De methodo medendi

Galen

Galen, De methodo medendi

Τῶν δ’ ἐπὶ χυμοῖς σηπομένοις ἀναπτομένων πυρετῶν οἱ πρῶτοι μὲν εἴρηνται σκοποὶ πρόσθεν ἡνίκα ἐδείκνυον ὅπως ἐγχωρεῖ καὶ δύο καὶ τρεῖς αὐτοὺς ποιῆσαι, κᾂν εἰ βουληθείημεν ἕνα. νυνὶ δ’ ὥσπερ ἐπὶ τῶν ἄλλων πυρετῶν ἐκ τῆς τῶν πρώτων γενῶν τομῆς ἄχρι τῶν ἐσχάτων εἰδῶν ἀφικόμεθα τέμνοντες, οὕτω πρᾶξαι πειραθῶμεν κᾀπὶ τῆς προκειμένης διαφορᾶς, ἐκεῖνο πρότερον ἀναμνήσαντες ὃ κᾀν τοῖς περὶ διαφορᾶς τῶν σφυγμῶν ὑπομνήμασιν ἐδείξαμεν, ὡς εἴτε πρώτας διαφορὰς, εἴτε γένη πρῶτα καλεῖν ἐθέλοι τις,

735
εἴτε γενικωτάτας ἰδέας, εἴθ’ ὁπωσοῦν ἄλλως φυλάττων ἀκριβῆ τοῦ πράγματος τὴν ἔννοιαν, οὐ διοίσει. τῶν μὲν δὴ πυρετῶν αὐτῶν τοὺς ἐφημέρους ὅπως χρὴ θεραπεύειν ἐν τῷ τῶνδε τῶν ὑπομνημάτων ὀγδόῳ διῆλθον· ὥσπερ γε καὶ ὅπως τοὺς συνόχους ἐν τῷ μετ’ αὐτό· καὶ τρίτους γε τοὺς ἑκτικοὺς ἐν τῷ μετ’ ἐκεῖνο τῆς ὅλης πραγματείας ὄντι δεκάτῳ, μετὰ τῶν ἰδίων ἑκάστῳ πλεῖστα καὶ τῶν κοινῶν ἐπελθών. νυνὶ δ’ ὅπως ἄν τις ἰῷτο μεθόδῳ τοὺς ἐπὶ σήψει χυμῶν συνισταμένους πρόκειται διελθεῖν. οἱ σκοποὶ δ’ οἱ θεραπευτικοὶ κατὰ μὲν τὴν εἰς δύο τομὴν ἥ τε διάθεσις ἣν θεραπεύομεν ὑπάρχει καὶ ἡ τῶν τοῦ κάμνοντος μορίων κρᾶσις. ἐγχωρεῖ δ’, ὡς ἐλέχθη, καὶ δι’ ἑνὸς ἑρμηνεῦσαι κεφαλαίου, θεραπευτικὸν εἰπόντων ἡμῶν εἶναι σκοπὸν ἕνα κοινὸν ἁπάντων νοσημάτων, τὴν ἐναντίωσιν· οὗ τεμνομένου γεννᾶσθαι τοὺς δύο, τοῦ μὲν νοσήματος ἐνδεικνυμένου τὴν τῶν ἐναντίων ἑαυτῷ βοηθημάτων χρῆσιν, τῆς δὲ τοῦ θεραπευσομένου κράσεως ὁριζούσης ἅμα τῷ νοσήματι τὸ μέτρον τῆς ἐναντιώσεως. ἐῤῥέθη δ’ ἐν ἐκείνοις ὡς καὶ τὸ περιέχον ἡμᾶς ἕνα ποιήσασθαι
736
τὸν σκοπὸν ἐγχωρεῖ. καὶ ὡς ὁπόταν εἰς δύο μόνους τὴν πρώτην ποιησώμεθα τομὴν, ἤτοι γ’ ἐν τοῖς νοσεροῖς αἰτίοις ἢ ἐν τοῖς ὑγιεινοῖς, τίθεσθαι χρὴ τὸ περιέχον. ὄντων δ’ αἰτίων ὑγιεινῶν ἁπάντων τῶν ποιούντων ὑγείαν, ἓν ἐξ αὐτῶν ἐστι τὸ καλούμενον βοήθημα, κατὰ διαφόρους ἐννοίας ἔσχατον καὶ πρῶτον ὑγιεινὸν αἴτιον ὀρθῶς λεγόμενον. ἔσχατον μὲν γὰρ ἔσται τῷ χρόνῳ, διότι φύσις καὶ τέχνη καὶ τύχη τῷ χρόνῳ πρότερα τῶν βοηθημάτων ἐστὶν ὑγείας αἴτια· πρῶτον δὲ καθ’ ὅσον αὐτὸ ψαύει τοῦ νοσοῦντος, ἀλλοιοῦν τὴν διάθεσιν αὐτοῦ· καὶ διὰ τὴν ἐκ τούτου γινομένην ἀλλοίωσιν τῶν νοσούντων σωμάτων εἰς ὑγείαν ἀγομένων ἡ τέχνη καὶ ὁ τεχνίτης καὶ ἡ τύχη αἴτια τῆς ὑγείας γίνεται, οὐ τῷ πρώτως αὐτὰ τὰς νόσους ἐκκόπτειν, ἀλλὰ τῷ δι’ ἑτέρων ὑλῶν ἐπιτηδείων, αἵτινες ὀνομάζονται βοηθήματα. φλεβοτομία γὰρ αὐτὴ μὲν καθ’ ἑαυτὴν αὐτὸ δὴ τοῦτο τὸ νῦν εἰρημένον ὄνομα κέκτηται· βλάψασα δὲ τὸν ἄνθρωπον ἐκ τῶν αἰτίων γίνεται τῶν νοσωδῶν, ὥσπερ γε καὶ ὠφελήσασα τῶν ὑγιεινῶν. καὶ διὰ τοῦτο καλεῖται βοήθημα, καθ’ ὃν ἂν ὠφελῇ καιρόν· ὡς
737
καὶ πάσης ὕλης τῆς ὁπωσοῦν ἀλλοιούσης τὸ σῶμα καθ’ ὃν ἂν ὠφελῇ χρόνον ὀνομαζομένης βοηθήματος. οὕτως οὖν καὶ περιέχοντος ἡμᾶς ἴδιον μὲν ὄνομα κατὰ τὴν ἑαυτοῦ φύσιν ὁ ἀήρ· ἐν δὲ τῇ πρὸς ἡμᾶς σχέσει ποτὲ μὲν βοήθημα καὶ τῶν αἰτίων ἕν τι τῶν ὑγιεινῶν γίγνεται, ποτὲ δὲ τῶν ἐναντίων αὐτοῖς τῶν νοσωδῶν. ἐπεὶ δ’ ἔκ τε τῆς ἐνεστώσης καταστάσεως καὶ τῆς ὥρας τοῦ ἔτους καὶ τῆς τοῦ χωρίου φύσεως ὁ ἀὴρ ἴσχει τὰς καθ’ ὑγρότητα καὶ ξηρότητα καὶ θερμότητα καὶ ψυχρότητα μεταβολὰς, ἐξ ἐκείνων πάλιν ἑκάστου γίγνονταί τινες ἐνδείξεις μερικώτεραι. τύχη μὲν οὖν καὶ τέχνη καὶ τεχνίτης διὰ μέσων τῶν ὑλῶν ἔχουσι τὸ δρᾷν· ἡ φύσις δ’ αὐτὴ δι’ ἑαυτῆς, ἐκ τριῶν τούτων συμπληρουμένη μορίων τῆς τε τοῦ πνεύματος οὐσίας καὶ τῆς τῶν ὄντως στερεῶν, ἅπερ ἐκ σπέρματος ἐδείχθη γιγνόμενα, καὶ τρίτης ἐπ’ αὐτοῖς τῆς σαρκοειδοῦς οὐσίας, ἐν ἑκάστῳ τῶν μορίων ἰδίας ὑπαρχούσης. ἕκαστον δὲ τῶν εἰρημένων τριῶν ἰδίαν τινὰ ἔχει ποσότητα καὶ ποιότητα κατὰ φύσιν. ἡ μὲν οὖν ποιότης αὐτῶν ἐκ τῆς πρεπούσης κράσεως ὑγρᾶς καὶ ξηρᾶς καὶ ψυχρᾶς καὶ θερμῆς
738
συνίσταται. τὸ ποσὸν δὲ τῶν μὲν στερεῶν σωμάτων ἴσον ἀεὶ διαμένει, τοῖς μὲν αὐξανομένοις ἔτι κατὰ τὸν ἀριθμὸν μόνον, τοῖς δ’ ἤδη τετελειωμένοις καὶ κατὰ τὸ μέγεθος. τῆς σαρκοειδοῦς δ’ οὐσίας ἐξαλλάττεται τὸ μέγεθος, εἰ καὶ μηκέτι αὔξοιτο τὸ ζῶον. οὕτως δὲ καὶ ἡ τοῦ πνεύματος οὐσία μονονοὺ καθ’ ἑκάστην ῥοπὴν ἐλάττων τε καὶ πλείων γίνεται. καὶ τοίνυν καὶ ἡ δύναμις ἐφ’ οἷς ἔμπροσθεν εἶπον σκοποῖς ἤτοι μόνη προστίθεται κατὰ τὴν τῶν εἰρημένων τριῶν οὐσιῶν συναρίθμησιν, ἢ τῆς κράσεως ἀφορισθείσης ἰδίᾳ καθ’ ἑαυτήν. ἥτις αὖ. πάλιν καὶ αὐτὴ ποτὲ μὲν, ὡς ἐδείκνυτο, διχῇ τέμνεται, εἴς τε τὴν ἐξ ἀρχῆς φύσιν καὶ τὴν ἐπίκτητον διάθεσιν· ὥστε ἀπὸ τούτων καὶ τῶν ἄλλων τῶν προειρημένων γίγνεσθαί τινα ἔνδειξιν ἰαμάτων ἰδίαν ἑκάστου. πολλάκις δὲ ἡ ἐπίκτητος κρᾶσις εἰς τὰς ποιητικὰς αἰτίας ἀναχθεῖσα τὴν ἔνδειξιν ἐκείναις ἐχαρίσατο. κατὰ τοῦτον οὖν ἔφαμεν τὸν τρόπον ἐξ ἡλικίας ἐπιτηδευμάτων τε καὶ ἐθῶν ἔνδειξιν βοηθημάτων γίγνεσθαι, συμφωνεῖν δ’ ἀλλήλαις ἁπάσας τὰς εἰρημένας ἐνδείξεις· ἐν γὰρ ταῖς ἰδικωτέραις ἀεὶ περιέχεσθαι τὰς 
739
γενικωτέρας. ἄγεσθαι δ’ εἰς χρῆσιν τὰς ἰδικωτέρας, εὑρισκομένας ἐκ τῆς τῶν γενικωτέρων τομῆς.

