲ τῶν παραπαιόντων καὶ ἡ κίνησις ἔστιν ὅτε. καὶ εἰ βούλει καὶ πέμπτην προστίθει τὴν δυσκρασίαν τῶν ἀρχῶν, ὑπὲρ ἧς ἐπὶ τελευτῇ τοῦ λόγου διαλεξόμεθα, καὶ μάλισθ’ ὅτι διττῶς γίγνεται, ἤτοι κατὰ ψιλὰς τὰς ποιότητας ἀλλοιουμένων τῶν μορίων ἢ κακοχυμίας τινὸς ἐν αὐτοῖς παραλαμβανομένης. ἑξῆς οὖν ὑπὲρ ἁπάντων ῥητέον τῶν διῃρημένων, ἀρξαμένους ἀπὸ τῶν ἀλγημάτων. εἰ μὲν οὖν δυναίμεθα τὴν αἰτίαν αὐτὴν ἐκκόψαι δι’ ἣν ἀλγοῦσιν, οὕτως ἂν οὐ πρὸς σύμπτωμα εἴημεν ἐνεργοῦντες, ἀλλ’ ἰώμενοι τὸν κάμνοντα· κωλυόμενοι δὲ διά τινα πρόφασιν ἐπὶ τὴν διάθεσιν ἰέναι πραΰνομεν τὸ τῶν

851
ἀλγημάτων σφοδρόν. ἐπεὶ δ’ οὔτε ἀναιρεῖν οἷόν τέ ἐστι τὰς τῶν ἀλγημάτων αἰτίας οὔτ’ ἀμβλύνειν τὰς σφοδρότητας ἄνευ τοῦ γνῶναι τουτὶ τὸ ἄλγημα τὸ περὶ τὸν κάμνοντα συνεστηκὸς ὑπὸ τίνος αἰτίας γίγνεται, προεσκέφθαι χρὴ δηλονότι τὰς αἰτίας καὶ τὰ σημεῖα δι’ ὧν ἄν τις αὐτὰς γνωρίσειεν· ὡς τὰ πολλὰ γὰρ ἄδηλοι ταῖς αἰσθήσεσιν ὑπάρχουσαι, γεγυμνασμένου δέονται περὶ τὴν τοιαύτην θεωρίαν ἀνδρός. εἴρηται μὲν οὖν ἡμῖν οὐκ ὀλίγα δι’ ἑτέρων πραγματειῶν ὑπὲρ ἀλγημάτων γενέσεως, ἁπάντων δὲ αὐτῶν τοῦ καιροῦ νῦν ἥκοντος, ἀναγκαῖον εἶναι νομίζω διελθεῖν ἐπὶ κεφαλαίων ὅλον τὸν λόγον. ἐπεὶ τοίνυν ἐν τῷ τοῦ ζώου σώματι κατὰ πάσας τὰς αἱρέσεις οὐ πάντα ἐστὶν αἰσθητικὰ τὰ μόρια, δῆλον ὡς οὐκ ὀδυνήσεται τὰ τελέως ἀναίσθητα. μόνοις οὖν τοῖς αἰσθητοῖς τῆς ὀδύνης ὑπαρχούσης, ἐφεξῆς σκεπτέον ἆρά γε διὰ παντὸς ὀδυνηθήσεται τὰ τοιαῦτα τῶν σωμάτων ἢ καθ’ ἕνα τινὰ χρόνον ἐγγινομένης αὐτοῖς διαθέσεως ὀδυνηρᾶς. ἀλλ’ εἴπερ αὐτὸ τὸ φαινόμενον ἐναργῶς ἡμᾶς διδάσκει πολὺς εἶναι χρόνον ἐν ᾧ μηδ’ ὅλως ὀδυνώμεθα,
852
δῆλον ὡς κατά τινα χρόνον ἐγγινομένης ἑκάστῳ τῶν ὀδυνωμένων ὀδυνηρᾶς διαθέσεως ἀναγκαῖον ἀλγεῖν ἐστιν. ἐὰν οὖν εὕρωμεν ἥτις ποτ’ ἐστὶν ἡ τοῖς αἰσθητοῖς σώμασιν ἐγγινομένη διάθεσις, καθ’ ἣν ἀνιᾶται τὸ ζῶον, ἑαλωκὸς ἂν εἴη ἡμῖν τὸ ζητούμενον. ἐνταῦθ’ οὖν ἀπὸ τῶν κατὰ φύσιν ἐννοιῶν, αἳ δὴ καὶ κοιναὶ πᾶσιν ἡμῖν εἰσιν, ἰέναι χρὴ μεθόδῳ πρὸς τὸ σκέμμα. διδάσκει δὲ ἡ κατὰ φύσιν ἔννοια τὸ πάθος χρῆναι τοῦ σώματος, ᾧ μέλλει πονήσειν, ἤτοι συνεχείας λύσιν ἢ ἀλλοίωσιν εἶναί τινα. διὸ καὶ καλῶς ἐλέγετο τοῖς ἐξ ἀτόμων ἢ ἀναισθήτων ἢ ἀνάρμων στοιχείων, συντιθεῖσι τὸ σῶμα παντάπασιν ἄπορον εἶναι διάθεσιν εὑρεῖν, ὑφ’ ἧς ὀδύνη γίγνεται. φαίνεται γὰρ οὐδὲν τῶν ἁπλῶς ψαυόντων ὀδυνηρόν· ἁπλῶς δ’ ἀλλήλων ψαύει τὰ τοιαῦτα σώματα. κᾂν εἰ μὴ ψαύοι δὲ μόνον, ἀλλὰ καὶ θραύοι κατὰ τὴν πρόπτωσιν ἄλληλα, πλέον οὐδὲν εἰς ἀλγήματος γένεσιν, ἀναισθήτων ὑποκειμένων τῶν θραυομένων· εἰ μή τι καὶ τοὺς λίθους ὀδυνᾶσθαι φήσομεν διαιρουμένους. ἀλλὰ περὶ
853
μὲν τούτων ἐπὶ πλέον ἐν ἄλλοις τέ τισι κᾀν τῷ πέμπτῳ περὶ τῶν Ἀσκληπιάδου δογμάτων ἐσκεψάμεθα. νυνὶ δὲ ἀρχὴν ὁμολογουμένην λαμβάνοντες, ὡς ἀναγκαῖον ἤτοι διαίρεσιν εἶναι τὴν διάθεσιν τῆς ὀδύνης ἢ ἀλλοίωσιν, ἀναμνησθῶμεν αὖθις ὡς οὐδ’ ἡ ἀλλοίωσις ἡ κατὰ βραχὺ γινομένη δύναιτ’ ἄν ποτε ὀδυνῆσαι τὸ ζῶον, ἀλλ’ ἀναγκαῖον ἀθρόαν τε ἅμα καὶ βιαίαν γίνεσθαι τὴν μεταβολὴν, εἰ μέλλει τις ὀδύνη γενήσεσθαι. φαίνεται γὰρ οὐ μόνον εἰς τὸ παρὰ φύσιν ἀθρόως ἀγόμενα τὰ σώματα λυπηρὰν ἴσχειν τὴν μεταβολὴν, ἀλλὰ καὶ τὴν εἰς τὸ κατὰ φύσιν ἐπάνοδον αὐτὴν, εἰ μὴ κατὰ βραχὺ λαμβάνοι, κᾀν τούτῳ πονοῦντα. τοὺς γοῦν ὁδοιπορήσαντας ἐν σφοδρῷ κρύει θερμαινομένους ἀθρόως ἴσμεν ἀλγοῦντας οὕτως ἰσχυρῶς τὰ περὶ τὰς ῥίζας τῶν ὀνύχων, ὡς μὴ δύνασθαι φέρειν. εἰ μὲν οὖν καὶ αὐτὸ τὸ σφοδρῶς θερμαίνεσθαι ἢ ψύχεσθαι διαίρεσίν τινα τῆς συνεχείας ἐργάζεται, πλείονος ἴσως δεῖται λόγου, καὶ δέδεικται καὶ τοῦτο ἐν τοῖς περὶ τῆς
854
τῶν ἁπλῶν φαρμάκων δυνάμεως ὑπομνήμασιν. ἀλλ’ εἴς γε τὰ παρόντα τί ποιοῦν τὸ θερμαῖνον ἰσχυρῶς ἢ ψῦχον σφοδρῶς ὀδύνην ἐργάζεται, ζητεῖν οὐκ ἀναγκαῖον· εἴτε γὰρ ὡς τέμνον τὸ συνεχὲς τῆς οὐσίας τῶν αἰσθητῶν, εἴθ’ ὡς ἀλλοιοῦν αὐτὴν ἀθρόως, οὐδὲν διαφέρει πρὸς τὴν εὕρεσιν τῶν ἰασομένων τὰς ὀδύνας, ἐάν γε μόνον εἰδῶμεν ὡς τὸ θερμαῖνον ἢ ψῦχον βιαίως ὀδυνηρὸν γίνεται τοῖς αἰσθανομένοις σώμασιν. εἴπερ γοῦν ἄρχεσθαι μὲν ἀπὸ τῶν ἐναργῶν δεῖ, φαίνεται δὲ ἐναργῶς ταῦτα μόνα τῶν πλησιαζόντων ἡμῖν ὀδυνηρὰ, τά τ’ ἰσχυρῶς θερμαίνοντά τε καὶ ψύχοντα καὶ τὰ διαιροῦντα τὸ συνεχὲς τῆς οὐσίας, ἅπερ ἐν τοῖς θλῶσί τε καὶ τέμνουσι καὶ τείνουσι περιέχεται, ζητήσωμεν εὑρεῖν τὴν ἴασιν αὐτῶν ὁδῷ τινι προϊόντες ἀπὸ τῆς τῶν ζητουμένων φύσεως, ὅπερ ὀνομάζεται μέθοδος. ἄνωθεν οὖν αὖθις ἀρξάμενοι λέγωμεν. ἐπειδὴ ζητοῦμεν ὅπως ἐν νόσοις ὀδυνώμεθα μηδενὸς ἡμῖν ἔξωθεν ὀδυνηροῦ πλησιάζοντος, ἀναγκαῖον ἐν τῷ σώματι ζητῆσαι τί τῶν τοιούτων 
855
αἴτιον, ὃ θερμαῖνον σφοδρῶς ἢ ψῦχον ἢ διαιροῦν τὴν οὐσίαν ἑνός γέ τινος αἰσθητοῦ σώματος ἀνιαρὸν ἡμῖν γίνεται, καὶ πρῶτόν γε θεασώμεθα τίνος εἶναι χρὴ φύσεως ὃ διαιρήσει τὴν συνέχειαν. ἀναγκαῖον οὖν ἤτοι ῥῆξιν ἢ θλάσιν ἢ διάβρωσιν εἶναι τὴν διάθεσιν, ἐν τῷ διαιρεῖσθαι τὸ συνεχές. ἀλλ’ ἡ μὲν ῥῆξις ἐκ τάσεώς τινος, ἡ δὲ θλάσις ἐκ βάρους, ἡ δὲ διάβρωσις ἐκ δακνώδους γίνεται ποιότητος. ὅταν οὖν ἔξωθεν μὲν μηδὲν ᾖ τὸ τεῖνον ἢ βαρῦνον ἢ δάκνον, ἐξ ἑαυτοῦ δέ τι πάσχῃ τούτων τὸ σῶμα, παντί που δῆλον ὡς ἡ μὲν τάσις ὑπό τινος ἔνδον οὐσίας πολλῆς διατεινούσης τὸ περιέχον αὐτὴν σῶμα γίνοιτ’ ἂν ἢ ἀμέτρου ξηρότητος, ἡ δὲ θλάσις ἔξωθεν ἐπιπεπτωκυίας οὐσίας σκληρᾶς ἢ μεγάλης ἢ βαρείας ἢ συναμφοτέρων, ἡ δὲ δῆξις ὑπὸ χυμοῦ δακνώδη φύσιν ἔχοντος· ἐπισκεπτέον οὖν ἡμῖν ἐν ταῖς σφοδραῖς ὀδύναις. ἤτοι χυμὸν πολὺν ἢ πνεῦμα διέξοδον οὐκ ἔχον, ἢ βαρὺν ὄγκον, ἢ δακνῶδες ὑγρὸν ἢ διάθεσιν ξηράν· ἔτι δὲ πρὸς τούτοις, ὡς
856
ἐν ἀρχῇ διῄρηται, τὸ θερμαῖνον ἰσχυρῶς ἢ ψῦχον. ὧν πάλιν αὐτῶν τὰς αἰτίας ἢ ἐν τῷ πνεύματι θετέον ἢ ἐν τοῖς ὑγροῖς ἢ ἐν τοῖς στερεοῖς· ὅ τι γὰρ ἂν αὐτῶν ἰσχυρῶς ψυχθὲν ἢ ὑποθερμανθὲν ψαύῃ τῶν πλησιαζόντων, ὀδυνηρὸν αὐτοῖς γίγνεται. πῶς μὲν οὖν χρὴ διαγινώσκειν ἕκαστον τῶν εἰρημένων καὶ ὡς οὐχ ἁπάντων ἔχομεν ἐναργῆ σημεῖα καὶ ὡς εἴπερ τι ἄλλο καὶ ἡ διάγνωσις τῶν ἀδήλων πρὸς αἴσθησιν αἰτιῶν τε καὶ διαθέσεων ἐκ πολλῆς μὲν γυμνασίας, ἐπιμελοῦς δ’ ἁπάντων περισκέψεως ἡμῖν περιγίνεται, δι’ ἑτέρων δεδήλωται. νυνὶ δὲ οὐ τοῦτο πρόκειται σκοπεῖν, ἀλλ’ αὐτὴν μόνην διέρχεσθαι τὴν θεραπευτικὴν μέθοδον. ἐξ ἧς ἐπιστημονικῶς διαγνωσθείσης ἡλίκη βοήθεια καὶ ὠφέλεια γίνεταί τοῖς ἰατροῖς οὐ μόνον εἰς βοηθημάτων τε καὶ ἰαμάτων εὐπορίαν, ἀλλ’ ἐστιν ὅτε καὶ εἰς τὴν τῆς διαθέσεως γνῶσιν, ἐναργῶς ὑμῖν ἔδειξα πολλάκις ἐπ’ αὐτῶν τῶν καμνόντων, ὧν ἤδη μνημονεύσω δυοῖν ἢ τριῶν οὐ πρὸ πολλοῦ θεραπευθέντων. ὁ μέν γε τεσσαρακοντούτης ἦν, ὡς οἶσθα,
857
κωλικὸς εἶναι νομιζόμενος, οὐ μόνον οὐδὲν ὀνινάμενος ὑπὸ καταντλήσεων καὶ πυρίας καὶ καταπλασμάτων καὶ κλυσμάτων, οἷς συνήθως εἰώθασιν ἐπὶ τῶν τοιούτων χρῆσθαι διαθέσεων, ἀλλὰ καὶ παροξυνόμενος ὑπὸ τῶν πλείστων. ἐπὶ γοῦν ἐλαίῳ πηγανίνῳ διὰ τῆς ἕδρας ἐνεθέντι χείρων ἐγένετο καὶ αὖθις ἐπὶ καστορίῳ· καὶ μέντοι καὶ μέλι ποτέ προσενεγκάμενος ἑφθὸν ἔχον πέπερι ἐσχάτως ὠδυνήθη· καὶ τὸν χυλὸν δὲ τῆς ἑφθῆς τήλεως ἅμα μέλιτι λαβὼν ἱκανῶς παρωξύνθη. στοχασάμενος οὖν ἐγὼ χυμοὺς δακνώδεις ἐν αὐτοῖς τοῖς χιτῶσι τῶν ἐντέρων ἀναπεπῶσθαι, συνδιαφθείροντας ἑαυτοῖς τά τε κάτωθεν ἐνιέμενα καὶ τὰ διὰ τοῦ στόματος λαμβανόμενα, δύσφθαρτον αὐτῷ τροφὴν δούς. εἶτ’ ἰδὼν ὀδυνώμενον ἔγνων χρῆναι τὴν κακοχυμίαν ἐκκαθαίρειν. ὄντος δ’ ἀρίστου πρὸς τὰς τοιαύτας κακοχυμίας φαρμάκου τοῦ διὰ τῆς ἀλόης, ὃ καλοῦσιν ἤδη συνήθως πικρὰν, ἀθρόως μὲν οὐκ ἐτόλμησα καθαίρειν αὐτὸν τὸν ἄνθρωπον, ὑπό τε τῆς ὀδύνης καὶ τῆς ἐνδείας καθῃρημένον ἤδη που δυοῖν μηνῶν. ἐκ διαστημάτων δὲ τινων σύμμετρον
858
τοῦτ’ ἐργαζόμενος ἡμέρας ὡς οἶσθά που πεντεκαίδεκα τελέως ἰασάμην αὐτὸν οὐδὲν οὐκέτι αὐτῷ προσαγαγὼν ἄλλο βοήθημα. οὗτος μὲν οὖν ἐν ἐκείνῳ τῷ χρόνῳ πρῶτον οὕτως ἠνωχλεῖτο, μηδέπω πρότερον ἀλγήσας ἔντερα. νεανίσκος δέ τις ἐγγὺς ἐκείνῳ τὴν ἡλικίαν, οὐκ ὀλιγάκις ἔμπροσθεν ἠνωχλημένος ὑπὸ κωλικῶν ἀλγημάτων, ἐκαθάρθη λαβὼν σκαμμωνίας ὀπόν. ἀξιολόγου δὲ τῆς καθάρσεως γενομένης, ἐν μὲν τῇ πρώτῃ τῶν ἡμερῶν λουσάμενος εἰς ἑσπέραν καὶ λαβὼν πτισάνης χυλὸν πρῶτον, εἶτ’ ἐπιφαγὼν ἰχθύας ἤμεσε τὰ ληφθέντα διὰ νυκτός. ἐν δὲ τῇ δευτέρᾳ λουσάμενος ἔφαγε· πρῶτον μὲν θριδακίνης, εἶτα κρεῶν ὀρνιθείων ἑψομένων ἐν λευκῷ ζωμῷ· κᾄπειτα προσηνέγκατο χόνδρον, ἐξ ὕδατος ἐπιβαλὼν οἶνον αὐστηρόν. μετρίως δὲ διάγειν δόξας ἐπ’ αὐτοῖς, διῃτήθη μὲν καὶ τῇ τρίτῃ τῶν ἡμερῶν παραπλησίως, ἐξέδωκε δὲ ἡ γαστὴρ αὐτοῦ μετὰ τοῦ δηχθῆναι πλείω τῆς τῶν ἐδεσμάτων ἀναλογίας. εἶτα κατὰ τὴν τετάρτην ἡμέραν ἔτι καὶ μᾶλλον ὠδυνήθη τὰ κατὰ τὴν γαστέρα· καὶ δόξας ἐν τῷ βαλανείῳ που λεληθότως ἐψῦχθαι, πηγάνινον ἔλαιον ἐνεθεὶς,
859
ὠδυνήθη τε σφοδρότερον καὶ μετὰ ταῦτα ἐξέκρινεν ὑγρὸν διαχώρημα πάμπολυ, σαφῶς ἐνδεικνύμενον ὡς κᾀκ τοῦ σώματος ὅλου τι φέρεται πρὸς τὰ κατὰ τὴν γαστέρα χωρία. κᾄπειθ’ ἑξῆς ἐκ περιόδων ὁμοίως ἠνωχλεῖτο. πειθόμενοι δ’ ἡμεῖς αὐτῷ τὰ συμπτώματα, τὴν βλάβην ἐκ τῆς σκαμμωνίας ἔγνωμεν ἐν ἐκείνοις μάλιστα γεγονέναι τοῖς ἐντέροις, ἃ καὶ πρότερον ἦν ἀσθενῆ, ὥσθ’ οἷον ῥευματικήν τινα συνίστασθαι διάθεσιν. οἶσθ’ οὖν ὅπως ἰασάμην καὶ τοῦτον ἀποῤῥῖψαι μὲν κελεύσας τὰ κωλικὰ βοηθήματα, τραφῆναι δὲ χόνδρῳ θερμῷ, δι’ ὕδατος ἡψημένῳ, κόκκους ῥοιᾶς ἐμβαλὼν αὐτῷ. κοιμηθεὶς δ’ ὅλῃ τῇ νυκτὶ χωρὶς ὀδύνης ἐθαύμασε δήπου τὸ παράδοξον τῆς βοηθείας, ἠρώτα δ’ ὅ τι χρὴ πιεῖν. ἐδώκαμεν οὖν αὐτῷ πιεῖν ὑδαρῆ ῥοῦ χυλὸν, ὅπως εἴτε τις ἐπιπολῆς εἴη γεγενημένη περὶ τὸ ἔντερον ἑλκώδης διάθεσις ἀποστύψειεν, εἴτε καὶ ῥέῃ τι κατὰ τὸ σύνηθες ἐκ τῶν ἄνω χωρίων εἰς τὸ πεπονθὸς ἀναστείλειεν· ἀρίστῳ τε αὐτῷ χρήσασθαι προσετάξαμεν οὕτως· εἶτ’ εἰς ἑσπέραν δειπνεῖν οἴνων τινὰ τῶν αὐστηρῶν μὲν φύσει, παλαιῶν δὲ, διαβραχέντος 
860
ἄρτου καθαροῦ. συνεχωρήσαμεν δὲ καὶ τῶν αὐστηρῶν ὀπωρῶν λαβεῖν ἧς ἂν αὐτὸς ἐθέλῃ μήλων ἢ ἀπίων ἢ ῥοιᾶς. ὁμοίως δὲ καὶ τῇ τρίτῃ τῶν ἡμερῶν διαιτηθεὶς ἐν τῇ τετάρτῃ πιὼν τῆς θηριακῆς, ὑγιὴς τελέως ἐγένετο, καὶ τοῦ λοιποῦ τοῖς συνήθεσι χρώμενος οὐδὲν ἐβλάπτετο. παραπλησίως δὲ ἕτερόν τινα διακείμενον ὥρᾳ θέρους, ἐπειδὴ διψώδης ἱκανῶς ὑπῆρχε πρὸς τοῖς ἄλλοις τοῖς εἰρημένοις καὶ ψυχρῷ ποτῷ συνεχώρησα χρῆσθαι. μὴ τοίνυν ζήτει σημεῖα τοιαῦτα καθ’ ἑκάστην διάθεσιν, οἷα πλευρίτιδός ἐστιν ἢ δυσεντερίας. ἐπιστημονικὴ μὲν γὰρ ἡ τῶν τοιούτων νοσημάτων διάγνωσις, ὡρισμένοις σημείοις γνωριζομένη, στοχαστικὴ δὲ ἡ τῶν ἀρτίως εἰρημένων καὶ μόνοις τοῖς ἀκριβῶς ἐπισταμένοις ἑκάστου νοσήματος τὴν οἰκείαν θεραπείαν εὑρίσκεσθαι δυναμένη. ὥστ’ ἐπεὶ περὶ ταύτης πρόκειται νῦν λέγειν, αὐτὴ καθ’ ἑαυτὴν περαινέσθω, μὴ προσαπτομένων ἡμῶν τῆς διαγνώσεως τῶν διαθέσεων· καὶ μάλισθ’ ὅταν ἐκ στοχαστικῶν ἀρχομένη σημείων συνάπτηται τῇ τῶν ὠφελούντων ἢ βλαπτόντων διαγνώσει. τὴν γὰρ ἐν τούτοις μέθοδόν τε καὶ γυμνασίαν ἐν ταῖς
861
τῶν νοσημάτων διαγνώσεσιν ἰδίᾳ ποιούμεθα καθ’ ἑαυτὴν, ἵνα τεχνωθείς τις εὑρίσκῃ καθ’ ἕκαστον ἄῤῥωστον, ὥσπερ καὶ ἡμεῖς τά τε πεπονθότα μόρια καὶ τὰς διαθέσεις αὐτῶν.

