De diebus decretoriis

Galen

Galen, De diebus decretoriis

Ὅσον μὲν εἰς τὰ τῆς ἰατρικῆς ἔργα χρήσιμον ἐν τῷ πρὸ τούτου λόγῳ σύμπαν εἴρηται. διὰ τί δ’ οὐχ ἅπαντες ὑπὲρ ἁπασῶν ὡσαύτως ἔγραψαν, εἴρηται μὲν καὶ τοῦτ’ ἔμπροσθεν. ἀλλ’ ὅπῃ σφαλῆναι μέν τισιν αὐτῶν, κατορθῶσαι δ’ ἑτέροις ὑπῆρξεν, οὐκέτ’ εἴρηται. τοῦτο οὖν ἀναληπτέον ἐν τῷδε τῷ λόγῳ πρῶτον, ἔπειτα καὶ τὴν αἰτίαν ῥητέον δι’ ἣν οὔθ’ ἁπασῶν ἡμερῶν ἀριθμός ἐστι κριτικὸς οὔθ’ ὅσαι κρίνειν πεφύκασιν ἴσην ἅπασαι ἔχουσι δύναμιν, ἀλλ’ ἐπειδὴ πάντα τὰ κατὰ τὴν ἰατρικὴν τέχνην εὑρίσκεταί τε

842
καὶ δοκιμάζεται, τὰ μὲν ἐμπειρίᾳ, τὰ δὲ λόγῳ, τὰ δὲ συναμφοτέρῳ, πειρατέον κᾀνταῦθα δι’ ἀμφοτέρων ὀργάνων ἐξελέγξαι μὲν τὸ ἡμαρτημένον, ἐπαινέσαι δὲ καὶ προσίεσθαι τὸ κατωρθωμένον. ὅτι μὲν οὖν ἡ πεῖρα τὰς εἰρημένας ἡμέρας πρεσβεύει, τοὺς μὲν ὑπ’ ἐμοῦ παρατηρηθέντας ἀῤῥώστους εἰ γράψαιμι, τάχ’ ἄν τῳ ψεύδεσθαι δόξαιμι, τοὺς δ’ ὑφ’ Ἱπποκράτους, ὃν ἀληθέστατόν γε πάντων καὶ κρίνειν ἱκανώτατον ἅπαντες εἶναι πεπιστεύκαμεν, ἄμεινον εἶναί μοι δοκεῖ παραθέσθαι τῷ λόγῳ, καὶ πρῶτον μὲν τοῦ συγκεχυμένου τε καὶ ἀδιορίστου κατὰ τὴν πεῖραν, οὗ καὶ πρόσθεν ἐμνημόνευσα, πρὸς τοὺς διορισμοὺς ἀναμνήσω.

Λέλεκται δ’ ἐν αὐτοῖς πρῶτον ἓν μὲν τὸ μὴ δεῖν ἐπὶ πάντων ἑξῆς τῶν ἀῤῥώστων τὴν ἐξέτασιν τῶν κρισίμων ἡμερῶν ποιεῖσθαι, μόνους δ’ ἐκλέγειν ἐκείνους καὶ ἀναλαμβάνειν εἰς τὴν βάσανον, ἐφ’ ὧν μήτ’ αὐτὸς ὁ ἰατρὸς ἥμαρτέ τι μήθ’ ὁ κάμνων, ἀλλὰ μήθ’ οἱ παραμένοντες, ἢ καί τι τῶν ἔξωθεν ἀπήντησε βλαβερόν. ἔπειτα δὲ καὶ τὸ τὰς ἀρχὰς τῶν νοσημάτων οὐκ ἐκ λόγου τινὸς, ἀλλ’ ἐξ αὐτῆς τῆς ἐναργείας

843
λαμβάνειν, ὁπότε πρῶτον ὁ κάμνων αὐτὸς ᾔσθετο σαφῶς, οὕτως εἰσβάλλοντος αὐτῷ τοῦ νοσήματος ὡς κοινώσασθαι βούλεσθαί τινι τῶν παρόντων ἰατρῶν, καὶ τρίτον, ἐπειδὰν εἰς πλείονας ἡμέρας ἐφεξῆς ἀλλήλων οὔσας ἡ κρίσις μερισθῇ, τίνος ἐστὶν οἰκεία δύνασθαι διαγινώσκειν. εἰ μὴ γὰρ διορισάμενός τις ὑπὲρ τούτων ἐπὶ τῇ πείρᾳ τὰς κρισίμους ἡμέρας ἐξετάζειν ἀφίκοιτο, πάμπολυ σφαλήσεται. τὸ μὲν δὴ κατὰ τὴν πεῖραν αὐτὴν τοιόνδε τί ἐστι. τὸ δὲ κατὰ τὸν λόγον, ὡς χρὴ κρίνεσθαι τὴν πεῖραν, ἐφεξῆς δίειμι. φυσικὸν εἶναι χρὴ τὸν ταῦτα κρινοῦντα καὶ πεπεισμένον ἀκριβῶς ὅτι φύσις ἐξαρκεῖ παντάπασιν καὶ ὡς προνοεῖται τοῦ σώματος ἡμῶν ἄκραν τινὰ πρόνοιαν, ὅτι τε ταῖς οἰκείαις κινήσεσιν, εἴπερ τι καὶ ἄλλο, τεταγμέναις οὕτως καὶ ἡ φύσις χρῆται. τούτων δὲ τὰ μὲν ἐκ τῶν περὶ χρείας μορίων ἔνεστι συλλογίσασθαι. δέδεικται γὰρ ἀκριβῶς ἄκρα τις ἐν τῇ διαπλάσει τοῦ ζώου τέχνη τῆς φύσεως, τὰ δ’ ἐν ταῖς τῶν κυημάτων αὐξήσεσίν τε καὶ τελειώσεσι καὶ ἀποκυήσεσι. καθ’ ἕκαστον γὰρ ζῶον ἡ τοῦ γένους οἰκεία προθεσμία τοῖς κυουμένοις ἅπασιν ἀκριβῶς φυλάττεται,
844
τεταγμένας δηλονότι τῆς φύσεως ἀεὶ τὰς κινήσεις ἐχούσης. οὕτω δὲ καὶ ἡ μετὰ τὴν ἀποκύησιν αὔξησις ἑκάστου ζώου γίνεται. ἡ τελείωσις δὲ καὶ ἡ παρακμὴ ἐν χρόνοις ὡρισμένοις γίνεται. καὶ μὲν δὴ καὶ ὅστις τοῖς περὶ τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν ὡμίλησε καὶ τοῖς ἄλλοις ἅπασιν ὅσα κατὰ μέρος ἡμῖν ὑπὲρ ἑκάστης γέγραπται τῶν φυσικῶν ἐνεργειῶν, οἶμαι πεπεῖσθαι τοῦτον εἰς ὅσον ἥκουσι προνοίας τε ἅμα καὶ τάξεως αἱ τῆς φύσεως κινήσεις. εἰ δή τις ὑπὸ τούτων πέπεισται καὶ θαυμάζει τὴν τέχνην θ’ ἅμα καὶ τὴν τάξιν τῆς φύσεως, ἀναμνησθεὶς αὖθις ὅσον ἀπολείπεται καὶ προνοίᾳ καὶ τάξει τῶν κατ’ οὐρανὸν, ἀταξίαν τινὰ, οἶμαι, δώσει σύμφυτον τῇ τῆς ἐνταῦθα οὐσίας κινήσει. καὶ τὸ μὲν καλὸν ἅπαν, ὅσον ἂν ᾖ καλὸν ἐνταῦθα, καὶ μέντοι καὶ τὸ τεταγμένον τε καὶ τεχνικὸν ἄνωθεν ἐγγίνεσθαι φήσει, τὸ δ’ ἄτακτόν τε καὶ πεπλανημένον ἐκ τῆς ἐνταῦθα ὕλης ὁρμᾶσθαι. καὶ ταῦθ’ Ἱπποκράτης πρῶτος ἁπάντων ὧν ἴσμεν ἐπείσθη Ἑλλήνων, μετ’ αὐτὸν δὲ ἅπαντες οἱ ἄριστοι τῶν φιλοσόφων. εἰ δὲ μὴ μακρὸς ἔμελλεν ὁ λόγος ἔσεσθαι, τάχ’ ἂν ὧν λέγουσιν ἀποδείξεων εἰς
845
πίστιν τῶν εἰρημένων δογμάτων ἐμνημόνευσα. ἀλλὰ γὰρ ἀρκεῖ τῷ παρόντι λόγῳ καὶ ταῦτα. χρὴ τοίνυν τὸν ἰατρὸν ὅστις ἂν ἄξιος ἔσεσθαι μέλλῃ τῆς Ἱπποκράτους τέχνης, εἴπερ τι ἄλλο, καὶ τοῦτο πεπεισμένον ἥκειν ἐπὶ τὸ κρίνειν τὴν πεῖραν, ὡς τεταγμένον τι χρῆμά ἐστιν ἡ φύσις, κᾀπειδὰν κρατῇ τῆς ὕλης, ἀναλογίαις τισὶν ὡρισμέναις καὶ περιόδοις τεταγμέναις αἱ κινήσεις αὐτῆς γίνονται. τὰ δ’ ἀλόγως παρεμπίπτοντά ποτε καὶ συγχέοντα τὴν τάξιν, ἐπειδὰν μὴ πάντῃ κρατῇ τῆς ὕλης, ἀλλ’ ἐμποδίζοιτό ποτε καὶ κωλύοιτο τοῖς ἑαυτῆς λόγοις κινεῖσθαι, τότ’ αὐτῇ συμπίπτει. τοῦτο γὰρ εἴπερ εἴη πεπεισμένος, ἔπειτα ἐκ τῆς ἐμπειρίας ἐπιμάθοι τό τε τῆς ζ΄ ἡμέρας ἐν ταῖς κρίσεσιν ἀσφαλές θ’ ἅμα καὶ τέλειον καὶ ἀκίνδυνον καὶ εὔσημον καὶ πολὺ τότε τῆς τεσσαρεσκαιδεκάτης ταύτῃ παραπλήσιον, ἐπιμάθοι δὲ καὶ ὡς ἡ μὲν τετάρτη τῆς ἑβδόμης ἐστὶν ἐπίδηλος, ἡ δὲ ἑνδεκάτη τῆς τεσσαρεσκαιδεκάτης, εὐθὺς αὐτοῦ παραστήσεται σκοπεῖσθαί τι περὶ τῆς ἑβδόμης. ὅπου γὰρ καὶ τῆς πρώτης ἑβδομάδος διχῆ διαιρεθείσης ἡ τετάρτη δεξαμένη τὴν τομὴν ὁποῖόν τι τὸ τέλος ἔσται προδηλοῖ καὶ τῆς δευτέρας 
846
ὡσαύτως, πῶς οὐκ ἄν τις εἰς ἔννοιαν ἀφίκοιτο τοῦ τελείαν μέν τινα εἶναι περίοδον ἑκάστην τῶν ἑβδομάδων, ἐπειδὴ τὸ μέσον ἑκατέρου τῶν ἄκρων ἴσον ἀφέστηκε; καὶ διὰ τοῦτο καὶ τὴν πρὸς ἄμφω κοινωνίαν ὁμοίαν ἔχει, τὴν μὲν τετάρτην ὁπόσα διὰ τῆς πρώτης ἡμέρας οὐκ ἐπαύσατο πειρᾶσθαι λύειν αὐτήν· τὴν ια΄ δ’ αὖ πάλιν ὁπόσα διὰ τῆς ζ΄. εἰ δ’ εἴη μεῖζον ἢ ὥστε μὴ διὰ τῆς τετάρτης ἡμέρας κριθῆναι τὸ νόσημα, προεργάζεσθαι μὲν ταύτην, τὸ τέλος δὲ ἐπιτιθέναι τὴν ἑβδόμην. ὡσαύτως δὲ καὶ ὅσα κατὰ τὴν ἑβδόμην οὐκ ἐπαύσατο, τὴν ια΄ αὐτοῖς ἐπιχειρεῖν, καὶ οὕτως ἢ αὐτὴν κρίνειν, ἢ προεργάζεσθαι τῇ ιδ΄ καὶ κατ’ αὐτὴν εὐθὺς εἰς τὴν θεωρίαν ἵστασθαι. καὶ τὸ μὲν εἴτ’ αὐτοὶ πεφύκασιν οἱ ἀριθμοὶ δρᾷν, εἴτε ἕπονται τεταγμέναις κινήσεσιν οὐκ αὐτοὶ δρῶντες, ἀλλὰ ταῖς ἐν χρόνῳ τινὶ δρώσαις οὐσίαις ἑπόμενοι, τοῖς φιλοσόφοις σκοπεῖσθαι παρίημι· τὸ δ’ ἀμφοτέροις ὁμολογούμενον κοινῇ λαβών τις, τὸ φαίνεσθαι τάς τε κατ’ οὐρανὸν οὐσίας ἀεὶ ταῖς οἰκείαις ἀναλογίαις τῆς κινήσεως κεχρημένας, ἤδη δὲ καὶ ἐν
847
τοῖς ἐπιγείοις ζώοις, ἐπειδὰν ἀκριβῶς ὑγιαίνωσιν, ἄλλην ἄλλῳ καὶ κυήσεως εἶναι καὶ ἀποκυήσεως καὶ αὐξήσεως καὶ τελειώσεως καὶ ἀκμῆς καὶ παρακμῆς καὶ διαλύσεως ἀναλογίαν ἀριθμοῦ, πιστεύσειε δήπου καὶ τὰς κρινούσας ἡμέρας ἀριθμόν τέ τινα τεταγμένον ἔχειν, συγχεῖσθαί τε τοῦτον ἔστιν ὅτε κατὰ τὰς νόσους ὑπὸ τῶν παρὰ φύσιν διαθέσεων. εἰ δή τις, ὡς καὶ πρόσθεν ἔφην, ἐπὶ τὴν πεῖραν ἀφίκοιτο, πάμπολυ μὲν τὰς ἑβδομάδας εὑρήσει δυναμένας, ἐφεξῆς δ’ αὐταῖς τὰς τετράδας. ἐπισκέψεται δὲ περὶ τῶν παρεμπιπτουσῶν ἡμερῶν, οἷον τρίτης, ε΄, στ΄, θ΄, ἐκ τίνος ποτὲ λόγου τὸ κρίνειν ἐσχήκασιν. ἔτι δὲ μᾶλλον ἐπιζητήσεται καὶ διερευνήσεται περὶ τῆς ἑπτακαιδεκάτης καὶ ὀκτωκαιδεκάτης καὶ εἰκοστῆς καὶ εἰκοστῆς πρώτης ἁπασῶν τε τῶν ταύταις ἀνάλογον ἑπομένων. εἰ μὲν γὰρ εἰς τὴν εἰκοστὴν ἡμέραν αἱ τρεῖς ἑβδομάδες τελευτῶσιν, ὡς Ἱπποκράτης οἴεται, χρὴ δήπου τὴν μὲν ἑπτακαιδεκάτην ἐπίδηλον εἶναι τῆς εἰκοστῆς, ἐκπίπτειν δὲ τοῦ πρώτου λόγου τῶν κρισίμων ἡμερῶν τὴν ὀκτωκαιδεκάτην τε καὶ εἰκοστὴν πρώτην. εἰ δ’ ὁλοκλήρους χρὴ συναριθμεῖσθαι τὰς ἑβδομάδας, ἐπίδηλος
848
μὲν ἡ ὀκτωκαιδεκάτη τῆς εἰκοστῆς πρώτης γενήσεται, λόγον δ’ οὐδένα κρίσιμον ἕξουσιν ἥ θ’ ἑπτακαιδεκάτη καὶ κ΄.

