De crisibus

Galen

Galen, De crisibus

Προκεῖται μὲν, ὡς καὶ πρόσθεν ἐλέγετο, πάσης ἐν νόσῳ μεταβολῆς διαγνώσεις μὲν παρούσης, μελλούσης δὲ ἔσεσθαι προγνώσεις εἰπεῖν. ἐπεὶ δ’ ἑξαχῶς αὗται γίνονται, πειρατέον ὑπὲρ ἑκάστου ἰδίᾳ διελθεῖν, αὐτὸ τοῦτο πρότερον ἀναμνήσαντας, ὡς ἕξ εἰσιν αἱ πᾶσαι διαφοραὶ τῶν ἐν ταῖς νόσοις μεταβολῶν. ἢ γὰρ ἐξαίφνης εἰς ὑγείαν μεταπίπτουσιν, ἢ ἐξαίφνης ἀποκτείνουσιν, ἢ κατὰ βραχὺ τούτων ἑκάτερον, ἢ μικτῶς γίνεται. κατὰ βραχὺ μὲν ἤτοι τῆς νόσου

703
μαρανθείσης, ἢ τῆς τοῦ κάμνοντος δυνάμεως καταλυθείσης· μικτῶς δ’, ἐπειδὰν ἀθρόα μέν τις ἐπὶ τὸ κρεῖττον ἢ χεῖρον γένηται μεταβολὴ, τοὐντεῦθεν δὲ ἕως παντελοῦς λύσεως, ἢ θανάτου, τὸ ὑπόλοιπον ἅπαν ἀπομαρανθῇ. περὶ πρώτης οὖν τῆς ἐξαιφνιδίου μεταβολῆς εἰς ὑγείαν εἴπομεν ὅτι τε πασῶν ἐστι τῶν εἰρημένων ἀρίστη, καὶ διὰ τοῦτ’ αὐτὴν ἐξαιρέτως ὀνομάζουσιν κρίσιν, ὅτι τε τῆς φύσεως ἀκριβῶς κρατούσης ἁπάντων τῶν παρὰ φύσιν ἀποτελεῖται. τῶν δ’ ἄλλων μεταβολῶν ἡ μὲν εἰς ὀξὺν θάνατον τελευτῶσα κακὴ κρίσις ἐστίν. αἱ δ’ ἀξιόλογον μέν τινα ποιησάμεναι τὴν ῥοπὴν, οὐ μὴν τελείαν γε λύσιν, ἐλλιπεῖς κρίσεις ὀνομάζονται. ὥσπερ οὖν καὶ ὅσαι κατὰ βραχὺ μαρανθείσης ἢ τῆς δυνάμεως, ἢ τῆς νόσου γίνονται, καὶ αἵδε λύσεις ἁπλῶς, οὐ κρίσεις ὀνομάζονται.

Μόνη τοίνυν ἁπλῶς κρίσις ἡ εἰς ὑγείαν ὀξύῤῥοπος μεταβολὴ προσαγορεύεται, καὶ γίνεται μὲν πάντως ἐπὶ φανεραῖς τισιν ἐκκρίσεσιν, ἢ ἀξιολόγοις ἀποστάσεσιν. ὅσα γὰρ ἄλλως ἐῤῥᾳστώνησεν, ὑποτροπιάζει

704
κακοηθέστερον. ἡγεῖται δὲ τῶν ἐκκρίσεών τε καὶ τῶν ἀποστάσεων τούτων οὐ σμικρὰ ταραχὴ κατὰ τοῦ κάμνοντος σῶμα. καὶ γὰρ δυσφορίαι καὶ ἀγρυπνίαι καὶ παραφροσύναι καὶ κώματα καὶ δύσπνοιαι καὶ σκοτόδινοι καὶ δυσαισθησίαι καὶ ἀλγήματα κεφαλῆς καὶ τραχήλου καὶ στομάχου καὶ πολλῶν ἄλλων μορίων. ἐνίοις δὲ καὶ ὤτων ἦχοι καὶ μαρμαρυγαὶ πρὸ τῶν ὀφθαλμῶν φαίνονται καὶ δάκρυον ἀκούσιον ἐκρεῖ καὶ οὖρον ἴσχεται καὶ χεῖλος σείεται, καὶ ἄλλο τι τρομῶδες γίνεται καὶ λήθη καὶ ἄγνοια τῶν παρόντων καὶ ῥῖγος σφοδρὸν ἐμπίπτει, καὶ τοὐπίπαν ὁ παροξυσμὸς προεισβάλλει τῆς συνήθους ὥρας καὶ καῦμα πολὺ καὶ δίψος ἀφόρητον ἕπεται καὶ βοῶσι καὶ ἀναπηδῶσιν, ὥσπερ ἔμπληκτοι, καὶ τὸ τῆς κατακλίσεως σχῆμα φυλάττειν οὐ δύνανται, κἄπειτ’ ἐξαίφνης ἱδρὼς ἐξέβρασε πολὺς, ἤ τις ἔμετος οὐκ ὀλίγος ἐπηκολούθησεν, ἢ γαστὴρ ἀθρόως κατέῤῥηξεν, ἢ καὶ λάβρως αἱμοῤῥαγοῦσιν, ἢ καὶ πάνθ’ ἅμα συμπίπτει, καὶ φόβος ἐπήρτηται τοῖς ὁρῶσιν οὐ μικρὸς, κᾀν τούτῳ τις ἰδιωτῶν παρὼν ὑπ’ αὐτοῦ τοῦ