Ἐπανέλθωμεν οὖν αὖθις ἐπὶ τὰς τὴν ὀδύνην ἐργαζομένας διαθέσεις. εἰ μὲν γὰρ αἵματος πλῆθος εἴη τὸ διατεῖνον, ὥσπερ ἀμέλει καὶ ἐν τοῖς φλεγμαίνουσι γίγνεται, φλεβοτομητέον αὐτίκα τῆς δυνάμεως ἰσχυρᾶς οὔσης· εἰ δ’ ἤτοι φοβοῖτο τὴν φλεβοτομίαν ὁ ἄνθρωπος ἢ ἀῤῥωστότερος εἴη τὴν δύναμιν, ἀντισπαστέον τε καὶ παροχευτέον· εἴρηται δὲ ἔμπροσθεν ὅπως χρὴ ταῦτα ποιεῖν. εἰ δὲ καὶ τούτων γενομένων ἔτι μένοι τὸ ἄλγημα, δῆλον μὲν δήπου κατὰ τὸ πεπονθὸς μόριον ἐσφηνῶσθαι τὸ λυποῦν. εὔδηλος δὲ ἡ θεραπεία τοῖς διαφορητικοῖς γινομένη φαρμάκοις. ὡσαύτως δὲ καὶ τὰς διὰ φυσῶδες πνεῦμα γινομένας ὀδύνας ἰασόμεθα, προσβοηθοῦντες ἐπ’ αὐτῶν μᾶλλον τοῖς λεπτύνουσι ἐδέσμασί τε καὶ πόμασιν ἐνέμασί τε καὶ καταπλάσμασιν αἰονήσεσί τε καὶ πυριάμασιν. εἰ δ’ ὄγκος βαρύνων ἤ θλῶν ὀδύνην ἐργάζοιτο, τὸν ὄγκον ἰατέον. εἰ δὲ δακνῶδες ὑγρὸν,