Πρῶτον οὖν ὅπως ἡ πεῖρα περὶ τούτων ἀποφαίνεται διέλθωμεν, εἶθ’ οὕτως ἐπὶ τὸν λόγον μεταβῶμεν. ἔστω δὲ ἡ τῆς πείρας ἀνάμνησις ἐξ ὧν Ἱπποκράτης ἔγραψεν, ἀρξαμένοις ἡμῖν ἀπὸ τοῦ πρώτου τῶν ἐπιδημιῶν. ἐν μὲν οὖν τῇ δευτέρᾳ καταστάσει τάδε γράφων· οἱ μὲν οὖν καῦσοι ἐλαχίστοισί τε ἐγένοντο καὶ ἥκιστα τῶν καμνόντων οὗτοι ἐπόνησαν. οὔτε γὰρ αἱμοῤῥαγία εἰ μὴ πάνυ σμικρὰ καὶ ὀλίγοισιν, οὔτε παράληροι, τά τ’ ἄλλα πάντα εὐφόρως. ἐκρίνετο δὲ τούτοισι πάνυ εὐτάκτως, τοῖσι πλείστοισι σὺν τοῖσι διαλείπουσιν ἐν ἑπτακαίδεκα ἡμέρῃσιν. εἶτα ἐπὶ τῇ τελευτῇ τῆς τρίτης καταστάσεως ἐπιμελέστερον ἔτι περὶ τῶν κατὰ τὴν ἑπτακαιδεκάτην κριθέντων γράφει τόνδε τὸν τρόπον· τὰ δὲ περὶ τὰς κρίσιας, ἐξ ὧν γινώσκομεν εἰ ὅμοια ἢ ἀνόμοια· οἷον οἱ δύο ἀδελφοὶ ἤρξαντο ὁμοῦ τὴν αὐτὴν ὥρην· κατέκειντο παρὰ τὸ θέατρον Ἐπιγένεος ἀδελφεοὶ, τουτέων τῷ πρεσβυτέρῳ ἔκρινεν ἑκταίῳ, τῷ δὲ νεωτέρῳ ἑβδομαίῳ, ὑπέστρεψεν

849
ἀμφοτέροις ὁμοῦ τὴν αὐτὴν ὥραν. διέλιπεν ἡμέρας ε΄, ἐκ δὲ τῆς ὑποστροφῆς ἐκρίθη ἀμφοτέροισιν ὁμοῦ τὸ σύμπαν ἑπτακαιδεκαταίοισιν. ἀλλ’ οὔπω τοῦτο ἴσως ἀξιόπιστον, εἰς τὸ κρίσιμον ἀποφήνασθαι τὴν ἑπτακαιδεκάτην ἡμέραν, εἰ δύο τινὲς ἐκρίθησαν ἐν αὐτῇ. προσέχωμεν οὖν τὸν νοῦν τοῖς ἐφεξῆς λεγομένοις. ἔκρινε δὲ τοῖς πλείστοισι πέμπτῃ, διέλιπεν ἑβδόμῃ, ἐκ δὲ τῶν ὑποστροφῶν ἔκρινε πεμπταίοισιν. ἤδη τοῦτο ἀξιόλογον, εἰ καὶ κατὰ τὴν δευτέραν κατάστασιν ἑπτακαιδεκαταίοις οἶδε κριθέντας πολλούς. καὶ κατὰ τὴν τρίτην οὐ μόνον τοὺς δύο ἀδελφοὺς, ἀλλὰ καὶ παμπόλλους ἄλλους, οὓς ἑκταίους μέν φησι κριθῆναι τὸ πρῶτον, ἔπειτα ἕξ διαλιπόντας, αὖθις πεμπταίους, ὅπερ ἐστὶν ἑπτακαιδεκαταίους ἀπὸ τῆς ἀρχῆς. ἀλλὰ καὶ τούτοις ἐπιφέρων ἐρεῖ· οἷσι δ’ ἔκρινεν ἑβδομαίοισι, διέλιπεν ἑπτά· ἐκ δὲ τῆς ὑποστροφῆς ἔκρινε τριταίους, τουτέστι καὶ τούτους τὸ σύμπαν ἑπτακαιδεκαταίους. εἶτ’ ἐφεξῆς πάλιν, οἷσι δὲ πεμπταίοισι διέλιπεν ἑπτά. ἐλάμβανε δὲ
850
τρεῖς, διέλιπε μίαν, ἐπελάμβανε μίαν, ἔκρινε δηλονότι καὶ τούτοις τὸ σύμπαν ἑπτακαιδεκαταίοισι. καὶ μὲν δὴ καὶ ἄλλους τινὰς ἑκταίους μὲν κριθῆναί φησι, διέλιπε δὲ ἕξ. ἐλάμβανέ φησι γ΄, εἶτα διέλιπε α΄, καὶ α΄ ἐλάμβανε τὴν ἑπτακαιδεκάτην αὐτὴν δηλονότι καθ’ ἥν περ καὶ ἔκρινεν. ἄλλους δέ τινας ἑκταίους μὲν κριθῆναί φησι, διαλείπειν δ’ ἑπτά. ἐκ δὲ τῆς ὑποστροφῆς ἔκρινέ, φησι, τεταρταίοις, τουτέστι τὸ σύμπαν ἑπτακαιδεκαταίοις. οὐκ ἀρκεσθεὶς δὲ τῷ λόγῳ τούτῳ παντὶ, καίτοι μεγάλως ἐνδείκνυσθαι δυναμένῳ τῆς ἑπτακαιδεκάτης ἡμέρας τὸ πρὸς τὴν κρίσιν ἰσχυρὸν, ἐπήνεγκεν· οὐδὲ τῶν διανοσησάντων οὐδενὶ διὰ τούτου τοῦ τρόπου οἶδα ὑποστροφὴν γενομένην πάλιν. ὥστ’ οὐ μόνον κρίνειν πολλάκις πέφυκεν ἡ ἑπτακαιδεκάτη, ἀλλὰ καὶ βεβαίως. οὔκουν τῶν παρεμπιπτουσῶν ἐστι κρισίμων, ἀλλὰ τῶν ἰσχυρῶν τε καὶ πρώτων. καὶ μὴν εἴπερ ἐξ ἐκείνων ἐστὶν, εὔλογόν τε αὐτὴν ἀναλογίαν τινὰ πρὸς τὴν τεσσαρεσκαιδεκάτην ἀποσώζειν. εἰ μὲν οὖν συνημμένην τὴν τετράδα διανοήσαιμεν καὶ σωζομένην, ὡς ἄρχεσθαι μὲν ἐν τῇ 
851
τεσσαρεσκαιδεκάτῃ, τελευτᾷν δὲ εἰς τὴν ἑπτακαιδεκάτην, ἔχοιμεν ἂν οὕτω σωζομένην τὴν περίοδον· εἰ δὲ διαζεύξαιμεν, ὡς τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν τέλος εἶναι τῆς δευτέρας ἑβδομάδος, ἄρχεσθαι δὲ ἀπὸ τῆς πεντεκαιδεκάτης τὴν τρίτην, οὐκ εἰς τὴν ἑπτακαιδεκάτην οὕτως, ἀλλ’ εἰς τὴν ὀκτωκαιδεκάτην ἡ πρώτῃ τῆς τρίτης ἑβδομάδος ἀφίξεται τετράς. ἀλλ’ εἴπερ τοῦτ’ ἀληθὲς, εἰς τὴν εἰκοστὴν πρώτην ἀναγκαῖον ἔσται τὴν τρίτην ἑβδομάδα τελευτᾷν, ὥσπερ γε εἰ καὶ τὴν ἑπτακαιδεκάτην ὑποθοίμεθα πέρας εἶναι τῆς πρώτης κατὰ τὴν τρίτην ἑβδομάδα τετράδος, εἰς τὴν εἰκοστὴν ἡμέραν ἀφίξεται τὸ πέρας ταύτης τῆς ἑβδομάδος. εὔλογον οὖν ἐνόμισεν ὁ Ἱπποκράτης, ὥσπερ τὴν ιζ΄ ἡμέραν ἐβασάνισε διὰ τῆς πείρας, οὕτω καὶ τὴν κ΄ βασανίσαι διὰ τῆς πείρας. κρίσιμος μὲν γὰρ εὑρεθεῖσα μέγιστον ἔμελλεν ἔσεσθαι τῆς ἑπτακαιδεκάτης μαρτύριον· ἐκπεσοῦσα δὲ τῶν κρισίμων ἡμερῶν, ἢ ὅλως τῆς εἰκοστῆς πρώτης ἐλαττωθεῖσα, ζήτημα κινήσειεν οὐ σμικρόν. εὔλογον γὰρ εἶναι δόξει τὴν μὲν ἑπτακαιδεκάτην ἰσχυροτέραν ὑπάρχειν τῆς ὀκτωκαιδεκάτης, τὴν δ’ εἰκοστὴν ἀσθενεστέραν τῆς εἰκοστῆς πρώτης· διὰ τοῦτ’ οὖν ἐφεξῆς τοῖς περὶ τὴν ἑπτακαιδεκάτην
852
γεγραμμένοις ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν, ὑπὲρ τῆς εἰκοστῆς ὡδί πως γράφει· οἷσι δὲ περὶ τὰ ὦτα ἐγένετο, ἔκρινε μὲν εἰκοσταίοισι, κατέσβη δὲ πᾶσι καὶ οὐκ ἐξεπύησεν, ἀλλ’ ἐπὶ κύστιν ἐτράπετο· καὶ τοῦτο μὲν ἱκανόν. ἀλλ’ ἐφεξῆς πάλιν ἐρεῖ· οἷσι δ’ ἔκρινεν ἑβδομαίοισι, διέλιπεν ἐννέα, ὑπέστρεψεν, ἔκρινεν ἐκ τῆς ὑποστροφῆς τεταρταίοισι, δηλονότι τὸ σύμπαν εἰκοσταίοισι. εἶτ’ ἐφεξῆς πάλιν· οἷσι δ’ ἔκρινεν ἑβδομαίοισι, διέλιπεν ἓξ, εἶθ’ ὑπέστρεφε, φησὶ, κἄπειθ’ ἑβδομαίοις ἔκρινεν, ὅπερ ἐστὶν εἰκοσταίοισι τὸ σύμπαν, εἶτα βραχὺ προελθών· ἔστι δὲ οἶσιν ἔκρινεν ἑνδεκαταίοισι, φησὶ, ὑποστροφὴ τεσσαρεσκαιδεκαταίοισιν, ἔκρινε τελέως εἰκοσταίοισι. εἶτ’ ἐφεξῆς συνάπτων· εἰ δέ τινες, φησὶ, ἐπεῤῥίγουν περὶ τὴν εἰκοστὴν, τουτέοισιν ἔκρινε τεσσαρακοσταίοισιν.

Ὁρᾷς σύ μοι πάλιν ἐνταῦθα τὴν ἀκρίβειαν τοῦ ἀνδρός· οἶδεν ὅτι τῶν ἰσχυρῶν κρισίμων, τουτέστι τῶν κατὰ τετράδας τε καὶ ἑβδομάδας αὐξανομένων, ἄν τέ τις τὴν ἑπτακαιδεκάτην θῇ καὶ τὴν εἰκοστὴν, ἀναγκασθήσεται θέσθαι