705
πράγματος ἀναγκασθεὶς ἐξεφώνησεν ὡς ὁ κάμνων κρίνοιτο περὶ τῆς ζωῆς. οὐ γὰρ δὴ ἰατρῶν γέ τις ἰδίως ἔθετο τῷ γινομένῳ τοὔνομα, ἀλλ’ ἀνάγκη πᾶσα τὸν παραγενόμενον αὐτῷ ταραχθῆναί τε καὶ ῥῆξαι φωνὴν, καὶ κρίσιν ὀνομάσαι τὸ γινόμενον, ἰατροῦ γε μήν ἐστι γενναίου μήτε ταράσσεσθαι μήτ’ ἀγνοεῖν τὸ μέλλον ἀποβήσεσθαι. κάλλιον δὲ εἰ καὶ προγινώσκειν ἐσομένην κρίσιν ἀσκήσειεν. οὐδὲ γὰρ πόῤῥω που τὸ διαγινώσκειν τὴν ἤδη παροῦσαν ἐς ὅ τι τελευτήσει τοῦ προγινώσκειν ἐσομένην ἐστὶν, ἀλλ’ ἐκ τῆς αὐτῆς θεωρίας ἄμφω κατορθοῦται.

Καὶ πάντ’ ἤδη λέλεκταί μοι ταῦτα, τὰ μὲν ἐν τῷ πρώτῳ τῶν περὶ κρισίμων ἡμερῶν ὑπομνήματι, τὰ δ’ ἐν τοῖς προηγουμένοις τοῦδε δυσί. λέξω δὲ καὶ νῦν αὐτὰ διὰ κεφαλαίων ἅπαντα, τά τε τὴν παροῦσαν ἤδη κρίσιν ὁποία τις ἔσοιτο δηλοῦντα καὶ τὰ τὴν μέλλουσαν ἔσεσθαι προδηλοῦντα. πρῶτον μὲν δὴ καὶ μέγιστον ἁπάντων τὸ ἐπισκέπτεσθαι τοὺς πεπασμοὺς, ἐξ οὔρων τε καὶ διαχωρημάτων καὶ πτυσμάτων, ὡς ἔγωγε μυρίαις ἤδη κρίσεσι παραγενόμενος οὐδέποτε ἐθεασάμην

706
ἀπολόμενον οὐδένα τῶν ἐπ’ πεπασμοῖς κριθέντων, οὐ μὴν τὴν ἴσην γε ἀξίαν ἀπονέμειν ἅπασι χρὴ τοῖς σημείοις, ἀλλ’ ἐν μὲν τοῖς κατὰ θώρακά τε καὶ πνεύμονος πάθεσι προσέχειν μὲν μάλιστα τὸν νοῦν τοῖς πτύσμασι, μὴ μέντοι μηδὲ τῶν οὔρων τῆς ἐπισκέψεως ἀμελεῖν, προσεπιβλέπειν δὲ καὶ τὰ διαχωρήματα· πυρεττόντων δὲ μόνον ἄνευ σπλάγχνου τινὸς διαθέσεως, ἤ τινος τῶν καθ’ ἧπαρ ἢ νεφροὺς ἢ κύστιν ἢ σπλῆνα φλεγμαινόντων, τοῖς οὔροις μάλιστα προσέχειν τὸν νοῦν, ὥσπερ εἰ καὶ τὰ κατὰ τὴν γαστέρα πεπόνθασι, τοῖς διαχωρήμασι μὲν πρῶτον, οὐκ ἀμελητέον δὲ οὐδὲ τῶν οὔρων. ἀεὶ γὰρ ὁπόταν ᾖ ὁ πυρετὸς, εἴτ’ ἐπὶ χυμοῖς μόνοις σηπομένοις ἀναπτόμενος, εἴτ’ ἐπὶ μορίῳ φλεγμαίνοντι συνεπόμενος, εἰς οὖρα μάλιστά σε βλέπειν ἀξιῶ, κἀντεῦθεν γνωρίζειν τοὺς πεπασμοὺς, ὡς ἔμπροσθεν εἴρηται. πρῶτον μὲν δὴ καὶ μέγιστον ἀγαθῆς κρίσεως σημεῖον ἐνεστώσης οἱ πεπασμοὶ, δεύτερον δὲ τὸ προδεδηλῶσθαι διά τινος τῶν ἐπιδήλων ᾗ συνῆπται τῆς κρινούσης ἡμέρας ἡ δύναμις· ἐφεξῆς δὲ τὸ εἶδος τοῦ νοσήματος αὐτοῦ καὶ τὸ ἦθος· εἶδος μὲν, εἰ τριταῖος, ἢ ἀμφημερινὸς, 
707