862
ἐναντιώτατα τούτοις ἐστὶ τὰ λεπτύνοντα καὶ θερμαίνοντα. χρῄζει γὰρ ἡ τοιαύτη διάθεσις, εἰ μὲν ἰαθήσεσθαι μέλλει, τῆς κενώσεως τῶν λυπούντων· εἶ δ’ εἴη τοῦτο ποιεῖν ἀδύνατον, τῆς ἐπικράσεως· εἰ δὲ καὶ τοῦτο ἀδύνατον, διὰ τῆς τῶν ναρκωτικῶν φαρμάκων προσφορᾶς· ἥτις ἐστὶ μὲν κοινὴ, βλάπτει δὲ ἥκιστα τῶν ἄλλων τὰς τοιαύτας διαθέσεις. λεπτὰ γὰρ ὑπάρχει ταῖς συστάσεσι καὶ θερμὰ ταῖς δυνάμεσι τὰ πλεῖστα τῶν τοιούτων ὑγρῶν· ὅσα δὲ δι’ ὀπίου καὶ ὑοσκυάμου καὶ τῶν οὕτως ψυχόντων σκευάζεται φάρμακα, ψύχει τε ἅμα καὶ ξηραίνει πάντως· κατὰ τοῦτο γοῦν οὐ μόνον ὡς αἰσθήσεως ναρκωτικὰ χρήσιμα καθέστηκεν, ἀλλὰ καὶ ὡς συνιστάντα καὶ παχύνοντα τὴν τῶν ὑγρῶν λεπτότητα καὶ προσέτι καὶ τὴν θερμότητα σφοδρὰν ὑπάρχουσαν ἐμψύχοντα. παχέων δὲ ὑγρῶν ἢ γλίσχρων ἐπικρατούντων ἐναντιώτατα ὑπάρχει τὰ ναρκωτικὰ φάρμακα καὶ πάνυ χρὴ φυλάττεσθαι τὴν χρῆσιν αὐτῶν ἐπὶ ταῖς τοιαύται διαθέσεσιν. οὐ μὴν οὐδ’ ὀδύνη τις ἕπεται σφοδρὰ τοῖς τοιούτοις χυμοῖς μόνοις οὖσιν. εἰ δέ
863
ποτε συμπλακείη κατά τι συμβεβηκὸς, ἀτμῶδες πνεῦμα τῶν περιεχόντων ἑαυτὸ σωμάτων ἀδυνατοῦν διεξιέναι, σφοδρότατα πάντως οἱ οὕτως ἔχοντες ὀδυνῶνται. ἕπεται δ’ αὐτοῖς τοῦτο κατὰ διττὴν αἰτίαν, ἤτοι γ’ ἔμφραξιν ἢ θερμασίαν· ἥ τε γὰρ ἔμφραξις ἴσχει τὸ πνεῦμα καὶ κωλύει διεξιέναι· θερμαινόμενά τε τὰ παχέα καὶ γλίσχρα φυσῶδες πνεῦμα γεννᾷν πέφυκε. τοιαῦται μάλιστα γίνονται διαθέσεις τοῖς ἐμπεπλησμένοις ἐδεσμάτων, ψυχρῶν μὲν ταῖς κράσεσι, παχέων δὲ καὶ γλίσχρων ταῖς συστάσεσιν, ὅταν ἐν αὐτοῖς περιέχηται τοῖς χιτῶσι τῶν ἐντέρων τὸ φυσῶδες πνεῦμα. δυοῖν γὰρ ὄντοιν αὐτῶν, ἐπειδὰν ἐν τῇ μεταξὺ χώρᾳ τοιοῦτός τις ἀθροισθῇ χυμὸς, εἰς φυσῶδες μεταβάλλει πνεῦμα. παχὺ δὲ δή που τοῦτ’ ἔστι καὶ ψυχρὸν καὶ βραδύπορον. ὅταν οὖν ἴσχηταί τε καὶ διατείνῃ τοὺς χιτῶνας, ὅ τε χυμὸς ἐξ οὗ τὴν γένεσιν ἔχει ψύχει σφοδρῶς τὰ ψαύοντα μόρια τῶν ἐντέρων, κατὰ δύο προφάσεις οἱ οὕτω κάμνοντες ὀδυνῶνται. τὸ μὲν οὖν παραυτίκα τελέως ἀνώδυνοι γίνονται, πιόντες τι τῶν ναρκωτικῶν φαρμάκων, αὐξάνεται δὲ ἡ διάθεσις αὐτοῖς παντοίως·
864
οἵ τε γὰρ χιτῶνες τῶν ἐντέρων πυκνότεροι καὶ δυσδιαπνευστότεροι γίγνονται τῇ ψυχρότητι τῶν φαρμάκων, ὅ τε χυμὸς παχύτερος καὶ δυσκινητότερος. ὥστε καὶ χρόνου πλέονος ἀναγκαῖον ἔσται δεηθῆναι τὸν κάμνοντα καὶ τοῦ θεραπεύοντος εἰς ἄκρον γεγυμνασμένου κατὰ τὴν τέχνην. εἰ γὰρ ὡς ἔτυχεν αὖθις ἐγχειρήσειε τῇ θεραπείᾳ, κίνδυνος ἐκ δευτέρου πνευματωθέντας τοὺς χυμοὺς τὴν αὐτὴν ὀδύνην ἐργάσεσθαι· εἴτ’ ἐκ δευτέρου δηλονότι δοθῆναί τι τῶν ναρκωτικῶν φαρμάκων δεῖ, τῆς αὐτῆς ἀνάγκης καταλαβούσης· ὡσαύτως δὲ κᾀκ τρίτου καὶ τετάρτου καὶ πολλάκις ἐφεξῆς, ἄχρις ἄν ὁ ἄνθρωπος ἀνίατος γενόμενος εἰς καχεξίαν τε τοῦ παντὸς σώματος ἀφίκηται καὶ πολλῷ χρόνῳ κακοπαθήσας ἀποθάνῃ. πῶς οὖν χρὴ τὰς διὰ τοὺς ψυχροὺς χυμοὺς ἐν τῷ μεταξὺ τῶν ἐντέρων ἠθροισμένας ὀδύνας ἰᾶσθαι ; οὐ θερμαίνοντες σφοδρῶς αἰονήσεσιν ἢ καταπλάσμασιν· ὑπὸ γὰρ τῶν θερμαινόντων, εἰ μὴ καὶ διαφορηθεῖεν ἱκανῶς, χέονται καὶ πνευματοῦνται πάντες οἱ γλίσχροι καὶ παχεῖς καὶ ψυχροὶ χυμοί. προσήκει τοίνυν αὐτοὺς τέμνειν τε 
865
ἅμα καὶ πέττειν, ὅπερ ἐκ τῶν λεπτυνόντων γίνεται φαρμάκων· καὶ μάλισθ’ ὅταν μὴ θερμαίνωσι σφοδρῶς. ὅτι δὲ καὶ τούτων αὐτῶν ὅσα ταῖς δυνάμεσίν ἐστιν ἀφυσότερα καὶ ξηραντικώτερα, ταῦθ’ αἱρεῖσθαι χρὴ μᾶλλον εὔδηλον παντί. καὶ πολλῶν ἰδιωτῶν ἐστιν ἀκοῦσαι πολλάκις ἧττον ἀλγεῖν φασκόντων τὸ κῶλον, ὅταν μήτε καταπλάττωνταί τινι μήτε καταντλῶνται δι’ ἐλαίου μήτε κλύζωνται. καὶ ὅσοι γενναῖοί εἰσι καὶ ἰσχυροὶ, μετρίως διαιτηθέντες ἐν χρόνῳ πλέονι συντομώτερον καὶ ἀκινδυνότερον ἐκθεραπεύονται τῶν βιαιοτέρως ὡς εἴρηται θερμαινόντων. οὐδὲν γὰρ οὕτω χρὴ δεδιέναι κατὰ τοὺς τοιούτους χυμοὺς ὡς θερμότητα χέουσαν μὲν καὶ πνευματοῦσαν αὐτοὺς, διαφορεῖν δ’ ἀδυνατοῦσαν. ἐθεασάμην γοῦν τινα τῶν κατ’ ἀγρὸν ἐργατῶν, ὃς ἐπειδὴ ᾔσθετο κωλικῆς ὀδύνης, ἐζώννυτο μὲν αὐτίκα, πρότερον οὐ ζωννύμενος, ἤσθιε δὲ μετ’ ἄρτου σκόροδα, μηδεμίαν ἐκλείπων συνήθη πρᾶξιν, ἔπινε δὲ δι’ ὅλης μὲν ἡμέρας οὐδὲν, εἰς ἑσπέραν δὲ ἀκρατέστερον· εἶτα κοιμώμενος δι’ ὅλης νυκτὸς ἕωθεν ἀνίστατο παντάπασιν ἀνώδυνος. ἔστι γὰρ ἀμέλει καὶ
866
τὰ σκόροδα τῶν ἀφύσων καὶ ἀδίψων βρωμάτων. ἔνιοι δὲ ἀπείρως ἔχοντες αὐτῶν ὑπολαμβάνουσι κρομμύων εἶναι διψωδέστερα τοῦ παντὸς ἁμαρτάνοντες· οὐ μόνον γὰρ οὐκ ἔστι διψωδέστερα κρομμύων, ἀλλ’ οὐδὲ διψώδη τὴν ἀρχὴν, ἀφυσότατά τε πάντων βρωμάτων. ὥστ’ ἔγωγε τῶν ἀγροίκων θηριακὴν ὀνομάζω τὸ βρῶμα. καὶ εἴ τις ἢ Θρᾷκας ἢ Κελτοὺς ἢ ὅλως τοὺς ψυχρὰν γοῦν οἰκοῦντας εἴρξειεν ἐσθίειν σκορόδων, οὐ σμικρὰ βλάψει τοὺς ἀνθρώπους. ὅσοι μὲν οὖν ἄνευ πυρετῶν ἀλγοῦσι σφοδρῶς ἔντερα, διὰ τὴν εἰρημένην αἰτίαν καὶ σκορόδων ἐγχωρεῖ τούτους ἐσθίειν καὶ τῆς διὰ τῶν ἐσχιδνῶν πίνειν, ὠφελούσης ἄκρως τὰς τοιαύτας διαθέσεις. ἐν πυρετοῖς δὲ εἴ ποτε γένοιτο, πειρατέον μὲν πρῶτον εἰ προσίενται τὴν διὰ τῶν κέγχρων πυρίαν ξηράν· εἰ δὲ ἐπὶ τῆσδε μὴ παύσαιντο, τῶν ἀφύσων τι σπερμάτων ἑψήσαντας ἐν ἐλαίῳ λεπτομερεῖ, κᾄπειτα δι’ ὀθόνην διηθήσαντας ὡς καθαρὸν γενέσθαι τοὔλαιον, εἶτ’ ἐν αὐτῷ τήξαντας στέαρ χηνὸς ἐνιέναι. μὴ παρόντος δὲ τοῦ χηνείου στέατος ὀρνιθείῳ
867
χρῆσθαι· πρὸ παντὸς δὲ ἔστω τὸ καλούμενον ἄναλον· ἔστω δὲ μὴ πάνυ παλαιόν· ἐγχωρεῖ δὲ καὶ προσφάτῳ χρῆσθαι καὶ μάλιστα τῷ χηνείῳ. εἰ δὲ μηδ’ ἐπὶ τούτῳ καθίστανται, δεύτερον αὖθις ἐνιέναι ταὐτὸ, βραχὺ προσεπεμβάλλοντας καστορίου καὶ ὀπίου, μέγεθος δὲ ἑκατέρου μὴ μεῖζον κυάμου· τὸ δὲ τοῦ ἐλαίου πλῆθος ἔστω κοτύλη. ἀναλαμβάνεται δὲ ἐκ τούτου τοῦ φαρμάκου καὶ κροκιδίου τι· χρὴ δὲ ἐξάψαντας αὐτὴν ἰσχυροῦ νήματος ἐπὶ πλεῖστον εἴσω κατὰ τὸ ἀπευθυσμένον ἔντερον ἐντιθέναι, πρὸς τῷ καὶ ῥᾳδίως ὅτε βούλει κομίζεσθαι καὶ τὴν ὠφέλειαν ἐναργῆ παρέχεσθαι. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τὰ τῶν ὀφθαλμῶν καὶ τὰ τῶν ὤτων ἀλγήματα διὰ τοιοῦτον χυμὸν ἢ πνεῦμα φυσῶδες ἐν πυρετοῖς γινόμενα πραΰνειν προσήκει, τῇ τε διὰ τῶν κέγχρων πυρίᾳ χρώμενον, ἐπειδὴ καὶ κουφότατόν ἐστιν ἁπάντων τοῦτο καὶ ξηραντικώτατον, ἀλύπους τε τὰς ἀποῤῥοίας ἔχει καὶ ἀδήκτους, ἐγχέοντά τε τοῖς ὠσὶ τὸ διὰ καστορίου καὶ ὀπίου φάρμακον, ᾧ συνήθως χρώμεθα πρὸς τὰ τοιαῦτα. τὸ δὲ ὑγρὸν ᾧ ἀναδεύσεται ταῦτα, τὸ παρ’ ἡμῖν καλούμενον
868
ἕψημά ἐστιν· οἱ πλεῖστοι δὲ τῶν ἰατρῶν ὀνομάζουσιν αὐτὸ σίραιον. εἰ δὲ καὶ καταπλάττειν ποτὲ δεήσειε, κωδίας ἐν ὕδατι καθέψοντας, δι’ ἀλεύρου τήλεως ἢ κριθῶν ἢ λινοσπέρμου ἐμβαλλόμενον τῷ ὕδατι, τὸ κατάπλασμα συνθετέον. εἰδέναι δὲ χρὴ τὸ διὰ καστορίου φάρμακον οὐ μόνον ὤτων ἄλγημα πραΰνειν, ἀλλὰ καὶ ὀφθαλμῶν καὶ ὀδόντων ἐνσταζόμενον τοῖς ὠσίν. ἴσασι δὲ δήπου πάντες ἤδη καὶ τὰ δι’ ὀπίου κολλύρια σφοδροτάτας ὀδύνας ὀφθαλμῶν πραΰνοντα. χρηστέον δ’ αὐτοῖς, ὡς εἴρηται, μεγίστης ἀνάγκης καταλαβούσης, εἰδότα μὲν ὅτι βλαβήσεταί τι τὰ μόρια καὶ ἀσθενέστερα πρὸς τὸ λοιπὸν τοῦ βίου γενήσεται ψυχθέντα, τὸ δὲ σωθῆναι τὸν ἄνθρωπον ἐν τῷ παραχρῆμα τῆς εἰς ὕστερον ἀκολουθούσης βλάβης προαιρούμενον. ἐπεί τοί γ’ ὅτι πολλοὶ τῶν χρησαμένων αὐτοῖς ἐγγὺς ἧκον, οἱ μὲν τοῦ μηδ’ ὅλως ὁρᾷν, οἱ δὲ τοῦ κωφωθῆναι, γινώσκεται πᾶσιν. ὅθεν ἡμεῖς εἴ ποτε ἀναγκασθείημεν αὐτοῖς χρήσασθαι, μετὰ ταῦτα κατὰ τὴν τῆς ὑγείας καιρὸν ἐκθερμαίνομεν τὰ μόρια, τοῖς μὲν ὠσὶν ἐγχέοντες τὸ διὰ μόνου τοῦ καστορίου, τοῖς δ’ ὀφθαλμοῖς
869
τὰ θερμαίνοντα κολλύρια μόνα· μάλιστα δὲ ἐπαινοῦμεν εἰς ταῦτα τὸ διὰ κινναμώμου. περὶ μὲν οὖν ὀδύνης τῆς ἐπὶ παχέσιν ἢ γλίσχροις ἢ ψυχροῖς χυμοῖς ἢ φοσώδει πνεύματι καὶ ταῦθ’ ἱκανά. παραπλησία γὰρ ἁπάντων αὐτῶν ἐστὶν ἡ θεραπεία διὰ τῶν εἰρημένων ὑλῶν περαινομένη, πλὴν ἥ γε διὰ πνεῦμα φυσῶδες ἐξαίρετον ἴαμα κέκτηται τὴν σικύαν πολλάκις προστιθεμένην ἅμα δαψιλεῖ φλογί. καὶ δόξει σοι τὸ βοήθημα τοῦτο μαγείᾳ τινὶ παραπλήσιον ἐργάζεσθαι κατὰ τὰς τοιαύτας διαθέσεις, εἴτε κατά τι τῶν ἐντέρων, εἴτε κατ’ ἄλλο τι τοῦ σώματος γένοιτο μόριον. αὐτίκα γὰρ ἀνώδυνοί τε ἅμα καὶ εἰς τέλος ὑγιεῖς οἱ διὰ πνεῦμα φυσῶδες ὀδυνώμενοι γίγνονται, προσβληθείσης σικύας. εἰ δὲ μὴ μόνον εἴη πνεῦμα φυσῶδες, ἀλλὰ καὶ χυμὸς ἐξ οὗ τοῦτο γεννᾶται, παραχρῆμα μὲν ἀνώδυνοι γίνονται, πάλιν δ’ αὐτοῖς ἤτοι διὰ τῆς ἐπιούσης νυκτὸς ἢ κατὰ τὴν ὑστεραίαν ἡμέραν, ἢ καὶ διὰ τρίτης, ὅμοιαι συμβαίνουσιν ὀδύναι, καὶ μάλισθ’ ὅταν ἐξαμαρτάνωσί τι περὶ τὴν δίαιταν ἢ φιλοτιμότερον 
870
ἐκθερμαίνωσι τὰ μόρια. σοὶ δὲ καὶ τοῦτο μὲν αὐτὸ μέγιστον ἔστω γνώρισμα τῆς διαθέσεως. ἑπέσθω δὲ καὶ ἡ θεραπεία προσήκουσα μὴ θερμαίνοντι μὲν ἐπιφανῶς τὸ μόριον, ἀγωγῇ δὲ ἐπιμελείας χρωμένῳ λεπτυνούσῃ. εἰ δὲ καὶ κατὰ γαστέρα τῶν τοιούτων τι συμβαίνει, θαυμαστῶς ὑπὸ κλυσμάτων ὀνίνανται δριμέων. χρὴ δὲ πρῶτον μὲν αὐτῶν ἰᾶσθαι τὸν παροξυσμὸν τῆς ὀδύνης, προσβάλλοντα σικύαν ὑπὲρ τοῦ διαπνεῦσαι τὸ φυσῶδες πνεῦμα· μετὰ ταῦτα δὲ ἐκκενοῦν τὸν χυμὸν, ἐνιέντα τῶν τοιούτων τι φαρμάκων. ἐγὼ δὲ εἴωθα χρῆσθαι τῶν λεπτομερῶν ἐλαίων τινὶ, πήγανον ἐναφεψῶν. ἔνιοι δὲ ὑπὸ τὴν τοιαύτην θεραπείαν ἀχθέντων, ὅταν παραδέξωνται τοὔλαιον, ὀδυνῶνται σφοδρότατα· κᾄπειτ’ ὀλίγον ὕστερον ἐκκρίνουσιν ὑαλώδη χυμόν· ἐφ’ ᾧ παραχρῆμα τήν τ’ ὀδύνην ἅμα καὶ τὴν διάθεσιν ἐκθεραπεύονται· κενωθέντος γὰρ τοῦ τὸ φυσῶδες πνεῦμα γεννῶντος αἰτίου πάντα παύεται. τοιούτοις χυμοῖς ἐναντιωτάτην μὲν ἔχουσι φύσιν οἱ λεπτοὶ καὶ δριμεῖς, ὁμοίαν δὲ τὴν ὀδύνην· ἐνίοτε δὲ καὶ σπασμοὺς συντόνους ἐπιφέρουσιν ἐν τῷ
871
στόματι τῆς γαστρὸς ἀθροισθέντες· ὥσπερ καὶ πρώην τῷ μικρὸν ὕστερον ἐμέσαντι τὸν ἰώδη χυμόν. ἄμεινον δὲ οὐκ ἰώδη λέγειν αὐτὸν, ἀλλ’ ἀκριβέστατον ἴον· ἦν γὰρ δὴ τοιοῦτος οἷος ὁ κάλλιστος ἴος. ἀλλὰ τούτῳ γε τῷ νεανίσκῳ μετὰ τοῦ σπᾶσθαι καὶ συγκόπτεσθαι καί τινες ἐγίνοντο νοτίδες ψυχραὶ καὶ ὁ σφυγμὸς ἐσχάτως μικρὸς ἦν. ἔξ ὧνπερ καὶ τεκμηράμενος ἐν τῷ στόματι τῆς γαστρὸς, ὃ συνήθως ὀνομάζομεν στόμαχον, εἶναί τινα δακνώδη χυμὸν, ἔδωκα πιεῖν αὐτῷ ὕδατος χλιαροῦ· μεθ’ ὃ παραχρῆμα τοιοῦτον ἤμεσεν οἷόν περ εἰ καὶ σὺ βουληθείης ἐργάσασθαι, μίξας ὕδατι τὸν εὐανθέστατον ἴον. ὅταν μὲν οὖν ἐν τῇ γαστρὶ συνίσταται τοιοῦτος χυμὸς, ἐμέτοις ἐκκαθαίρειν αὐτόν· ὅταν δὲ ἐν τοῖς ἐντέροις, ἐνιέναι διὰ τῆς ἕδρας ἐπιτήδειόν τι τῶν τοιούτους χυμοὺς κατακλύζειν δυναμένων. εἶναι δὲ χρὴ τοῦτο ῥυπτικὸν μὲν πάντως. ἀλλ’ ἐπειδὴ τὰ πλεῖστα τῶν τοιούτων δάκνει, κάλλιστα ἂν εἴη τῶν ἀδήκτων τι ῥυπτικὸν ἐκλέγεσθαι· τοιοῦτον δέ ἐστιν ἐν τοῖς μάλιστα πτισάνης χυλός. ἐδέσματα δὲ αὐτοῖς εὔχυμά τε καὶ δύσφθαρτα δοτέον, ὧν
872
εἴρηται καὶ παραδείγματα κατὰ τὸν ἔμπροσθεν λόγον. ἐπεὶ δὲ καὶ τῶν διὰ ξηρότητα σφοδρὰν τεινομένων τε ἅμα καὶ ὀδυνωμένων ἐμνημόνευσα, προσθεῖναί τι καὶ περὶ τούτων ἄμεινον. εἰδέναι γὰρ χρὴ τὴν τοιαύτην διάθεσιν ἐνδεικνυμένην μὲν εἰ μέλλει θεραπεύειν τις αὐτὴν, ὑγρότητα, χαλεπὴν δ’ οὖσαν ἢ καὶ παντάπασιν ἀδύνατον ἐκθεραπεύεσθαι, λόγῳ πυρετοῦ γενομένην. ἕπεται δὲ μάλιστα ταῖς ὀλεθρίαις φρενίτισι καὶ σωθέντα τινὰ τῶν οὕτω σπασθέντων οὔτ’ αὐτὸς εἶδον οὔτ’ ἄλλου λέγοντος ἤκουσα. τὰ πολλὰ γὰρ οἱ σπασμοὶ γίγνονται διά τε πλήρωσιν τῶν νευρωδῶν μορίων, ᾧ λόγῳ καὶ τοῖς φλεγμαίνουσιν ἰσχυρῶς ἕπονται· καὶ προσέτι καὶ διὰ δακνώδη χυμὸν λεπτὸν, ἀναβιβρώσκοντα τὰ νευρώδη μόρια· καὶ ψύξιν ἰσχυρὰν, ὅμοιόν τι πήξει δρῶσαν. οὗτοι μὲν οἱ εἰρημένοι τρεῖς σπασμοὶ θεραπεύονται πολλάκις· ἀνίατος δὲ ὁ διὰ ξηρότητα τῶν νευρωδῶν μορίων γιγνόμενος. ἐδείχθη γάρ μοι κᾀν τῷ περὶ μαρασμοῦ λόγῳ παντάπασιν ἀθεράπευτος ἡ τῶν στερεῶν σωμάτων ξηρότης. ὥστ’ οὐδὲν ἔτι χρὴ περί γε τῶν τοιούτων λέγειν συμπτωμάτων· οὐ μὴν
873
οὐδὲ περὶ τῶν διὰ κένωσιν ἀμέτρων ἤτοι διὰ γαστρὸς ἢ δι’ ἐμέτου ἢ δι’ αἱμοῤῥαγίας· εἴρηται γὰρ ὑπὲρ αὐτῶν ἤδη μετρίως ἐν τοῖς ἔμπροσθεν αὖθίς τε διελθεῖν ἀναγκαῖον ἔσται καὶ μάλισθ’ ὅταν ὁ λόγος μοι γίγνηται περὶ τῶν παρὰ φύσιν ὄγκων. καταπαύσω τοιγαροῦν ἤδη τὸν ἐνεστῶτα λόγον, ἐπειδὴ περὶ τῶν ἀναγκαιοτάτων συμπτωμάτων καὶ μάλιστα τῶν συνεζευγμένων αὐταῖς ταῖς διαθέσεσι τῶν πυρετῶν αὐτάρκως διῆλθον.