Ἡ γάρ τοι πρώτη πασῶν ἔνδειξις θεραπευτικὴ ἐξ αὐτοῦ τοῦ θεραπευομένου νοσήματος γιγνομένη τὴν ἐναντίωσιν ἐδίδαξεν. ἐπεὶ δ’ ἔστι πλείονα γένη τῶν νόσων, ἕκαστον αὐτῶν ἰδίαν ἕξει τὴν ἐναντίωσιν. ἀλλὰ τὰ μὲν ἄλλα παρείσθω τό γε νῦν εἶναι. προκεχωρήσθω δὲ μόνον ἡμῖν εἰς τὰ παρόντα τῆς θεραπευομένης νόσου τὸ γένος ἐν δυσκρασίᾳ κείμενον. ἰαθήσεται τοίνυν τοῦτο διὰ τῆς ἐναντίας αὐτῷ δυσκρασίας. ἀλλ’ ἐπεὶ τοῦ γένους ὅλου τῶν πυρετῶν ἡ δυσκρασία θερμότης ἐστὶ, διὰ ψυχρότητος ἰαθήσεται, ὥστε ἀλλήλαις ὁμολογεῖν ἁπάσας τὰς ἐνδείξεις. ἐάν τε γὰρ εἴπωμεν ἁπλῶς οὕτως ὡς χρὴ τὸν πυρετὸν ἰᾶσθαι διὰ τῶν ἐναντίων ἐάν τε προσθέντες ὡς διὰ τῶν ἐναντίων τῇ κράσει μάχην οὐδεμίαν ἕξουσιν οἱ λόγοι· κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδ’ εἰ φαίημεν ἰᾶσθαι χρῆναι διὰ τῶν ψυχόντων τὸν πυρετὸν, ὥσπερ γε οὐδ’ εἰ τέμνοντες τοῦτο φαίημεν ἐνίοτε μὲν ἰᾶσθαι τὸν πυρετὸν ἡμᾶς διὰ τῶν ἐνεργείᾳ ψυχόντων, ἐνίοτε

740
δὲ διὰ τῶν δυνάμει, καί ποτε αὖθις διὰ τῶν κατὰ συμβεβηκὸς, ἢ καὶ συντιθέντες ταῦτα μάχην οὐδεμίαν ἕξει τοῖς προειρημένοις ὁ λόγος, ὥσπερ γε οὐδ’ εἰ φαίημεν ὅσα μὲν κατ’ ἐνέργειαν ἢ δύναμιν ἢ κατὰ συμβεβηκὸς θερμαίνει χείρονας ἑαυτῶν ἀποτελεῖν τοὺς πυρετοὺς, ὅσα δ’ αὖ κατ’ ἐνέργειαν ἢ δύναμιν ἢ κατὰ συμβεβηκὸς ψύχει θεραπεύειν αὐτούς. ἡ γὰρ ἀπὸ τῆς διαθέσεως ἔνδειξις εἰς τοσούτους ἐτμήθη τοὺς κατὰ μέρος σκοπούς. αὐτοὶ δὲ πάλιν οὗτοι οἱ σκοποὶ τὴν ὕλην τῶν βοηθημάτων εὑρίσκουσι κατὰ τὰς ἐν τοῖς περὶ φαρμάκων εἰρημένας μεθόδους· ἀρχὴ γὰρ ἐκείνων ἐστὶν εἰς ὅπερ ἐτελεύτησεν ἡ ἐκ τῆς θεραπευομένης διαθέσεως τομή. κυριωτάτη μὲν οὖν ἐν τῷ λυθῆναι τὴν νόσον θεραπεία νοεῖται, καταχρωμένων δὲ καὶ τὸ μικτὸν γένος ἔκ τε τῆς ὄντως θεραπείας καὶ ἣν ὀνομάζουσι προφυλακήν. τῶν μὲν οὖν ἐφημέρων πυρετῶν ἡ ὄντως ἐστὶ θεραπεία, καθάπερ γε καὶ ἡ τῶν ἑκτικῶν. ὅσοι δ’ ἐπὶ χυμοῖς συνίστανται σηπομένοις ἡ λεγομένη θεραπεία τὴν προφυλακὴν προσείληφεν, ἥτις ἐστὶ τὸ τὴν νόσον ἐργαζόμενον αἴτιον ἐκκόπτειν. ὀνομάζεται δὲ καὶ αὐτὸ
741
τοῦτο τὸ μέρος τῆς τέχνης θεραπευτικὸν, ἀποκεχωρισμένον τοῦ καθαρῶς τε καὶ εἰλικρινῶς προφυλακτικοῦ τῷ γενέσθαι τὴν νόσον μὲν αἰσθητῶς ὑπὸ τῆς αἰτίας ἤδη, μέλλειν δὲ ἔσεσθαι κατὰ τὰς προφυλακτικάς. τοῖς μὲν οὖν ὀνόμασιν ὡς ἂν ἐθέλοι τις χρήσθω, τοῦτο γὰρ ἀναμιμνήσκειν ἀεὶ χρὴ, φυλαττέτω δὲ τὴν ἐφ’ ἑκάστου τῶν πραγμάτων ἔνδειξιν τῶν ἰαμάτων, ὡς εἴ γε παραλείποι τι κᾂν ἓν ἐξ αὐτῶν, ἀνάλογον ἐκείνου τῷ μεγέθει τε καὶ τῇ δυνάμει βλάψει τὴν ἴασιν.

Ὅνπερ δὲ τρόπον ἀπὸ τῆς διαθέσεως ἐπὶ τὰς ὕλας τῶν βοηθημάτων ἀφικόμεθα, τὸν αὐτὸν τρόπον ἀφ’ ἑκάστου τῶν ἄλλων γενῶν τῶν πρώτων κατέρχεσθαι χρὴ πρὸς αὐτάς· οἷον ἀπὸ τῆς δυνάμεως· ἀντιτέτακται γὰρ αὕτη τῇ νόσῳ καθάπερ τις ἀνταγωνιστής· καὶ πρόκειταί γε τῷ ἰατρῷ βοηθεῖν ταύτῃ καὶ συναγωνίζεσθαι τρόπῳ παντί. τίς οὖν πρῶτος σκοπὸς ἀπὸ τῆς δυνάμεως ἢ τίς ἔνδειξις προτέρα; καὶ γὰρ κᾀνταῦθα λεκτέον ὡς ἂν ἐθέλοι τις, αὐτὴν μὲν τὴν δύναμιν ἕνα τὸν πρῶτον σκοπὸν τιθέμενος, τὸ δ’