ἢ καῦσος, ἢ πλευρῖτις, ἢ περιπνευμονία· ἦθος δὲ, εἰ μέτριον καὶ ἐπιεικὲς, ἢ πονηρόν τε καὶ κακόηθες. ἐφεξῆς δὲ τούτοις, εἰ κατὰ τὴν τοῦ νοσήματος ἰδέαν ἡ ἔκκρισις εἴη. εἰ μὲν γὰρ καῦσος εἴη ὁ πυρετὸς, ἢ αἱμοῤῥαγείτω διὰ ῥινῶν, ἢ ῥιγώσας σφοδρῶς ἱδρούτω πολλῷ καὶ θερμῷ δι’ ὅλου τοῦ σώματος, ἢ ἐμείτω τε καὶ διαχωρείτω χολώδη. παραπλησίως δὲ καὶ ὁ τριταῖος ἐμέτοις τε καὶ διαχωρήμασι χολώδεσι, καὶ ἱδρῶτι πολλῷ δι’ ὅλου τοῦ σώματος κρινέσθω. φλέγμα δὲ συχνὸν ἐν ἀμφημερινοῖς ἐκκενούσθω, καὶ πολλοὶ γινέσθωσαν ἱδρῶτες ἐν ὅλῳ τῷ σώματι. κρίνει δὲ καὶ φρενῖτιν ἱδρὼς χρηστὸς καὶ μᾶλλον εἰ ἐκ τῆς κεφαλῆς πολὺς καὶ θερμὸς ἐκρέοι, σύμπαντος ἱδροῦντος τοῦ ἄλλου σώματος. ἀλλὰ καὶ δι’ αἱμοῤῥαγίας τε τὰς ἐκ ῥινῶν ἔστιν ὅτε φρενῖτις ἐκρίθη βεβαίως, οὐ μὴν λήθαργος ἢ περιπνευμονία χαίρουσιν αἱμοῤῥαγίαις. ἐν μέσῳ δὲ αὐτῶν ἐστι πλευρῖτις. ἧττον μὲν γὰρ ἢ καῦσος καὶ φρενῖτις, μᾶλλον δὲ ἢ περιπνευμονία καὶ λήθαργος αἱμοῤῥαγίαις λυθήσεται. λύουσι δ’ ἱκανῶς
708
καὶ τὰς τοῦ ἥπατος καὶ τὰς τοῦ σπληνὸς φλεγμονὰς αἱμοῤῥαγίαι διὰ ῥινῶν, ἐπειδὰν ἅμα πυρετοῖς ὀξέσι φλεγμαίνῃ τὰ σπλάγχνα. καὶ πάσας δὲ τὰς καθ’ ὑποχόνδρια φλεγμονὰς τὰς θερμὰς καὶ ὀξείας ἡ διὰ ῥινῶν αἱμοῤῥαγία κρίνει. χρὴ δὲ καὶ κατ’ εὐθυωρίαν αἱμοῤῥαγεῖν, ἐκ δεξιοῦ μὲν μυκτῆρος ἐφ’ ἥπατί τε καὶ τοῖς κατὰ τὸ δεξιὸν ὑποχόνδριον, ἐξ ἀριστεροῦ δὲ ἐπί τε σπληνὶ καὶ τοῖς ταύτῃ μορίοις. ὀνίνησι δὲ καὶ ἱδρὼς χρηστὸς ἁπάσας τὰς καθ’ ὑποχόνδρια φλεγμονὰς τὰς θερμὰς καὶ ὀξείας. ἥπατος δὴ τὰ μὲν κυρτὰ φλεγμαίνοντα τρισὶν ὑπακούει μάλιστα τρόποις ἐκκρίσεως, αἱμοῤῥαγίαις ἐκ μυκτῆρος δεξιοῦ καὶ ἱδρῶσι χρηστοῖς καὶ οὔροις πολλοῖς, τὰ δὲ σιμὰ διαχωρήμασί τε χολώδεσι καὶ ἱδρῶσιν, ἔστιν ὅτε δὲ καὶ ἐμέτοις. ἐκκαθαίρεσθαι δὲ δι’ οὔρων ἐθέλει πολὺ δὴ μᾶλλον ἔτι τῶν κυρτῶν τοῦ ἥπατος ἅπανθ’ ὅσα κατὰ νεφροὺς καὶ κύστιν ἐπόνησαν, ὥσπερ γε τὰ κατὰ θώρακα καὶ πνεύμονα πτύσμασιν. οἱ δὲ ἱδρῶτες ἅπασί τε πυρετοῖς οἰκεῖοι καὶ μᾶλλον τοῖς περικαέσιν. ἐπωφελοῦσι δ’ οὐ σμικρὰ
709
καὶ τὰς ζεούσας φλεγμονὰς, ὅτε, ὡς εἴρηται καὶ πρόσθεν, ἅμα πεπασμοῖς γίνονται. ἤδη δὲ καὶ τοὺς ἀμφημερινοὺς κρίνουσι σὺν ἐμέτοις τε καὶ διαχωρήμασι φλεγματώδεσι, καὶ τοὺς τεταρταίους, εἰ μέλανα σὺν αὐτοῖς ἐκκενοῖτο καὶ ποικίλα, καὶ τοὺς ἡμιτριταίους, εἰ χολώδη τε ἅμα καὶ φλεγματώδη. κρίνουσι δὲ καὶ παρωτίδες ληθάργους τε καὶ τὰ περὶ τὴν κεφαλὴν ἅπαντα· καὶ τἄλλα ἀποσκήμματα τοὺς χρονίζοντας ἅπαντας πυρετοὺς κρίνειν ἀσφαλῶς εἴωθεν· ἀλλ’ οὔπω περὶ τῶν χρονιζόντων πρόκειται λέγειν. αἱ γὰρ ἐξαιφνίδιοι μεταβολαὶ, τῶν