874

Δύο μὲν ἤδη γένη νοσημάτων ὅπως ἄν τις ἰῷτο μεθόδῳ δεδήλωται· τὸ μὲν ἕτερον, ἡ δυσκρασία, παλαιὰν ἔχουσα προσηγορίαν, τὸ δ’ ἕτερον ὑφ’ ἡμῶν ὠνομασμένον, ἡ τῆς συνεχείας λύσις. ὑπὲρ ἧς πρώτης γράψαντες ἐν τῷ τρίτῳ καὶ τετάρτῳ καὶ πέμπτῳ καὶ ἕκτῳ τῶνδε τῶν ὑπομνημάτων, ἐφεξῆς αὐτῇ τὰ κατὰ δυσκρασίαν γιγνόμενα μέχρι τοῦ δωδεκάτου διήλθομεν. ἐν δὲ τῷδε τῷ τρισκαιδεκάτῳ τῆς ὅλης πραγματείας ὄντι περὶ τῶν παρὰ φύσιν ὄγκων ἀρξόμεθα λέγειν, ἐν οἷς δηλονότι κατὰ μέγεθος ἐξίσταται τὰ

875
μέλη τοῦ κατὰ φύσιν. ὑγείαν δὲ καλεῖν ἢ κατὰ φύσιν οὐ διοίσει πρός γε τὰ παρόντα. πολλῶν δὲ κατ’ εἶδος ὄντων ἐν αὐτοῖς παθῶν, περὶ πρώτης ἐροῦμεν τῆς φλεγμονῆς. ἄμεινον γὰρ ἀπὸ ταύτης ἄρξασθαι διά τε τὸ συνεχέστατα γίγνεσθαι καὶ πυρετούς τε καὶ ἄλλα συμπτώματα ἐργάζεσθαι σφαλερώτατα. λεγόντων δὲ πολλάκις τῶν παλαιῶν φλεγμονὴν τὴν φλόγωσιν, ἰστέον νῦν ἡμᾶς οὐ περὶ ταύτης διέρχεσθαι τῆς φλεγμονῆς, ἀλλ’ ἥτις ἅμα τῇ φλογώσει καὶ τάσιν ἔχει περὶ τὸ μόριον, ἡμῖν θ’ ἁπτομένοις φαινομένην αὐτῷ τε τῷ κάμνοντι διὰ τῆς ἰδίως ὀνομαζομένης συναισθήσεως. οὐδὲν δ’ ἧττον τῆς τάσεως ἀντίτυπόν ἐστι τὸ φλεγμαῖνον μόριον ἐν ὄγκῳ τε μείζονι τοῦ κατὰ φύσιν· ὀδύνη δ’ αὐτῷ σύνεστιν ἤτοι γ’ ἐλάττων ἢ μείζων· ἐνίοτε δὲ καὶ μετὰ σφυγμοῦ συναισθήσεως, ὅταν ἐπιπλέον αὐξηθῇ τὸ νόσημα, καὶ μάλισθ’ ἡνίκα ἐκπυΐσκεται. οὕτω δὲ καὶ τὸ καλούμενον ἔρευθος ἤτοι γ’ ἧττον ἢ μᾶλλον. ἀεὶ δὲ πάντως ἐστὶν ἐν τοῖς φλεγμαίνουσι μορίοις· ὥστε κᾂν ἐν τῷ τοῦ ποδὸς
876
ἴχνει, κᾂν κατὰ τὸ τῆς χειρὸς ἔνδον γένηται μεγάλη φλεγμονὴ, καὶ ταῦτα φαίνεσθαί πως ἑαυτῶν ἐνίοτε ἐρυθρότερα.

Δέδεικται γάρ τοι πᾶσα φλεγμονὴ δι’ ἐπιῤῥοὴν αἵματος γιγνομένη τισὶ μὲν εὐθέως θερμοῦ πλέον ἢ κατὰ φύσιν ἦν θερμὸν, ἅπασι δ’ οὖν ἐν τῷ φλεγμαίνοντι μορίῳ θερμοτέρου γιγνομένου. καὶ τοῦτο κοινὸν ἁπάσαις ταῖς αἱρέσεσίν ἐστιν, εἴτε σφήνωσιν μόνην αἰτιῶνται κατὰ τὰ πέρατα τῶν ἀγγείων, εἴτε παρέμπτωσιν τοῦ αἵματος ἐν μόναις ταῖς ἀρτηρίαις, εἴτ’ ἔμφραξίν τινα, εἴτε ἔνστασιν ἐν λόγῳ θεωρητοῖς ἀραιώμασιν. ὥστε καὶ ὁ τῆς ἰάσεως σκοπὸς ἁπάσαις κοινὸς ἡ κένωσις τοῦ πλεονάζοντος αἵματος ἐν τῷ φλεγμαίνοντι μορίῳ. γιγνομένης δ’ ἔτι τῆς φλεγμονῆς διττὸς ὁ σκοπὸς ὥσπερ καὶ τῶν ἄλλων ἁπάντων ἐδείχθη νοσημάτων, ὅσα τὴν γένεσιν ἐνεστῶσαν ἔτι καὶ μήπω συμπεπληρωμένην ἔχοι. τὸ μὲν γὰρ γεγονὸς αὐτῶν ἤδη τῷ θεραπευτικῷ μέρει τῆς ἰατρικῆς ὑποπέπτωκε, τὸ δ’ ἔτι γιγνόμενον τῷ προφυλακτικῷ. καὶ διὰ

877
τοῦτο ἔφαμεν οὐχ ἁπλῆν, ἀλλὰ σύνθετον εἶναι τὴν ὅλην ἐπιμέλειαν τῶν ἔτι γιγνομένων παθῶν ἐκ προφυλακτικῆς τε καὶ θεραπευτικῆς. ὥσπερ γε καὶ εἰ μηδ’ ὅλως ἄρχοιτο φλεγμαίνειν μηδέπω, φαίνοιτο δὲ τὸ τῶν γεννῆσαι δυναμένων αἰτίων εἶδος ἤδη κατὰ τὸ σῶμα, σκοπὸς κᾀπὶ τούτων ἁπάντων ἡ προφυλακὴ μόνη. μηδέπω δ’ αἰτίας μηδὲ μιᾶς ὑποτρεφομένης ἐν τῷ σώματι, τὸ καλούμενον ὑγιεινὸν μέρος τῆς τέχνης προνοεῖται καὶ οὕτως ἐχόντων. ὅσα τοίνυν αἴτια τὴν φλεγμονὴν ὁρᾶται γεννῶντα, ταῦτα ὅταν μὲν ἤδη πως ᾖ κατὰ τὸ σῶμα, μικρὰ δ’ ἔτι καὶ ἀρχόμενα, κωλύειν αὐτὰ δεῖ μείζω γενέσθαι, καὶ τοῦτ’ ἐστὶν ἡ προφυλακὴ τῆς φλεγμονῆς. εἰ δὲ τηλικοῦτον ἔχει τὸ μέγεθος ὡς ἤδη ποιεῖν φλεγμονὴν, ἐκκόπτειν μὲν χρὴ ταῦτα, τὸ δὲ ἤδη γεγονὸς αὐτῆς ἰᾶσθαι.