853
καὶ τὴν τεσσαρακοστὴν, καὶ ὥσπερ τὴν εἰκοστὴν τετάρτην καὶ τὴν τριακοστὴν πρώτην, ἄν τε τὴν εἰκοστὴν, εὐθὺς δηλονότι καὶ τὴν τεσσαρεσκαιδεκάτην, ἑπτακαιδεκάτην τε καὶ τὴν τεσσαρακοστήν. καὶ μὲν δὴ καὶ τὴν τεσσαρακοστὴν εἴ τις ἐν ταῖς ἰσχυρῶς κρινούσαις τιθεῖτο, δῆλον ὡς καὶ τούτῳ τὴν ἑπτακαιδεκάτην καὶ τὴν εἰκοστὴν ἀναγκαῖον ἔσται προϋποθέσθαι. μέχρι μὲν γὰρ τῆς τεσσαρεσκαιδεκάτης οὐδεμία διαφωνία· τὸ δὲ ἀπὸ τῆσδε συγκέχυται πᾶν, οὐ πάνυ τι τῇ πείρᾳ προσχόντων τὸν νοῦν ἐνίων, ἀλλὰ τῷ λόγῳ μόνῳ, ὡς ὁλοκλήρους ἑβδομάδας οἴεσθαι δεῖν ἐπιπλέκειν, εἶθ’ οὕτω τὴν πρώτην καὶ εἰκοστὴν ἐν ταῖς ἰσχυραῖς κρισίμοις ἀριθμούντων. ἐξ ἀνάγκης δὲ διὰ ταῦτα καὶ τὴν ὀκτωκαιδεκάτην καὶ τὴν τεσσαρακοστὴν δευτέραν, τὴν μὲν ὡς ἐπίδηλον τῆς εἰκοστῆς πρώτης, τὴν δ’ ὡς ἓξ ἑβδομάδας συμπληροῦσαν. εὐχερεστέρα δὲ κατὰ τοῦτο ἡ βάσανος γίνεται τῶν κρισίμων ἡμερῶν. εἰ μὲν γὰρ ὁ ἀπὸ τῆς ἑπτακαιδεκάτης στοῖχος ἅπας ἰσχυρότερος φαίνοιτο, διχόθεν ἑκάστη τῶν ἡμερῶν ἕξει τὴν πίστιν ἔκ τε τῆς ἰδίας πείρας κᾀκ τῆς τῶν ἄλλων μαρτυρίας. εἰ δ’ αὖ πάλιν ὁ ἀπὸ τῆς ιη΄ πλεονάκις κρίνων εὑρίσκοιτο καὶ τελέως καὶ βεβαίως,
854
ἀσθενέστερος οὗτος ὁ ἀπὸ τῆς ιζ΄ φανεῖται. ταῦτ’ ἐννοήσας ὁ Ἱπποκράτης ἁπάσας ἁπάσαις παρέβαλε, τὴν μὲν ιζ΄, ἐνταῦθα γὰρ ἡ ἀρχὴ τῆς διαφωνίας, τῇ ιη΄· τῇ δὲ κ΄τὴν κα΄. κατὰ ταὐτὰ δὲ καὶ τὴν κδ΄ τῇ κε΄, τὴν δ’ αὖ κζ΄ τῇ κη΄, καὶ τὴν μὲν λα΄ τῇ λβ΄, τῇ δὲ λδ΄ τὴν λε΄, τὴν δ’ αὖ μ΄ τῇ μβ΄. ὁποτέρῳ δὲ τῶν στοίχων ἡ ἐμπειρία μαρτυρεῖ, διὰ τῶν ἐπιδημιῶν ἐδήλωσεν, αὐτά τε ταῦτα γράψας ἃ περαθέμην ὀλίγον ἔμπροσθεν, ἔτι τε πρὸς τούτοις ἐπὶ μὲν τῆς τρίτης καταστάσεως ᾧδέ πως· ἔκρινε δὲ τουτέοισιν ὡς τὸ πολὺ ἑνδεκαταίοισιν, ἔστι δὲ οἷσιν εἰκοσταίοισιν. ἐφεξῆς δὲ τῶν ὀνομαστὶ γραφέντων ὑπ’ αὐτοῦ ἀῤῥώστων τὸν μὲν τρίτον τῇ τάξει μετὰ τὰς τρεῖς καταστάσεις γεγραμμένον, Ἡροφῶντα, κατὰ τὴν ἑπτακαιδεκάτην ἡμέραν κριθῆναί φησι· τὸν δὲ τέταρτον, ἡ Φιλίνου δὲ ἦν αὕτη γυνὴ, κατὰ τὴν εἰκοστὴν ἀποθανεῖν. ἐφεξῆς δὲ αὐτῇ τῆς Ἰφικράτους γυναικὸς μνημονεύει, περὶ ἧς ἐπὶ τέλει τῆς ὅλης διηγήσεως ᾧδέ πως γράφει· τεσσαρακοστῇ ἤμεσεν ὀλίγα, χολώδεα, ἐκρίθη τελέως, ἄπυρος ὀγδοηκοστῇ. μετὰ δὲ ταύτην
855
ἕκτου τῇ τάξει μνημονεύει Κλεονακτίδου, γράφων ἐπὶ τῷ τέλει τοῦ λόγου τουτί· ὀγδοηκοστῇ ἐῤῥίγωσε, πυρετὸς ὀξὺς ἔλαβεν, ἵδρωσε πολλῷ, οὔροισιν ὑπόστασις ἐρυθρὴ, λείη, τελείως ἐκρίθη. δέκατος δέ ἐστιν ἄῤῥωστος ὁ Κλαζομένιος, ὃν καὶ αὐτὸν ἐν τῇ μ΄ κριθῆναί φησι. καὶ μὴν ἡ μ΄ τοῦ στοίχου τῆς ἑπτακαιδεκάτης ἐστὶν, ὥσπερ οὖν ἡ π΄· ἔδει δὲ τὴν μ΄ δευτέραν εἶναι κρίσιμον, εἰ καθ’ ἑβδομάδας ὁλοκλήρους ἡ συναρίθμησις ἐγίνετο τῶν ἡμερῶν. οὕτω καὶ τὴν πδ΄ ἐχρῆν εὑρίσκεσθαι κρίνουσαν. οὐ μόνον τοίνυν ἐξ ὧν διηγεῖται κριθέντας πολλοὺς ἐν τῷ κατὰ τὴν ἑπτακαιδεκάτην ἡμέραν στοίχῳ πρόδηλόν ἐστιν ὡς ἰσχυρότερος οὗτος θατέρου ὑπάρχει, ἀλλὰ κᾀξ ὧν οὔτε τῆς ὀκτωκαιδεκάτης ἐμνημόνευσεν οὔτε τῆς κα΄ οὔτε τῆς κε΄ οὔτε τῆς κη΄, ἀλλ’ οὔτε τῆς τριακοστῆς δευτέρας οὔτε τῆς λε΄ οὔτε τῆς μβ΄ οὔτε τῆς ξγ΄ οὔτε τῆς πδ΄, ἐν γὰρ τοσούτων ἀῤῥώστων καταλόγῳ, τῶν τ’ ἰδίᾳ γραφέντων αὐτῷ κατ’ ὄνομα καὶ τῶν δι’ ἑνὸς ἑκάστου κεφαλαίου περιλαμβανομένων ἐν ἑκάστῃ καταστάσει, τὸ μὴ πώποτε τῶν εἰρημένων ἡμερῶν μηδεμίαν 
856
εὑρεθῆναι κρίνουσαν, ἐναργῆ τὴν θατέρου τῶν στοίχων ὑπεροχὴν ἐνδείκνυται. ὅταν γὰρ ἐξ ἐκείνου μὲν καὶ πολλαὶ καὶ πολλάκις καὶ τελείως καὶ βεβαίως καὶ ἀγαθῶς καὶ ὀρθῶς εὑρίσκωνται κεκρικυῖαι, θατέρου δὲ τῶν στοίχων μηδεμία καθ’ ὅλον τὸ α΄ τῶν ἐπιδημιῶν ἀσφαλῆ κρίσιν ᾖ πεποιημένη, τὸ μὴ ὅτι τελείως ἢ ἀγαθῶς, ἀλλὰ μηδ’ ὥστε ἀποκτεῖναι, παμπόλλην τινα τὴν ὑπεροχὴν εἶναι νομιστέον. ἆρ’ οὖν ἐν τῷ πρώτῳ μὲν οὕτως, ἐν τῷ τρίτῳ δ’ ἑτέρως; ἢ κᾀκεῖ τοὺς μὲν ἐν τῇ καταστάσει διηγημένους ἑνὶ κεφαλαίῳ περιλαμβάνων εἶπεν ἅπαντας σχεδὸν τοὺς διασωθέντας τῇ π΄ κριθῆναι· τῶν δὲ κατὰ μέρος ὧν ἐμνημόνευσεν ὀνομαστὶ, τοὺς μὲν ἐν τῇ μ΄ κριθῆναί φησι, καὶ ναὶ μὰ Δία γέ τινας ἐξ αὐτῶν οὐκ ἀγεννῶς οὐδὲ ἀσήμως, καθάπερ τὸν τρίτον ἀπὸ τῆς ἀρχῆς τοῦ βιβλίου γεγραμμένον, τὸν ἐν τῷ Δεάλκους κήπῳ κατακείμενον. τί γάρ φησι; μ΄ διεχώρησε φλεγματώδη, λευκὰ, ὑπόσυχνα, ἵδρωσε πολλῷ, διόλου τελέως ἐκρίθη. τοὺς δέ τινας εἰς πάνυ μακρὸν ἐμπεσόντας, ὁμοίως καὶ αὐτοὺς κριθῆναι τῷ τῆς εἰκοστῆς ἡμέρας
857
πολλαπλασιαζομένης λόγῳ, καθάπερ καὶ τὸν ἔννατον ἀπὸ τῆς καταστάσεως γεγραμμένον, Ἡρόπυθον, ὃν κ΄ τε καὶ ἑκατοστῇ ἡμέρᾳ κριθῆναι τελέως φησίν. οὕτω δὲ καὶ κατὰ τὴν κδ΄ καὶ κατὰ τὴν κζ΄ καὶ προσέτι κατὰ τὴν λδ΄ ἀνέγραψέ τινας κριθέντας ἀγαθῶς θ’ ἅμα καὶ ἀσφαλῶς καὶ τελέως. ἐν μὲν τῇ κδ΄ τὸν δέκατον ἀπὸ τῆς καταστάσεως ἄῤῥωστον ᾧδέ πως γράφων, τετάρτῃ καὶ κ΄ οὔρησε πολὺ λευκὸν, πολλὴν ἔχον ὑπόστασιν, ἵδρωσε θερμῷ, διόλου ἀπύρετος. ἐν ἑβδόμῃ καὶ εἰκοστῇ τὴν ἐν Ἀβδήροις παρθένον, ἀλλὰ καὶ ταύτην ἱδρώσασαν πολλῷ, τελέως ἀπύρετον γενέσθαι φησί. γέγραπται δ’ αὕτη μετὰ τὴν κατάστασιν ἑβδόμη. ἐν δ’ αὖ τῇ δ΄ καὶ λ΄ τὸν ὄγδοον ἀπὸ τῆς αὐτῆς καταστάσεως, Ἀναξίωνα, καὶ αὐτὸν ἱδρώσαντα, τελέως ἀπύρετον διόλου γενέσθαι φησὶ καὶ κριθῆναι πιστῶς. οὐδεὶς δὲ οὐδ’ ἐν τούτῳ τῷ βιβλίῳ κέκριται κατά τινα τῶν ἐκ θατέρου στοίχου κρισίμων ἡμερῶν. ἀλλὰ τὴν μὲν Δεάλκους γυναῖκα κατὰ τὴν κα΄ ἀποθανεῖν φησι, σωθῆναι δ οὐδένα κατ’ οὐδεμίαν ἡμέραν τῶν ἐκ τοῦ κατὰ τὴν ὀκτωκαιδεκάτην
858
στοίχου. λέγεται μὲν οὖν κατὰ τὸ δεύτερον, ὡς καὶ πρόσθεν εἴρηται, σημαινόμενον οὐχ ὁ σωθεὶς μόνον, ἀλλὰ καὶ ὁ ἀποθανὼν κεκρίσθαι, ἀλλ’ ὡς εἶπον, οὐ μόνον οὐδεὶς ἐσώθη κατ’ ἐκείνας τὰς ἡμέρας, ἀλλ’ οὐδ’ ἀπέθανε, χωρὶς τῆς Δεάλκους γυναικός. ἐν δέ γε θατέρῳ στοίχῳ πάμπολλοι μὲν οἱ σωθέντες, οὐ μὴν ἀλλὰ καὶ ἀπέθανόν τινες, ὥσπερ ἑπτακαιδεκαταία μὲν ἡ ἐν Κυζίκῳ τεκοῦσα τὰς διδύμους θυγατέρας. ἐν τετάρτῃ τε καὶ εἰκοστῇ ὁ ἐν Μελιβοίῃ νεανίσκος, ὁ πάντων ὕστατος ἀναγεγραμμένος. ἑβδόμῃ δὲ καὶ εἰκοστῇ ὁ τρίτος ἀπὸ τῆς ἀρχῆς Ἑρμοκράτης. πρώτη δὲ καὶ τριακοστὴ ὁ ἐν Ἁβδήροις Ἀπολλωνιος, ὁ τρισκαιδέκατος ἀπὸ τῆς καταστάσεως γεγραμμένος, τριακοστῇ τετάρτῃ ἀπέθανε. ὡς οὖν ἑβδομαίους πολλοὺς ἀποθανόντας εἶδε καὶ εἰκοσταίους κατὰ τοῦτο τὸ βιβλίον, ὡς ἂν τῶν ἰσχυρὰν δύναμιν ἐχουσῶν ἡμερῶν οὐ μόνον σωζουσῶν, ἀλλὰ καὶ ἀπολουσῶν ἐνίοτε, κατὰ τὸν αὐτὸν τρόπον ἑκάστην τῶν εἰρημένων ἐθεάσατο καὶ σώζουσαν πολλοὺς ἐνίοτε καί τινας ἀποκτείνουσαν. καὶ γὰρ οὖν καὶ τὸν δεύτερον ἀπὸ τῆς καταστάσεως ἄῤῥωστον ὀγδοηκοστῇ
859
φησιν ἀποθανεῖν, καὶ τὸν πρῶτον ἐν εἰκοστῇ καὶ ἑκατοστῇ, ὥσπερ, οἶμαι, καὶ τῆς πρώτης καταστάσεως τεσσαρεσκαιδεκαταῖον, τοὺς δὲ τρεῖς τοὺς πρὸς αὐτοῦ ἑβδομαίους. καὶ τί δεῖ πολλὰ λέγειν; οὐδεὶς γὰρ ἄλλος οὔτε ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν οὔτε ἐν τῷ τρίτῳ σωθεὶς ἢ ἀποθανὼν εὑρίσκεται κατὰ τὸν ἀπὸ τῆς ὀκτωκαιδεκάτης ἡμέρας στοῖχον, ἀλλὰ καὶ πάντες οἱ μὲν ἐντὸς τῶν ἑπτακαίδεκα, κατὰ τὰς ὁμολογουμένας κρισίμους ἡμέρας, ὑπὲρ ὧν οὐδεὶς τῶν περὶ ταῦτα ἐχόντων διαφέρεται· τῶν δὲ ἐξωτέρω προελθόντων εἷς μόνος ἄῤῥωστος εὑρίσκεται κατὰ τὴν πρώτην ἡμέραν καὶ εἰκοστὴν ἀποθανών. ἤρκει μὲν οὖν καὶ ταῦτα εἰς ἐπίδειξιν τοῦ μὴ λόγῳ τινὶ πεισθέντα τὸν Ἱπποκράτην τὴν ιζ΄ ἡμέραν ὑποθέσθαι εἶναι κρίσιμον, τῆς δὲ εἰκοστῆς πρώτης ἀφελέσθαι τὸ δραστήριον, ἀλλ’ ὑπὸ τῆς πείρας διδαχθέντα τηνικαῦτα ζητῆσαι τὴν αἰτίαν. ἀλλ’ ἐπειδὴ καὶ τὸ δεύτερον καὶ τὸ τέταρτον καὶ τὸ ἕκτον τῶν ἐπιδημιῶν ἢ αὐτοῦ τοῦ Ἱπποκράτους ἐστὶν, ἢ τοῦ υἱοῦ αὐτοῦ Θεσσαλοῦ γράμματα, καὶ τούτων ἐπὶ βραχὺ μνημονεύσωμεν. εὑρεθήσεται δὲ κᾀνταῦθα
860
κατὰ μὲν τὸ δεύτερον τὴν κ΄ τε καὶ μ΄ ἡμέραν ἀναγράφων κεκρικυῖαν, οὔτε δὲ τὴν κα΄ οὔτ’ ἄλλην τινὰ τῶν ἀπ’ αὐτῆς. κατὰ δὲ τὸ τέταρτον τῶν ἐπιδημιῶν οὕτως ὀξέων μνημονεύων, ὡς ὀλιγάκις μὲν ἕως τῆς εἰκοστῆς ἀφικέσθαι, προελθεῖν δ’ ἅπαξ ἐξωτέρω μέχρι τῆς κδ΄, ὥστε κᾀνταῦθα τὴν μὲν κ΄ ὡσαύτως ἔστιν καὶ τὴν κδ΄ ἐπίστασθαι κεκρικυῖαν, οὐ μὴν τῶν θατέρου στοίχου τινά. καὶ μὴν καὶ κατὰ τὸ ἕκτον τῶν ἐπιδημιῶν ὀλίγων μὲν ἀῤῥώστων καὶ καταστάσεων μέμνηται, φαίνεται δ’ οὐδ’ ἐνταῦθα γινώσκων τινὰ κατὰ τὰς ἐκ θατέρου στοίχου κεκριμένον. εἰ δέ τι δεῖ καὶ τοῦ πέμπτου τῶν ἐπιδημιῶν μνημονεῦσαι, ὅτου περ ἂν ᾖ, κᾀνταῦθα πεντήκοντα μέν εἰσιν οἱ σύμπαντες ἄῤῥωστοι, κέκριται δ’ οὐδεὶς αὐτῶν οὔτε κατὰ τὴν ιη΄ οὔτε κατὰ τὴν κα΄ οὔθ’ ὅλως ἐν ἄλλῃ τινὶ τῶν ἐκ τοῦδε τοῦ στοίχου. τῆς πείρας οὖν ἀκριβῶς προεισαγούσης εἰς τὰς κρισίμους ἡμέρας τὴν ιζ΄ καὶ τὴν εἰκοστὴν, ἔτι δὲ καὶ τὰς ἀπ’ αὐτῶν πάσας, ἔνιοι τῶν ἰατρῶν οὐ πάνυ τι τῷ φαινομένῳ προσέχοντες τὸν νοῦν, ὡς ἐφ’ ἕτοιμον ἀφίκοντο τὸν ἐκ τῆς τελείας ἑβδομάδος ἀριθμὸν, εἶτά που καὶ κριθέντα 
861
τινὰ κατὰ τὴν πρώτην καὶ εἰκοστὴν θεασάμενοι, πολὺ δὴ μᾶλλον ἐβεβαίωσαν τὴν ὑπόληψιν.

Καὶ γὰρ οὖν καὶ τὸ διαγνῶναι ποίας ἐστὶν ἡμέρας ἴδιος ἡ κρίσις, ἐπειδὰν εἰς πλείονας τύχῃ μερισθεῖσα, διορισμοῦ δεῖται, καθότι κᾀν τῷ πρώτῳ δέδεικται λόγῳ. συμβαίνει δὲ καὶ χρονιζόντων τῶν νοσημάτων τὰς κρίσεις ἀποτίθεσθαι μὲν τὸ τῆς ταραχῆς σφοδρὸν καὶ τῆς ἀλλοιώσεως τὸ σύντομον, καὶ εἰς δύο δὲ πολλάκις ἡμέρας, ἢ τρεῖς ἐκτείνεσθαι. πρόχειρον οὖν ἐν τούτῳ προσνέμειν τὴν κρίσιν τῶν τριῶν ἡμερῶν ᾗ τις ἂν βουληθῇ. πολλοὶ μὲν γὰρ τῶν ἰατρῶν οὐδ’ ἀριθμοῦσιν ἔτι μετὰ τὴν ιδ΄ ποσταῖος ὁ κάμνων ἐστὶ, καὶ μάλιστα ἢν ἐν τῷ μεταξὺ δόξας ἀπύρετος γεγονέναι πάλιν ἀναπυρέξειεν. ἔνιοι δὲ κᾂν ἀριθμήσωσι τὸ μερίζεσθαι τὰς κρίσεις εἰς πλείους ἡμέρας, ἀδιορίστως τε καὶ προπετῶς ᾗ βούλονται τῶν ἡμερῶν ἀνατιθέασι. διὰ ταῦτα γοῦν αὐτὰ καὶ ὁ Ἱπποκράτης ἐπὶ τῶν ἀῤῥώστων ἐνίοτε μὲν ζ΄ φησὶν, ἢ ἑνδεκάτῃ, ἢ τεσσαρεσκαιδεκάτῃ κριθῆναι τὴν νόσον, ἐνίοτε δὲ