ὀξέων εἰσὶν, ὧν τὴν ἀρίστην ἐξηγοῦμαι νῦν ὁποία τίς ἐστιν, ὅτι γε πάντως οὐκ ἄνευ πεπασμοῦ, ὅτι τε κατά τινα τῶν κρισίμων ἡμερῶν γινομένη, καὶ προσέτι διὰ τῆς ἐπιδήλου προδεδηλωμένη, καὶ μέντοι καὶ τὸ τῆς κρίσεως εἶδος οἰκεῖον τῷ νοσήματι ποιουμένη. προσεπιβλέπειν δ’ ἐνταῦθα κελεύω σε καὶ τὴν ἡλικίαν τοῦ κάμνοντος καὶ τὴν φύσιν καὶ τὴν προγεγενημένην δίαιταν καὶ τὸ χωρίον ἐν ᾧ νοσεῖ καὶ τὴν ὥραν τοῦ ἔτους καὶ τὴν ἐνεστῶσαν κατάστασιν. εἰ μὲν γὰρ ὥσπερ τὸ νόσημα χολῶδες εἰ τύχοι, καὶ τούτων ἕκαστον ὁμοίως εἴη χολῶδες, ἐκκαθαίρεσθαι χρὴ χολὴν ἐν ταῖς
710
κρίσεσι, ὥσπερ εἰ καὶ φλέγμα πλεονεκτεῖ, ἐκκενοῦσθαι προσήκει φλέγμα. ποικίλων δὲ ἐπικρατούντων χυμῶν ποικίλην εἶναι χρὴ καὶ τὴν κένωσιν. ἐπειδὰν δέ σοι ταῦτα σύμπαντα καλῶς ᾖ διηκριβωμένα, παρακολουθεῖν ἤδη σε χρὴ τοῖς ἀποβαίνουσι. εἰ μὲν γὰρ ὅ τε πυρετὸς λύοιτο κρινομένῳ τῷ κάμνοντι καὶ τῶν ἄλλων ἀπαλλάττοιτο συμπτωμάτων, εὐχρούστερός τε γίγνοιτο πρὸς λόγον τῆς κενώσεως, εὐσφυκτότερός τε καὶ ἰσχυρότερος ἐν ταῖς ἐξαναστάσεσιν, αὕτη μὲν ἡ ἀρίστη κρίσις ἐστίν· εἰ δέ τι τούτων λείποι, τοσοῦτον ἀποδεῖ τῆς ἀρίστης ἡλίκη τοῦ λείποντος ἡ δύναμις.

Οὕτω μὲν χρὴ διαγινώσκειν ἐνεστῶσαν ἀρίστην κρίσιν, ἔσεσθαι δὲ μέλλουσαν ὧδε. τὴν τοῦ νοσήματος ἐπισκέπτεσθαι φύσιν, εἴτε πικρόχολός ἐστιν, εἴτε φλεγματώδης, εἴτε μελαγχολικὴ, εἴτε μικτή τις. γέγραπται δ’ ἐν τῷ πρὸ τούτου λόγῳ τὰ γνωρίσματα. δεύτερον δ’ ἐπὶ τούτοις τήν τε ὥραν τοῦ ἔτους καὶ τὴν τοῦ κάμνοντος ἡλικίαν καὶ τὴν κρᾶσιν, ὅσα τ’ ἄλλα τῆς αὐτῆς ἔχεται συστοιχίας,

711
ὑπὲρ ὧν ὀλίγον ἔμπροσθεν εἴρηται. καὶ χρὴ κᾂν ἕν ἐξ αὐτῶν ποτε ῥηθῇ, καὶ τῶν μὴ ῥηθέντων ἀναμιμνήσκεσθαι. μακρὸν γὰρ ἂν εἴη διέρχεσθαι σύμπαντα. μετὰ δὲ ταῦτα σκοπεῖσθαι τὰς περιόδους τῶν παροξυσμῶν, εἴτε διὰ τρίτης, εἴτε διὰ τετάρτης, εἴτε καθ’ ἑκάστην ἡμέραν, εἴτε μηδ’ ὅλως γίνονται, καθάπερ ἐπὶ τῶν συνόχων ἰδίως ὀνομαζομένων ἔστιν ἰδεῖν. εἰ μὲν γὰρ ἐπείγοιντο καὶ προλαμβάνοιεν ἀεὶ τῆς συνήθους ὥρας, καὶ σφοδρότεροι γίνοιντο πολλῷ, καὶ διὰ τρίτης ἀπαντῷεν, ἐν τάχει κριθήσεσθαι δηλοῦσι· εἰ δ’ ἀργῶς κινοῖντο καὶ τὴν αὐτὴν ὥραν εἰσβάλλοιεν, ἐφ’ ἑκάστῃ τε γίγνοιντο ἡμέρᾳ, μετὰ πλείονα χρόνον ἔσεσθαι σημαίνουσι τὴν κρίσιν. ἐπὶ δὲ τούτοις ἑξῆς, ὅπερ δὴ καὶ μέγιστόν ἐστι, τοὺς πεπασμοὺς ὁρᾷν, καὶ τούτων μάλιστα ταῖς ἀξιολόγοις μεταβολαῖς προσέχειν τὸν νοῦν. εἰ γὰρ ἐν ἐπιδήλοις ἡμέραις γίγνοιντο, τὰς ἐφεξῆς αὐτῶν κρισίμους ἀπαλλάξειν τῆς νόσου τὸν ἄνθρωπον ἐπαγγέλλονται. καθόλου γὰρ, ὡς κἀν τοῖς ἔμπροσθεν εἴρηται λόγοις, ἡ σύμπασα κατάστασις τῶν νοσημάτων διὰ τῶν εἰρημένων τεττάρων γενῶν γνωρίζεται, περὶ ὧν ἔφαμεν 