742
ὑπ’ αὐτῆς ἐνδεικνύμενον ἕτερον σκοπὸν δεύτερον. ἐπεὶ τοίνυν ἐδείχθη τὴν ἑαυτῆς ἐνδεικνυμένη φυλακὴν, ὥσπερ ἡ νόσος τὴν ἀναίρεσιν, ἔσται πάλιν ὁ δεύτερος ἐπὶ τῇ δυνάμει σκοπὸς ἡ φυλακὴ, καθάπερ ἐπὶ τῶν νοσημάτων ἡ ἀναίρεσις. ἀλλ’ ἡ μὲν φυλακὴ τὴν τῶν ὁμοίων ἐνδείξεται προσαγωγὴν, ἡ δ’ ἀναίρεσις τὴν τῶν ἐναντίων. ἐπειδὴ δὲ τῆς δυνάμεως οὐσία συνεπληροῦτο διά τε τοῦ πνεύματος καὶ τῆς σαρκώδους ἰδέας καὶ τῶν στερεῶν, ἐκ τῶν ὁμοίων ἑκάστῳ πορίζεσθαι χρὴ τὴν διαμονήν· τῷ μὲν πνεύματι διὰ τῆς ἀναπνοῆς τε καὶ διαπνοῆς καὶ τῆς ἐκ τοῦ αἵματος ἀναθυμιάσεως, ἐξέστω δὲ κᾀνταῦθα τῷ βουλομένῳ καλεῖν ἀέρωσιν, ἢ λεπτοποίησιν αἵματος, ἢ εἰς ἀτμοὺς λύσιν, ἢ χύσιν, ἢ ὅπως ἂν αὐτὸς ἐθέλοι· τῷ δὲ τῶν στερεῶν γένει διὰ τῆς στερεᾶς τροφῆς, ὥσπερ γε καὶ τῷ τῶν σαρκωδῶν διὰ τῆς ἐν μέσῳ φύσεως ὑγρῶν τε καὶ στερεῶν σωμάτων. ἑκάστου δὲ τούτων εὑρήσεις τὸ μὲν ποσὸν ἐκ τῆς κατὰ τὴν φυλαττομένην οὐσίαν ποσότητος, τὸ δὲ ποιὸν ἐκ τῆς κράσεως. αὐτῆς δὲ τῆς κράσεως καθ’ ἕκαστον αὐτῶν ἤτοι
743
γε ἀρίστης ὑπαρχούσης ἢ μεμπτῆς κατά τι, τὴν μὲν ἀρίστην ἀεὶ φυλάττειν χρὴ, τὴν μεμπτὴν δὲ ἐπὶ μὲν τῶν ὑγιαινόντων ἤτοι φυλάττειν ἢ ἀλλοιοῦν· ἐπὶ δὲ τῶν νοσούντων φυλάττειν, ἐξ οὗ λογισμοῦ πρόσθεν ἐδείκνυτο μεγίστην ἔνδειξιν ἔχον τὸ ἔθος, ἢ γὰρ τὴν ἐξ ἀρχῆς αὐτοῦ φυλάττειν κρᾶσιν ἢ τὴν ἐπίκτητον ἐργάζεσθαι. γίγνεσθαι δ’, ὡς ἐλέγετο, τὴν ἔνδειξιν τοῦ μέτρου τῶν βοηθημάτων ἐκ τῆς νῦν κράσεως, ὥσπερ γε κᾀκ τῆς ἡλικίας, οὐχ ἧς ἔμπροσθεν εἶχεν ὁ κάμνων, ἀλλ’ ἧς νῦν ἔχει. διαφορᾶς δ’ οὐκ ὀλίγης ὑπαρχούσης ἐν τῇ κράσει τῶν τοῦ ζώου μορίων, ἴδιον ἑκάστῳ τὸ μέτρον ἔσεσθαι τῶν ὁμοίων ἑαυτῷ, τῷ μὲν γεωδεστέρῳ τῶν γεωδεστέρων, τῷ δὲ ὑγροτέρῳ τῶν ὑγροτέρων· οὕτω δὲ καὶ τῷ μὲν ἀερωδεστέρῳ τῶν ἀερωδῶν, τῷ δὲ θερμοτέρῳ τῶν πυρωδῶν. ἐντεῦθεν οὖν ἤδη τὰς ὕλας ἐξευρίσκειν ἁπάντων τῶν κατὰ μέρος, ἐν τροφαῖς καὶ πόμασι καὶ ἀέρι καὶ τοῖς ἐπιτηδευομένοις ἅπασιν. ἔνθα δ’ ἀλλήλαις ἐναντιοῦνταί τινες ἐνδείξεις, τῇ πρόσθεν εἰρημένῃ
744
χρῆσθαι μεθόδῳ, πρὸς τὴν τῶν πρακτέων εὕρεσιν ἐπιβλέποντα μέγεθός τε καὶ ἀξίωμα τῶν ἐνδεικνυμένων σκοπῶν. αἱρεῖσθαι γὰρ ἐδείκνυμεν χρῆναι τὰς ἀπὸ τῶν ἀξιολογωτέρων τε καὶ μειζόνων ἐνδείξεις σκοπῶν. ἀξίωμα μὲν οὖν αὐτῶν εἰς ζωὴν ἢ ὑγείαν ἀποβλεπόντων κρίνεσθαι, μέγεθος δ’ εἶναι διττὸν, ἤτοι κατὰ τὴν οἰκείαν οὐσίαν ἢ τὴν τοῦ κατὰ φύσιν ἐκτροπήν. ἐπὶ ταύταις οὖν ἤδη ταῖς μεθόδοις γυμνασθῶμεν ἐν τῷ γένει τῶν ἐπὶ σηπεδόνι πυρετῶν.

Ἐπεὶ δὲ ἡ σηπεδὼν ἤτοι γε ὁμοτίμως ἐν ἅπασι συνίσταται τοῖς ἀγγείοις ἢ ἐν τοῖς μεγίστοις καὶ κυριωτάτοις, ἃ δὴ μεταξὺ βουβώνων τ’ ἐστὶ καὶ μασχαλῶν, ἢ καθ’ ἕν τι μόριον ἤτοι φλεγμαῖνον, ἢ καὶ χωρὶς φλεγμονῆς, ἐν ἑαυτῷ περιέχον οἷόν περ ἐν ἑστίᾳ τινὶ τὴν ἀρχὴν τοῦ πυρετοῦ, καθ’ ἑκάστην τῶν εἰρημένων διαφορῶν ἰδίᾳ χρὴ γυμνάσασθαι. καὶ πρώτην γε τὴν ἤτοι κατὰ τὰ μέγιστα τῶν ἀγγείων ἢ σύμπανθ’ ἅμα γινομένην τῷ λόγῳ προχειρησόμεθα. τὸν γὰρ ἐπὶ τῇ τοιαύτῃ διαθέσει πυρετὸν εἶναι μὲν δήπου σύνοχον ἀναγκαῖον, ἰαθῆναι δ’ ἀδύνατον ἄνευ τοῦ

745
παύσασθαι τὴν σηπεδόνα. παύσασθαι δ’ οὐ δύναται μενούσης τῆς αἰτίας. ἐκκόπτειν οὖν χρὴ τὴν αἰτίαν αὐτῆς, εἰ μέλλει προτέρα μὲν ἡ σῆψις, ἐπ’ αὐτῇ δ’ ὁ πυρετὸς ἰαθήσεσθαι. τίς οὖν ἡ αἰτία τῆς ὁμοτίμου σηπεδόνος ἐν ἅπασι τοῖς ἀγγείοις ἀναμνησθῆναι χρὴ πρῶτον, ἢ τίς ποθ’ ἡμῖν ἐδείκνυτο σηπεδόνος αἰτία, κᾄπειθ’ ἑξῆς ζητῆσαι τὴν τῆς ὁμαλῶς γινομένης ἐν ἅπαντι μέρει τοῦ ζώου. δέδεικται τοίνυν ἐν ταῖς τῶν νόσων αἰτίαις ὡς ἐκεῖνα μόνα σήπεται τῶν σωμάτων ὅσα φύσιν ἔχοντα θερμὴν καὶ ὑγρὰν ἀδιάπνευστα καὶ ἀῤῥίπιστα μένει ἐν θερμῷ καὶ ὑγρῷ χωρίῳ. εἰ δ’ ἐν κινήσει τε εἴη καὶ ῥιπίζοιτο καὶ διαπνέοιτο, δύναιτ’ ἂν ἄσηπτα φυλάττεσθαι, καὶ μάλισθ’ ὅσα σώματα διοικοῦσιν αἱ φύσεις, ὥσπερ τὰ τῶν ζώων τε καὶ τῶν φυτῶν· αὗται γὰρ ἐξ ἀρχῆς ἑαυταῖς ἔχουσι συμφύτους κινήσεις, ὡς ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν ἐδείκνυμεν, αἷς ἀποκρίνουσι τὰ περιττά. δέδεικται δὲ καὶ δι’ ἄλλων δυοῖν βιβλίων πηλίκη τίς ἡ χρεία τῆς τ’ ἀναπνοῆς ἐστι καὶ τῶν σφυγμῶν, ὑπὲρ τοῦ
746
ῥιπίζεσθαι καὶ διαπνεῖσθαι τὸ σῶμα καὶ τὴν κατὰ φύσιν ἑαυτοῦ φυλάττειν θερμασίαν. εἴπερ οὖν τι μέλλει σαφῶς σήπεσθαι τῶν κατ’ αὐτὸ. τὰς εἰρημένας χρὴ διαπνοὰς ἐπισχεθῆναι. πῶς δ’ ἂν καὶ δύναιντο αἱ καθ’ ὅλον τὸ ζῶον εἰς τοῦτ’ ἐλθεῖν ἄνευ στεγνώσεως. ἤτοι γ’ ἐν τοῖς πέρασι τῶν ἀγγείων γινομένης ἢ κατὰ σύμπαν τὸ δέρμα; κατὰ μὲν οὖν τὰ πέρατα τῶν ἀγγείων ἡ στέγνωσις γίγνοιτ’ ἂν, ἢ διὰ σφοδράν τινα ἔξωθεν ψύξιν, ἢ διὰ πάχος, ἢ πλῆθος, ἢ γλισχρότητα τῶν περιεχομένων ἐν αὐτοῖς χυμῶν, ἀθροώτερον ῥευσάντων ἐπὶ τὴν ἔξω φοράν. γίγνεται δ’ αὐτοῖς τοῦτο καὶ διὰ γυμνάσια τὰ κατὰ παλαίστραν ἢ ἄλλως ἐπιτηδευθέντα καὶ δι’ ὁδοιπορίας συντόνους ἢ διὰ τὸ περιέχον ἐξαίφνης ἐκ κρύους εἰς θάλπος μεταβαλόν. ἐνίοτε δὲ καὶ διὰ θυμὸν οἱ χυμοὶ ζέσαντες ἀθρόα καὶ χρησάμενοι τῇ πρὸς τοὐκτὸς φύσει τὰς εἰρημένας στεγνώσεις εἰργάσαντο. χρὴ τοίνυν ὅστις ἰᾶσθαι μέλλει τὸν προκείμενον ἐν ἐν τῷ λόγῳ πυρετὸν, ἅμα μὲν ἐκκόπτειν αὐτοῦ τὴν αἰτίαν, ἅμα δὲ καὶ τὴν ἤδη γεγενημένην ὑπ’ αὐτῆς ἐν τῷ ζώῳ θερμασίαν ἐμψύχειν. ὅπως μὲν οὖν ἐκείνην χρὴ ψύχειν ἔμπροσθεν εἴρηται· τὴν δ’ αἰτίαν ἐκκόπτειν προσήκει,
747
κατὰ τὴν ἰδίαν ἑκάστης φύσιν ἐξευρίσκοντα τὴν ἐναντίωσιν· εἰ μὲν ὑπὸ ψυχρᾶς αἰτίας ἐπιλήθη τε καὶ πυκνὸν εἴργασται τὸ σῶμα. χαλῶντα καὶ ἀραιοῦντα παντοίως αὐτό· δι’ ἔμφραξιν δὲ τοῦτο παθὸν ἐκφράττοντα. τὸ δὲ ἐκφράττον εὑρήσεις κᾀνταῦθα, τῷ τῆς ἐναντιώσεως προσέχων σκοπῷ· τοὺς μὲν γὰρ πολλοὺς χυμοὺς κενώσεις, τοὺς παχεῖς δὲ καὶ γλίσχρους ἐργάσῃ λεπτούς τε καὶ ῥυτούς. εἰ δὲ καὶ πλείω συνέλθοι ποτὲ αἴτια, πρὸς ἅπαντα ἐνιστάμενος ἐξ ὑπεναντίου· δυνατὸν γὰρ δήπου καὶ πεπιλῆσθαι τὸ σῶμα καὶ πεπυκνῶσθαι τοὺς πόρους καὶ πολλοὺς καὶ γλίσχρους εἶναι τοὺς χυμούς. ἐν δὲ ταῖς τοιαύταις ἐπιπλοκαῖς, εἴ τι μεμνήμεθα τῶν ἐν τοῖς ἔμπροσθεν εἰρημένων, ἄρχεσθαι προσήκει ἀπὸ τῆς φλεβοτομίας, ἐκκενοῦντα τὸ πλῆθος, ἀφικνεῖσθαι δ’ ἐπὶ τῷ λεπτύνειν τοὺς χυμοὺς, εἶθ’ ἑξῆς ἐπὶ τὸ χαλᾷν τὰ πεπιλημένα καὶ ἀραιοῦν τὰ πεπυκνωμένα. ταυτὶ μὲν οὖν ἐκ τῆς νοσώδους διαθέσεως ἐνδεικτικῶς ληπτέον.