862
περὶ τὴν εἰκοστὴν, ἢ μ΄, ἤ τινα ἄλλην, ὥσπερ εὐθὺς ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ καταστάσει τοῦ πρώτου τῶν ἐπιδημιῶν. ἐν μὲν γὰρ τῇ πρώτῃ φησίν· ἔκρινε δὲ τούτων οἷσι τὰ βραχύτατα γένοιτο περὶ τὴν εἰκοστὴν, τοῖσι δὲ πλείστοισι περὶ τὴν μ΄, πολλοῖσι δὲ περὶ τὴν ὀγδοηκοστήν. ἐν δ’ αὖ τῇ δευτέρᾳ καταστάσει, ἔστι δ’ οἷσι, φησὶν, ἔκρινεν αὐτῶν ὀλίγοισιν, οἷσι τὰ βραχύτατα γένοιτο περὶ εἰκοστήν. ἐν δὲ τῇ τρίτῃ αἱμοῤῥαγέειν, φησὶ, μικρὸν ἤρξατο περὶ τετάρτην καὶ εἰκοστὴν, καὶ ἐγένοντο εἰς αἱμοῤῥαγίην αἱ ἀποστάσιες Ἀντιφῶντι Κριτοβούλου. ἀπεκρίθη καὶ ἐπαύετο τελείως περὶ τὴν τεσσαρακοστήν. οὐκ ἐμνημόνευσα δὲ κατ’ ἀρχὰς εὐθὺς τούτων τῶν ῥήσεων, ὁπότε κᾀκ τοῦ πρώτου τῶν ἐπιδημιῶν παρετιθέμην, ἄμεινον εἶναι νομίσας ἁπάσας πρότερον ἐκθέσθαι τὰς ἡμέρας ἐν αἷς ἀκριβῶς μόναις ἐθεάσατο τὰ νοσήματα κρινόμενα. διὰ τοῦτο οὐδὲ γέγραπται τοὐπίπαν οὐδαμόθι τῶν συγγραμμάτων αὐτοῦ περὶ τὴν ε΄ ἢ τὴν ἑβδόμην, ἢ τὴν θ΄ κριθεὶς οὐδεὶς, ἀλλ’ ἁπλῶς ἢ πεμπταῖος, ἢ ἑβδομαῖος, ἢ
863
ἐνναταῖος. ἀθρόως γὰρ αὗται κρίνουσιν. ὅσῳ δ’ ἂν ἐξωτέρω προΐῃ τὰ νοσήματα καὶ χρονίζῃ, παύεται μὲν ἡ πρὸ τῆς ὀξείας ἀλλοιώσεως ταραχὴ, κατὰ βραχὺ δὲ αἱ κρίσεις γινόμεναι δύο που ἢ τρεῖς ἡμέρας ἐπιλαμβάνουσι τοὐπίπαν. ὡς γὰρ οὐδὲ μετὰ ἐκκρίσεως εἴωθε λύεσθαι τὰ πλεῖστα τῶν χρονισάντων, ἀλλ’ ἤτοι δι’ ἀποστάσεων, ἢ πέψεων, οὕτως οὐδ’ ὅταν ἐπὶ σαφέσιν ἐκκρίσεσιν, ἢ ἀποστάσεσιν ἡ λύσις αὐτῶν γίνηται, διὰ μιᾶς ἡμέρας τελειοῦται μόνης. ὅθεν, οἶμαι, τῶν ἰατρῶν ἔνιοι τὴν ἀρχὴν οὐδὲ κρίνεσθαί φασι τὰ χρονίζοντα τῶν νοσημάτων. οὐ γὰρ τὴν λύσιν ἁπλῶς εἶναι κρίσιν, ἀλλ’ ἤτοι τὴν ἀθρόαν ἢ τὸν πρὸ ταύτης σάλον. ἀλλ’ ὅτι γε τὸ σημαινόμενον τῆς κρίσεως οὐκ ἀπηκριβωμένον φυλάττεται διὰ παντὸς, ἀλλὰ τὴν λύσιν αὐτὴν μόνην, ὅπως ἂν γένηται, κρίσιν ὀνομάζουσιν οἱ πλεῖστοι τῶν ἰατρῶν, ἐξ αὐτῶν τε τῶν Ἱπποκράτους ἔνεστι μαθεῖν γραμμάτων, οὐχ ἥκιστα δὲ κᾀξ ὧν οἱ ἄλλοι παλαιοὶ γράφουσιν. οὕτως οὖν καὶ Διοκλῆς τὴν πρώτην ἡμέραν ἐν ταῖς κρινούσαις ἀριθμεῖ, σαφῶς ἐνδεικνύμενος ὡς οὐδὲν ἄλλο τὴν κρίσιν ὅ τι μὴ τὴν λύσιν
864
ὀνομάζει τοῦ νοσήματος. ἔσται δὲ δῆλον ἐξ αὐτῆς τῆς λέξεως ἐχούσης ᾧδε· αὐτῶν δὲ τῶν πυρετῶν, ὧν τὰ αἴτια μήτ’ ἐν αὐτῷ τῷ σώματι διαλύεται κενούμενα καὶ μειούμενά πως· μήτ’ ἐξικμάζεται μήτ’ ἀθρόως ὠμὰ ἐξάγεται, κατὰ δέ τινας χρόνων περιόδους πεφθέντα φαίνεται, ὁ μὲν ἐπιπολαιότατος ἐν νυκτὶ καὶ ἡμέρᾳ κρίνεται, ἐν ἐλαχίστῳ γὰρ χρόνῳ τούτῳ τὰ αἴτια αὐτῶν διαλύεται. καὶ γὰρ τὰ σηπόμενα καὶ πῦον γινόμενα, ἔτι δὲ καὶ γάλα καὶ σὰρξ πᾶσα ἀποτελουμένη καὶ ὅλως τὰ πολλὰ τῶν κατὰ τὸ σῶμα γινομένων καὶ κινουμένων καὶ ἀλλοιουμένων κατ’ εἶδος, ἐν τούτῳ τῷ χρόνῳ φαίνεται πρῶτον. καὶ ταυτὶ μὲν ὁ Διοκλῆς. ὁ δ’ Ἱπποκράτης οὐχ ἅπαξ οὐδὲ δὶς, ἀλλὰ πάνυ πολλάκις ἔν τε τῷ πρώτῳ τῶν ἐπιδημιῶν καὶ μάλιστα κᾀν τῷ τρίτῳ τὴν λύσιν μόνην τοῦ νοσήματος ὀνομάζει κρίσιν, οὐδεμιᾶς οὔτ’ ἐκκρίσεως οὔτ’ ἀποστάσεως σαφῶς προγεγενημένης. οὐ μὴν τούτου γ’ ἕνεκεν ἡγητέον ἄνευ ἐκκρίσεως πάσης φανερᾶς κρίνεσθαι τὰς χρονιζούσας νόσους, ὥσπερ οὐδὲ τὸ πλείους ἡμέρας ἐξ ἀνάγκης ἐπιλαμβάνειν. ὀγδοηκοστῇ γοῦν κριθῆναί τινα γράφων ὁ
865
Ἱπποκράτης ἐν τῷ τρίτῳ τῶν ἐπιδημιῶν, ῥιγῶσαί τέ φησιν αὐτὸν καὶ ὀξέως πυρέξαι καὶ ἱδρῶσαι πολλῷ. παρεθέμην δὲ τὴν λέξιν ὀλίγον ἔμπροσθεν, ὁπότε τοῦ Κλεονακτίδου, κατὰ τὸ πρῶτον τῶν ἐπιδημιῶν ἕκτου τὴν τάξιν γεγραμμένου, τὴν διήγησιν ἐποιούμην. εὕροις δ’ ἂν καὶ ἄλλους ἀῤῥώστους, οὕς τ’ ἤδη παρεθέμην ἐν τῷδε τῷ λόγῳ καὶ ὧν οὐδ’ ὅλως ἐμνημόνευσα κεκριμένους ἐναργῶς ἡμέρᾳ μιᾷ δι’ ἐκκρίσεως ἐπὶ προήκοντι καὶ χρονίῳ νοσήματι. ταύταις οὖν μάλιστα προσέχειν χρὴ τὸν νοῦν ὡς ἀκριβῶς διδασκούσαις τὴν τάξιν τῶν κρισίμων ἡμερῶν. εἰ γὰρ ὁ Κλεονακτίδης οὗτος ὀγδοηκοστῇ ῥιγώσας τε καὶ ὀξέως πυρέξας ἐκρίθη ἱδρώσας, δῆλον ὡς μεγάλην τινὰ δύναμιν ὁ τῆς εἰκοστῆς ἀριθμὸς ἔχει. τούτου γὰρ πολλαπλασιαζομένου τὴν ὀγδοηκοστὴν, ὥσπερ καὶ τὴν μ΄ καὶ τὴν ἑξηκοστὴν καὶ τὴν ἑκατοστὴν εἰκοστὴν γενέσθαι συμβέβηκεν. εὑρήσεις δὲ καὶ ἄλλους ἀῤῥώστους ἐξωτέρω τῆς ιδ΄ κεκριμένους δι’ ἐκκρίσεως ἐν τοῖς τῶν ἐπιδημιῶν βιβλίοις, ὧν ἐνίους ἤδη παρεθέμην, οἵ γε τοὺς μὴ νομίζοντας ἀθρόαν γενέσθαι 
866
κρίσιν ἐξωτέρω τῆς μ΄ ἐξελέγχουσι καὶ τῶν κρισίμων ἡμερῶν ἐνδείκνυνται τὴν τάξιν. ὅτι μὲν γὰρ ἐκλύεται κατὰ βραχὺ τὸ δι’ ἀγῶνός τε καὶ σάλου παύεσθαι τὰ νοσήματα χρονίζοντα καλῶς εἴρηται· τὸ δὲ μηδεπώποτε διὰ μιᾶς ἡμέρας ὀξεῖαν αὐτῶν γενέσθαι μεταβολὴν, οὐκέτ’ ὀρθῶς. ὅταν γὰρ καὶ ῥῖγος εἰσβάλλῃ σφοδρὸν, ἅμα τῷ παροξυσμῷ τέως οὐ γεγενημένον, ὅ τε πυρετὸς ὀξύτατός τε καὶ σφοδρότατος καὶ θερμότατος καὶ δύσφορος ἐπιγένηται, καὶ μετὰ ταῦθ’ ἱδρὼς ἐξεκρίθη πολὺς, ἀπύρετον ἀκριβῶς τὸν ἄνθρωπον ἐργαζόμενος, εἴ τις οὐ φήσει τοῦτο κρίσιν εἶναι, προδήλως ἐρίζει. ἐγὼ δ’ οὐκ εἴωθα τοῖς ἐριστικοῖς ἐπὶ πλέον ἀντιλέγειν, ἀλλ’ ἐκεῖνο χρὴ μᾶλλον εἰδέναι γινόμενον. ὡς ἡμῖν τε γὰρ παραφυλάττουσιν ἐφάνη πολλάκις ἔν τε τοῖς ὑφ’ Ἱπποκράτους ἀναγεγραμμένοις ἀῤῥώστοις ἔστιν εὑρεῖν, τὸ τὰς τοιαύτας λύσεις τῶν χρονιζόντων νοσημάτων, οὐχ ὅταν ἐφεξῆς εἴη μηδαμόθεν διακοπτόμενα, συμπίπτειν, ἀλλ’ ἐπειδὰν λελύσθαι δοκοῦντα, πάλιν δευτέρας ὑποστροφῆς ἐνάρξηται. συμβαίνει δὲ πολλάκις
867
καὶ αὐτὰς τὰς κατὰ μέρος ὑποστροφὰς ἐν ἡμέραις τέ τισι κρισίμοις ἄρχεσθαι καί τινα κρισίμων ἡμερῶν ἀριθμὸν προελθούσας, αὖθις ἐν ἑτέρᾳ τινὶ τῶν κρισίμων ἡμερῶν κρίνεσθαι, καὶ οὕτω γίνεται τὰ μὲν κατὰ μέρος ἅπαντ’ ὀξέα, τὸ σύμπαν δὲ χρόνιον. ἐνίοτε δὲ καὶ τὰ διαλείμματα αὐτῶν ἀριθμῷ τινι τῶν κρισίμων ἡμερῶν περιγράφεται, καθάπερ εἴ τις ἑνδεκαταῖος κριθεὶς ἀτελῆ κρίσιν, ὑποστρέψειε τεσσαρεσκαιδεκαταῖος, εἶτ’ αὖθις εἰκοσταῖος κριθεὶς ἐλλιπῶς ὑποστρέψειεν ζ΄ καὶ κ΄, κᾄπειτ’ ἐντεῦθεν ὀξέως πάλιν διανοσήσας αὖθις ἐν μ΄ κριθείη. ταῦτα μὲν οὖν αὐτὸς ἕκαστος ἐπί γε τῶν νοσούντων ὄψεται, προσεδρεύειν αὐτοῖς ἐπιμελῶς ἐθελήσας ἔν τε τοῖς ὑφ’ Ἱπποκράτους γεγραμμένοις ἀῤῥώστοις ἐπισκοπούμενος. ὅτι δὲ καὶ τὴν ἑπτακαιδεκάτην μὲν τῆς ιη΄ καὶ τὴν εἰκοστὴν τῆς κα΄ ἰσχυροτέραν ἡγητέον εἶναι δέδεικται σαφῶς ἤδη τῆς πείρας ἕνεκεν τῆς Ἱπποκράτους. εἰ δὲ καὶ τῆς ἐμῆς πείρας ἐφεξῆς ἀναμνημονεύσαιμι, μακρότερος μὲν ὁ λόγος ἔσται, πιστότερος δ’ οὐδὲν μᾶλλον. εἰ μὲν γάρ τις καὶ αὐτὸς παραφυλάττειν τὰ συμβαίνοντα τοῖς νοσοῦσιν ἐθέλοι καὶ πιστεύειν τοῖς ὑφ’ Ἱπποκράτους εἰρημένοις, οὐδὲν ἔτι τῆς
868
ἡμετέρας πείρας ὁ τοιοῦτος δεήσεται. εἰ δ’ ἤτοι πιστότερα τῶν ἐναργῶς φαινομένων τὰ σοφίσματα νενόμικεν ἢ μηδὲν φροντίζει τῶν ὑφ’ Ἱπποκράτους εἰρημένων, οὐ μόνον οὐδὲν ἕξει πλέον ἐκ τῆς ἡμετέρας ἱστορίας ὁ τοιοῦτος, ἀλλὰ καὶ διαπαίζειν αὐτὴν ἐπιχειρήσει. τῶν μὲν δὴ τοιούτων εἴρηται πολλάκις ὡς χρὴ καταφρονεῖν· εἰ δέ τις ἀληθείας ἐρᾷ, τὸν μὲν λῆρον τῶν σοφιστῶν ἀφεὶς, ἐπὶ δὲ τὴν πεῖραν αὐτὸς ἀφικόμενος, ὅταν ὀκτακοσίους, ἢ χιλίους ἀῤῥώστους θεάσηται, σαφῶς οἶδα τοῦτον οὐκ ἄλλα τὰ περὶ κρισίμων ἡμερῶν ἀποφανούμενον ὧν Ἱπποκράτης ἐδήλωσεν.

Οὔσης γὰρ καὶ χρείας καὶ φύσεως διττῆς τῶν κρισίμων ἡμερῶν, καὶ τὴν διδασκαλίαν αὐτῶν διπλῆν Ἱπποκράτης ἐποιήσατο, ἐν μὲν τοῖς ἀφορισμοῖς καὶ τῷ προγνωστικῷ τῶν κατὰ τετράδας τε καὶ ἑβδομάδας ἐπιπλεκομένων ἀλλήλαις μνημονεύσας, ἐν δὲ τῷ πρώτῳ τῶν ἐπιδημιῶν οὐ τούτων μόνον, ἀλλὰ καὶ τῶν ἄλλων ἁπασῶν τῶν παρεμπιπτουσῶν, ὧν τὴν μὲν αἰτίαν τῆς παρεμπτώσεως ἐν τοῖς