712
ἐν ἀφορισμοῖς διειλέχθαι τὸν Ἱπποκράτην τόνδε τὸν τρόπον. τοὺς δὲ παροξυσμοὺς καὶ τὰς καταστάσιας δηλώσουσιν αἱ νοῦσοι καὶ αἱ ὧραι τοῦ ἔτεος καὶ αἱ τῶν περιόδων πρὸς ἀλλήλας ἐπιδόσιες, ἤν τε καθ’ ἡμέρην, ἤν τε παρ’ ἡμέρην, ἤν τε καὶ διὰ πλείονος χρόνου γίνωνται. εἶτ’ ἐφεξῆς φησι· ἀτὰρ καὶ τοῖσιν ἐπιφαινομένοισιν οἷον ἐν πλευριτικοῖσι πτύελον, αὐτίκα ἢν ἐπιφαίνηται, ἀρχομένου μὲν βραχύνει, ἢν δὲ ὕστερον ἐπιφαίνηται, μηκύνει. διηγησάμεθα δ’ ἐπὶ πλεῖστον ἐν τῷ πρώτῳ γράμματι περί τε τῶν ἐπιφαινομένων τούτων σημείων, ἃ δὴ τὴν πέψιν ἐνδείκνυται τῆς νόσου, καὶ ὅπῃ διαφέρει τῶν κρισίμων ὀνομαζομένων σημείων τε καὶ συμπτωμάτων. εἴπερ οὖν ἐκείνων μνημονεύεις, ἐλπίζω σε ῥᾳδίως ποιήσειν ἐν τῷδε τῷ λόγῳ προγνωστικόν τε καὶ διαγνωστικὸν ἀρίστης κρίσεως. αἱ μὲν γὰρ ἄλλαι στοχασμῷ τινι τεχνικῷ προγινώσκονται, τὴν δ’ ἀρίστην κρίσιν, ἣν δὴ καὶ μόνην ἁπλῶς ὀνομάζεσθαι κρίσιν ἔφαμεν, οὐδὲ στοχαστικῶς ἄν τις, ἀλλὰ βεβαίως προγινώσκοι. πάντα γὰρ ἐπὶ τῶν τοιούτων νοσημάτων ἐξ ἀρχῆς εὐθὺς ἀκίνδυνα φαίνεται τὰ σημεῖα.
713
τελέως μὲν οὖν ὄντα τοιαῦτα κατὰ τὴν πρώτην τετράδα τὴν κρίσιν ἐπαγγέλλεται, καθότι καὶ Ἱπποκράτης ἐδίδαξεν ἐν τῷ προγνωστικῷ λέγων ᾧδε· οἵ τε εὐηθέστατοι τῶν πυρετῶν καὶ ἐπὶ σημείων ἀσφαλεστάτων γινόμενοι τεταρταῖοι παύονται, ἢ πρόσθεν. οὐ γὰρ ἐνδέχεται πυρετὸν οὔτε τὸν ἀσφαλέστατα πάντα κεκτημένον οὔτε τὸν ὀλεθριώτατα μὴ οὐ κατὰ τὴν πρώτην τετράδα τὸν μὲν λυθῆναι, τὸν δὲ ἀποκτεῖναι, καθάπερ εἰ καὶ μικρὸν ἀποχωρήσειεν ὁ μὲν ἀπὸ τῶν ἐσχάτως ὀλεθρίων, ὁ δ’ ἀπὸ τῶν ἄκρως σωτηρίων, οὐκ ἐνδέχεται τοὺς πυρετοὺς τούτους ἐξωτέρω προβῆναι τῆς ἑβδόμης ἡμέρας. τὸ δὲ εἴτε σφοδρὰ καὶ ἀγωνιστικὴ γενήσεται κρίσις, εἴτε μετρία, εἴτ’ οὐδ’ ὅλως κρίσις, ἀλλὰ λύσις ἁπλῶς, οὐκέτ’ ἐκ τῶν ὀλεθρίων τε καὶ σωτηρίων σημείων, ἀλλ’ ἐξ ἄλλων προγινώσκεται. δύο δ’ ἐστὶ καὶ τούτων τὰ γένη, μέγεθός τε καὶ κίνησις νοσήματος. ἐν οἷς πρώτοις εὐθὺς ἀκριβῶς χρὴ γεγυμνάσθαι καὶ διακρίνειν αὐτὰ δύνασθαι ῥᾳδίως ἤθους τε καὶ ἰδέας νοσήματος. ἀλλὰ τὴν μὲν ἰδέαν ὡς χρὴ διαγινώσκειν ἐν τῷ δευτέρῳ τῶνδε τῶν ὑπομνημάτων εἴρηται.