Ἀπὸ δὲ τῆς δυνάμεως, ἐπειδὴ σιτία καὶ ποτὰ καὶ πνεύματα ταύτην ἐφύλαττον, ἐν μέτρῳ τέ τινι

748
καὶ ποιότητι δεούσῃ προσφερόμενα, καὶ ἦν αὐτῶν τὸ μὲν τοῦ ποσοῦ μέτρον ἀπὸ τῆς οὐσίας τῆς δυνάμεως εὑρισκόμενον, τὸ δὲ τῆς ποιότητος ἀπὸ τῆς κράσεως, ἐπισκεπτέον ὅπως ἔχουσιν αἱ διοικοῦσαι τὸ σῶμα δυνάμεις. εὐρώστων μὲν γὰρ οὐσῶν θαῤῥῶν χρῶ τοῖς κενωτικοῖς βοηθήμασιν, ἅπερ ἐκ τῆς κατὰ τὴν νόσον ἐλήφθη διαθέσεως· ἀῤῥωστοτέρων δὲ γεγενημένων εὐλαβῶς μεταχειρίζου τὰ κενωτικὰ βοηθήματα. καὶ μὲν δὴ καὶ τὸ τῶν τροφῶν ποσὸν ἐντεῦθέν σοι ληπτέον. ἐῤῥωμένων γὰρ τῶν δυνάμεων κατὰ τὸν ἑαυτῶν λόγον καὶ τῆς ἀκμῆς τοῦ νοσήματος ἐν τάχει προσδοκωμένης ἔξεστι λεπτότατα διαιτᾷν, ἀῤῥωστοτέρων δ’ οὐσῶν οὐκ ἔξεστιν ἄνευ ζημίας μεγάλης· ἀλλὰ χρὴ προστιθέναι τοῖς τρέφουσι τοσοῦτον ὅσον ἀφῄρηνται τῆς εὐτονίας αἱ δυνάμεις. ἐκ τούτων μὲν τῶν σκοπῶν τὸ ποσὸν τῆς τροφῆς ληπτέον, ἐκ δὲ τῆς διαθέσεως τῆς κατὰ τὴν νόσον ἅμα τῇ κατὰ φύσιν κράσει ἐν τῷ τότε χρόνῳ τῶν στερεῶν σωμάτων τὸ ποιὸν, ἀπὸ μὲν τῆς διαθέσεως, εἰ ἔμφραξις εἴη, τὰς λεπτυνούσας, ἀπὸ δὲ τῆς κατὰ φύσιν αὐτῶν κράσεως ἅμα τοῖς ἔθεσι, καθὼς καὶ περὶ  
749
τούτων διώρισται πρόσθεν. ὁ δὲ καιρὸς τῆς τροφῆς ἐπὶ μὲν τῶν ἄλλων ἁπάντων πυρετῶν, ὅσοι σήψεσιν ἕπονται, προϊόντος εἰρήσεται τοῦ λόγου· τοῖς δ’ ἕνα μόνον ἀπ’ ἀρχῆς ἄχρι τέλους ἔχουσι παροξυσμὸν, ὑπὲρ τούτων γὰρ ἡμῖν ὁ ἐνεστὼς λόγος, ἥ τ’ εὐφορία καὶ τὸ ἔθος οἱ σκοποί· τηνικαῦτα γὰρ ἂν αὐτοῖς δοτέον ὅταν εὐφορώτατοι σφῶν αὐτῶν ὑπάρχωσι, καὶ μάλιστα κατ’ ἐκεῖνον τὸν καιρὸν τῆς ἡμέρας ἐν ᾧ καὶ πρόσθεν ὑγιαίνοντες ἔθος εἶχον σιτεῖσθαι· μάλιστα γὰρ ἂν εὐφόρως ἐνέγκαιεν τὰ σιτία κατὰ τούτους τοὺς σκοποὺς λαβόντες. ὅτι δὲ καὶ τὸ ψυχρὸν τοῖς οὕτω νοσοῦσι δοτέον, ὅταν ἤδη πέττωνται μὲν οἱ χυμοὶ, τὸ δὲ πάχος αὐτῶν ᾖ προλελεπτυσμένον, ἐκ τῶν ἐν τοῖς ἔμπροσθεν εἰρημένων εὔδηλον.

Ἐπαμφοτερίζοντος γὰρ τοῦ τοιούτου πυρετοῦ τοῖς τ’ ἐπὶ σήψει χυμῶν ἐν περιόδοις τισὶ παροξυνομένοις καὶ τοῖς ἐφημέροις ὀνομαζομένοις, ἐν ἑκατέρῳ τῷ γένει προσηκόντως ἐμνημονεύσαμεν τούτων, ἕνα μὲν ἐχόντων παροξυσμὸν ὡς ἐφημέρων, ἐπὶ σήψει δὲ γιγνομένων

750
καὶ ἤδη πολυημέρων πως ὄντων. ὥσθ’ ἓν μὲν ἕξουσι κοινὸν πρὸς τοὺς ἐφημέρους, δύο δὲ πρὸς τοὺς ἐπὶ σήψει πολυημέρους. τὸ δ’ ἕτερον γένος τῶν συνόχων δύο μὲν ἔχει κοινὰ πρὸς τοὺς ἐφημέρους, τό τε χωρὶς σήψεως γίγνεσθαι καὶ χωρὶς περιόδου· τὸ τρίτον δ’ οὐ κοινὸν, εἰς γὰρ τὴν πέμπτην ἡμέραν ἐκτείνεται πολλάκις. ἡ μὲν οὖν τῶνδε τῶν πυρετῶν θεραπεία γέγραπται πρόσθεν, ἡ δὲ τῶν ἐπὶ σήψει συνόχων ἑκατέρῳ τῷ γένει κοινωνοῦσα καὶ ἡμᾶς ἠνάγκασεν ἐν ἀμφοτέροις τοῖς λόγοις ὑπὲρ αὐτῆς διελθεῖν. ἀλλ’ ἡ μὲν οὐσία καὶ ἡ σύμπασα φύσις αὐτῶν ἐκ τοῦ γένους ἐστὶ τοῦ νῦν ἡμῖν προκειμένου. καθ’ ἓν δέ τι τῶν συμβεβηκότων αὐτοῖς ἐκοινώνησαν τοῖς ἐφημέροις, ὅπερ ἦν εἷς ὁ σύμπας παροξυσμὸς ὅλης τῆς νόσου. χρὴ τοίνυν καὶ τὰ τῆς ἰάσεως αὐτοῖς καθ’ ἓν μὲν τοῦτο μόνον εἰς κοινωνίαν ἥκειν τοῖς ἐφημέροις, κατὰ δὲ τἄλλα σύμπαντα διχῇ τμηθῆναι, καὶ τοὺς μέν τινας σκοποὺς θεραπευτικοὺς ἐκ τοῦ γένους τῶν ἐπὶ σήψει λαβεῖν, τοὺς δέ τινας ἐκ τῆς οἰκείας αὐτῶν οὐσίας. οὕτω δὲ καὶ τὰς ἄλλας
751
διαφορὰς τῶν ἐπὶ σήψει χυμῶν ἰᾶσθαι προσήκει, καθάπερ ἤδη πολλάκις ἔμπροσθεν εἴρηται, τὴν ἔνδειξιν ἀπό τε τοῦ κοινοῦ γένους αὐτῶν λαμβάνοντας καὶ τῆς καθ’ ἕκαστον ἰδίας διαφορᾶς.