869
ἐφεξῆς ἐρῶ, τὸ δὲ ὅτι καὶ φύσει καὶ χρείᾳ διαφέρουσιν ἀλλήλων ἤδη δηλώσω· φύσει μὲν, ὅτι καλῶς ἁπάντων γινομένων, εἰς τὰς κατὰ τετράδα περιόδους αἱ κρίσεις ἀφικνοῦνται τοὐπίπαν, πλημμεληθέντων δέ τινων εἰς τὰς παρεμπιπτούσας μεθίστανται· τῇ χρείᾳ δὲ, διότι πρὸς μὲν τὸ γνῶναι τὴν μέλλουσαν ἔσεσθαι κρίσιν ἡ κατὰ τετράδα περίοδος αὐτάρκης, εἰς δὲ τὸ κρῖναι τὴν ἤδη γεγενημένην ἁπασῶν οἷον ἀεὶ γινωσκομένων, ἵνα εἰ οὕτως ἔτυχεν ἀσφαλεστέραν μὲν τὴν κρίσιν τὴν ἐνναταίαν τῆς ὀγδοαίας, ἀπιστοτέραν δὲ τὴν ὀγδοαίαν τῆς ἐνναταίας ἡγούμεθα. τὸ μὲν οὖν πιστὸν ἢ ἄπιστον τῆς κρίσεως εἰς τὸ καλῶς διαιτᾷν τοὺς ἤδη κεκριμένους διαφέρει· τὸ δ’ ὁπηνίκα μάλιστα κριθήσεται προγινώσκειν εἰς τοὺς μήπω κεκριμένους διαφέρειν ἀναγκαῖον. εἰρήσεται μὲν οὖν τι κᾀν τοῖς ἐφεξῆς ὑπὲρ τούτου, ἀλλ’ ὁ σύμπας λόγος ἐκ τῆς θεραπευτικῆς ἐστι μεθόδου, καὶ νῦν ἡμεῖς οὐ περὶ χρείας κρισίμων ἡμερῶν ἥκομεν ἐροῦντες, ὅ τι μὴ πάρεργον, ἀλλὰ τὴν δύναμιν αὐτῶν ἅπασαν ἐξηγήσασθαι σπεύδομεν. ἀπόχρη τοίνυν εἴς γε τὸ παρὸν ἀναμνήσαντας τῶν
870
Ἱπποκράτους ῥήσεων ἐπὶ τὰ ἐφεξῆς ἤδη μετιέναι. κατὰ μὲν δὴ τὸ προγνωστικὸν οὕτω φησίν· οἱ δὲ πυρετοὶ κρίνονται ἐν τῇσιν αὐτῇσι ἡμέρῃσι τὸν ἀριθμὸν ἐξ ὧν τε περιγίνονται οἱ ἄνθρωποι καὶ ὧν ἀπόλλυνται. οἵ τε γὰρ εὐηθέστατοι τῶν πυρετῶν καὶ ἐπὶ σημείων ἀσφαλεστάτων βεβεῶτες τεταρταῖοι παύονται, ἢ πρόσθεν, οἵ τε κακοηθέστατοι καὶ ἐπὶ σημείων δεινοτάτων βεβεῶτες τεταρταῖοι κτείνουσιν, ἢ πρόσθεν. ἡ μὲν πρώτη ἔφοδος αὐτέων οὕτω τελευτᾷ, ἡ δὲ δευτέρα τετρὰς εἰς τὴν ἑβδόμην περιάγεται, ἡ δὲ τρίτη εἰς τὴν ια΄, ἡ δὲ τετάρτη εἰς τὴν τεσσαρεσκαιδεκάτην, ἡ δὲ πέμπτη εἰς τὴν ἑπτακαιδεκάτην, ἡ δὲ ἕκτη εἰς τὴν εἰκοστήν. αὗται μὲν οὖν ἤδη διὰ τεσσάρων εἰς τὴν εἰκοστὴν ἐκ πολλαπλασιασμοῦ ἐκ προσθέσιος ἀφικνέονται. οὐ δύναται δ’ ὅλῃσι ἡμέρῃσι ἀριθμέεσθαι οὐδὲν τουτέων ἀτρεκέως. οὐδὲ γὰρ ὁ ἐνιαυτός τε καὶ οἱ μῆνες ὅλῃσι ἡμέρῃσι ἀριθμέεσθαι πεφύκασιν. μετὰ δὲ ταύτας ἤγουν τὰς κ΄ τὰς ἐν τῷ αὐτῷ τρόπῳ καὶ κατὰ τὴν αὐτὴν πρόσθεσιν ἡ πρώτη περίοδος διὰ τεσσάρων καὶ τριάκοντα ἡμερῶν, ἡ δὲ δευτέρα μ΄ ἡμερῶν, ἡ δὲ τρίτη ξ΄. αὕτη μὲν ἡ ἐκ τοῦ προγνωστικοῦ ῥῆσις. 
871
ἐν δ’ αὖ τοῖς ἀφορισμοῖς προειπὼν ὡς τὰ ὀξέα τῶν νοσημάτων κρίνεται ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσιν, ἑξῆς ἐπιφέρει· τῶν ἑπτὰ ἡ τετάρτη ἐπίδηλος. ἑτέρας ἑβδομάδος ἡ η΄ ἀρχή. θεωρητὴ δὲ πάλιν ἡ ια΄. αὕτη γάρ ἐστι τετάρτη τῆς δευτέρας ἑβδομάδος. θεωρητὴ δὲ πάλιν ἡ ἑπτακαιδεκάτη. αὕτη γάρ ἐστι τετάρτη μὲν ἀπὸ τῆς τεσσαρεσκαιδεκάτης, ἑβδόμη δὲ ἀπὸ τῆς ια΄. ἐν μὲν δὴ τούτοις ἀμφοτέροις τοῖς συγγράμμασιν ἑβδόμασί τε καὶ τετράσιν ἀνατίθησιν ἁπάσας τῶν κρισίμων ἡμερῶν τὰς περιόδους· ἐν δ’ αὖ τῷ πρώτῳ τῶν ἐπιδημιῶν ἁπασῶν ἐφεξῆς μνημονεύει γράφων ᾧδε· ἔστι δὲ πρώτη κρίσιμος τῶν περιόδων τῶν ἐν ἀρτίῃσι κρινουσῶν τετάρτη, στ΄, ι΄, ιδ΄, ιη΄, κ΄, κδ΄, κη΄, λ΄, λδ΄ μ΄, ξ΄, π΄, ρ΄, ρκ΄, τῶν δὲ ἐν τῇσι περισσῇσι περιόδοισι κρινουσῶν πρώτη γ΄, ε΄, ζ΄, θ΄, ια΄, ιζ΄, κα΄, κζ΄, λα΄. δῆλος οὖν ἐστιν ὁ Ἱπποκράτης ἁπάσας ἐν τούτῳ τῷ λόγῳ τὰς κρινούσας περιλαβὼν ἡμέρας· ὑπομνήματι
872
γὰρ ἡ τοιαύτη παρασκευὴ προσήκουσα. δέδεικται γὰρ ἡμῖν πολλάκις ὡς πρότερον γέγραπται τῶν ἐπιδημιῶν βιβλία τοῦ τε προγνωστικοῦ καὶ τῶν ἀφορισμῶν, ὅτι δύναμιν ὑπομνημάτων ἔχει. κατὰ λόγον οὖν ἐνταῦθα ἁπάσας μὲν ἔγραψε τὰς κρισίμους. ἡμέρας. ἐν ἐκείνοις δὲ μόνας τὰς μεγίστην δύναμιν ἐχούσας καὶ τῷ λόγῳ τῆς αὐτῶν φύσεως ἀποτελουμένας, ὡς ἐν τοῖς ἐφεξῆς ἀποδείξομεν, ἔτι τε πρὸς τούτοις οὐ σμικρὰν χρείαν εἰς τὴν τῆς μελλούσης ἀκμῆς τε καὶ κρίσεως πρόγνωσιν παρεχομένας. διὰ τίνα μὲν οὖν αἰτίαν ὁ Ἱπποκράτης οὐ μίαν ἐν ἅπασι τοῖς βιβλίοις ἐποιήσατο κρισίμων ἡμερῶν διδασκαλίαν ἤδη δέδεικται σαφῶς. οὐκ ἄδηλον δὲ οὐδὲ διότι τοῖς ἄλλοις ἰατροῖς εἰς διαφωνίαν ἀφικέσθαι συνέβη περὶ τῶν κρισίμων ἡμερῶν. οἱ μὲν γὰρ ὅτι διττὴ φύσις αὐτῶν ἐστιν οὐδ’ ὅλως ἐνόησαν, οἱ δὲ τὴν ἀρχὴν οὐδὲ παρεφύλαξαν, ἀλλὰ τῷ λόγῳ τὸ σύμπαν ἐπέτρεψαν. ἔνιοι δὲ ἐπὶ μὲν τὸ διὰ τῆς πείρας ἐξευρεῖν αὐτὰς ἧκον, ἀλλ’ ἐσφάλησαν διττῶς, ἢ τῷ μηδὲν ὅλως διορίζεσθαι πρὸ τῆς πείρας, ἢ τῷ προπετέστερον ἀποφαίνεσθαι.

873

Ἀλλ’ ἡμῖν γε καὶ τίνα χρὴ διορίζεσθαι πρὸ τῆς πείρας εἴρηται, καὶ οὐ χρὴ σπεύδειν ἀποφήνασθαι περὶ κρισίμων ἡμερῶν οὐδὲν, ἄχρις ἂν ἐπὶ πολλῶν ἀῤῥώστων ἔτεσι πολλοῖς ἀκριβῶς τις παραφυλάξῃ· τά τε γὰρ ἄλλα καὶ τῶν ἐπετείων καταστάσεων αἱ διαφοραὶ πάμπολλαί τινες ὑπάρχουσιν. ἐν γοῦν ὅλῳ θέρει ποτὲ πλέον ἢ τετρακοσίους ἀνθρώπους ὀξέως νοσήσαντας ἐθεασάμην ἅπαντας ἢ ἑβδομαίους, ἢ ἐνναταίους κριθέντας. ἐν ἑτέρῳ δ’ αὖθις ἔτει τοὺς μὲν τεσσαρεσκαιδεκαταίους, τοὺς δ’ εἰκοσταίους, τοὺς πλείστους δ’ ἐξ ὑποστροφῶν. ἐν ἄλλῳ δὲ πεμπταίους μὲν αἱμοῤῥαγήσαντας παμπόλλους, τελέως δ’ ἑβδομαίους, ἢ ἐνναταίους κριθέντας. οἶδα δὲ καὶ φθινοπώρῳ ποτὲ πάντας ἑνδεκαταίους κριθέντας. ἀλλὰ τοῦτο μὲν ἀγαθὴν τὴν κρίσιν ἤνεγκεν, ἕτερον δὲ φθινόπωρον ἑκταίους ἔκρινεν ἅπαντας οὐκ ἀγαθῶς. διὸ καὶ μᾶλλον ἐπῄει μοι θαυμάζειν τοὺς ὅλως οὐδεμίαν ἐν ταῖς ἡμέραις ἡγουμένους εἶναι διαφορὰν, ἀλλ’ ὁμοτίμους ἁπάσας ὑπάρχειν. ὅλαι γὰρ καταστάσεις πολλάκις ἢ

874
θερινῶν, ἢ μετοπωρινῶν νοσημάτων ἓν εἶδος ἔχουσι κρίσεων, ὡς κᾀν ταῖς ὑφ’ Ἱπποκράτους γεγραμμέναις ἐστὶ δῆλον, ἐν αἷς εἴ τις μὴ παντάπασίν ἐστι ῥᾴθυμος, ἄλλοτε μὲν ἄλλην τῶν κρισίμων ἡμερῶν ὄψεται πλεονάζουσαν, οὐ μὴν ὀγδόην τε καὶ ιβ΄ ἢ ἑκκαιδεκάτην, ἤ τινα τῶν τοιούτων. ἐοίκασιν οὖν εἰς ἄμφω τὰ συνεστῶτα τὴν ὅλην ἰατρικὴν οἱ σοφισταὶ παρανομεῖν, τὴν πεῖράν τε καὶ τὸν λόγον. οὔτε γὰρ ἐν οἷς τῆς πείρας ἐστὶ χρεία, ταύτην ἀναμένουσιν, ἀλλ’ ὡς ἂν ἑκάστῳ παραστῇ, ληροῦσιν, οὔτε τῶν ἐναργῶς φαινομένων ἐξευρίσκουσι τὰς αἰτίας. διὰ τοῦτο τοίνυν ὁ μέν τις αὐτῶν οὔτε κρίσιμον ἡμέραν οὔθ’ ὅλως κρίσιν ὑπάρχειν φησὶν, ὁ δὲ κρίσιν μὲν εἶναί τινα, οὐ μὴν καὶ κρισίμους ἡμέρας, ὥσπερ δέον λόγῳ μᾶλλον, ἀλλ’ οὐ πείρᾳ τὰς κρισίμους ἡμέρας καὶ τὰς κρίσεις ἐξευρίσκειν, ἢ φαυλοτέρων ὄντων τῶν ὅσοι διὰ τῆς πείρας ἄμφω μεμαθηκέναι φασίν. ἡμῖν μὲν τοίνυν ὅσοι μεθ’ Ἡρόφιλόν τε καὶ Ξενοφῶντα καὶ Ἀσκληπιάδην ἐγενόμεθα τάχ’ ἂν εἴη τις εἰς τοὺς ἄνδρας ἐκείνους ἢ φθόνος, ἢ φιλονεικία·
875
τῷ πρώτως δ’ ἀκριβῶς αὐτὰς ἐξευρόντι διὰ τῆς πείρας, ὡς τὰ τῶν ἐπιδημιῶν ἐνδείκνυται γράμματα, πόθεν ἂν ἐπῆλθε τὸ προγνῶναί τινας ἔσεσθαι ἐξ ὑστέρου τοιούτους σοφιστάς; οὐδὲ γὰρ ἐν τοῖς καθ’ Ἱπποκράτην χρόνοις ἦσάν πώ τινες ὅμοιοι τούτοις, ἀλλ’ ἕκαστος ἐκείνων ἐξευρεῖν τι καὶ συντελεῖν εἰς τὴν τέχνην ἔσπευδεν, οὐ λυμαίνεσθαι τοῖς ὀρθῶς εὑρημένοις. καὶ μὴν καὶ τοὺς ἐμπειρικοὺς ὀνομαζομένους ἰατροὺς ἔστι μὲν ἰδεῖν ὥσπερ τινὰς κοινοὺς ἐχθροὺς τῶν δογματιζόντων ἁπάντων ἐπιτηροῦντας ὃ καταμέμψονται, μὴ μέντοι μήτε κρισίμους ἡμέρας μήτε κρίσεις ἀναιροῦντας, ἀλλ’ ὡς ἂν καὶ ἄλλο τι τῶν ἐναργεστάτων καὶ ταῦτα ἄμφω τιθέντας. ἅλις ἤδη μοι σοφιστῶν ληρούντων.

Ἀλλ’ ἐπὶ τὰ συνεχῆ τῶν εἰρημένων αὖθις ἐπάνειμι, πρότερόν γε κεφαλαιώσας εἰς ἓν ἅπαντα τὰ προειρημένα. κρίσιμος μὲν γὰρ ἰσχυροτάτη πασῶν ἡ ζ΄. προδηλοῖ δ’ αὐτὴν ἡ τετάρτη δύο ταῦτ’ ἔχουσα, τό τε κρίσιμος εἶναι μικροτέρα καὶ τὸ τῆς ἑβδόμης ἐπίδηλος. ἐφεξῆς δ’ ἑνδεκάτη 

876
τε καὶ ιδ΄, τὴν αὐτὴν ἀναλογίαν τε καὶ φύσιν ἀποσώζουσαι πρὸς ἀλλήλας ἥν περ ἡ δ΄ πρὸς τὴν ζ΄, κᾄπειθ’ ἑξῆς πολλάκις μὲν ἡ ιζ΄ πρὸς τὴν κ΄, ὀλιγάκις δὲ ἡ ιη΄ πρὸς τὴν κα΄ τὸν αὐτὸν ἔχει λόγον ὅνπερ ἡ τετάρτη πρὸς τὴν ἑβδόμην καὶ ἡ ια΄ πρὸς τὴν ιδ΄. αὗται μὲν οὖν, ὡς Ἱπποκράτης ἔλεγε, διὰ τεσσάρων εἰς τὴν κ΄ ἐκ προσθέσιος ἀφικνέονται, παρεμπίπτουσι δ’ αὐταῖς ἐννάτη καὶ πέμπτη καὶ τρίτη, πλείστους μὲν ἡ θ΄ κρίνουσα, δευτέραν δὲ ἔχουσα δύναμιν ἡ ε΄, καὶ μετὰ ταύτην ἡ γ΄. περὶ δὲ τῆς στ΄ εἴρηταί μοι καὶ πρόσθεν ὡς κακὴ κρίσιμός ἐστιν. ἡ μέντοι τρισκαιδεκάτη πασῶν μὲν τῶν κρινουσῶν ἀσθενεστάτη, πασῶν δὲ τῶν μὴ κρινουσῶν ἰσχυροτάτη, καθάπερ ἐν μεθορίῳ τινὶ τεταγμένη τῆς ἑκατέρων δυνάμεως. ἀγωνιστικώταται μὲν οὖν κρίσεις, ὡς καὶ πρόσθεν εἶπον, αἱ μέχρι τῆς ιδ΄ ἡμέρας, ἧττον δὲ αὐτῶν αἱ μέχρι τῆς κ΄. ἐντεῦθεν δ’ ἄχρι τῆς μ΄ ἔτι δὴ καὶ μᾶλλον ἐκλύεται τὸ σφοδρὸν, ἀπ’ ἐκείνης δὲ τελέως ἔκλυτος γίνεται.