Γένεσις μὲν οὖν κοινὴ πάσαις ταῖς φλεγμοναῖς ἐξ αἵματος ἐπιῤῥοῆς ἐστι πλείονος ἢ ὅσου δεῖται τὸ μέρος, ὡς ἔν τε τῷ περὶ τῶν παρὰ φύσιν ὄγκων ἐδείχθη

878
καὶ τῷ τῆς ἀνωμάλου δυσκρασίας. ἐπιῤῥεῖ δὲ πλέον, ἐνίοτε μὲν ἑτέρου τινὸς ἢ ἑτέρων τινῶν μορίων εἰς αὐτὸ πεμπόντων, ὑποδεχομένου δὲ τοῦ φλεγμαίνειν ἀρχομένου, ποτὲ δὲ ἕλκοντος ἐφ’ ἑαυτὸ τοῦ πάσχοντος. τὰ μὲν οὖν πέμποντα ποτὲ μὲν, ὡς τῷ πλήθει περιττὸν ἢ ἀνιαρὸν τῇ ποιότητι, διωθεῖται τὸν χυμὸν, ἐνίοτε δὲ καὶ δι’ ἄμφω· τὰ δὲ ἕλκοντα διὰ θερμότητα νοσώδη. κατὰ δὲ τὰς ὀδύνας ἄρχεται μὲν ἐκ τοῦ τὴν ὀδύνην ἔχοντος ἡ αἰτία, τὰ δ’ ὑπερκείμενα τὸ σύμπαν ἐργάζεται τῆς φλεγμονῆς. τὸ μὲν οὖν ἐπὶ τὸ θερμαινόμενον ἤτοι γ’ ἕλκεσθαι τοὺς πλησιάζοντας χυμοὺς, ὡς ἡμεῖς φαμεν, ἢ ὡς Ἀσκληπιάδης ἐνόμιζε, ῥεῖν, ἐναργῶς φαίνεται καὶ φυλαττέσθω τῷ λόγῳ κᾀνταῦθα τὸ ἀληθὲς, ἐξ αὐτοῦ τοῦ βλέπεσθαι. τά γε μὴν ὀδυνώμενα φαίνεται μὲν καὶ ταῦτα φλεγμαίνοντα διὰ τὴν ὀδύνην, ἡ δ’ αἰτία τισὶ μὲν οὐδ’ ὅλως εἴρηται, τισὶ δ’ οὐδαμῶς πιθανή. καθ’ ἡμᾶς δ’ ἐστὶ τοιάδε. δέδεικται δὲ κατὰ τὴν πραγματείαν ἣν περὶ τῶν φυσικῶν δυνάμεων ἐποιησάμεθα μία καὶ ἥδε τῆς φύσεως δύναμις, ἣν ἀποκριτικὴν 
879
ὀνομάζομεν. ἐνεργεῖ δ’ αὕτη κατ’ ἐκείνους τοὺς καιροὺς ἐν οἷς ἂν αἴσθηται λυποῦντός τινος. ἓν δέ τι τῶν λυπούντων αὐτήν ἐστι καὶ τὸ τὴν ὀδύνην ἐργαζόμενον αἴτιον, ὅ τί ποτ’ ἂν ᾖ. τοῦτ’ οὖν ἀποτρῖψαι σπεύδουσα φλεγμονὴν ἔστιν ὅτε κατὰ τὸ μέρος ἐργάζεται. ὅταν γὰρ ταῖς πρώταις ἑαυτῆς κινήσεσι μηδὲν ἀνύσῃ, τηνικαῦτ’ ἤδη σφοδρότερον ἐπιχειροῦσα τὸ λυποῦν ἀποτρίψασθαι συνεκθλίβει τι πρὸς τὸ μέρος ἐκ τῶν ὑπερκειμένων αἷμα καὶ πνεῦμα. κᾀντεῦθεν ἐπὶ ταῖς ὀδύναις εἰς ὄγκον εἴρηται τὸ μέρος ἀνάλογον τῷ πρὸς αὐτὸ ῥυέντι χυμῷ.

Καὶ μέντοι καὶ πάντων τῶν παρὰ φύσιν ὄγκων ἡ ποικιλία τῆς διαφορᾶς ἕπεται τῇ τῶν ἐπιῤῥεόντων φύσει. πνευματωδέστεροι μὲν γὰρ, ὅταν ἡ πνευματώδης οὐσία πλείων ἀφίκηται, γίνονται· φλεγμονωδέστεροι δὲ, ὅταν ἡ τοῦ αἵματος· ἐρυσιπελατώδεις δὲ ὅταν ὁ τῆς ξανθῆς χολῆς χυμός· οἰδηματώδεις δὲ, ὅταν ὁ τοῦ φλέγματος, ὥσπερ γε καὶ σκιῤῥώδεις, ὅταν ἤτοι παχὺς ἢ καὶ γλίσχρος ἱκανῶς ὁ κατασκήψας εἰς τὸ μόριον ᾖ χυμός. ὁ μὲν οὖν παχὺς ἤδη πώς ἐστι μελαγχολικὸς καὶ ἤτοι γε ἧττον ἢ μᾶλλον. ὁ δὲ γλίσχρος ἔκ

880
τε γλίσχρων ἐδεσμάτων γίγνεται, καί ποτε καὶ αὐτῶν τῶν νευρωδῶν μορίων περίττωμα πολὺ γεννησάντων. ἀλλὰ περὶ μὲν τῶν ἄλλων ὄγκων ἐφεξῆς εἰρήσεται· περὶ δὲ τῆς φλεγμονῆς τὰ κοινὰ πάντων λαβόντες εἰς τὸν λόγον οὕτως αὐτοῖς προσθῶμεν, ὅσα μόνης αὐτῆς ἐστιν ἴδια. ὅταν οὖν ἄρχηταί τι φλεγμαίνειν μόριον, ἐπισκεπτέον εἴτε διὰ θερμασίαν τινὰ παρὰ φύσιν ἐν αὐτῷ γενομένην εἴτε δι’ ὀδύνην ἤτοι γ’ οἰκείαν ἤ τινα τῶν πλησιαζόντων εἰς τοῦθ’ ἧκεν· ἵνα σοι παύοντι τὴν αἰτίαν ἡ φλεγμονὴ μηκέτ’ αὐξάνηται. μετὰ δὲ τήνδε τὴν ἐπίσκεψιν ἐφεξῆς θέασαι μή τι τῶν πλησιαζόντων μορίων ἐπιπέμπει πλέον αἷμα τῷ φλεγμαίνοντι· καὶ μετὰ τοῦτο μὴ καὶ σύμπαν τὸ σῶμα πληθωρικῶς διάκειται.

Μεμνῆσθαι δ’ οἶμαί σε καὶ τούτου τοῦ δεδειγμένου πολλάκις, ὡς ἐκ τῶν ἰσχυροτέρων μορίων ὠθούμενα τὰ περιττὰ κατὰ πλῆθος ἢ ποιότητα τοῖς ἀσθενεστέροις ἐγκατασκήπτει· καὶ διὰ τοῦτό γε καὶ οἱ ἀδένες ἑτοίμως δέχονται τὸ ῥεῦμα καὶ μάλισθ’ ὅσοι μανώτεροι φύσει.