Ἀναλαβόντες οὖν αὖ εἴπωμεν ὁπόσαι μέν εἰσιν αἱ πᾶσαι διαφοραὶ τῶν ἐπὶ σηπεδόνι χυμῶν ἀναπτομένων πυρετῶν, τίς δ’ ἡ κοινὴ τοῦ γένους αὐτῶν ἔνδειξις τῶν ἰασομένων βοηθημάτων, εἶθ’ ἑξῆς ὁποία τις ἡ καθ’ ἕκαστον ἰδία. χρὴ γὰρ δήπου τό τε κοινὸν αὐτοῖς ἅπασι κοινὴν καὶ τὴν ἔνδειξιν ἔχειν, τό τ’ ἐν ἑκάστῳ διάφορον εἰς ὅσον ἀποκεχώρηκε τῶν ὁμογενῶν, εἰς τοσοῦτον καὶ τὴν ἔνδειξιν ἀφωρισμένην ἐκείνων ἔχειν. εἰσὶ δὲ τῶν ἐπὶ σήψει χυμῶν αἱ διαφοραὶ αἵδε. μία μὲν ἐκ τοῦ παρεῖναι τὰς αἰτίας αὐτοῖς τῆς σηπεδόνος, ἢ μὴ παρεῖναι, δευτέρα δὲ ἐκ τοῦ καθ’ ὅλον τὸ ζῶον ἢ κατὰ μέρος ὑπάρχειν τὴν σηπεδόνα, καὶ τρίτη καθ’ ὅσον ἤτοι μετὰ φλεγμονῆς

752
ἢ χωρὶς ταύτης εἴη. ἐπισκεπτέον οὖν ἡμῖν ἐστι τί μὲν ἔχει κοινὸν ἡ ἀπὸ τῆς αἰτίας ἔνδειξις ὑπαρχούσης ἔτι, τί δ’ ἡ τῆς σηπεδόνος αὐτῆς· κᾄπειθ’ ἑξῆς τί μὲν ἡ καθ’ ὅλον τὸ ζῶον ἢ τά γε κυριώτατα τῶν ἀγγείων αὐτοῦ· τί δὲ ἡ καθ’ ἕν τι μόριον, ἔπειθ’ ἑξῆς τῶν καθ’ ἕν τι μορίων τὰς διαφοράς. ἄλλην μὲν γὰρ εἰκὸς ἔνδειξιν εἶναι τὴν μετὰ φλεγμονῆς, ἑτέραν δὲ τὴν χωρὶς ταύτης. ἐν αὐταῖς δὲ ταύταις πάλιν ἑτέραν μὲν ἔτι παρούσης τῆς ποιούσης αἰτίας, ἑτέραν δ’ οἰχομένης αὐτῆς. εἶθ’ ἑξῆς τὰς καθ’ ἑκάστην αἰτίαν ἔτι παροῦσαν διαφορὰς, ἐπὶ πάντων τῶν εἰρημένων κατὰ τὴν τομὴν εἰδῶν· ἐνταῦθα γὰρ ἡμῖν ἀναγκαῖόν ἐστιν εἰς τὰς ἀπὸ τῶν θεραπευομένων διαθέσεων ἐνδείξεις τελευτῆσαι. μετὰ δὲ ταύτας δηλονότι τὰς ἀπὸ τῶν θεραπευσομένων μορίων ἐνδείξεις ληψόμεθα κατὰ τὴν προειρημένην μέθοδον· αἷς προσθέντες τὰς ἀπὸ τῆς δυνάμεως τελείαν ἕξομεν ἤδη τὴν μέθοδον τῆς ἁπάντων τῶν ἐπὶ σήψει πυρετῶν ἰάσεως.

753

Ἀρξώμεθα οὖν ἀπὸ τοῦ πρώτου σκοποῦ κατὰ τὴν διαίρεσιν, ὅπερ ἦν ἡ σηπεδὼν τῶν χυμῶν, καὶ σκεψώμεθα τίσιν ἄν τις προσέχων σκοποῖς καὶ τίσιν ἐνδείξεσι χρώμενος ἐξεύροι τὴν θεραπείαν αὐτῆς. ἀρχὴ δ’ εἰς τὴν εὕρεσιν ἡ φύσις ἔσται τοῦ πράγματος ὑπὲρ οὗ σκοπούμεθα· καὶ γὰρ καὶ τοῦτο ἐμάθομεν ἐν ταῖς ἀποδεικτικαῖς μεθόδοις. τίς οὖν ἡ φύσις τῆς σηπεδόνος ἐστίν; ἡ μεταβολὴ τῆς ὅλης τοῦ σώματος σηπομένης οὐσίας ἐπὶ φθορὰν, ὑπὸ τῆς ἔξωθεν θερμασίας. οὐ γὰρ δὴ ὑπό γε τῆς οἰκείας τι φθείρεται, τοὐναντίον δ’ ἅπαν αὐξάνεταί τε καὶ ῥώννυται καὶ ὑγιαίνει καὶ ζῇ τῶν ὄντων ἕκαστον, ὑπὸ τῆς οἰκείας θερμασίας διοικούμενον· ὥσπερ ἀμέλει καὶ αὐτὰ τὰ τῶν ζώων σώματα καίτοι τὸ πλεῖστον τῆς ἑαυτῶν οὐσίας ὑγρὸν καὶ θερμὸν ἔχοντα, διαρκεῖ πάμπολυν ἐτῶν ἀριθμὸν ἄσηπτά τε καὶ ὑγιῆ καὶ ζῶντα φυλαττομένης αὐτῶν, ὡς ἐπιδέδεικται, τῆς οἰκείας θερμασίας, ἐν μὲν τῷ τῆς καρδίας σώματι διὰ τῆς ἀναπνοῆς, ἐν ἅπασι δὲ τοῖς ἄλλοις μέρεσι διά τε τῆς πρὸς τὴν καρδίαν κοινωνίας καὶ δι’ ἑτέρου τινὸς 