Ἡ δ’ ἀναλογία τῶν κρινουσῶν ἡμερῶν ἄχρι

877
παντὸς διαφυλάττεται. καθάπερ γὰρ ἡ ιδ΄ καὶ πέρας ἐστὶ τῆς δευτέρας ἑβδομάδος καὶ ἀρχὴ τῆς γ΄, οὕτω καὶ ἡ λδ΄ πέρας θ’ ἅμα τῆς πέμπτης ἐστὶ καὶ ἀρχὴ τῆς στ΄, ὥστε ἀεὶ τὰς τρεῖς ἑβδομάδας εἴκοσιν ἡμέραις περιγράφεσθαι, καὶ διὰ τοῦτο τὴν ξ΄, ὡς καὶ πρόσθεν ἔφαμεν, οὐ τὴν ξγ΄ γενέσθαι κρίσιμον· ὡσαύτως δὲ καὶ τὴν π΄ τε καὶ ρκ΄. ὡς γὰρ τὸ τῶν κρίσεων ἀγωνιστικὸν ἐκλύεσθαι κατὰ βραχὺ τοῦ χρόνου προϊόντος, οὕτω καὶ τὰς ἀσθενεῖς κρισίμους ἀμαυροῦσθαι καὶ τελέως συμπίπτειν· μόνας δ’ ἄχρι παντὸς διαρκεῖν ὅσαι περιγράφουσι τελείαν περίοδον ἀριθμῶν κρισίμων. ἔοικε δ’, ὅσα γε διὰ τῆς πείρας· ἔνεστι μαθεῖν, πρώτη περίοδος τελεία ἡ τῶν εἴκοσιν ἡμερῶν ὑπάρχειν. εἰ μὲν γὰρ ἀεὶ κατὰ διάζευξιν ὁ τῆς ζ΄ ἀριθμὸς προὐχώρει, καθάπερ ἐπὶ τῶν πρώτων ἔχει δυοῖν, ἦν ἂν οὕτω γε καὶ αὕτη ἡ ζ΄ τελεία πρώτη περίοδος. ἐπεὶ δ’ ἡ μὲν δευτέρα τῆς πρώτης διέζευκται, συνῆπται δ’ ἡ τρίτη τῇ β΄, δῆλον ὡς οὐκ ἔτι φυλάττεται μετὰ τὴν ιδ΄ ἡμέραν ἡ ἐξ ἀρχῆς ἀναλογία. μετὰ μέντοι τὴν κ΄ ἡ αὐτὴ τῶν περιόδων τάξις ἄχρι παντὸς
878
διαμένει, τῆς μὲν λδ΄ ἀνάλογον τῇ τεσσαρεσκαιδεκάτῃ γενομένης ἐκ δυοῖν ἑβδομάδων διεζευγμένων, τῆς δ’ αὖ τεσσαρακοστῆς ἀνάλογον τῇ κ΄ τὴν τρίτην ἑβδομάδα τὴν συνημμένην πληρούσης. τοῦτ’ οὖν αὐτὸ διδάσκων ἡμᾶς Ἱπποκράτης ἐν τῷ προγνωστικῷ μετὰ τὸ περὶ τῆς εἰκοστῆς ἡμέρας διελθεῖν ἐφεξῆς ἐρεῖ· μετὰ δὲ ταύτας ἐν τῷ αὐτέῳ τρόπῳ καὶ κατὰ τὸν αὐτὸν κόσμον ἡ πρώτη διὰ τεσσάρων καὶ τριάκονθ’ ἡμερῶν. πρώτην γὰρ εἶπε μετὰ τὴν εἰκοστὴν ἡμέραν εἶναι τὴν λδ΄ ὡς περίοδον, οὐχ ὡς ἡμέραν κρίσιμον, ἐπεὶ καὶ κδ΄ καὶ κζ΄ καὶ τὴν λα΄ μετὰ τὴν εἰκοστήν ἐστι κρίσιμος. ἀλλ’ ἐπειδὴ περί τε τῶν μικροτέρων περιόδων, αἳ δὴ τετράδες εἰσὶν, αὐτάρκως ἐδίδαξεν καὶ περὶ τῶν ἑβδομάδων αὐτῶν ἱκανῶς διεξῆλθεν, εὐθὺς ἐβουλήθη ἑξῆς τὰς ὑπολοίπους δύο περιόδους ἐπιδιδάξαι, τήν τε ἐκ τῶν δύο ἑβδομάδων συγκειμένην καὶ τὴν ἐκ τῶν τριῶν, ἀλλὰ τὴν μὲν ἐκ τῶν δύο οἷον ἡμιτελῆ τινα, τὴν δ’ ἐκ τῶν τριῶν ἀκριβῶς τελείαν. εἴ γε δὴ καὶ τὴν τεσσαρακοστὴν καὶ τὴν ξ΄ καὶ τὴν π΄ καὶ τὴν ρκ΄ ἐκ τῆς εἰκοστῆς πολλαπλασιαζομένης γίνεσθαι συμβέβηκε. τοῦτο οὖν αὐτὸ καὶ οὐκ ἄλλο
879
γνώρισμα τελείας ἐστὶ περιόδου, ἤτοι συντεθειμένης ἀεὶ καὶ πολυπλασιαζομένης αὐτῆς ἐφ’ ἑαυτὴν, ἄλλης μηκέτι δεῖσθαι περιόδου. καὶ μὴν οὐδεμιᾷ τῶν πρὸ τῆς εἰκοστῆς ὑπάρχει τοῦτο. ἥ τε γὰρ ζ΄ εἴπερ ἑαυτὴν ἐπολυπλασίαζε διὰ παντὸς, εἴς τε τὴν εἰκοστὴν πρώτην ἂν ἐξέπιπτε καὶ τὴν κη΄ καὶ τὴν λε΄ καὶ τὴν μβ΄, ἡ τεσσαρεσκαιδεκάτη τήν τε κη΄ ὡσαύτως ἂν ἐποίει καὶ τὴν μβ΄. ἀλλὰ καὶ ἡ τετρὰς, καὶ ἥδε, εἰ τὴν σύνθεσιν αὐτῆς πρὸς ἑαυτὴν ἂν ἐποιεῖτο, τὴν ὀγδόην ἂν ἀπειργάσατο καὶ τὴν ιβ΄ καὶ ιστ΄ ἰσχυρὰς κρισίμους, ὥστ’ αὐτὴ μὲν ἡ τετάρτη ἐναργῶς οὐδὲ περίοδός ἐστιν, ἀλλ’ οἷον ἥμισυ περιόδου. τῆς γὰρ ἑβδομάδος διχῇ τμηθείσης ἡ τετάρτη δεξαμένη τὴν τομὴν πέρας μέν ἐστι τῆς πρώτης τετράδος, ἀρχὴ δὲ τῆς δευτέρας ἐγένετο. τάχα δ’ ἂν ἡ ἑβδομὰς αὕτη δόξειεν ἤδη τελεία περίοδος ὑπάρχειν. οὐ γὰρ δὴ κᾀπὶ ταύτης γε τὴν ἑβδόμην ἡμέραν ἀρχὴν τῆς δευτέρας ἑβδομάδος εἶναι συμβέβηκεν. οὕτω γὰρ ἂν εἰς τὴν τρισκαιδεκάτην, οὐκ εἰς τὴν ιδ΄ ἐνέπιπτε τὸ τέλος αὐτῆς. ἀλλ’ ἐπεὶ πάλιν ἡ ιδ΄ πέρας θ’ ἅμα τῆς δευτέρας ἑβδομάδος ἀρχή τε τῆς τρίτης ἐστὶν, οὐκέτ’ ἂν οὕτως γε τελεία περίοδος
880
ἡ ἑβδομὰς ὑπάρχῃ. δὶς μὲν γὰρ ἑαυτὴν ἐπολυπλασίαζε, τὸ τρίτον δὲ οὐκ ἠδυνήθη. καὶ μὴν εἰ διὰ μὲν τὰς δύο τὰς πρώτας ἑβδομάδας ἐν διαζεύξει γενομένας ὁλόκληρόν τινα περίοδον ὑπολαμβάνειν χρὴ τὴν ἑβδομάδα, διὰ δὲ τὴν γ΄ συναφθεῖσαν οὐκέθ’ ὁλόκληρον, ἤτοι τελείως εἰς ἀπορίαν καταστῆναι ἀνάγκη τὸν λόγον ἢ τὴν ἑβδομάδα πρώτην γέ τινα τῇ τάξει καὶ ἁπλῆν περίοδον ἡγητέον εἶναι, τὴν δὲ ἐκ τῶν κ΄ ἡμερῶν συγκειμένην δευτέραν τε ἅμα καὶ σύνθετον καὶ τελείαν.

Ἅπτεται δή πως οὗτος ὁ λόγος τοῦ σκοπεῖσθαι, τίς τούτων ἐστὶ τῶν ἡμερῶν ἡ κρίνουσα τὰς ὀξείας νόσους. Ἱπποκράτους γὰρ εἰπόντος ἐν ἀφορισμοῖς, τὰ ὀξέα τῶν νοσημάτων κρίνεται ἐν ιδ΄ ἡμέρῃσιν, ἀφορμὴν ἐντεῦθεν ἐσχήκασιν οἱ σοφισταὶ λήρων μακρῶν, ὧν ἁπάντων χωρὶς οἷον τέ ἐστι καὶ προγνῶναι τὰς μελλούσας ἔσεσθαι κρίσεις καὶ δοκιμάσαι τὰς ἤδη γεγενημένας. εἰ γὰρ εἰκοσταῖον εἰ τύχοι προγνοὺς, κριθήσεσθαι τὸ νόσημα τὴν δίαιταν ὁμολογοῦσαν αὐτῷ 

881
συστήσαιο, μέγιστα μὲν ἂν ὠφελήσῃς τὸν κάμνοντα, καλεῖν δ’ ἐξέσται σοι καὶ ὀξὺ καὶ χρόνιον αὐτὸ, μηδεμιᾶς ὠφελείας ἢ βλάβης ἐκ τῆς προσηγορίας εἰς τὸν νοσοῦντα γινομένης. ἔστω γὰρ ὀξὺ καλεῖσθαι τὸ τοιοῦτον νόσημα, πάντων ὀρθῶς τῶν κατὰ τὴν δίαιταν ἐπὶ τοῦ κάμνοντος γεγενημένων· τί παρὰ τοῦτο χεῖρον, ἢ βέλτιον ἔσται; πάλιν οὖν εἰ βούλει, χρόνιον αὐτὸ προσαγόρευσον, ἵν’ εἰδῷς ὅτι μηδὲν ἐκ τούτου βελτίων, ἢ χείρων ὁ κάμνων γίνεται. καθάπερ οὖν καὶ ἄλλα πολλὰ περὶ ὀνομάτων ἐρίζοντες οἱ σοφισταὶ τῶν μανθανόντων κατατρίβουσι τὸν χρόνον, οὕτω κᾀν τῷ περὶ τῶν ὀξέων καὶ χρονίων διορίζεσθαι. εἰ γὰρ δεῖ τἀληθὲς εἰπεῖν, οὐ δύο μόνας οἴεσθαι χρὴ νοσημάτων διαφορὰς, ἀλλὰ πάνυ πολλὰς, εἴ γε καὶ τεταρταῖος πυρετὸς εἰς ἐτῶν ἀριθμὸν ἐξέπεσε τοσοῦτον, ἐν ὅσαις ἡμέραις ἕτερος ἐκρίθη καί τις ἄλλη νόσος εἰς μῆνας ἐξικνεῖται πολλούς. αὕτη μὲν οὖν ἡ πρώτη διαφορὰ τριττὴ, τῶν μὲν ἐν ἡμέραις, τῶν δὲ ἐν μησὶν, τῶν δὲ ἐν ἔτεσιν ὅλοις κρινομένων. κατὰ μέρος δὲ πάλιν ἐν μὲν τοῖς εἰς μῆνας ἐκπίπτουσι νοσήμασιν οὐχ ὅμοιον δήπουθέν ἐστι δυοῖν μηνῶν
882
γενέσθαι τὴν λύσιν ἢ ἑπτά. οὕτω δὲ κᾀπειδὰν ἡμερῶν, ἢ ἐτῶν ἀριθμῷ λύεται τὰ νοσήματα, παμπόλλη διαφορά. τί γὰρ ὅμοιον ἢ τριταῖον, ἢ εἰκοσταῖον κριθῆναι, τί δ’ ὅμοιον εἰκοσταῖον, ἢ μ΄; εἰ μὲν δὴ τὴν φυσικὴν αὐτῶν ἐθέλεις ἐξευρίσκειν διαφορὰν, ὅσαι περ αἱ τῶν κρινουσῶν ἡμερῶν εἰσι περίοδοι, τοσαύτας ἀναγκαῖον ἔσται σοι ποιεῖσθαι καὶ τὰς νόσους. ἑτέρας μὲν οὖν φύσεως ὑποθεμένῳ, ὥσπερ οὖν δὴ καὶ ἔστιν ἑτέρας τὸ μὴ δυνάμενον ὑπερβαλεῖν τὴν πρώτην τετράδα, ἑτέρας δὲ τὸ τὴν ζ΄ μὴ ὑπερβαῖνον, οὕτω δὲ καὶ τῆς ια΄ καὶ τῆς ιδ΄ καὶ τῆς ιζ΄ καὶ τῆς κ΄ ἁπασῶν τε τῶν ἐφεξῆς κρισίμων ἴδιον ἑκάστης ἡγήσασθαι νόσημα.

Πρὸς μέντοι τὴν διδασκαλίαν ἄμεινον ἐν μείζοσιν ὅροις αὐτὰ περιλαμβάνειν, ὅπως μὴ πάμπολλα γίνοιντο· μὴ μέντοι μηδὲ πάλιν οὕτω μακροῖς ὡς ἐφεξῆς ἀλλήλων τάττειν τὰ πάμπολυ διαφέροντα, ὅθεν οὐδὲ τοὺς δύο τὰ πάντα τῶν νοσημάτων εἴδη τιθεμένους, εἶτ’ ἄτμητον αὐτῶν ἑκάτερον φυλάττοντας ἐπαινῶν, οὔτε τοὺς τοσαύτην εἶναι

883
λέγοντας ὅσαι περ αἱ τῶν κρινουσῶν ἡμερῶν εἰσι περίοδοι. τίς ἂν οὖν ἡ ἀρίστη διδασκαλία γίνοιτο καὶ μάλιστα τῇ χρείᾳ τῆς τέχνης ἐπιτήδειος; εἴ τις τῶν σοφιστῶν ἰατρῶν ἐπιχειρήσειεν ἰατρεύειν ἐπιμελῶς, ἐάσας τὸν ὑψηλὸν ἐκεῖνον θρόνον ἐφ’ οὗ καθεζόμενος ὥσπερ τις μέγας βασιλεὺς ἐπιτρίβει τὰ μειράκια, τοῦτον εὖ οἶδ’ ὅτι πρὸς αὐτοῦ τοῦ πράγματος ἐκδιδαχθήσεται τὸ χρήσιμον. ὥσπερ οὖν καὶ ὁ πάντα θαυμαστὸς Ἱπποκράτης ἀπὸ τῶν ἐναργῶν αὐτῶν ὁρμώμενος ποτὲ μὲν οὕτω γράφει· ὅκου μὲν κάτοξυ τὸ νόσημα, αὐτίκα καὶ τοὺς ἐσχάτους ἔχει πόνους καὶ τῇ ἐσχάτως λεπτοτάτῃ διαίτῃ ἀναγκαῖον χρέεσθαι· ποτὲ δ’ οὕτω· τὰ ὀξέα τῶν νοσημάτων κρίνεται ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσιν. εἶτ’ αὖθις· αὗται μὲν οὖν διὰ τεσσάρων εἰς τὰς κ΄ ἐκ προσθέσιος ἀφικνέονται. εἶτ’ αὖθις δὲ πάλιν· εὔπνοιαν δὲ χρὴ νομίζειν κάρτα μεγάλην δύναμιν ἔχειν εἰς σωτηρίην ἐν πᾶσι τοῖσιν ὀξέσι νοσήμασιν, ὁκόσα σὺν πυρετοῖς ἐστι καὶ ἐν μ΄ ἡμέρῃσι κρίνεται. καὶ μὲν δὴ καὶ τῆς ξ΄ καὶ τῆς π΄ καὶ τῆς ρκ΄ αὖθις μέμνηται καὶ ταύτας πάλιν καταλιπὼν τὰς μὲν θερινὰς νόσους χειμῶνος λύεσθαί
884
φησι, τὰς δὲ χειμερινὰς θέρους. λέγει δὲ καὶ οὕτως· τὰ δὲ πλεῖστα τοῖσι παιδίοισι πάθεα κρίνεται μὲν ἐν μ΄ ἡμέρῃσι, τὰ δὲ ἐν ἑπτὰ μησὶ, τὰ δὲ ἐν ἑπτὰ ἔτεσι τὰ δὲ πρὸς τὴν ἥβην προσάγουσιν αὗται πᾶσαι πρός τε διδασκαλίαν ἅμα σαφῆ καὶ πρὸς τὴν τῶν ἀῤῥώστων χρείαν ἱκανῶς ὠφέλιμοι διαφοραί. καὶ γὰρ οὖκ καὶ τὸ τῆς διαίτης εἶδος ἕτερος ἐφ’ ἑκάστης ἐστίν. γνοίης δ’ ἂν μάλιστα τὸν αὐτὸν ἄῤῥωστον ἐν ἁπάσαις αὐταῖς ἐξ ὑποθέσεως ὑποβαλὼν τῷ λόγῳ. νεανίσκος δή τις ἰσχυρὸς ἑαλωκέτω νοσήματι κατὰ τὴν πρώτην τετράδα κριθήσεσθαι μέλλοντι, τὸν ἀφορισμὸν ἐπὶ τούτου μάλιστα προχειρισάμενος ἐκεῖνον. ὅκου μὲν οὖν κάτοξυ τὸ νόσημα αὐτίκα καὶ τοὺς ἐσχάτους πόνους ἔχει καὶ τῇ ἐσχάτως λεπτοτάτῃ διαίτῃ ἀναγκαῖον χρέεσθαι, μήτε τροφήν τινα δῷς τούτῳ μήτε μελίκρατον ἢ ἄλλο τι τοιοῦτον, ἀλλὰ καὶ τοῦ ὕδατος ὅσον οἷόν τε φείδεσθαι κέλευε. τὸν αὐτὸν τοῦτον νεανίσκον ὑποθέμενος ἑβδομαῖον κριθήσεσθαι, βραχύ τι τῆς προειρημένης διαίτης ὑπάλλαξον, ἤτοι μελίκρατον διδοὺς ἤ τι τοιοῦτον ἕτερον πόμα τῇ φύσει τοῦ νοσήματος οἰκεῖον, ὡς Ἱπποκράτης ἐδίδαξε. προσδιοριεῖς δὲ καὶ ταῦτα τὰ μὲν αὐτὸς ἀπό τινων
885
σημείων, οἷον κράσεως, ἔθους καὶ ἡλικίας ἀνευρίσκων, ἔνια δὲ καὶ τοῦ νοσοῦντος ἀναπυνθανόμενος, εἰ στόμαχον ἰσχυρὸν ἔχει μακρὰς ἀσιτίας φέρειν δυνάμενον, ἢ κακούμενον ἑτοίμως καὶ ῥᾳδίως διαλυόμενον. οὕτω δὲ καὶ τὴν ἕξιν ἐπισκοπῶν τἀνθρώπου τὰ μὲν αὐτὸς ἐξ ὧν ἔμαθες ἐν τοῖς περὶ κράσεων ἐξευρίσκων, ἔνια δὲ καὶ τοῦ νοσοῦντος ἀναπυνθανόμενος. εἰσὶ γάρ τινες ἱκανῶς εὐδιαφόρητοι καὶ διὰ τοῦτο μακροτέρας ἀσιτίας οὐ φέρουσιν, οὐδ’ ἂν ἰσχυροὶ τὴν δύναμιν ἔμπροσθεν ὦσιν. εἰ δή σοί τι τοιοῦτον ἀνερωτῶντι καὶ αὐτῷ στοχαζομένῳ φαίνοιτο καὶ ῥᾳδίως μὲν ὁ κάμνων διαφοροῖτο, ῥᾳδίως δ’ ὁ στόμαχος αὐτοῦ πάσχοι, πτισάνης χυλὸν ἀκριβῶς διηθημένον ἑκάστης ἡμέρας ὀλίγον διδόναι καὶ μνημονεύων πάλιν ἐνταῦθα τοῦ πρὸς Ἱπποκράτους εἰρημένου, ὅσον ἕνεκα τοῦ ἔθους εἰσιέναι τι καὶ κεναγγείην μὴ γίνεσθαι πολλὴν, αὐτῆς δὲ ἑβδόμης ἐπιστάσης μηκέτι τρέφειν, ἀλλὰ πρὸ μιᾶς, ἢ πρὸσθεν ἔλαττον διδόναι. καὶ γὰρ οὖν καὶ περὶ τούτων ἀκριβῶς ἡμᾶς ἐδίδαξεν ὁ παλαιὸς ἐν τῷ περὶ διαίτης ὀξέων. εἰ μέντοι τριταῖος ἢ τεταρταῖος ὁ τοιοῦτος νεανίσκος ἐλπίζοιτο κριθήσεσθαι, 
886
μήτε τοῦ στομάχου τὴν κάκωσιν μήτε τῆς ἕξεως τὴν κένωσιν ὑπόπτευε. πρὸς μέντοι τῷ νέος ὑπάρχειν ἅμα καὶ ἰσχυρότατος εἶναι καὶ ῥᾳδίως ἀσιτιῶν ἀνέχεσθαι μακρῶν οὗτος ὁμολογήσει καὶ δυσδιαφόρητός σοι φαίνοιτο καὶ μηδὲν εἴη νόσημα νοσῶν τοιοῦτον ὡς ὀξυμέλιτος ἢ μελικράτου δεῖσθαι, τελέως ἀσιτεῖσθαι τοῦτον ἐγχωρεῖ μέχρι τῆς ζ΄· εἰ δ’ εἰς τὴν γ΄ ἢ δ΄ τετράδα κρίσιν ἔσεσθαι προσδοκήσειεν, οὐκέτ’ ἐγχωρεῖ τὸν τοιοῦτον οὔτ’ ἐπ’ ἀσιτίας φυλάττειν οὔτ’ ἐπὶ μόνου πόματος· ὥστε οὐ σμικρά τις ἡ μεταβολὴ τῆς διαίτης, οὔκουν οὐδὲ τῶν νοσημάτων ἡ διαφορά σμικρά.