881
σφοδρότερος μὲν γὰρ ὁ τῶν ἀρτηριῶν καὶ φλεβῶν καὶ νεύρων καὶ μυῶν ἐστι τόνος· ἀσθενέστερος δὲ καὶ ἴσως οὐδ’ ὅλως ὁ τῶν ἀδενωδῶν σωμάτων. οὕτως οὖν καὶ δι’ ἕλκος ἐν δακτύλῳ γενόμενον ἤτοι ποδὸς ἢ χειρὸς οἱ κατὰ τὸν βουβῶνα καὶ τὴν μασχάλην ἀδένες ἐξαίρονταί τε καὶ φλεγμαίνουσι, τοῦ καταῤῥέοντος ἐπ’ ἄκρον τὸ κῶλον αἵματος ἀπολαβόντες πρῶτοι. καὶ κατὰ τράχηλον δὲ καὶ παρ’ ὦτα πολλάκις ἐξῄρθησαν ἀδένες, ἑλκῶν γενομένων ἤτοι κατὰ τὴν κεφαλὴν ἢ τὸν τράχηλον ἤ τι τῶν πλησίων μορίων· ὀνομάζουσι δὲ τοὺς οὕτως ἐξαρθέντας ἀδένας βουβῶνας. εἰ δὲ σκιῤῥωδεστέρα ποτ’ αὐτῶν ἡ φλεγμονὴ γένοιτο, δυσίατός τέ ἐστι καὶ καλεῖται χοιράς. ἥτις μὲν οὖν ἐστιν ἡ τῶν χοιράδων ἴασις ἰδία, κατὰ τὸν ἑξῆς λόγον εἰρήσεται. νυνὶ δὲ περὶ τῶν φλεγμονῶν ἐπειδὴ περὶ τούτων πρόκειται διελθεῖν, ἀναλαβόντες περὶ τούτων αὖθις λέγωμεν· ὡς τὸ κωλύειν αὐτὰς ἀρχομένας ἐκκοπτόντων τὴν γεννῶσαν αἰτίαν γίγνεται. καὶ πρῶτόν γε περὶ τῶν ἐφ’ ἕλκεσι φλεγμονῶν εἴπωμεν· ἐπειδὰν γὰρ ἐγγὺς ἀρτηρίας μεγάλης ἤ φλεβὸς ἕλκος γένηται, τάχιστα
882
μὲν οἱ βουβῶνες ἀνίστανται. φαίνεται δ’ ἐνίοτε καὶ ἡ φλέψ αὐτὴ καθ’ ὅλον τὸ κῶλον ἐρυθρά τε καὶ θερμὴ καὶ τεταμένη, καὶ εἰ θίγῃς αὐτῆς ὀδυνωμένη. πληθωρικοῦ μὲν οὖν ὄντος ἢ κακοχύμου τοῦ παντὸς σώματος ἡ θεραπεία δύσκολος γίνεται, ὑγιεινοῦ δ’ ἀκριβῶς ῥᾳδία. θερμαίνειν τε γὰρ καὶ ὑγραίνειν χρὴ μετρίως ὅλον τὸ κῶλον, ὅπως ἀνώδυνον γένοιτο, γινώσκεις δὲ δήπου τὴν τῶν τοιούτων ὕλην, αὐτῷ μὲν οὖν τῷ ἕλκει τῆς τετραφαρμάκου δυνάμεως ἐπιτιθεμένης ἐν μοτῷ· λύεται δὲ ῥοδίνῳ μὲν μάλιστα, μὴ παρόντος δὲ αὐτοῦ, τῶν χαλαστικῶν ἐλαίῳ τινί· τῷ δὲ ὅλῳ κώλῳ περιελιττομένου πιλήματος ἐλαίῳ θερμῷ βεβρεγμένου. καὶ μέντοι καὶ αὐτῷ τῷ ἕλκει τὸ φάρμακον ἐπιτιθέναι χρὴ θερμὸν, ἔξωθέν τε καταπλάττειν αὐτῷ θερμῷ καταπλάσματι τὸ μὲν ἄλευρον ἤτοι κρίθινον ἢ πύρινον ἢ μικτὸν ἐξ ἀμφοῖν ἔχοντι, τὸ. δὲ ὑγρὸν ὕδωρ μετ’ ἐλαίου βραχέος. οὕτω δὲ καὶ αὐτῷ τῷ ἀδένι τῷ φλεγμαίνειν ἠργμένῳ παρηγορικῶς χρὴ προσφέρεσθαι τήν γε πρώτην ἡμέραν ἐξ ἐλαίου θερμοῦ διάβροχον ἔριον ἐπιτιθέντας, οὐχ ὥς τινες εὐθέως μεθ’ ἁλῶν·
883
ὕστερον γὰρ ἐκείνοις χρησόμεθα, τοῦ τε καθ’ ὅλον τὸ κῶλον ὄγκου παρηγορηθέντος, ἀνωδύνου τε τοῦ ἕλκους γενομένου. καὶ μέντοι γε καὶ τὸ μακεδονικὸν καλούμενον φάρμακον, ὡσαύτως τῇ τετραφαρμάκῳ δυνάμει κατὰ τῶν ἑλκῶν ἐπιφέρειν προσήκει· καὶ γὰρ καὶ παραπλήσιά πως ἀλλήλοις ἐστὶ, μόνῳ τῷ λιβανωτῷ πλεονεκτοῦντος τοῦ μακεδονικοῦ. πληθωρικοῦ δ’ ὄντος ἢ κακοχύμου τοῦ σώματος ἡ διὰ τῶν οὕτω θερμαινόντων ἀγωγὴ ῥευματίζει τὸ κῶλον. οὐ μὴν οὐδ’ ἄλλῃ τινὶ χρῆσθαι δυνατόν. ἀναγκαζόμεθα τοιγαροῦν ἐνίοτε κενοῦν αἵματος ἤτοι φλέβα τέμνοντες ἢ ἀποσχάζοντες τὰ μὴ πεπονθότα κῶλα. χειρὸς μὲν γὰρ κακῶς ἐχούσης τὰ σκέλη, τοῦ δ’ ἑτέρου τῶν σκελῶν πεπονθότος τὸ λοιπόν. ταύτας γὰρ τὰς κενώσεις ἐνδείκνυται τὸ πλῆθος, ὥσπερ γε καὶ ἡ κακοχυμία τὴν τοῦ πλεονάζοντος χυμοῦ κάθαρσιν. ὡς τὰ πολλὰ μὲν οὖν ἐπὶ τοῖς εἰρημένοις βοηθήμασι παύεται τῶν ἀδένων ἡ φλεγμονή. πολλάκις δ’ ἤτοι τοῦ θεραπεύοντος βραδύνοντος περὶ τὴν τοῦ παντὸς σώματος κένωσιν ἢ αὐτοῦ τοῦ κάμνοντος ὑπὸ μαλακίας αὐτὴν οὐ προσιεμένου, μείζων ἡ φλεγμονὴ 
884
γίνεται τῶν ἀδένων, ὡς εἰς ἐκπύησιν ἔρχεσθαι. καὶ μέντοι καὶ τὰ καλούμενα φύματα κατ’ αὐτοὺς τοὺς ἀδένας συμβαίνει, διὰ ῥεῦμα κατασκῆψαν ἄνευ τῆς ἕλκους προφάσεως. ὅταν οὖν ποτε διατείνωνται σφοδρῶς ἀδένες ἢ ἁπλῶς ὁτιοῦν μόριον ἄλλο φλεγμαῖνον, ἀναγκαζόμεθα προκενώσαντες τὸ ὅλον ἀποσχάζειν αὐτό. κενοῦμεν δὲ τὸ ὅλον, ὡς κᾀν τῷ περὶ πλήθους ἐδείξαμεν, οὐ μόνον ἐν πληθωρικῇ διαθέσει γιγνόμενον, ἀλλὰ καὶ διὰ μέγεθος τοῦ πάθους, ἐν συμμετρίᾳ χυμῶν καθεστηκότος τοῦ παντὸς σώματος. ἡ γὰρ ὀδύνη καὶ ἡ θερμασία τοῦ φλεγμαίνοντος μέλους αἰτίαι ῥεύματος γίνονται, κᾂν ἀπέριττον ᾖ τὸ σύμπαν σῶμα. χρὴ τοίνυν ἐνδεέστερον αὐτὸ ποιεῖν τηνικαῦτα κενοῦντα κένωσιν, ἥτις ἂν ἁρμόττειν φαίνηται μάλιστα τῇ θ’ ἡλικίᾳ καὶ τῇ φύσει τοῦ κάμνοντος, ἐπισκοποῦντα καὶ τὴν ὥραν καὶ τὴν χώραν καὶ τὰ ἔθη τοῦ νοσοῦντος· ὑπὲρ ὧν ἤδη πολλάκις ἐν πολλοῖς εἴπομεν, ὥστε κᾂν μὴ προσκέηταί ποτε τῷ λόγῳ, συνυπακούειν αὐτὰ χρή. ὅταν τὸ οἷον ζέον τῆς φλεγμονῆς παύσηται, τῶν παρηγορικῶν ἀποχωροῦντα καταπλασμάτων ἐπὶ
885
τὰ διαφορητικὰ χρὴ μεταβαίνειν κατὰ βραχὺ, πρῶτον μὲν τοῖς παρηγορικοῖς μιγνύντα μέλιτος ὀλίγον, εἶτ’ ἀφαιροῦντα μὲν ὅλον τὸ πύρινον ἄλευρον, ἀρκούμενον δὲ τῷ κριθίνῳ μετὰ τοῦ καὶ τὸ μέλι προσαύξειν, εἶθ’ ἑξῆς ἐπί τι τῶν διαφορούντων ἰέναι φαρμάκων ὅσα ταῖς συστάσεσιν ἤτοι γ’ ὑγρὰ τοῖς ἐμμότοις ὁμοίως ἐστὶν ἢ κηρωτοειδῆ. ἀφίστασθαι δὲ τῶν σκληρῶν, οἷα πολλὰ τῶν ἐμπλαστῶν ἐστι· συντείνει τε γὰρ τὰ λείψανα τῶν φλεγμονῶν, αὖθίς τε φλεγμαίνειν ἀναγκάζει τὰ πεπονθότα μόρια. κᾂν εἰ πῦον δέ τι κατὰ τὸ διαπυῆσαν ἀξιόλογον εἴη περιεχόμενον, οὐ χρὴ τέμνειν αὐτίκα, καθάπερ ἔνιοι πράττουσιν, ἀλλὰ διαφορεῖν ἐπιχειρεῖν τοῖς τοῦτο δρᾷν πεφύκοσι φαρμάκοις, ὧν ἡ χρῆσις ἐστοχάσθω τῆς διαθέσεως· ὅταν μὲν γὰρ ἔτι φλεγμονῶδές τι κατὰ τὸ μόριον ᾖ, τὰ δριμέα τῶν φαρμάκων ἐρεθίζει μᾶλλον ἢ διαφορεῖ. ὅταν δὲ φαίνηταί σοι τὸ τῆς φλεγμονῆς λείψανον σκιῤῥῶδες γινόμενον, θαῤῥεῖν ἤδη τοῖς ἰσχυροῖς φαρμάκοις, ἐπιβλέποντα δὶς τῆς ἡμέρας ὁποῖόν τι δρᾷ κατὰ μὲν τὴν ἕω τὸ πρότερον, εἰς τὴν ἑσπέραν δὲ τὸ δεύτερον. εἰ δὲ καὶ βαλανείῳ χρῷτο, καὶ κατὰ
886
τὸν ἐκείνου καιρόν. ὅταν οὖν ἴδῃς. ποτὲ διὰ τὴν τοῦ φαρμάκου δριμύτητα τὸ πεπονθὸς μέρος ἠρεθισμένον ὡς ὀγκωδέστερον ἢ ἐρυθρότερον ἢ ὀδυνωδέστερον γεγονέναι, παρηγόρει μεταξὺ τῇ διὰ τῶν σπόγγων πυρίᾳ. καὶ αὕτη δέ σοι ποτὲ μὲν ἔξ ὕδατος ἔστω ποτίμου, ποτὲ δ’ ἁλῶν ἔχοντός τι κατὰ τὰς σκιῤῥωδεστέρας δηλονότι φλεγμονάς. εἰ δὲ καὶ νικηθείη ποτὲ τὰ φάρμακα πρὸς τοῦ πλήθους τοῦ πύου καὶ φαίνοιτο μὴ δυνάμενα διαφορῆσαι πᾶν αὐτὸ, τέμνειν χρὴ τὸ οὕτως ἀφιστάμενον, ἔνθα μάλιστά ἐστιν ὑψηλότατον ἑαυτοῦ· καὶ γὰρ λεπτότατον εὑρήσεις ἐνταῦθα τὸ δέρμα. μέμνησο δὲ καὶ θατέρου σκοποῦ τοῦ τῆς ὑποῤῥύσεως ἐν τῇ τομῇ· καὶ πρὸς ἀμφότερα ἀποβλέπων οὕτως σχάζε τὸ διαπυῆσαν· ἐπιτίθει τε φάρμακον ἐφεξῆς τῶν ξηραινόντων ἀδήκτως. εἰ δὲ καὶ σεσηπέναι φαίνοιτό τινα τοῦ διαπυήσαντος, ἐκκόπτειν ἀναγκαῖον αὐτά. τινὲς δ’ ἐπὶ τῶν κατὰ μασχάλην καὶ βουβῶνα διαπυϊσκόντων ἀεὶ κελεύουσι μυρσινοειδῶς ἐκτέμνειν τοῦ δέρματος, ἐπειδὴ φύσει χαλαρὸν ἐν αὐτοῖς ἐστι καὶ διὰ τοῦτο δεχόμενον ἑτοίμως πᾶν τὸ παραγινόμενον ἐπ’ αὐτό· καὶ
887
φλεγμαίνουσι ῥᾳδίως ἐπὶ σμικραῖς προφάσεσι. καὶ μεγίστας γ’ ἔνιοι τὰς περιτομὰς εἰώθασι ποιεῖσθαι, δι’ ἃς αἴσχιστόν τε τὸ μέρος εἰς οὐλὴν ἀχθὲν γίνεται καὶ προσέτι καὶ ἀσθενέστερον ἐμποδίζει τε πολλάκις εἰς τὰς κινήσεις. ταῦτ’ οὖν ἡμεῖς φυλαττόμενοι τὰ μὲν πλεῖστα μόνῃ τῇ τομῇ μετὰ φαρμάκων ξηραινόντων ἱκανῶς ἰασάμεθα τὰς τοιαύτας διαθέσεις· εἰ δέ ποτε καὶ περιτέμνειν ἐδέησε, διὰ τὸ πλῆθος οὐ τοῦ πύου μόνον, ἀλλὰ καὶ τῶν ἐφθαρμένων σωμάτων, ἤρκεσεν ἡμῖν οὐ πάνυ μεγάλη μυρσινοειδὴς περιαίρεσις. ἐχούσης δὲ τῆς τοιαύτης τὸ μῆκος μεῖζον τοῦ πλάτους, ἐγκάρσιον ἔστω τὸ μῆκος ἐπὶ τοῦ βουβῶνος, οὐ κατ’ εὐθὺ τοῦ κώλου. καὶ γὰρ κατὰ φύσιν οὕτως ἐπιπτύσσεται τὸ δέρμα ἑαυτῷ, καμπτόντων τὸ κῶλον. ἐπὶ δὲ τῇ περιαιρέσει πληροῦν χρὴ τὸ πεπονθὸς μόριον τῇ καλουμένῃ μάννῃ· ἔστι δὲ ὑπόσεισμα λιβανωτοῦ τὸ φάρμακον τοῦτο, στύψεώς τε μετέχον ὀλίγης καὶ κατὰ τοῦτο καὶ αὐτοῦ τοῦ λιβανωτοῦ πρὸς ἔνια βέλτιον. ἐκεῖνος γὰρ ἐκ τῆς πυητικῆς δυνάμεώς ἐστι μόνης, ὡς ἂν μὴ μετέχων στύψεως, καὶ μᾶλλον ὁ λιπαρώτερος
888
ἐν αὐτῷ καὶ τῇ χροιᾷ λευκότερος, ὥσπερ γε ὁ τοῦδε ξανθότερος ξηραντικώτερός ἐστι. τῇ δὲ μάννῃ καὶ φλοιοῦ τι λιβανωτοῦ μέμικται σμικρὸν, ἀφ’ οὗ τὸ στῦφον ἔχει. τοῦτο δ’ αὐτὸ τὸ φάρμακον ὁ φλοιὸς τοῦ λιβανωτοῦ καὶ στύφει καὶ ξηραίνει γενναίως. διὸ καὶ πρὸς τὰς μετριωτέρας αἱμοῤῥαγίας αὐτῷ χρώμεθα μόνῳ, καθάπερ γε καὶ πρὸς τὰς σφοδροτέρας καυθέντι μόνῳ καὶ τῷ τε διηθημένῳ δηλονότι καὶ χνοώδει γεγονότι. καὶ μὲν δὴ καὶ παρηγορῆσαι χρὴ πρότερον τὸ τμηθὲν, ὡς εἴρηται, μέρος εἰς ὅσον ἂν φαίνηται δεόμενον, ἐπιβροχῆς μὲν πρῶτον, εἶτα καταπλάσματος, εἶτα τῶν ὑγραινόντων τινὸς φαρμάκων ἢ μὴ ξηραινόντων, ἔξωθεν ἐπιτιθεμένων δηλονότι τούτων. κατ’ αὐτοῦ γὰρ τοῦ ἡλκωμένου τήν τε μάννην, ὡς εἴρηται, καὶ τῶν ἐμμότων φαρμάκων τὰ διαπυΐσκοντα μὲν πρῶτον, εἶτ’ ἀνακαθαίροντα θετέον ἐστίν· ἐφ’ οἷς εἰ μὲν εἴη κοιλότης ἔτι, τὰ σαρκοῦντα προσφέρειν, εἰ δ’ οὐκ εἴη, τὰ συνουλωτικά τε καὶ ἐπουλωτικὰ καλούμενα, καθάπερ καὶ τὸ διὰ τῆς καδμίας. ἐπεὶ δὲ καὶ 
889
κατὰ τὴν τούτων χρῆσιν οὐ σμικρόν τι παρορᾶται τοῖς πλείστοις τῶν ἰατρῶν, ἄμεινον ἂν εἴη καὶ περὶ τούτων δηλῶσαι. τηνικαῦτα γὰρ εἰς οὐλὴν ἄγειν ἄρχονται τὰ ἕλκη, τοῖς ἐπουλωτικοῖς χρώμενοι φαρμάκοις, ὁπόταν ἀκριβῶς ἀναπληρωθῇ καὶ μηδὲν ἔτ’ ἔχῃ κοῖλον, εἶτ’ αὐτοῖς συμβαίνει τὰς οὐλὰς ἐργάζεσθαι τοῦ πέριξ δέρματος ὑψηλοτέρας. ὅπως οὖν ἐκείνῳ γίγνοιντο ἴσαι, τοῖς τοιούτοις φαρμάκοις χρῆσθαι προσήκει, πρὶν ἀκριβῶς ὁμαλὲς ἀποδειχθῆναι τὸ ἕλκος, ἐπὶ μὲν τὰ χείλη διὰ μήλης πυρῆνος ἐπιτιθέντας τῶν ξηρῶν τι φαρμάκων, ὧν ἐν τῇ τῶν ἑλκῶν ἐμνημονεύσαμεν θεραπείᾳ· τῷ δ’ ἄλλῳ μοτῷ σκέποντας, κεχρισμένῳ τῶν ἐπουλωτικῶν τινι φαρμάκων, ὑγρῶν τῇ συστάσει. προκοπτούσης δέ σοι τῆς θεραπείας καὶ τοῦτὸ ἀφαιρήσεις ὕστερον, μόνῳ τῷ ξηρῷ φαρμάκῳ χρώμενος ἐφ’ ὅλου τοῦ ἕλκους, ἐπικυλιομένου τοῦ τῆς σπαθομίλης πυρῆνος. ἔξωθεν δ’ ἀρκεῖ μοτὸς ἤτοι ξηρὸς ἢ ἐξ οἴνου. καὶ μᾶλλον ὁ ἐκ τῶν μαλακῶν ἐλλυχνίων, οἷά πέρ ἐστι τὰ Ταρσικά· καὶ γὰρ καὶ αὐτὰ ἔχει τι καθαιρετικὸν τῶν ὑπερσαρκούντων
890
ἑλκῶν. ταῦτα μὲν οὖν εἴρηται τῇ κοινωνίᾳ τῶν πραγμάτων ἀκολουθήσαντός μου.

Πάλιν δ’ ἐπὶ τὸν περὶ τῆς φλεγμονῆς λόγον ἀφικόμενοι λέγωμεν ὡς κοινὸς μὲν ἁπασῶν σκοπὸς ἡ κένωσις, ὅσαι δ’ ἔτι γίγνονται, πρότερον τοῦ κενοῦν ἐστι κωλῦσαι τὸ αἷμα ῥεῖν ἐπὶ τὸ φλεγμαῖνον. ἔσται δὲ τοῦτο καλῶς, εἰ τοῦ ῥεύματος αἰτίαν εὕροιμεν. ἔστι δὲ καὶ αὕτη διττή· ποτὲ μὲν ἐξ αὐτοῦ τοῦ φλεγμαίνοντος ὁρμωμένη μορίου, ποτὲ δὲ ἐξ ἄλλου τινὸς ἢ ἄλλων. ἐξ αὐτοῦ μὲν, ὅταν ἤτοι θερμότερον ἢ ὀδυνώμενον γένηται, καθότι καὶ πρόσθεν εἴρηται· οὐκ ἐξ αὐτοῦ δὲ, ὅταν ἤτοι γ΄ ἐξ ἑτέρου τινὸς ἢ ἑτέρων αὐτῷ πέμπηται τὸ περιττὸν, ἢ καὶ τῆς καθ’ ὅλον τὸ σῶμα διαθέσεως. θερμότερον μὲν οὖν γίνεται διὰ κίνησιν ἀμετροτέραν ἤ τινα θάλψιν ἐξ ἡλίου καὶ πυρὸς, ἢ διὰ δριμὺ φάρμακον. ὀδυνᾶται δὲ διά τε δυσκρασίαν καὶ τραῦμα καὶ θλάσμα καὶ στρέμμα καὶ τάσιν, ἔτι τ’ ἔμφραξίν τινα καὶ πνεῦμα φυσῶδες. ἡ δυσκρασία δὲ ποτὲ μὲν ἔξωθεν αὐτῷ γίγνεται, ποτὲ δὲ ἐκ τῶν