754
εἴδους ἀναπνοῆς, ὃ καθ’ ὅλον τὸ δέρμα γιγνόμενον ὠνόμασται διαπνοή. τῇ δὲ τούτων βλάβῃ συγκακοῦται μὲν τὸ κατὰ φύσιν θερμόν· ὀθνεῖον δέ τι καὶ παρὰ φύσιν ἕτερον ἐγγινόμενον τοῖς σώμασι τοὺς μὲν χυμοὺς πρώτους δι’ ὑγρότητα σήπει τε καὶ διαφθείρει, τῷ χρόνῳ δὲ καὶ τῆς πιμελῆς ἅπτεται καὶ τῆς σαρκός. ὥσπερ οὖν ὅσα τῶν μὴ ζώντων σωμάτων σήπεται, πρῶτον μὲν ἀποφράττουσιν αὐτῶν ὅσον ἤδη σέσηπται, εἶθ’ ἑξῆς τὸ λοιπὸν αἰωρήσαντες ἐν ἀέρι ψυχρῷ διαπνοὰς εὐψυχεῖς μηχανῶνται, κατὰ τὸν αὐτὸν τρόπον ἰασόμεθα τὴν ἐν τοῖς ζώοις σηπεδόνα, τὸ μὲν ἤδη διεφθαρμένον ἐκκενοῦντες ἅπαντι τρόπῳ, τὸ δὲ ὑπόλοιπον αἰωρήσεσι μετρίαις καὶ διαπνοαῖς εὐψυχέσιν εἰς τὴν ἀκριβῆ συμμετρίαν ἐπαναγαγόντες. ἡ μὲν δὴ κένωσις αὐτῶν δι’ οὔρων τε καὶ διαχωρημάτων ἐμέτων τε καὶ ἱδρώτων ἔσται· μετὰ δὲ ταῦτα κινήσεις μετρίας ἅμα τῇ τοῦ περιέχοντος εὐκρασίᾳ προσάξομεν. ὅπως δ’ ἄν τις ἕκαστον τούτων ὀρθῶς μεταχειρίζοιτο, μικρὸν ὕστερον ἐπισκεψόμεθα. νυνὶ δ’ ἐπὶ τὸ δεύτερον ἐκ τῆς διαιρέσεως ἤδη μεταβῶμεν,
755
ὡς ἄν τις κάλλιστα τῆς ποιούσης αἰτίας τὴν σῆψιν ἔτι μενούσης ἐξεύροι τὴν ἴασιν. ἔστι δ’ οὐδ’ ἐνταῦθα χαλεπὸν οὐδὲν ἐξευρεῖν, ὅτι διὰ τῶν ἐναντίων ἀναιρουμένης αὐτῆς. ἐπεὶ τοίνυν ἡ κώλυσις τῆς διαπνοῆς εἰργάζετο τὴν σῆψιν, ἀναιρετέον αὐτήν. ἀλλ’ ἐπεὶ πολυειδῶς ἐγίγνετο καὶ πυκνουμένων τῶν πόρων καὶ πιλουμένων τῶν σωμάτων καὶ διὰ πλῆθος καὶ πάχος καὶ γλισχρότητα τῶν χυμῶν ἐμφραττομένων, ἑκάστην τῶν εἰρημένων διαθέσεων ἰᾶσθαι χρὴ διὰ τῶν ἐναντίων· τὴν μὲν πύκνωσιν τοῖς ἀραιοῦσι, τὴν δὲ πίλησιν τοῖς χέουσι, τὸ δὲ πλῆθος τοῖς κενοῦσι, καὶ τὸ πάχος τοῖς τέμνουσι, καὶ τὴν γλισχρότητα τοῖς ῥύπτουσιν. καὶ εἰ μὲν καθ’ ὅλον εἴη τὸ σῶμα τῶν εἰρημένων ἕκαστον, ὅλῳ τῷ σώματι διὰ τῶν ἐναντίων τιμωροῦντες· καθ’ ἕν δέ τι τῶν μορίων ὑπαρχούσης τῆς σηπεδόνος, ἐν ἐκείνῳ τὰ εἰρημένα μηχανώμεθα. οὐ τῶν αὐτῶν δὲ δηλονότι δεήσεται πάντα κενώσεως φαρμάκων, ὡς ἂν καὶ ταῖς κράσεσι καὶ ταῖς θέσεσι καὶ ταῖς διαπλάσεσι καὶ τῇ συμπάσῃ κατασκευῇ καὶ φύσει διαφέροντα ἀλλήλων.

756

Ὅπως οὖν χρὴ βοηθεῖν ἑκάστῳ μετὰ ταῦτα σκεψόμεθα κατὰ τὴν οἰκείαν τοῦ λόγου τάξιν· ἧς τὴν ἀρχὴν ἀπὸ τῆς ἐν ὅλῳ τῷ σώματι σηπεδόνος ποιησόμεθα, γεννώσης καὶ αὐτῆς τοὺς συνόχους ὀνομαζομένους πυρετούς. ἐκκαθαίρειν οὖν χρὴ τὰ σεσηπότα τῶν οὕτω καμνόντων σωμάτων δι’ οὔρων τε καὶ γαστρὸς καὶ ἱδρώτων· εἰ δ’ αὐτόματόν ποτε τὴν ὁρμὴν ἐπὶ τὸ στόμα τῆς γαστρὸς ποιήσαιτο, καὶ δι’ ἐμέτων· ἄλλως δὲ οὐ χρὴ παρὰ φύσιν ἐρεθίζειν αὐτά. ἔστι μὲν οὐκ ὀλίγη τις ὕλη τῶν τὰς εἰρημένας ἐκκρίσεις προτρεπόντων, ἀλλ’ εἰ πλείους αὐτῶν θερμαὶ καὶ ξηραὶ ταῖς δυνάμεσιν οὖσαι τὸν πυρετὸν ἐπαύξονται. ἐκλεκτέον οὖν τῷ ἰατρῷ ὅσα χωρὶς τοῦ θερμαίνειν καὶ ξηραίνειν ἱκανῶς τὰς εἰρημένας κενώσεις ἐργάζονται, καθάπερ ὅ τε τῆς πτισάνης χυλὸς καὶ τὸ μελίκρατον ὀξύμελί τε καὶ ἀπόμελι καὶ ἡ τοῦ σελίνου ῥίζα κατὰ τὸ πινόμενον ὕδωρ ἑψομένη. αὐτὰ δὲ ταῦτα καὶ κατὰ κοιλίαν ἀγαθά· μὴ διαχωρούσης δὲ τῆς κοιλίας, κλύζειν μελικράτῳ μετ’ ἐλαίου. τὸ δ’ ὅλον