714
τριταῖος γὰρ καὶ ἀμφημερινὸς καὶ τεταρταῖος καὶ ἡμιτριταῖος καὶ πλευρῖτις καὶ περιπνευμονία καὶ φρενῖτις εἴδη νοσημάτων εἰσίν. εἰ δ’ εὔηθες, ἢ κακόηθες, ἐκ τῶν ἑπομένων αὐτοῖς συμπτωμάτων ἡ διάγνωσις, ἃ διεξῆλθεν ἅπαντα σχεδὸν Ἱπποκράτης ἐν τῷ προγνωστικῷ. τούτοις δὲ συγκαταριθμεῖν χρὴ καὶ τὰ τῆς ἀπεψίας τε καὶ τῆς πέψεως σημεῖα. μέγεθος δὲ καὶ κίνησις νοσήματος ἕτερα τούτων ἐστίν. βληχροὶ γοῦν ἐνίοτε καὶ μικροὶ πυρετοὶ κακοήθεις εἰσὶ σφόδρα καὶ ἄλλοι θερμοὶ καὶ περικαεῖς, ὡς ἄσην τε ἅμα καὶ καῦμα καὶ δίψος ἀφόρητον ἐπιφέρειν, ὅμως οὐδὲν ἔχουσιν ἐνίοτε κινδυνῶδες. εἴρηται δὲ καὶ πρόσθεν ὡς εἴτε σφοδρότητά τις, εἴτε μέγεθος ὀνομάζει νοσήματος, οὐ διοίσει. τούτων δὲ ἁπάντων ἡ κίνησις διαφέρει, καὶ διαγινώσκεται τῷ χρόνῳ τῶν μερῶν τοῦ παροξυσμοῦ. τεττάρων γὰρ ἐν ἑκάστῳ παροξυσμῷ μορίων ὑπαρχόντων, ἀρχῆς τε καὶ ἀναβάσεως καὶ ἀκμῆς καὶ παρακμῆς, ἤτοι ταχέως τις ἅπαντα ταῦτα διεξέρχεται πυρετὸς, ἢ βραδέως, ἢ τινὰ μὲν αὐτῶν θᾶττον, τινὰ δὲ βραδύτερον.
715
εἰ μὲν οὖν ἅπαντα ταχέως διανύοι, πρόδηλον ὡς ἐπὶ τὴν κρίσιν ἐπείγεται, καὶ πάντως ἐστὶ διαλείπων οὗτος. οὐ γὰρ ἐνδέχεται τὸν πάντα ταχὺ διεξιόντα μένειν ἔτι συνεχῆ, καθάπερ οὐδὲ εἰ μηκύνει, κατὰ πάντα τὰ μόρια διαλείπειν ἄν ἔτι δύναιτο. δῆλον δὲ ὡς τὸν μὲν εἰς ἀπυρεξίαν παυόμενον ὀνομάζω διαλείποντα, τοῦ δὲ συνεχοῦς πυρετοῦ πάντως μὲν ἕν γέ τι μεμήκυσται μόριον, ἔστι δ’ ὅτε καὶ δύο καὶ τρία καὶ σύμπαντα. τοῦ μὲν ἰδίως ὀνομαζομένου πυρετοῦ συνόχου πολυχρόνιος ἡ ἀκμὴ, μᾶλλον δ’ ἀκμὴ πᾶς ἐστιν ὁ τοιοῦτος πυρετός· τοῦ δὲ μὴ συνόχου μὲν, οὐ μὴν εἰς ἀπυρεξίαν γε παυομένου πολυχρονιωτέρας μὲν τῶν ἄλλων μερῶν τῆς ἀκμῆς γινομένης ὀξεῖα ἡ κίνησις, ὀλιγοχρονιωτέρας δὲ βραδεῖα. διωρισμένης οὖν ἰδέας νοσήματος καὶ μεγέθους καὶ κινήσεως καὶ ἤθους, καὶ τῆς μὲν ἰδέας ἐκ τῶν οἰκείων συμπτωμάτων γνωριζομένης, τοῦ δὲ μεγέθους ἐκ τοῦ κατὰ ταῦτα πηλίκου, τῆς δὲ κινήσεως ἐκ τοῦ χρόνου τῶν τοῦ παροξυσμοῦ μορίων, τοῦ δὲ ἤθους ἐκ τῶν ἐπιγινομένων συμπτωμάτων, προσλαμβανομένων δὲ τούτοις ὥρας τε καὶ χώρας καὶ φύσεως
716