891
κατὰ τὸ σῶμα χυμῶν. ἔξωθεν μὲν ἐπί τινι τῶν ἰοβόλων ὀνομαζομένων ζώων ἢ φαρμάκῳ θερμαίνοντι σφοδρῶς ἢ ψύχοντι, κᾀκ τοῦ περιέχοντος ἐνίοτε, διὰ δὲ τὸ σῶμα τοῦ κάμνοντος αὐτὸ μοχθηροὺς ἀθροῖσαν χυμοὺς ἀνομοίους ταῖς δυνάμεσι. ταῦτ’ οὖν ἅπαντα διασκεψάμενος, ὅσαι μὲν ἔτι γίγνονται φλεγμοναὶ, τὰς αἰτίας αὐτῶν ἔκκοπτε πρότερον, ὅσαι δ’ ἤδη γεγόνασιν, αὐτὰς μόνας θεράπευε. πῶς οὖν χρή σε τοῦ παντὸς σώματος ἐπιμελεῖσθαι μοχθηρῶς διακειμένου, λέλεκται μὲν οὖν οὐκ ὀλίγα καὶ διὰ τῶν ἔμπροσθεν, εἴρηται δὲ κᾀν τῷ περὶ πλήθους γράμματι· καὶ νῦν δ’ εἰρήσεται τὰ κεφάλαια τῶν λόγων. ὅταν μὲν γὰρ ὁμοτίμως ἀλλήλοις αὐξηθῶσιν οἱ χυμοὶ, πλῆθος τοῦτο καὶ πληθώραν ὀνομάζουσιν. ὅταν δ’ ἤδη ξανθῆς χολῆς ἢ μελαίνης ἢ φλέγματος ἢ τῶν ὀῤῥωδῶν ὑγρῶν μεστὸν γένηται τὸ σῶμα, κακοχυμίαν, οὐ πληθώραν καλοῦσι τὴν τοιαύτην διάθεσιν. ἡ μὲν οὖν πληθώρα διά τε τῆς τοῦ αἵματος ἀφαιρέσεως θεραπεύεται καὶ διὰ λουτρῶν πλεόνων καὶ γυμνασίων καὶ τρίψεων, ἔτι δὲ φαρμάκων διαφορούντων,
892
καὶ πρὸς τούτοις ἅπασιν ἀσιτίαις, ὑπὲρ ὧν ἐν τοῖς ὑγιεινοῖς ὑπομνήμασιν εἴρηται τελέως. ἡ κακοχυμία δὲ διὰ τῆς οἰκείας ἑκάστου τῶν πλεοναζόντων χυμῶν καθάρσεως. εἴρηται δὲ καὶ περὶ ταύτης ἐν τῷ προφυλακτικῷ μέρει τῆς ὑγιεινῆς πραγματείας. ἐκεῖθεν οὖν αὐτὰ μεταφέρειν ἐνταῦθα σκοπούμενον ὅτῳ βέλτιον ἐξ ἑαυτῶν χρῆσθαι. πυρέττοντος γὰρ ἤδη τοῦ κάμνοντος οὔτε γυμνασίοις ἔτι δυνατὸν ἐκκενῶσαι τὸ πλῆθος οὔτε θερμαίνουσι χρίσμασιν οὔτε τρίψει πολλῇ, καθάπερ οὔτε τοῖς λουτροῖς· ἀφαιρέσει δ’ αἵματος ἅμα ταῖς ἀσιτίαις ἢ καθάρσει τινί. μηδέπω δὲ πυρέττοντος ἅπασι τοῖς εἰρημένοις χρῆσθαι, τὸ βέλτιον εἰς τὰ παρόντα προαιρούμενον. εὔδηλον γὰρ δήπου, κᾂν ἐγὼ μὴ λέγω, περὶ μὲν τῆς ἐν σκέλει φλεγμονῆς ὡς οὐ προσήκει διὰ περιπάτων ἢ δρόμων γυμνάζειν· ἀλλ’ οὐδ’ ἑστάναι τούτῳ κάλλιον· ἄμεινον δὲ καθήμενον ἐπὶ πολὺ τρίψασθαι, κᾄπειτα διὰ τῆς τῶν χειρῶν κινήσεως γυμνάσασθαι. τῷ δ’ ἐν τοῖς ἄνω μέρεσιν ἔχοντι τὸ φλεγμαίνειν ἀρχόμενον ἡ διὰ περιπάτων ἢ δρόμων κίνησις ὠφέλιμος.
893
οὕτω δὲ καὶ ἡ τρίψις τούτοις μὲν ἡ τῶν σκελῶν μᾶλλον, οἷς δ’ ἐν σκέλεσι τὸ φλεγμαῖνον ἡ τῶν ἄνω· τὸ γὰρ τῆς ἀντισπάσεως παράγγελμα κοινὸν ἐπὶ τοῖς τοιούτοις ἅπασιν· οὔκουν οὐδ’ ὅταν ἤτοι κατὰ τὴν ἕδραν ἤ τι τῶν πλησίων μορίων ἀρχὴ φλεγμονῆς γίγνηται, γαστέρα λαπάξεις, ὥσπερ οὐδ’ εἰ κατὰ κύστιν ἢ αἰδοῖον ἢ νεφροὺς οὐρητικὰ φάρμακα καταπίνειν κελεύσεις· οὐδ’ εἰ γυναικὶ κατὰ μήτραν ἢ αἰδοῖον ἔμμηνα κινήσεις, ἀλλ’ ἐπὶ τὰ ποῤῥώτατα τὴν ἀντίσπασιν ἀεὶ ποιήσεις, προσέχων δηλονότι καὶ τῷ τῆς φλεγμονῆς μεγέθει καὶ τῇ τοῦ παντὸς σώματος διαθέσει. παμπόλλου μὲν γὰρ ὄντος τοῦ πλήθους οὔτε γυμνασίοις οὔτε λουτροῖς ἀκίνδυνον χρῆσθαι, βραχέος δ’ ὑπάρχοντος ἐγχωρεῖ καὶ διὰ τούτων κενοῦν. ἀλλ’ ὅπερ ἔφην, ἔν τε τῷ προφυλακτικῷ μέρει τῆς ὑγιεινῆς πραγματείας γέγραπται ταῦτα κᾀν τῷ περὶ πλήθους γράμματι, κᾀν τοῖς περὶ φλεβοτομίας, ἔτι κᾀν τῷ περὶ τῆς τῶν καθαιρόντων δυνάμεως. ὅσον δ’ ἀναμνῆσαι μόνον αὐτῶν, αὐτάρκως εἴρηται καὶ νῦν. ἐπὶ 
894
τοὺς ἰδίους οὖν μόνης τῆς φλεγμονῆς ἀφικώμεθα λόγους. ὧν εἰσιν εἰκότως πρῶτοι γιγνομένης αὐτῆς διὰ τὴν ἐν αὐτῷ τῷ φλεγμαίνοντι μορίῳ διάθεσιν· εὔδηλον γὰρ ὡς ἐκείνην μέν σοι πρότερον θεραπευτέον, ἐφεξῆς δὲ αὐτὸ τὸ γεγενημένον ἤδη τῆς φλεγμονῆς. ἐνίοτε δὲ διὰ τῶν αὐτῶν ἀμφοτέρων καθισταμένων· οἷον ὅταν ἐπὶ φυσώδει πνεύματι καὶ πυκνώσει τοῦ μορίου γένηταί τις ὀδύνη. τηνικαῦτα γὰρ ἡ τῶν θερμαινόντων μετρίως, ἃ δὴ καὶ χαλαστικὰ προσαγορεύομεν, ἁρμόττει χρῆσις, ἅμα μὲν ἀραιοῦσα τὰ μεμυκότα τοῦ σώματος, ἅμα δὲ λεπτύνουσα τὸ φυσῶδες πνεῦμα καὶ διαφοροῦσα τὸ γεγενημένον ἤδη τῆς φλεγμονῆς. οὕτω δὲ κᾂν τοῦ ψυχροῦ κρατοῦντος ἡ δυσκρασία γίγνηται· θερμαίνων γὰρ καὶ τότε τὴν δυσκρασίαν ἅμα καὶ τὴν φλεγμονὴν ἐκθεραπεύσεις, ὥσπερ γε καὶ εἰ διὰ θερμασίαν πλείονα τοῖς ψύχουσιν ἰάμασιν ἄμφω καταστήσει· ἡ μὲν γὰρ δυσκρασία τῶν ἐναντίων ἀεὶ δεῖται. κενοῦται δὲ τὸ πεπληρωμένον οὐ μόνον τοῖς διαφορητικοῖς φαρμάκοις, ἀλλὰ καὶ τοῖς στύφουσι
895
καὶ τοῖς ψύχουσι. καὶ μᾶλλόν γ’ ἐπὶ τῶν ἀρχομένων φλεγμονῶν τοῖς ψύχουσι καὶ στύφουσι χρηστέον ἤπερ τοῖς διαφοροῦσιν· ἔτι δὲ μᾶλλον ὅταν μὴ παχὺ τὸ ἐπιῤῥέον ᾖ. σφοδρᾶς δὲ τῆς τῷ φλεγμαίνοντι μορίῳ σφηνώσεως γεγονυίας οὐκ ἔθ’ οἷόν τε τοῖς ἀποκρουομένοις χρῆσθαι, ἀλλ’ ἐπὶ τὸ διαφορεῖν ἰέναι καιρός. ὅταν δὲ ἐπὶ θηρίῳ νύξαντί πως ἢ δάκνοντι τὴν ὀδύνην γίνεσθαι συμβαίνῃ, διττὸς τῆς ἀνωδυνίας ὁ σκοπὸς, ἢ κενῶσαι τὸν ἰὸν ἢ ἀλλοιῶσαι τὸ τὴν ὀδύνην ἐργαζόμενον. κενοῦται μὲν οὖν διὰ τῶν σφοδρῶς ἑλκόντων φαρμάκων, ἀλλοιοῦται δὲ διὰ τῶν ἐναντίων, ἤτοι κατὰ τὰς ποιότητας ἢ καθ’ ὅλην τὴν οὐσίαν. ἐδείχθη γὰρ ἐν τοῖς περὶ φαρμάκων ἔνια μὲν ὅλαις ταῖς οὐσίαις ἀλλήλοις ἐναντία, τινὰ δὲ ταῖς ποιότησι μόναις. ἐδείχθη δὲ καὶ ὡς ἐπὶ μὲν τῶν ἐναντίων κατὰ ποιότητα μέθοδός τίς ἐστιν, ἐπὶ δὲ τῶν κατὰ τὴν οὐσίαν οὐκ ἔστιν, ἀλλ’ ἐκ πείρας εὕρηται πάντα· καὶ σὺ τοίνυν ὅσα μὲν ἐκ μεθόδου θεραπευτικῆς ἐντεῦθεν μάνθανε, τὰ δ’ ἐκ μόνης τῆς
896
πείρας ἐγνωσμένα κατὰ τὰς περὶ τῶν φαρμάκων πραγματείας ἔχεις ἠθροισμένα, μίαν μὲν τὴν περὶ τῆς δυνάμεως αὐτῶν, ἑτέραν δὲ τὴν περὶ τῆς συνθέσεως, καὶ τρίτην τὴν περὶ τῶν εὐπορίστων ὀνομαζομένων, ἐν αἷς ἐπιδέδεικταί μοι τίνα μὲν ἐκ μόνης τῆς πείρας εὕρηται φάρμακα, τίνα δὲ ἐκ μόνου τοῦ λόγου, τίνα δ’ ἐξ ἀμφοτέρων. ἡ τοίνυν μέθοδος, ὑπὲρ ἧς ἐν τῇδε τῇ πραγματείᾳ πρόκειται λέγειν, ἐπὶ ταῖς ὀδύναις ἁπάσαις, ὅσαι διὰ θηρίων ἢ φαρμάκων γίνονται, διττὸν ἔχει τὸν σκοπὸν, κένωσίν τε καὶ ἀλλοίωσιν τοῦ τὴν ὀδύνην ἐργαζομένου. κενοῖ μὲν οὖν τὰ θερμαίνοντα πάντα καὶ τὰ χωρὶς τοῦ θερμαίνειν ἕλκοντα σφοδρῶς, ὥσπερ αἵ τε σικύαι καί τινα τῶν κοίλων κεράτων, οἷς ὡς σικύαις ἔνιοι χρῶνται. τινὲς δὲ καὶ δι’ αὐτοῦ τοῦ στόματος ἕλκουσι τὸν ἰὸν, αὐτοὶ προσπίπτοντες τῷ πεπονθότι μορίῳ καὶ περιλαμβάνοντες αὐτὸ τοῖς χείλεσιν. ἔχεταί γε μὴν καὶ τοῦ προειρημένου σκοποῦ τὸ καυτήριον, ὅσα τε φάρμακα παραπλησίως τοῖς καυτηρίοις ἐσχάραν ἐργάζεται. ταῦτα μὲν οὖν ἐκκενοῖ πάντα τὴν
897
οὐσίαν ὅλην τοῦ λυποῦντος. ἕτερον δὲ γένος ἐστὶ βοηθημάτων ἀλλοιούντων τὴν ποιότητα διὰ τῶν ἐναντίων, εἰ μὲν θερμασίας ὁ κάμνων αἰσθάνοιτο σφοδρᾶς ἤτοι κατ’ αὐτὸ τὸ δεδηγμένον ἢ καθ’ ὅλον τὸ σῶμα, τὰ ψύχοντα φάρμακα προσφερόντων ἡμῶν· εἰ δὲ ψύξεως, τὰ θερμαίνοντα. μεμάθηκας δὲ ἐν ταῖς περὶ τῶν φαρμάκων πραγματείαις ἑκάτερα. τοιαῦται μὲν οὖν αἱ κοιναὶ πάσης φλεγμονῆς ἰάσεις· ὑπαλλάττονται δὲ κατὰ τὰ πεπονθότα μόρια. δέδεικται γὰρ ἤδη κᾀν τῇ τῶν ἑλκῶν θεραπείᾳ τοῦτο· καὶ πολλῶν οὐ δεῖ λόγων τῷ μεμνημένῳ τῶν ἐν ἐκείνοις εἰρημένων, ἀλλ’ ἀρκέσει διὰ βραχέων ἐπελθεῖν αὐτά.

Μία μὲν οὖν ἔνδειξις ἐκ τῶν ὁμοιομερῶν καλουμένων γίνεται μερῶν τοῦ σώματος· ἑτέρα δὲ ἐκ τῶν ὀργανικῶν. ἡ μὲν οὖν ἐκ τῶν ὁμοιομερῶν τὸ ποσὸν τοῦ θερμαίνειν, ἢ ψύχειν, ἢ ξηραίνειν, ἢ ὑγραίνειν διορίζει, ἡ δ’ ἐκ τῶν ὀργανικῶν τὸν τόπον δι’ οὗ χρὴ κενῶσαι καὶ προσέσι τὸν τρόπον τῆς κενώσεως· ἔτι τε πρὸς τούτοις τὸ μᾶλλόν τε καὶ ἧττον ἐν τῇ τῶν ὁμοειδῶν φαρμάκων χρήσει.

898
περὶ μὲν οὖν τῆς ἀπὸ τῶν ὁμοιομερῶν ἐνδείξεως λέλεκται πρόσθεν ἐν τῇ τῶν ἑλκῶν ἰάσει, περὶ δὲ τῆς τῶν ὀργανικῶν ἐν τῷδε λεχθήσεται.