757
σῶμα πρὶν μὲν κενῶσαι, μανοῦν οὐ χρή· κενώσαντα δ’ ἐγχωρεῖ μανοῦν φαρμάκῳ χλιαρὰν ἔχοντι τὴν θερμασίαν, ὁποῖόν ἐστι τὸ διὰ τοῦ χαμαιμήλου. ἐν τούτῳ τῷ καιρῷ καὶ οἶνος ὑδατώδης πινόμενος ἁπάσας κινεῖ τὰς ἐκκρίσεις καὶ λουτρὸν εὔκρατον ἐκ γλυκέος ὕδατος. εἰ δὲ καὶ μὴ προσκέοιτό ποτε κατὰ τὴν λέξιν τὸ γλυκὺ, προσυπακούειν χρὴ γινώσκοντας ὅτι περὶ τοῦ τοιούτου λουτροῦ διὰ παντὸς ἁ λόγος ἡμῖν ἐπὶ τῶν πυρεττόντων ἐστὶν, οὐκ ἀσφαλτώδους ἢ θειώδους, ἣ στυπτηριώδους, ἢ χαλκανθώδους, ἢ ἁλμώδους ἢ θαλάττης αὐτῆς. ἀλλ’ ὅταν ἀνθίσταται τὸ μέγεθος τοῦ πυρετοῦ, καθάπερ ἐπὶ τῶν συνόχων, οὔτ’ οἴνῳ χρηστέον οὔτε λουτρῷ οὔτε ἀλείμμασιν ἀραιωτικοῖς· ἀλλὰ τὸ ψυχρὸν ὕδωρ ἐν τούτοις τοῖς πυρετοῖς πινόμενον, ὡς ἔμπροσθεν εἴπομεν, ἐπιτηδειότατον, εἰ μὴ καὶ τοῦτο κωλύει τι τῶν εἰρημένων. αὐτοῦ μὲν γὰρ τοῦ πυρετοῦ διαπαντὸς ἴαμα τὸ ψυχρὸν ποτὸν, οὐ μὴν τοῦ γ’ ἐκκενωθῆναι τὰ σηπόμενα διὰ γαστρὸς, οὔρων ἢ ἱδρώτων. διὸ χρὴ γεγυμνασμένον ἐν ταῖς νῦν διδασκομέναις μεθόδοις, ἐπὶ τῶν καμνόντων
758
σκοπεῖσθαι, τίνα μέν ἐστιν αὐτοῦ τοῦ πυρετοῦ τὰ ἰάματα, τίνα δὲ τῆς σήψεως αὐτῆς καθ’ ἑαυτὴν ἐγκειμένης μόνης, τίνα δὲ τῆς ποιούσης αὐτὴν αἰτίας, καὶ ταύτης αὐτῆς καθ’ ἑαυτὴν ἐγκειμένης. οὐ γὰρ ὁμολογεῖ πάντα ἀλλήλοις διὰ παντὸς, ἀλλ’ ἐναντιοῦται πλειστάκις. ἔνθα χρὴ μεμνημένον ὧν ἐμάθομεν ἐπὶ τὸ μέγιστον ἁπάντων ἔρχεσθαι καὶ τοῦτ’ ἤτοι πρῶτον ἢ μᾶλλον τῶν ἄλλων ἰᾶσθαι. χαλεπὸν μὲν οὖν εὖ ἴσθι καὶ γνώμης ὀξείας δεόμενον ἀλλήλοις παραβάλλειν τὸν πυρετὸν καὶ τὴν σηπεδόνα καὶ τὴν ποιοῦσαν αἰτίαν, ὅταν ἔτι καὶ αὐτὴ παρῇ· χαλεπώτερον δὲ εἰ καὶ τὴν δύναμιν αὐτοῖς παραβάλλοις, ὅπερ ἀναγκαῖον μὲν ἀεὶ διὰ τὸν τῆς ζωῆς σκοπὸν, ὡς ἔμπροσθεν ἐδείκνυμεν, ἐνίοτε δὲ καὶ κατὰ τὸ συμβεβηκὸς ὡς πρὸς τὴν ἴασιν τῶν νοσημάτων, ὅπερ ὑπεσχόμεθα δείξειν. εἰ μὲν γὰρ ἱμάτιον εἴη τὸ σηπόμενον, ἤ τι τῶν ἀψύχων ἄλλων σωμάτων, ἐκ τῶν εἰρημένων ἂν ὑπῆρχεν ἡμῖν μόνον ἡ ἔνδειξις· ἐπεὶ δ’ ἐν ζῶντι σώματι γίνεται σῆψις, ἀλλοιοῦν δυναμένῳ καὶ πέττειν, ἐπανάγειν τε πρὸς τὸ χρηστὸν ὅσα 
759
τῶν σηπομένων οἷον ἡμισαπῆ τ’ ἐστὶ καὶ ἡμιμόχθηρα, τὴν δύναμιν αὐτοῦ ταύτην ᾗ πέττειν πέφυκεν ἐπεγείρων καὶ ῥωννύων ἰάσῃ τὰ σηπόμενα. διὸ καὶ τότε μάλιστα τολμῶμεν ἤτοι λούειν ἐν τοῖς βαλανείοις αὐτοὺς ἢ τοῖς ἀραιωτικοῖς χρῆσθαι φαρμάκοις, ἢ ὕδωρ ψυχρὸν ἢ οἶνον διδόναι πίνειν, ὅταν ἴδωμεν τὰ γνωρίσματα τῶν πεττομένων χυμῶν. οὐ γὰρ δὴ τῆς γε σφυγμικῆς δυνάμεως ἐῤῥωμένης μόνης εἰς τὰ τοιαῦτα χρῄζομεν, ὥσπερ οὐδὲ τῆς καθ’ ὁρμὴν ἡμᾶς κινούσης, ἀλλ’ ὡς εἴρηται τῆς πεπτικῆς μᾶλλον. εἰ μὲν οὖν αἵ τε δυνάμεις ἰσχυραὶ πᾶσαι τυγχάνοιεν οὖσαι καὶ ὁ πυρετὸς διακαέστατος καὶ τὰ τῆς πέψεως ἐναργῆ σημεῖα, τὸ ψυχρὸν αὐτῷ διδόναι θαῤῥοῦντα· δῆλον γὰρ ὅτι μηδὲ πρεσβύτης ἐστὶν ὁ τοιοῦτος ἐξ ὧν προειρήκαμεν ἁπάσας ἰσχυρὰς ὑπάρχειν αὐτῷ τὰς δυνάμεις. εἰ δὲ καὶ εὔσαρκος εἴη καὶ ἡ κατάστασις θερμὴ καὶ ξηρὰ, κᾂν εἰς κολυμβήθραν αὐτὸν ἐμβάλῃς ψυχρὰν, οὐ βλαβήσεται. κατὰ τὸν τοιοῦτον γοῦν καιρὸν οἱ ῥίψαντες σφᾶς αὐτοὺς εἰς ὕδωρ ψυχρὸν ἵδρωσάν τε
760
πάντως αὐτίκα καὶ ἡ γαστὴρ οἷστισιν αὐτῶν κατέῤῥηξε χολώδη. μετρίου δ’ ὑπάρχοντος τοῦ πυρετοῦ καὶ τῶν δυνάμεων οὐσῶν οὐκ ἰσχυρῶν ἅμα τοῖς τῆς πέψεως σημείοις ὠφελεῖ τοὺς τοιούτους τά τε βαλανεῖα καὶ ἡ τοῦ οἴνου πόσις, ὅσα τε τῶν ἀλειμμάτων ἐστὶ μανωτικὰ, καὶ πολὺ μᾶλλον ὅταν ᾖ τὸ περιέχον ψυχρόν. οὐδὲ γὰρ ἐπιθυμοῦσιν ὡς τὰ πολλὰ ψυχρῶν λουτρῶν ἢ πόσεων ἐν ταῖς τοιαύταις καταστάσεσιν, ἀναψυχόμενοι διὰ παντὸς ταῖς εἰσπνοαῖς· ὡς εἴ γε συμβαίη ποτὲ ψυχροῦ τοῦ περιέχοντος ἀέρος ὄντος ἰσχυρῶς καυσοῦσθαι τὸν κάμνοντα, βραχείας ἐπ’ αὐτοῦ σωτηρίας ἐλπίδας ἔχειν. εἰ δὲ μηδὲ τὰ τῆς πέψεως εἴη σημεῖα, μηδὲ τὰς δυνάμεις ἰσχυρὰς ἔχειν φαίνοιτο, σωθῆναι τοῦτον ἀδύνατον· ὥστε οὔτε λούσεις αὐτὸν οὔτ’ ἀλείψεις τοῖς μανωτικοῖς φαρμάκοις, οὔτ’ οἶνον δώσεις οὔτε ψυχρόν· ἐφ’ οὗ γὰρ ἀνέλπιστος ἡ σωτηρία μάταιον ἂν εἴη διαβάλλειν τοῖς ἰδιώταις τὰ πολλοὺς σώζοντα βοηθήματα. ἐγὼ γοῦν οἶδά τινας ἰατροὺς ἀμεθόδους μιμησαμένους τὰ ὑφ’ ἡμῶν πραττόμενα καὶ τοῖς αὐτοῖς χρησαμένους βοηθήμασιν ἐπὶ τῶν πάντως τεθνηξομένων, ἀλλ’
761
οὔτ’ ἀνύσαντάς τι καὶ τὴν εὔκαιρον αὐτῶν χρῆσιν ὕποπτόν τε καὶ φοβερὰν ἐργασαμένους. ἀλλ’ ἡμεῖς γε καιροὺς δηλονότι καὶ βοηθήματα γράφομεν ἐπὶ τῶν σωθῆναι δυναμένων, ὡς ὅσοι γε ἀνίατοι τῶν νοσούντων εἰσὶν, οὔτε καιρὸς ἐπιτήδειος οὔτε βοήθημα τούτοις ἐστί. καὶ χρὴ μεμνῆσθαι τοῦδε παρ’ ὅλον τὸν λόγον, ὑπὲρ τοῦ μὴ δόξαι ποτὲ τὸν κυριώτατον καὶ πρῶτον σκοπὸν ἁπάντων διαβάλλεσθαι. λέγοντος γοῦν Ἱπποκράτους τὰ ἐναντία τῶν ἐναντίων ἰάματα τί κωλύει πᾶσιν ἑξῆς τοῖς πυρέττουσιν ὕδωρ ψυχρὸν διδόναι; ἀλλ’ οὔτε δοτέον οὔτ’ ἀνατρέπεται κατ’ ἐκεῖνον τὸν χρόνον ὁ καθόλου σκοπὸς ἁπάσης τῆς θεραπείας. ἓν μὲν γάρ τι τῶν ψυχόντων ἐνεργείᾳ τὸ ψυχρὸν ὕδωρ ἐστὶ, πλείω δ’ ἄλλα τὰ μὲν κατὰ δύναμιν, ὡς εἴρηται, ψύχει, τὰ δὲ κατὰ συμβεβηκός· ὧν ἄλλοτ’ ἄλλῳ χρώμεθα διὰ τὴν ἐπιπλοκὴν τῶν ἐναντιουμένων ἀλλήλοις σκοπῶν. εἴρηται δ’ ἡ μέθοδος τῆς τοῦ συμφέροντος ἑκάστοτε πρὸ τῶν ἄλλων αἱρέσεως. ἐδείχθη δὲ καὶ ὡς ὅσον μὲν ἐπ’ αὐτῷ τῷ πυρετῷ τὸ ψυχρὸν ὕδωρ ἀεὶ βοήθημά ἐστιν, ὅσον δ’ ἐπὶ τοῖς ἄλλοις
762
οὐκ ἀεί· καθάπερ οὐδ’ ὅταν ἔμφραξις γλίσχρων καὶ παχέων χυμῶν ἐργάσηται τὴν σηπεδόνα τῶν χυμῶν. ὑποκείσθω δὲ σὺν αὐτοῖς εἶναι καὶ πλῆθος ἐν ὅλῳ τῷ σώματι καὶ ἡ δύναμις οὐκ ἀσθενής. ἐν γὰρ ταῖς τοιαύταις ἐπιπλοκαῖς πολλῶν ἐν τῷ σώματι παρὰ φύσιν ὑπαρχόντων ἔνια μὲν αἴτια προηγούμενα γενήσεται, καθάπερ τὸ πλῆθος ἅμα τοῖς γλίσχροις καὶ παχέσι χυμοῖς· ὑπὸ τούτων γὰρ ἡ ἔμφραξις ἀπειργάσθη, νόσημα οὖσα τῶν ἐμφραττομένων σωμάτων ὀργανικόν. ἐπὶ ταύτῃ δὲ σύμπτωμα ἐγένετο τῆς διαπνοῆς ἡ ἐπίσχεσις, ἐφ’ ᾗ πάλιν ἡ σηπεδὼν τῶν χυμῶν αἴτιόν τι προηγούμενον τοῦ πυρετοῦ.