καὶ τῶν ὁμοίων. ὅτι μὲν σωθήσεταί τις, ἢ τεθνήξεται, πρὸς τρία ταῦτα ἀποβλέπων ἐξευρήσεις, ἰδέαν, ἦθος καὶ μέγεθος· μάλιστα δ’ ἐν τούτοις προσέχειν τῷ ἤθει τὸν νοῦν. ὅτι δὲ κριθήσεται, ἢ μὴ, πρῶτον μὲν ἐκ τῆς κινήσεώς τε καὶ τοῦ μεγέθους, ἔπειτα δ’ ἐκ τῆς ἰδέας, εἶτ’ ἐκ τῆς κατὰ τὰς ὥρας τε καὶ τὰς τοιαύτας συστοιχίας. ἐκ μέντοι τῶν ἐπιγινομένων οὐχ ἁπάντων, ἀλλ’ ὅσα μικρῷ πρόσθεν εἶπον, ἀρχομέναις ἤδη ταῖς κρίσεσι συνεισβάλλειν, ἢ βραχύ τι φθάνειν αὐταῖς, ἅπερ δὴ καὶ κρίσιμα σημεῖα καλοῦμεν ἰδίως. τριχῇ γὰρ τῶν ἐπιγινομένων νενεμημένων, εἴς τε τὰ δηλοῦν τὸ ἦθος πεφυκότα καὶ τὰ τὴν μέλλουσαν ἔσεσθαι κρίσιν ὑπόγυον, ἔτι τε πρὸς τούτοις ὅσα μὴ μόνον ὡς σημεῖα κρίσεως, ἀλλὰ καὶ ὡς αἴτια τιθέμεθα. τὸ μὲν πρῶτον ἐκ τῶν εἰρημένων γένος ἁπλοῦν ἐστιν. τὰ μὲν γὰρ αὐτῶν ἐστι μοχθηρὰ, τὰ δὲ χρηστὰ τετύχηκεν ὄντα διὰ παντός. τὸ δὲ δεύτερόν τε καὶ τρίτον οὐκ ἀεὶ ταὐτὸν οὔτε δηλοῦν οὔτε ποιεῖν πέφυκεν, ἀλλὰ τοῖς τῆς νόσου καιροῖς ὑπαλλάττεται. λέλεκται δ’ ἐπὶ πλεῖστον 
717
ὑπὲρ ἁπάντων τούτων ἐν τῷ πρώτῳ γράμματι. σαφηνείας γοῦν ἕνεκα προκεχειρίσθω τις ἄῤῥωστος ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ἐναργέστατα σωτηρίας ἔχων σημεῖα. πάντως μὲν γὰρ τούτῳ κατὰ τὴν πρώτην τετράδα λυθήσεται τὸ νόσημα. πότερον δὲ κριθὲν, ἢ λυθὲν, μεγέθει τε καὶ σμικρότητι διορίζεται. τὰ μὲν γὰρ μεγάλα κρίνεται πάντως· ὅσα δὲ σμικρὰ, λύεται μόνον. ἡ δ’ ἡμέρα τῆς κρίσεως ἐκ τῆς κινήσεως εὑρεθήσεται. συνόχου μὲν γὰρ ὄντος τοῦ πυρετοῦ καὶ μηδενὸς πλημμεληθέντος, ἀεὶ γὰρ χρὴ τούτου μεμνῆσθαι, κατὰ τὴν τετάρτην ἡμέραν ἐλπίζειν ἔσεσθαι τὴν κρίσιν. εἰ δὲ συνεχὴς εἴη, τό τε μέγεθος ὁρᾷν χρὴ καὶ τὴν κίνησιν. ἐνδέχεται γὰρ κατὰ τὴν τρίτην ἢ πέμπτην ἡμέραν γενέσθαι τὴν κρίσιν, κατὰ μὲν τὴν τρίτην μεγάλου τε τοῦ νοσήματος ὄντος καὶ ταχέως κινουμένου, κατὰ δὲ τὴν πέμπτην, εἰ μὴ πάνυ μέγα μηδὲ ταχέως κινοῖτο. χρὴ γὰρ τὴν κρίσιν συνδραμεῖν τῷ παροξυσμῷ, καὶ οὕτω σπάνιόν ἐστι τὸ κατὰ τὴν τετάρτην κριθῆναι ὥστε Ἀρχιγένης μὲν δὶς ἔοικεν αὐτὸ παρ’ ὅλον αὐτοῦ τὸν βίον ἑωρακέναι, ἐγὼ δὲ μέχρι τοῦ νῦν ἅπαξ.