Καλείσθω δὴ τὸ μὲν ἄχρι τῆς ἑβδόμης ἐκτεινόμενον κάτοξυ, τὸ δὲ καὶ περαιτέρω που προϊὸν ἁπλῶς ὀξὺ, μεμνημένων ἡμῶν καὶ τῆς ἐν τῷ κατόξει διαφορᾶς. ἀκριβῶς μὲν γὰρ κάτοξυ τὸ μέχρι τῆς τετάρτης ἡμέρας, οὐκ ἀκριβῶς δὲ τὸ μέχρι τῆς ἑβδόμης ἐκτεινόμενον. οὕτω δὲ καὶ τῶν ὀξέων ἀκριβῶς μὲν ὀξὺ τὸ μέχρι τῆς τεσσαρεσκαιδεκάτης, οὐκ ἀκριβῶς δὲ τὸ μέχρι τῆς εἰκοστῆς, ὀξὺ μέντοι καὶ αὐτό. γένος

887
δ’ ἄλλο νοσημάτων ἐπὶ τῷδε ἐκ μεταπτώσεως ὀξὺ μέχρι τῆς τεσσαρακοστῆς. καλεῖν γὰρ ἄμεινον οὕτως αὐτὸ, διότι τῶν ὀξέων τινὸς ἐλλιπῶς κριθέντος ἐντὸς τῆς εἰκοστῆς ἡμέρας, εἶτα θραυσθείσης τῆς σφοδρότητος, τὸ καταλειπόμενον ἐντὸς τῆς τεσσαρακοστῆς εἴωθε λύεσθαι. ἔνια δ’ εὐθὺς ἐξ ἀρχῆς οἷον κωλυόμενά τε καὶ βραδέως κινούμενα καὶ μηδεμίαν ἀθρόαν ἐν τῷ μεταξὺ ποιησάμενα μεταβολὴν εἰς τὴν τεσσαρακοστὴν ἐκτείνεται. διττὴ δὲ καὶ τούτων ἡ φύσις· ἢ γὰρ εἰς ἀπυρεξίαν ἀκριβῆ τὰς παρακμὰς τῶν παροξυσμῶν ἔχει τελευτώσας, ἢ συνεχὴς ὁ πυρετὸς ἀεὶ διαμένει. τὰ μὲν δὴ τοιαῦτα τῆς τῶν ὀξέων φύσεως ἔχεσθαι δοκεῖ, τὰ δὲ ἕτερα σαφῶς ἐστιν ἤδη χρόνια. πολλαχῇ μὲν δὴ καὶ ἄλλοθι τὸν Ἀρχιγένην δίκαιον ἐπαινεῖν, οὐχ ἥκιστα δὲ καὶ ταύτην ἄν τις γνωρίσειεν αὐτοῦ τὴν περὶ τὰ τῆς τέχνης ἔργα σπουδὴν, ὅτι μὴ τοῖς χρόνοις μόνοις ψιλοῖς, ἀλλὰ καὶ τῇ κινήσει τε καὶ φύσει μᾶλλον ὀξὺ ἢ κάτοξυ προσαγορεύει νόσημα. τὸ γὰρ ἀργῶς τε καὶ βραδέως καὶ μετὰ διαλειμμάτων ἀπυρέτων ἕως τῆς μὲν τεσσαρακοστῆς ἐκτεινόμενον οὐκ ἄν τις εὖ φρονῶν ἔτι καλέσειεν ὀξὺ, φησί.
888
καὶ γὰρ εἰ θᾶττον τῆς μ΄ παύοιτο τοιοῦτον ὑπάρχον, ἤδη χρόνιόν ἐστιν. ἕτερα δὲ νοσήματα βραχυχρόνια μὲν ὀνομάζει, δίκαιον δ’ εἶναί φησι μήτ’ ὀξέα μήτε χρόνια προσαγορεύεσθαι, καθάπερ τοὺς μικροὺς τούτους καὶ ἀκινδύνους πυρετούς. οὗτοι γὰρ ὅτι μὲν οὐκ εἰσὶ χρόνιοι πρόδηλον, ἀποκεχωρήκασι μέντοι τῆς τῶν ὀξέων φύσεως. ὀξὺ γὰρ δὴ τοῦτ’ εἶναί φησιν ὃ ᾖ διὰ ταχέων κινδυνῶδες. ὁρᾷς οὖν ὅτι καὶ λύσεως ἐνίοτε τὴν αὐτὴν ἐχούσης προθεσμίαν ἢ ὀξὺ τὸ νόσημα καλέσομεν ἢ οὐκ ὀξύ. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐνίοτε τὸ μὲν ὀξὺ, τὸ δὲ χρόνιον, αὐτῇ τῇ κινήσει μόνῃ διορίζοντες. οἶδα γοῦν πολλοὺς ἕως τῆς τεσσαρακοστῆς ἡμέρας ἐν συνεχεῖ πυρετῷ γινομένους, οὕτω δὲ καλῶ δηλονότι τὸν μὴ παυόμενον εἰς ἀπυρεξίαν, ὥσθ’ ὅτι μὲν οὐκ ἦν χρόνιος ἡ τοιαύτη νόσος ἔχειν εἰπεῖν, οὐ μὴν οὐδ’ ἁπλῶς γ’ ὀξεῖαν αὐτὴν ὀνομάζειν εὔλογον. ἀλλὰ γὰρ ἐπειδὴ τά τ’ ἐκ μεταπτώσεως ὀξέα τῆς ἀκριβοῦς λύσεως ὅρον ἔχει τὸν ἐξωτάτω τὴν τεσσαρακοστὴν ἡμέραν, ἔνια δὲ διὰ παντὸς ἐν συνεχείᾳ πυρετοῦ μέχρι ταύτης
889
ἐξετάθη· κείσθω καὶ οὕτως ὁ χρόνος ἐνίοτε μὲν ἤδη χρονίων σαφῶς νοσημάτων, τῶν ἐχόντων διάλειμμα, ὡς ἔμπροσθεν εἶπον, ἐνίοτε δ’ ὀξέων εἶναι κριτικός. οὕτως οὖν ὁ Ἱπποκράτης ἔλεγεν ἐν τῷ προγνωστικῷ· εὔπνοιαν δὲ χρὴ νομίζειν κάρτα μεγάλην δύναμιν ἔχειν εἰς σωτηρίην ἐν πᾶσι τοῖσιν ὀξέσι νοσήμασιν ὁκόσα σὺν πυρετοῖς ἐστι καὶ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεται· οὐ γὰρ ἁπλῶς ὀξέων εἶπε καίτοι δυνάμενος εἰπεῖν, ἀλλὰ μετὰ προσθήκης τοῦ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεται, ὡς ὄντων τινῶν ὀξέων, ἃ τῆς παντελοῦς λύσεως ἕνεκα εἰς αὐτὴν ἐκτείνεται τὴν ἡμέραν. τὰ μὲν οὖν ἁπλῶς ὀξέα τῆς τεσσαρεσκαιδεκάτης οὐκ ἂν ἐξωτέρω προβαίη μὴ κριθέντα, τὰ δὲ εἰς μ΄ ἐκπίπτοντα ποτὲ μὲν αὐτὰ τοιαῦτά ἐστι, τὰ ἐντὸς τῆς τεσσαρεσκαιδεκάτης ἐλλιπῶς κριθέντα, ποτὲ δὲ ὧν ὀλίγον ἔμπροσθεν ἐμνημόνευσα μὴ πάνυ τι πολλάκις γινόμενα. καὶ μὲν δὴ καὶ τρίτα τὰ σαφῶς ἤδη βραδέα τὰ τοῖς ὀξέσιν ἀντιδιαιρούμενα τὴν τεσσαρακοστὴν ἡμέραν ἔχει κρίσιμον. ἀλλὰ
890
περὶ μὲν τούτων ὀλίγον ὕστερον ἐροῦμεν. ὅλον δὲ τὸ προειρημένον γένος τῶν ἐκ μεταπτώσεως ὀξέων ὀνομαζέσθω. δέδεικται μὲν οὖν ἡμῖν καὶ δι’ ἑτέρων καὶ μάλιστα ἐν τῷ τρίτῳ τῶν περὶ δυσπνοίας ὡς ἐν τῷ προγνωστικῷ γράμματι περί τε τῶν ἁπλῶς ὀξέων διαλέγεται καὶ προσέτι τῶν ἐκ μεταπτώσεως ἐκείνων ἀποτελουμένων. ὅταν οὖν ἐπὶ τῇ τελευτῇ μὲν τοῦ βιβλίου καθόλου ποιούμενος τὴν ἀπόφασιν εἴποι· ταῦτα δὲ λέγω περὶ τῶν ὀξέων νοσημάτων καὶ ὅσα ἐκ τουτέων γίνεται· κατὰ μέρος δὲ περὶ μὲν ὑδρώπων ᾧδέ πως· οἱ δὲ ὕδρωπες οἱ ἐκ τῶν ὀξέων νοσημάτων γινόμενοι πάντες κακοί· κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ὅταν περὶ τῶν ἐμπύων τε καὶ φθισικῶν ὀνομαζομένων καὶ τῶν ἐξ ἀποστήματος εἰς χρόνον ἐμπιπτόντων μακρότερος ὁ λόγος αὐτῷ γίνηται, σαφῶς δηλοῖ ὡς οὐκ ἐπελάθετο μὲν τοῦ προκειμένου, τὰ δὲ ἐκ τῶν ὀξέων νοσημάτων γινόμενα, κᾂν ᾖ χρόνια, διέρχεται. οὕτως οὖν κᾀκεῖνα εἴρηται· αἱ δ’ ἄλλαι ἐκπυήσιες αἱ πλεῖσται ῥήγνυνται, αἱ μὲν εἰκοσταῖαι, αἱ δὲ τριακοσταῖαι, αἱ δὲ τεσσαρακοσταῖαι, αἱ δὲ πρὸς ἑξήκοντα ἡμέρας ἀφικνέονται. καὶ μὲν δὴ κᾀν τῷ καταλόγῳ τῶν κρισίμων ἡμερῶν τῶν κατὰ τὸ προγνωστικὸν 
891
ἕως τῆς ἑξηκοστῆς ἡμέρας προέβη δεόντως. ἐπεὶ γὰρ οὐ περὶ τῶν ὀξέων μόνον, ἀλλὰ καὶ τῶν ἐκ τούτων γινομένων ὁ λόγος ἦν αὐτῷ, προσηκόντως, οἶμαι, κᾀν ταῖς κρισίμοις αὐταῖς, κᾀν τῇ περὶ ῥήξεως τῶν ἀποστημάτων διδασκαλίᾳ τῆς ἑξηκοστῆς ἡμέρας ἐμνημόνευσε. ταύτην οὖν τὴν διδασκαλίαν οἱ μὴ νοήσαντες εἰκῇ καὶ μάτην ἐν τούτοις πλέκουσι ζητήματα, μάχεσθαι νομίζοντες τῷδε τῷ λόγῳ τῷ κατὰ τοὺς ἀφορισμοὺς εἰρημένῳ τῷ φάσκοντι, τὰ ὀξέα τῶν νοσημάτων ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσι κρίνεται, ὥσπερ οὐκ αὐτοῦ τοῦ Ἱπποκράτους ἀκριβῶς ἐνδειξαμένου τῷ λόγῳ τῶν ἐκ μεταπτώσεως ὀξέων τὴν φύσιν ἑτέραν τῆς τῶν ἁπλῶς ὀξέων. αὐτὸ γὰρ δὴ τοῦτ’ ἐναντίον ἐστὶν ἢ ἐκεῖνοι νομίζουσιν. εἰ μὴ γὰρ διττὴν ἠπίστατο τῶν ὀξέων τὴν φύσιν, ἑτέραν μὲν τῶν ἁπλῶς ὀξέων, ἑτέραν δὲ τῶν ἐκ μεταπτώσεως, οὐκ ἂν διωρίσατο τῇ προσθήκῃ τὴν ἀπόφασιν, ἀλλ’ ἁπλῶς εἶπεν ἂν, εὔπνοιαν δὲ χρὴ νομίζειν κάρτα μεγάλην δύναμιν ἔχειν εἰς σωτηρίαν ἐν πᾶσι τοῖσιν ὀξέσι νοσήμασι. νυνὶ δὲ ἐπειδὴ τὴν τοιαύτην λέξιν ἠπίστατο τῶν ἁπλῶς ὀξέων ἐσομένην ἐνδεικτικὴν, οὐ μὴν ἐβούλετό γ’ οὕτως, ἀλλὰ σὺν
892
αὐτοῖς καὶ τἄλλα περιλαβεῖν, εὐλόγως προσέθηκε πρῶτον μὲν τὸ ὁπόσα σὺν πυρετοῖς εἰσι, μηκέτι προσγράψας τοῖσι συνεχέσιν, ὅπερ ἴδιον ἦν τῶν ἁπλῶς ὀξέων· ἔπειτα δὲ καὶ τὸ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεται, ὡς ἂν ἄλλων τινῶν ὄντων ὀξέων, ἃ οὐκ ἐν μ΄ ἡμέρῃσι κρίνεται. πανταχόθεν οὖν αὐτῷ διώρισταί τε καὶ δέδεικται σαφῶς ἡ φύσις τῶν νοσημάτων, ὑπὲρ ὧν ὁ σύμπας ἐστὶ κατὰ τὸ προγνωστικὸν λόγος. οἱ δ’ ἐξηγηταὶ τὰ σαφῶς εἰρημένα ζητοῦσιν ἀσαφῆ ποιῆσαι. τὸ μὲν οὖν ὀνόματος προσθήκῃ λύειν ἐπιχειρεῖν ὃ πλέκουσι ζήτημα συγγνωστὸν, ἀλλὰ τοῦτο μὲν ποιήσουσιν οἱ οὕτω γράφοντες· εὔπνοιαν δὲ χρὴ νομίζειν κάρτα μεγάλην δύναμιν ἔχειν εἰς σωτηρίαν ἐν πᾶσι τοῖσιν ὀξέσι νοσήμασιν, ὁκόσα σὺν πυρετοῖς ἐστι καὶ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεται. τινὲς δὲ καὶ μὴ προσγράφοντες ἐν τῇ ῥήσει τὸ καὶ ὁκόσα, συνυπακούειν δεῖ, φασὶν, ἵν’ ὁ λόγος αὐτῷ γένηται διπλοῦς, ὁ μὲν ἕτερος περὶ τῶν ὀξέων νοσημάτων, ὑπὲρ ὧν ἀπεφήνατο κατὰ τοὺς ἀφορισμοὺς, ὁ δ’ ἕτερος ὑπὲρ τῶν ἄλλων, ὅσα σὺν πυρετοῖς ἐστι καὶ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεται. τὸ
893
δὲ μηδὲ ἐν τοῖς ἀφορισμοῖς οἴεσθαι τὴν ιδ΄ ἡμέραν κρίσιμον, ἀλλὰ κᾀκεῖ δεκατέσσαρας τὰς πάσας ὑπολαμβάνειν ἀποφαίνεσθαι τὸν Ἱπποκράτην κρισίμους ἡμέρας ὑπάρχειν, εἶναι γὰρ τοσαύτας, εἴ τις ἀπὸ τῆς τρίτης, ἣ πρώτη πασῶν κρίνειν πέφυκεν, ἀριθμήσειεν ἄχρι τῆς μ΄, οὐ μικρᾶς καταγνώσεως ἄξιον. οὔτε γὰρ ὡς ἰατροὶ τοῦτο λέγουσιν οὔθ’ ὡς ἀριθμεῖν γινώσκοντες οὔθ’ ὡς ἀναγινώσκειν εἰδότες. ἰατροὶ γὰρ ὄντες ἠπίσταντό τε ἂν πρῶτον μὲν ὡς οὐδὲν τῶν ἀκριβῶς ὀξέων εἰς τὴν μ΄ ἡμέραν ἀφικνεῖται μὴ προκριθέν· ἔπειτα δὲ καὶ ὡς οὐδὲ τεσσαρεσκαίδεκα τὸν ἀριθμόν εἰσιν αἱ μέχρι τῆς μ΄ κρίσιμοι. κατὰ τοῦτο δὲ οὐδὲ ἀριθμεῖν ἄν τις αὐτοὺς ἐπίστασθαι φαίη. πλείους γάρ εἰσι τῶν δεκατεσσάρων τό τε ἀληθὲς αὐτὸ καὶ τὸ φαινόμενον ἐπὶ τῶν ἔργων σκοπουμένοις καὶ μέντοι καὶ τὸ πρὸς Ἱπποκράτους ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν εἰρημένον. ἔμπροσθεν δὲ παρέγραψα τὴν λέξιν ἐκείνην, ἐν ᾗ διδάσκει τὰς κρισίμους ἡμέρας ἁπάσας, εἴ τις ἀριθμεῖν ἐπίσταται, πλείους εὑρήσει τῶν ιδ΄ μέχρι τῆς μ΄ γενομένας. εἰ δὲ τὰς
894
κατὰ τετράδα μόνας ἀριθμεῖ τις, ἴσως γὰρ ἐπὶ τούτῳ ἐξελεγχόμενοι πάλιν μεταβήσονται, ἐλάττους εἰσὶν, αἱ δὲ τῶν ιδ΄. ὅτι δ’ οὐδ’ ἀναγινώσκειν ἴσασιν οἱ τὰ τοιαῦτα λέγοντες ᾧδ’ ἂν μάλιστα γνοίης. εἰ μὲν οὖν ἐν τῷ προγνωστικῷ τὴν μ΄ ἡμέραν κρίσιμον εἶπεν εἶναι τῶν ὀξέων, ἔπειτα ἐν τοῖς ἀφορισμοῖς ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσι ταῖς πάσαις ἔλεγεν αὐτὰ κρίνεσθαι, τότε γ’ ἐνεχώρει τι τοιοῦτον οἷον ἐκεῖνοι λέγουσιν ἐπινοεῖν. ἐπεὶ δὲ κᾀν τῷ προγνωστικῷ ἐν τεσσαράκονθ’ ἡμέρῃσιν ἔφησιν αὐτὰ κρίνεσθαι, κᾀν τοῖς ἀφορισμοῖς ἐν τεσσαρεσκαίδεκα, γελοιότατόν ἐστι τῆς αὐτῆς λέξεως ἄλλοτ’ ἄλλως ἀκούειν. ἀμείνους δὲ τούτων οἱ μὴ ζητοῦντες τοὺς λόγους ἀποδεῖξαι, ὁμολογοῦντες ἄλλου μὲν εἶναι τοὺς ἀφορισμοὺς ἀνδρὸς, ἄλλου δὲ τὸ προγνωστικὸν, ἀλλ’ οὗτοι θαυμαστοὶ τῆς μεγαλοψυχίας. ὅτι δὲ τὸ χρήσιμον εἰς τὴν τοιαύτην διδασκαλίαν ὁ Ἱπποκράτης ἐπισκοπούμενος ἀεὶ τὰ μὲν ἁπλῶς ὀξέα τὴν ιδ΄ ἡμέραν ὅρον ὀρθῶς ἔφησεν ἔχειν, τῶν δ’ ἐκ μεταπτώσεως ὀξέων τὰ μὲν τὴν μ΄, τὰ δὲ τὴν ξ΄, αὐτάρκως ἐπιδέδεικται.