Τοῖς οὖν ἐπιχειροῦσιν ἰᾶσθαι τὸν πυρετὸν ἀναγκαῖόν ἐστι παύειν τὴν σῆψιν, ὥστε δύο γενέσθαι σκοποὺς, τὸν μὲν ἀπὸ τοῦ πυρετοῦ, τὸν δὲ ἀπὸ τῆς σήψεως. ἄλλοι δ’ αὖ πάλιν ἔσονται δύο σκοποὶ, ἵνα τὸ μὲν γεγονὸς ἤδη τοῦ πυρετοῦ θεραπεύηται, τὸ δὲ γιγνόμενον κωλύηται. ἄλλοι δ’ αὖ πάλιν ἔσονται ἀπὸ τῆς σήψεως δύο σκοποὶ, τὸ μὲν γεγονὸς ἤδη τῆς σήψεως ἰώμενοι, τὸ δὲ γινόμενον

763
κωλύοντες. ἦν δὲ τὸ γιγνόμενον ἐκ τῆς ἀδιαπνευστίας· οὐδὲν γὰρ χεῖρον οὕτως αὐτὴν ὀνομάσαι σαφοῦς ἕνεκα διδασκαλίας. ὥστε καὶ περὶ ταύτης ἕτεραι δύο ἐνδείξεις ἔσονται, τὸ μὲν ἐπεσχημένον ἐκκενούντων, τὸ δ’ ἐπέχεσθαι μέλλον κωλυόντων. κωλυθήσεται δὲ διὰ τῶν τὴν ἔμφραξιν ἰωμένων. ἧς πάλιν καὶ αὐτῆς τὸ μὲν ἤδη γεγονὸς ἰατέον ἐστὶ, τὸ δὲ ἐσόμενον κωλυτέον. ἰαθήσεται μὲν οὖν τὸ γεγονὸς ὑπὸ τῶν ἐκφραττόντων, κωλυθήσεται δὲ τὴν ἐπιῤῥοὴν τῶν ἐμφραττόντων χυμῶν ἀνειργόντων. ὅπερ οὖν ἔσχατον εὑρέθη κατὰ τὴν ἀναλυτικὴν μέθοδον, ἐν τῇ θεραπείᾳ πρῶτον ἁπάντων χρὴ πραχθῆναι. δέδεικται γὰρ ἐν τοῖς ἔμπροσθεν λόγοις ὡς, ἐὰν ἐθελήσωμεν τοῖς ἐμφρακτικοῖς βοηθήμασι χρῆσθαι, ἄνευ τοῦ προκενῶσαι τὸ πλῆθος οὐ μόνον οὐδὲν ἀνύσομεν, ἀλλὰ μείζονα τὴν διάθεσιν ἐργασόμεθα, μαχομένων ἀλλήλαις τῶν ἐνδείξεων. ἀλλ’ ἐὰν κενώσαντες πρότερον ἐπὶ τὸ θεραπεύειν ἴωμεν τὴν ἔμφραξιν, ἐκφραττόντων ἡμῖν δεήσει φαρμάκων. ἀλλ’ ἐπεὶ τούτων 
764
ἐστὶ τὰ πλεῖστα θερμὰ, κίνδυνος αὐξῆσαι καὶ τὴν σηπεδόνα καὶ τὸν πυρετόν. ὅσα τοίνυν ἄνευ τοῦ θερμαίνειν ἐκφράττειν δύναται, τούτοις χρησόμεθα· μετὰ δὲ τὸ διαῤῥῦψαι καὶ τεμεῖν τὰ ἐμφράττοντα, κενοῦν αὐτοὺς πειρασόμεθα διά τε γαστρὸς καὶ οὔρων καὶ ἱδρώτων. οὐσῶν δὲ καὶ τῶν ταῦτα ἐργαζομένων ὑλῶν θερμῶν ἀναγκαῖον μὲν ἐν τούτῳ τήν τε σῆψιν αὐξάνειν καὶ τοὺς πυρετούς. ὥστε καθ’ ὅσον ἐνδέχεται πειρατέον ἐκλέγεσθαι τὰς ἧττον θερμαινούσας ὕλας· ἢ εἴ τις εὑρίσκοιτο μὴ θερμαίνουσα, καθάπερ ἐν τῷ καιρῷ τῷδε τὸ βαλανεῖον, ἐπ’ αὐτὴν ἔρχεσθαι. πειρᾶσθαι δ’ ἐν τούτῳ τῷ χρόνῳ καὶ τὴν δύναμιν ῥωννύειν, ὅπως πέττῃ τοὺς χυμοὺς, ἐκνικῶσα τὴν σῆψιν. αὐτοῦ δὲ τοῦ πυρετοῦ τὸ γεγονὸς ἤδη ψυκτέον· ἔσχατος γὰρ ἐν τῇ τῶν βοηθημάτων τάξει σκοπὸς ὁ ἀπὸ τοῦδε, καίτοι καθ’ ἕτερον τρόπον ὑπάρχων πρῶτος· ἀπ’ αὐτοῦ γοῦν ἤρξατο καὶ ἡ τῶν βοηθημάτων εὑρετικὴ μέθοδος.

Εἰ μὲν οὖν μηδὲν ἰσχυρὸν ἐν τῷ μεταξὺ σύμπτωμα προσγενόμενον ἐάσειεν οὕτω προελθεῖν ἀπὸ τῆς

765
ἀρχῆς τοῦ νοσήματος ἄχρι τῆς τελευτῆς, τὰ βοηθήματα ταχίστη λύσις ἐπακολουθήσει τοῦ πυρετοῦ· παρεμπεσόντος δὲ τοιούτου τινὸς ὡς ἐφ’ ἑαυτοῦ τὴν ὅλην ἐπιστρέψαι θεραπείαν, ἀναγκαῖόν ἐστι βραδῦναι τὸ τέλος τῆς ἰάσεως. τὸ γὰρ παρεμπῖπτον τοῦτο τοὐπίπαν ἤτοι γ’ ἐναντίον ἐστὶ τοῖς λύουσι βοηθήμασι τὸν προειρημένον στοῖχον, τῶν τ’ αἰτίων καὶ διαθέσεων καὶ συμπτωμάτων, ἢ πάντως γ’ οὐδὲν ὀνίνησιν. εἰ μὲν οὖν ἡ τοῦ παρεμπίπτοντος ἴασις ἐναντία ᾖ τῇ προειρημένῃ τάξει τῶν βοηθημάτων, ἀναγκαῖον ἐν ἐκείνῳ τῷ χρόνῳ πάντα χείρω γενέσθαι· εἰ δὲ μήτ’ ὠφελοῖ τι πάντῃ μήτε βλάπτοι τὴν ἐξ ἀρχῆς διάθεσιν ἡ τοῦ μεταξὺ γενομένου παθήματος ἐπανόρθωσις, εἰς τὸ τάχος τῆς ὅλης θεραπείας ἐμποδισθησόμεθα· βλαπτούσης δ’ ἀναγκαῖον ἤτοι γ’ εἰς ἔτι πλέονα χρόνον ἐκταθῆναι τὴν σύμπασαν ἴασιν ἢ κίνδυνον ἀκολουθῆσαί τινα ἢ συναμφότερον γενέσθαι. φέρε γὰρ ἐν τῷ μεταξὺ κακωθέντος στομάχου συγκοπὴν ἐμπεσεῖν, ἣν ἀναγκαζομένων ἰᾶσθαι τροφὰς ἀκαίρους δοθῆναι χρὴ σὺν οἴνῳ καὶ ψυχρῷ. τῇ γὰρ τούτων χρήσει τὰς ἐμφράξεις καὶ τὴν στέγνωσιν καὶ τὴν σῆψιν ἀναγκαῖον αὐξηθῆναι, καὶ διὰ τὴν τούτων
766
αὔξησιν καὶ αὐτὸν τὸν πυρετόν. ἀλλ’ ὅταν ἥ τε δύναμις ἐξαρκῇ καὶ μηδὲν, ὡς εἴρηται, παρεμπέσῃ καθάπερ ἄρτι μὲν ἐῤῥέθη συγκοπῇ κακωθέντος στομάχου, οὐ γένοιτο δ’ ἄν ποτε καὶ αἱμοῤῥαγία καὶ ἀγρυπνία καὶ ἄλγημα καί τι τῶν ἁμαρτανομένων ὑπὸ τοῦ κάμνοντος ἤ τινος τῶν ἀμφ’ αὐτὸν, ἡ εἰρημένη μικρὸν ἔμπροσθεν ἅπασα τῶν βοηθημάτων τάξις ἰάσεται τὸν ἄνθρωπον. οὔτ’ αὐτὴ καθ’ ἕκαστον βοήθημα τὰ παρὰ φύσιν ἐκθεραπεύουσα πάντα. τὸ γοῦν μελίκρατον, ὅσον μὲν ἐπὶ τὸ τέμνειν τοὺς παχεῖς χυμοὺς καὶ ῥύπτειν τοὺς γλίσχρους καὶ τὰς ἐκκρίσεις προτρέπειν, ἄριστον ἂν εἴη βοήθημα κατὰ τοὺς ἐπὶ στεγνώσει καὶ σήψει συνόχους· ὅσον δ’ ἐπὶ τὸ τὴν θέρμην αὐξάνειν τοῦ πυρετοῦ βλαβερόν· ὅθεν εἴπερ ἄμετρος ἥδε εἴη, φείδεσθαι μὲν χρὴ τοῦ μελικράτου, χρῆσθαι δὲ τῷ χυλῷ τῆς πτισάνης· εἰ δὲ τὰς ἐμφράξεις δυσλύτους εἶναι λογιζόμεθα, καὶ ὀξυμέλιτι. καὶ τοῦτο δ’ αὖ πάλιν αὐτῷ χρησαμένων ἀμέτρως, ἔντερόν τε ξύει καὶ βῆχα κινεῖ καὶ τὰ νευρώδη βλάπτει. ὥστ’ εἶναι τῶν δυσχερεστάτων εὑρεῖν τι βοήθημα
767
τοιοῦτον ὃ μηδὲν βλάπτον ὀνίνησι μεγάλως. καὶ τοῦθ’, ὡς ἐδείχθη, γίνεται διὰ τὴν ἐπιπλοκὴν τῶν παρὰ φύσιν ἐν τῷ σώματι συνισταμένων διαθέσεων ἅμα τοῖς προηγουμένοις αὐτῶν αἰτίοις καὶ τοῖς ἑπομένοις συμπτώμασιν.