Τῆς γάρ τοι φλεγμονῆς κατὰ διττὸν τρόπον ἐξεστώσης τοῦ κατὰ φύσιν, ὅτι τε πεπλήρωται τὸ μόριον αἵματος πολλοῦ καὶ ὅτι θερμότερόν ἐστιν, ὁ τῆς κενώσεως σκοπὸς ἐπικρατεῖ μᾶλλον τοῦ τῆς ἐμψύξεως, οὐχ ὡς ἐν τοῖς ἐρυσιπέλασιν· ἐπ’ ἐκείνων γὰρ ὁ τῆς ἐμψύξεως ἐπείγει πρὸ τοῦ τῆς κενώσεως. καίτοι τό γε κεφάλαιον τῆς θεραπείας ἀμφοτέρων τῶν παθῶν κοινόν ἐστιν ἡ κένωσις τοῦ λυποῦντος χυμοῦ. καὶ διὰ τοῦτο μετὰ τὴν ἔμψυξιν τῶν ἐρυσιπελάτων ἐπὶ τὰ διαφορητικὰ παραγινόμεθα φάρμακα. ἐπὶ τοίνυν τῆς φλεγμονῆς ζεούσης εἰς τοσοῦτον ψυκτέον ἐστὶν, εἰς ὅσον ἐκκόψαι τε καὶ κωλῦσαι τὴν αὔξησιν αὐτῆς συμφέρει. καὶ γὰρ ὀδυνώσης τῆς πλέονος θερμασίας καί τι καὶ πρὸς τὸ πεπονθὸς ἑλκούσης, ἐξ ἀμφοῖν αὐξάνεσθαι συμβαίνει τὴν φλεγμονήν. ὅσον μὲν οὖν ὡς θερμῷ νοσήματι τῇ φλεγμονῇ τῆς ψύξεως ἁρμόττει, τοῦτο κωλυτικόν ἐστι τῆς αὐξήσεως. 

899
ὡσαύτως δὲ καὶ καθ’ ὅσον ἀναστέλλει τὸ ἐπιῤῥέον. ὅσον δὲ τοῦ περιεχομένου κατὰ τὸ φλεγμαῖνον ἀποκρουστικὸν εἰς τὰ πλησιάζοντα μόρια, θεραπευτικὸν τοῦτ’ ἔστι τῆς οὔσης ἤδη φλεγμονῆς. ὡσαύτως δὲ καὶ τὰ θερμαίνοντα μετρίως ἐνίοτε κατ’ ἀμφοτέρους τοὺς τρόπους ὀνίνησι, ὅταν τὴν ὀδύνην παύῃ καὶ διαφορῇ τὸ περιεχόμενον ἐν τοῖς πεπονθόσι μορίοις· ἐν μὲν τῷ παύειν τὴν ὀδύνην κωλύει τὴν αὔξησιν, ἐν δὲ τῷ διαφορεῖν ἰᾶται τὸ γεγονὸς ἤδη τῆς φλεγμονῆς.

Ἐπεὶ τοίνυν τὸ κῦρος ἅπαν ἐστὶ τῆς τῶν φλεγμαινόντων θεραπείας ἐν τῷ κενῶσαι τὸ περιττὸν αἷμα τοῦ φλεγμαίνοντος μορίου, κένωσις δὲ ἐπινοεῖται διττὴ τῶν οὕτως ἐχόντων, ἢ μεθισταμένου πρὸς ἕτερα χωρία τοῦ περιεχομένου κατὰ τὸ φλεγμαῖνον αἵματος, ἢ ἔξωθεν τοῦ σώματος ἐκκρινομένου, βέλτιόν ἐστιν ἀμφοτέροις χρῆσθαι προσέχοντα τὸν νοῦν, μὴ κατὰ συμβεβηκὸς ἕπηταί τις βλάβη. διττῆς τοίνυν ἑκατέρας τῶν εἰρημένων κενώσεως οὔσης, εἰς τέσσαρας τὰς πάσας ἡ τομὴ γίνεται τῶν κενωτικῶν ἁπάντων

900
βοηθημάτων, τῆς μὲν εἰς τὰ ἄλλα μόρια μεταῤῥύσεως τοῦ αἵματος ἡ μὲν ἑτέρα διωθουμένων αὐτὸ τῶν φλεγμαινόντων μορίων, ἡ δ’ ἑτέρα τῶν ἀπαθῶν ἑλκόντων γίνεται· τῆς δὲ ἔξω τοῦ σώματος κενώσεως ἡ μία μὲν αἰσθηταῖς ἐκροαῖς, ἡ δὲ ἑτέρα λόγῳ θεωρηταῖς ἐπιτελεῖται. καὶ τῆς αἰσθηταῖς ἐκροαῖς γινομένης ἡ μὲν ἑτέρα δι’ αὐτοῦ τοῦ φλεγμαίνοντος, ἡ δ’ ἑτέρα διὰ τῶν συναναστομουμένων αὐτῷ. διὸ καὶ χρεία τῆς ἀνατομῆς ἐστιν εἰς διάγνωσιν τῆς τοιαύτης κοινωνίας. αὗται μὲν οὖν ἀπὸ τῆς φύσεως τῶν μορίων ἐνδείξεις προέρχονται, τὴν θεραπείαν ὑπαλλάττουσαι τῶν φλεγμαινόντων· ἔτι τε πρὸς ταύταις ἡ ἐκ τῆς θέσεώς τε καὶ διαπλάσεως, ἃς ὡς ὀργανικὸν ἐνδείκνυται τὸ πεπονθὸς, οὐχ ὡς ὁμοιομερές.

Ἔτι δ’ ἄλλαι κοιναὶ τῶν ὀργανικῶν εἰσι καὶ τῶν ὁμοιομερῶν, ὅταν ἐπισκεπτώμεθα τήν τ’ ἐνέργειαν αὐτῶν, καὶ εἰ ἀραιὸν ἢ πυκνὸν, ἢ ἀναίσθητον, ἢ δυσαίσθητόν ἐστιν, ἢ εὐαίσθητον. εἰς ἃς ἁπάσας ἀποβλέπειν χρὴ τὸν ἐπιχειροῦντα θεραπεύειν ὀρθῶς.

901

Ἐπεὶ δὲ, ὡς ἀεὶ λέγομεν, οὐχ ἱκανόν ἐστιν αὐτὰ μόνον γινώσκειν τὰ καθόλου χωρὶς τοῦ γεγυμνάσθαι περὶ τὰ κατὰ μέρος, οὕτω καὶ νῦν πράξομεν οὐ διὰ πάντων τῶν κατὰ μέρος ἰόντες, ἀλλ’ ὅσα περ ἂν ἡμῖν ἱκανὰ δόξῃ τοῖς ἀναγνωσομένοις αὐτὰ γενήσεσθαι. ὑποκείσθω τοίνυν ἧπαρ ἀρχόμενον φλεγμαίνειν καὶ ζητείσθω τίς ἀρίστη θεραπεία γενήσεται τοῦ πάθους. ἐπισκέπτου δὴ πρῶτον μὲν ἁπάντων, ἀφ’ ὧν εἶπον ὁρμώμενος, εἰ δεῖται κενώσεως τὸ πᾶν σῶμα. κᾂν εὕροις δεόμενον, ἐφεξῆς σκέπτου τὴν ῥώμην τοῦ κάμνοντος, εἰ δύναται κένωσιν ἀθρόαν ἐνεγκεῖν. ἔστω δὴ πρότερον ἐῤῥῶσθαι τὴν δύναμιν· ἐφεξῆς σκέπτου τὴν ἡλικίαν. εἰ γὰρ παιδίον εἴη, τὴν διὰ φλεβοτομίας οὐκ οἴσει κένωσιν, ὡς ἔμπροσθεν ἐδείχθη· κατὰ μὲν τὸν τῆς ἥβης καιρὸν οἱ παῖδες ἤδη φέρουσι τὴν διὰ τῆς φλεβοτομίας κένωσιν. ἀντισπαστέον οὖν ἅμα καὶ κενωτέον τὸ φερόμενον ἐπὶ τὸ ἧπαρ αἷμα τῇ φλεβοτομίᾳ, κατὰ τὸν δεξιὸν ἀγκῶνα τὴν ἔνδον φλέβα τέμνοντες, ἐπεὶ κατ’ εὐθὺ καὶ δι’ εὐρείας ὁδοῦ τῇ κοίλῃ καλουμένῃ κοινωνεῖ· μὴ φαινομένης δὲ ταύτης

902
τὴν μέσην τέμνειν· εἰ δὲ μήτ’ αὐτὴ φαίνοιτο, τὴν λοιπὴν καὶ τρίτην. τὸ δὲ ποσὸν τῆς κενώσεως ἔκ τε τῆς κατὰ τὸ πλῆθος εὑρήσεις ποσότητος, ὅσα τ’ ἄλλα κατὰ τὸν ἔμπροσθεν εἴρηται λόγον, ἡλικία τε καὶ φύσις ὥρα τε καὶ χώρα καὶ ἔθος, ἔτι τε πρὸ τούτων καὶ ἡ δύναμις τοῦ κάμνοντος. ἐφ’ ἁπάντων γὰρ ταῦτα κοινά. τὸ δ’ ἤτοι τὴν ἔνδον ἢ τὴν μέσην ἢ τὴν ὠμιαίαν φλέβα τέμνειν, ἢ τὴν παρὰ τὸ σφυρὸν, ἢ τὴν ἐν ἰγνύϊ, παρὰ τοῦ πεπονθότος μορίου τὴν ἔνδειξιν ἔχει. καὶ διώρισται μὲν ἤδη κᾀν τοῖς περὶ φλεβοτομίας ὑπὲρ τῶν τοιούτων ἁπασῶν κενώσεων· εἰρήσεται δὲ καὶ νῦν ὅσον εἰς τὰ παρόντα χρήσιμον, αὐτό τε τοῦτο πρῶτον, ὡς οὐκ ἀγκεῖ μόνον ὅτι κενωτέον ἐστὶν ἐξευρεῖν, ὡς ἂν φαῖεν οἱ τὴν ἀμέθοδον αἵρεσιν μετιόντες, οὐδὲν φροντίζοντες τῆς διαφορᾶς τῶν πεπονθότων μορίων. οὐ γὰρ ὁ λόγος μόνον, ἀλλὰ καὶ ἡ πεῖρα δείκνυσιν ἄλλην ἄλλῳ μορίῳ κένωσιν ἁρμόττουσαν. ἐθεάσω γοῦν ἐνίους τῶν ἀρξαμένων φλεγμαίνειν ὀφθαλμοὺς αὐτῷ μόνῳ τῷ καθαρθῆναι διὰ τῆς κάτω γαστρὸς ἡμέρᾳ μιᾷ θεραπευθέντας.
903
ὅπερ ἐὰν ἐφ’ ἥπατος ἀρχομένου φλεγμαίνειν ἐπιχειρήσῃ τις πρᾶξαι, μεγίστην ἐργάσεται τὴν φλεγμονὴν, ὥσπερ γε καὶ εἰ τῶν νεφρῶν ἢ τῆς κύστεως φλεγμαίνειν ἀρξαμένων οὐρητικὰ ποτίζοι φάρμακα καταμήνιά τε κινοῖ μήτρας φλεγμαινούσης· ἀντισπᾷν γὰρ χρὴ τῶν ἀρχομένων ῥευματίζεσθαι ποῤῥωτάτω τὸ περιττὸν, οὐχ ἕλκειν ἐπ’ αὐτά. κατὰ τοῦτον οὖν τὸν λόγον οὐδὲ γαστρὸς οὐδ’ ἐντέρων ἀρξαμένων φλεγμαίνειν ὑπηλάτῳ χρῆσθαι προσήκει. τὴν δ’ αὐτὴν ἔνδειξιν ἔχει τούτοις μὲν μήτρα, τοῖς δ’ οὐρητικοῖς ὀργάνοις αἰδοῖα. τό γε μὴν ἐμέτοις χρῆσθαι τῶν αἰδοίων πεπονθότων ἀντισπαστικόν ἐστι βοήθημα. κατὰ δὲ τὸν αὐτὸν λόγον ἐπὶ μὲν τοῖς κατὰ τὴν κεφαλὴν ἅπασιν ὑπήλατον φάρμακον, ὅσα δὲ κατὰ τὸν φάρυγγα καὶ οὐρανίσκον, ἢ τὴν ὑπερώαν, ἢ τὴν γλῶτταν, ἢ ὅλως κατὰ τὸ στόμα φλεγμαίνειν ἄρχεται, φυλακτέον ἐπὶ τούτων ἁπάντων τοὺς καλουμένους ἀποφλεγματισμούς. ὅμοιον γὰρ τοῦτο τῷ καθαίρειν κάτω τῶν ἐντέρων πεπονθότων καὶ τῷ· 
904
οὖρα κινεῖν τῶν κατὰ τοὺς νεφροὺς ἢ κύστιν ἐχόντων κακῶς, ἢ ἐμέτους τῶν κατὰ τὸν στόμαχον. ἄμεινον οὖν ἐπὶ τὴν ῥῖνα παροχετεύειν, ἀρχομένων τῶν κατὰ τὸ στόμα μορίων φλεγμαίνειν. οὕτω δὲ καὶ φλέβα τέμνειν, εἰ μὲν ταῦτα πεπόνθοι, τὴν ὠμιαίαν ἐν χειρὶ, καὶ ταύτης μὴ φαινομένης τὴν μέσην· εἰ δ’ ἧπαρ ἢ θώραξ ἢ πνεύμων ἢ καρδία, τὴν ἔνδον. ἐπὶ δὲ συνάγχης πρώτας μὲν τὰς ἐν χερσὶ, δευτέρας δὲ τὰς ὑπὸ τὴν γλῶτταν. τῶν δὲ κατ’ ἰνίον πασχόντων καὶ τὴν ἐν ἀγκῶνι μὲν, οὐχ ἥκιστα δὲ καὶ τὴν ἐν τῷ μετώπῳ. ἐπὶ δὲ νεφρῶν καὶ κύστεως αἰδοίου τε καὶ μήτρας τὰς ἐν τοῖς σκέλεσι, μάλιστα μὲν τὰς κατὰ τὴν ἰγνύαν, εἰ δὲ μὴ, τὰς παρὰ σφυρόν. ἀεὶ δ’ ἐπὶ πάντων τὰς κατ’ εὐθύ. τοῦ μὲν ἥπατος ἀρχομένου φλεγμαίνειν, τὰς ἐν τῇ δεξιᾷ χειρὶ, τοῦ δὲ σπληνὸς, ἔμπαλιν. ὥστ’ εὐθὺς ἡ διαφορὰ τῶν κενώσεων πρῶτον κατὰ τὴν τῶν μορίων διαφορὰν ὑπαλλάττεται· καὶ δῆλον ὅτι τὸ κοινὸν τῆς ἐνδείξεως οὐ μᾶλλον ὠφελείας ἢ βλάβης αἴτιον. ὅτι μὲν γὰρ κενωτέον, ἔνδειξις
905
κοινή· τὸ δ’ ὅθεν ἢ ὅπως, οἱ πεπονθότες τόποι διδάσκουσιν. οὕτω γοῦν καὶ οἱ τῶν κώλων ἐπενοήθησαν δεσμοὶ θώρακος ἢ γαστρὸς, ἢ τῶν κατὰ τὸν τράχηλον, ἢ τὴν κεφαλὴν μορίων φλεγμαινόντων. οὐ γὰρ δὴ τὸ φλεγμαῖνόν γε αὐτὸ δήσεις κῶλον, ἀλλ’ ἐπὶ μὲν σκελῶν τὰς χεῖρας, ἐπὶ χειρῶν δὲ τὰ σκέλη.