895

Χρὴ δὲ εἰδέναι καθόλου περὶ τῶν τοιούτων ἁπάντων ὡς ὅσα ποσοῦ τινος εἰς μόρια διαιρουμένου γίνεται, ἔχει τὴν σωριτικὴν ἀπορίαν ἑπομένην. δεῖ τοιγαροῦν οὕτω τέμνειν ἐπιχειρεῖν ὡς μήτε τὰ πολὺ διαφέροντα μόρια συνάπτειν ἀλλήλοις, ὅπερ εἰς ὀλίγα τεμνομένου τοῦ παντὸς ποσοῦ γίνεται, μήθ’ οὕτω πολλὰ ποιεῖν ὡς τὸ τῆς διδασκαλίας χρηστὸν ὑπερεκπίπτειν. ὡς οὖν ἐνδέχεται τὰ κάλλιστα διελεῖν, οὕτω μοι φαίνεται τέμνεσθαι τὰ πρὸς Ἱπποκράτους. πρῶτον μὲν γὰρ τὰ κατόξεα μέχρι τῆς ἑβδόμης ἐνδείκνυται προϊέναι, δι’ ὧν, ὡς ἔφην, ἐν ἀφορισμοῖς εἶπεν ἐσχάτως χρῆναι λεπτῶς διαιτᾷν αὐτά. εἶτα μετὰ ταῦτα ἐν τῷ περὶ διαίτης ὀξέων, ἄχρι τῆς ἑβδόμης τινὰς ἐν ἀσιτίᾳ φυλάττειν παντελεῖ. ἔπειτα δὲ καὶ τὴν ιδ΄ τῶν ἁπλῶς ὀξέων τέλος ἔθετο, κᾄπειτα μέχρι τῆς κ΄ προὔβη. αὖθις δὲ καθ’ ἑκάτερον εἶδος νόσου, ἄχρι τῆς μ΄, καὶ αὖθις δὲ καθ’ ἑκάτερον ἕως τῆς ξ΄, εἶτ’ αὖθις ὅρον ἔσχατον τῶν κρινουσῶν ἡμερῶν τὴν ρ΄ τε καὶ εἰκοστὴν ἐποιήσατο, τεττάρων δηλονότι μηνῶν ὑπάρχοντα 

896
χρόνον. ἑξῆς δὲ τὰ μὲν ἐν μηνῶν ἀριθμῷ κριτικῶν, τὰ δὲ ἐν ἐτῶν λύεσθαι λέγει. τὸ μὲν οὖν εἰς τὴν διδασκαλίαν χρήσιμον τοῦτ’ ἔστι. παρεμπίπτει δέ τινα λογικὰ ζητήματα παραμυθίαν ἐπιζητοῦντα, καθάπερ, οἶμαι, καὶ τόδε, τῶν ὀξέων ὁμολογουμένων εἶναι νοσημάτων, ἔνια τὴν ιδ΄ ἡμέραν ὑπερβαίνοντα φαίνεται, καὶ διὰ τοῦτο καὶ Διοκλῆς οὐ τὴν ιδ΄, ἀλλὰ τὴν εἰκοστὴν ὅρον αὐτῶν ἐτίθετο, κατὰ τοῦτο μὲν ἁμαρτάνων, ὅτι μὴ τὴν κ΄ μᾶλλον, ἀλλὰ τὴν κα΄ ὅρον αὐτῶν ἔτι ἐτίθετο, οὐ μὴν ἐκεῖνός γε πάντως σφαλλόμενος ἐν τῷ ιδ΄ ὑπερβαίνειν. ἴσμεν γάρ τινας τῶν ὀξέως διανοσησάντων ἑπτακαιδεκαταίους τε καὶ εἰκοσταίους κριθέντας, ὥσπερ ἀμέλει καὶ παρ’ αὐτῷ τῷ Ἱπποκράτει ἐν αὐτοῖς τοῖς ἐπιδημίοις ἔστιν εὑρεῖν. πῶς οὖν, εἴπερ τοῦτο οὕτως ἔχει, καὶ φαίνεταί τινα τῶν ὀξέων νοσημάτων ὑπερβαίνοντα τὴν ιδ΄ ὅρον αὐτῶν, τήνδε τὴν ἡμέραν ἐν ἀφορισμοῖς ἐποιήσατο; πρόχειρον μὲν ἦν φάναι σπάνιον μὲν εἶναι τοῦτο, πλειστάκις δὲ θάτερον ἀποβαίνειν εἴωθεν. ἔστι δ’ ὅτε τὸν Ἱπποκράτην μόνον ἀποφαίνεσθαι τὸ πλειστάκις ὀφθὲν, ἐν οὐδενὶ λόγῳ τὸ σπάνιον
897
τιθέμενον. ἀλλὰ καὶ βαθυτέρας τινὸς ἔχεται γνώμης ἡ ἀπόφασις, ἄν τις αὐτὴν ἐξετάζῃ προσηκόντως. ὅσα γὰρ εἰς τὴν ιζ΄ ἡμέραν, ἢ τὴν εἰκοστὴν ἐξέπεσεν ἀκριβῶς ὀξέα νοσήματα, πάντως ἤρξατο ταῦτα καθάπερ ὑποβρύχια βραδέως τε καὶ οἷον μεμολυσμένως κινεῖσθαι. κᾄπειτα τὰ μὲν ἐν τῇ πρώτῃ τετράδι, τὰ δὲ ἐν τῇ δευτέρᾳ τὴν τῶν ἀκριβῶς ὀξέων ἀπολαμβάνοντα κίνησιν, εἰς τὴν ιζ΄ τε καὶ κ΄ ἐξέπεσεν, ἐντὸς τῆς ιδ΄ καὶ ταῦτα τῆς ἑαυτῶν κριθέντα. τὰ γὰρ ἐν τῇ τετράδι τῶν ἡμερῶν ἀπαρξάμενα τῆς ὀξύτητος, ἔπειτα ἑπτακαιδεκαταῖα κριθέντα, δῆλον ὡς οὐχ ὑπερέβη τὴν ἑαυτῶν τεσσαρεσκαιδεκάτην. οἶδε δὲ τοῦτο καὶ αὐτὸς μὲν ὁ Διοκλῆς καὶ οἱ ἄλλοι σχεδὸν ἅπαντες οἱ παλαιοί. φρενιτικοὺς γοῦν εὐθὺς ἀπὸ τῆς πρώτης ἡμέρας οὐ πάνυ τι γίνεσθαί φησιν. εἰ τοίνυν τις ἀρξάμενος φρενιτίζειν, ἤτοι πεμπταῖος, ἢ ἑβδομαῖος, ἢ ἑπτακαιδεκαταῖος, ἢ εἰκοσταῖος κριθείη, πρόδηλον ὡς ἐντὸς τῆς ἑαυτοῦ ιδ΄ ἐκρίθη. κατὰ τοῦτο δὴ καὶ μάλιστα νομίζω τὴν κ΄ ἡμέραν εἰς ἀμφιβολίαν ἐμπεσεῖν, ἐπαμφοτερίζουσαν τῇ δυνάμει τῷ πολλάκις μὲν τὰ μετὰ τὰς πρώτας ἡμέρας, ὀξέα
898
νοσήματα γενόμενα κρίνειν, ἐνίοτε δὲ ἐπικρίνειν τὰ προκριθέντα. τῶν γὰρ ἀπὸ τῆς πρώτης ἡμέρας ὀξέων οὐδὲν εἰς ταύτην ἐμπίπτει μὴ προκριθέν. εἰ δ’ ἔν τινι τῶν ἔμπροσθεν ἡμερῶν ἐλλιπῶς κεκριμένον αὕτη τελείως ἀπαλλάξειεν, οὐκ ἀναιρεῖ τὸ τῶν ὀξέων νοσημάτων τὴν ιδ΄ εἶναι πέρας. ὅσα δὲ κατὰ τὴν ἀρχὴν ὑποβρύχιά τε καὶ μολυνόμενα φανεῖται καὶ μετὰ ταύτην ἕως τῆς μ΄ τοιαῦτα μείναντα, πάλιν ἐπιταθῇ, ταῦτα χρόνια δικαίως ἄν τις ὀνομάσειεν. ὥσπερ γε τῶν ὀξέων μὲν σαφῶς παθῶν, ἀλλ’ ἔν τινι τῶν πρὸ τῆς κ΄ κριθέντων οὐκ ἀσφαλῶς, εἶτα διαλιπόντων, κᾄπειθ’ ὑποστρεψάντων, εἶτ’ αὖθις ὀξέων γινομένων, κᾄπειτ’ ἐν τῇ μ΄ κριθέντων, διαπορήσειεν ἄν τις, εἴθ’ ἁπλῶς ὀξέα καλεῖν αὐτὰ προήκει, εἴτ’ ἐκ μεταπτώσεως ὀξέα, πολὺ δὲ μᾶλλον εἰ χρόνια. ἐν μὲν δὴ τοῖς ἀμφιβόλοις τε καὶ ἀσαφέσιν οὐ χρὴ ζητεῖν ἀπόφασιν ἀσφαλῆ. κατὰ γὰρ τὴν τῶν πραγμάτων φύσιν ἀεὶ χρὴ γίνεσθαι τὰς ἀποφάσεις ἀσφαλεῖς. ἐν οἷς δέ ἐστιν ἡ τῶν πραγμάτων φύσις ἀκριβῶς ἁπλῆ, σαφῆ καὶ ἁπλῆν ἐνταῦθα χρὴ ποιεῖσθαι τὴν ἀπόφασιν. ἐπεί τοι καὶ κατ’ αὐτοὺς τοὺς ἀφορισμοὺς ὁ Ἱπποκράτης, ἡνίκα τὴν ιδ΄ ἡμέραν ὅρον ἔθετο τῶν
899
ὀξέων νοσημάτων, εὐθὺς καὶ τῆς ιζ΄ ἐμνημόνευσε γράφων ὡδί· θεωρητὴ πάλιν ἡ ιζ΄· αὕτη γάρ ἐστι δ΄ μὲν ἀπὸ τῆς ιδ΄, ζ΄ δὲ ἀπὸ τῆς ια΄. ἐμφαίνει γὰρ κᾀνταῦθα περὶ τῆς κ΄ ὡς ἂν δευτέρου τινὸς ὅρου τῶν ὀξέων. ἀλλ’ ἐπεὶ καὶ τοῦτο τὸ βιβλίον αὔταρκες ἤδη μῆκος ἔχει, καταπαύσω τῇδε τὸν ἐνεστῶτα λόγον. ὅσον δ’ ὑπόλοιπόν ἐστι τῆς περὶ κρισίμων ἡμερῶν θεωρίας ἐν τῷ μετὰ τοῦτο σύμπαν εἰρήσεται.