718
καὶ τοῦτο αἴτιόν ἐστιν, ὡς κᾀν τοῖς περὶ κρισίμων ἡμερῶν εἴρηται, τοῦ τὴν κρίσιν πολλάκις ἐκ τῆς τετάρτης εἰς τὴν τρίτην τε καὶ εἰς τὴν πέμπτην μεθίστασθαι. τὸ μὲν γὰρ οὕτως ταχέως κρινόμενον νόσημα πάντως κάτοξυ· τοῖς κατόξεσι δὲ πᾶσιν ἤτοι συνόχους ἔχειν πάντως ἀνάγκη τοὺς πυρετοὺς, ἢ συνεχεῖς μὲν, ἀλλὰ διὰ τρίτης παροξυνομένους. οἱ μὲν δὴ σύνοχοι σπανιώτεροί τέ εἰσι καὶ μηδενὸς πλημμεληθέντος ἐν τῇ τετάρτῃ κρίνονται, τῆς φύσεως ταῖς οἰκείαις περιόδοις ἐπὶ τὴν κρίσιν ἀφικνουμένης. ἔστι δὲ καὶ αὐτὸ τοῦτο τὸ μηδὲν πλημμεληθῆναι σπάνιον. οἱ δὲ συνεχεῖς ἐν τοῖς παροξυσμοῖς κρινόμενοι τῇ τρίτῃ τῶν ἡμερῶν εὐλόγως, ἢ τῇ πέμπτῃ λύονται. εἰ γὰρ καὶ τῇ τετάρτῃ κριθεῖέν ποτε, τῷ λόγῳ τοῦ κατὰ τὴν τρίτην ἡμέραν παροξυσμοῦ τοῦτο πάσχουσιν. ὁ γὰρ περὶ τὴν ἑνδεκάτην ὥραν, εἰ τύχοι, τῆς τρίτης ἡμέρας εἰσβαλὼν παροξυσμὸς, ἤτοι διὰ τρίτης νυκτὸς, ἢ διὰ τετάρτης ἡμέρας ἐπιφέρει τὴν κρίσιν. ὅταν οὖν ἐν τῇ πρώτῃ τῶν ἡμερῶν, αὖθις γὰρ ῥητέον ταὐτὰ, θεασάμενός τι πέψεως ἐναργὲς γνώρισμα, πάντων δὲ δηλονότι τῶν ἄλλων σημείων
719
ἀκινδύνων ὑπαρχόντων, εἰδείης μὲν ἤδη βεβαίως ὅτι περὶ τὴν πρώτην τετράδα τὴν λύσιν ἀνάγκη γενέσθαι τῷ νοσήματι, θεασάμενος δὲ τὸ μέγεθος αὐτοῦ προσεπιμάθοις ὅτι καὶ μετὰ κρίσεως. ἐκ γοῦν τῆς κινήσεως χρή σε τοῦ νοσήματος ἢ τὴν τρίτην, ἢ τὴν τετάρτην ἢ τὴν πέμπτην ἐλπίζειν· εἰ μὲν πάνυ ταχέως κινοῖτο, τὴν τρίτην, εἰ δὲ βραδύτερόν πως, τὴν πέμπτην, εἰ δὲ σύνοχος ὁ πυρετὸς εἴη, τὴν τετάρτην. συνεπιλαμβάνεται δὲ τῷ μὲν τάχει τῆς κινήσεως τό τε μέγεθος τοῦ νοσήματος καὶ ἡ ὥρα τοῦ ἔτους καὶ ἡ ἡλικία καὶ ἡ χώρα καὶ τὰ ἄλλα ὅσα πολλάκις εἴρηται πικρόχολα τὴν φύσιν ὑπάρχειν, τῇ δὲ βραδύτητι τἀναντία. θέρους μὲν γὰρ νεανίσκος φύσει θερμότερος ἐξ ἐνδείας καὶ πόνου ἐδεσμάτων τε καὶ ποτῶν χολωδῶν συνεπιλήψεται τῇ τρίτῃ κρίσει, καὶ μᾶλλον εἰ αὐχμώδης ἱκανῶς ἥ τε προγεγενημένη κατάστασις εἴη καὶ ἡ νῦν ἐνεστῶσα καὶ τὸ χωρίον ἐν ᾧ νοσεῖ φύσει θερμόν. εἰ δὲ καὶ τριταῖαι κρίσεις ἐπιδεδημηκυῖαι τηνικαῦτα εἶεν, ἐστὶ βεβαιότερος ὁ στοχασμός. εἰ μέντοι τἀναντία πάντα συνέλθοι, βραδυτέρα μὲν ἡ κίνησις τοῦ νοσήματος, οὐ πάνυ
720
δέ τι τὸ μέγεθος ἀξιόλογον, ἡ δὲ ὥρα χειμὼν, ὁ δὲ νοσῶν ἤτοι φύσει φλεγματωδέστερος, ἢ παρακμάζων, εἰς τὸν τῆς πέμπτης ἡμέρας παροξυσμὸν ἐλπίζειν ἀφίξεσθαι τὴν κρίσιν, ἔτι δὲ μᾶλλον, εἰ καὶ τὸ χωρίον ὑγρὸν εἴη καὶ ψυχρὸν, ἥ τε παροῦσα κατάστασις ὁμοία καὶ αἱ κρίσεις ἐπιδεδημηκυῖαι πεμπταῖαι, καὶ τἄλλα δὲ τὰ τούτοις ἀνάλογα, ἀργία τε καὶ πλησμονὴ, καὶ φλεγματώδη τὰ προεδηδεσμένα σιτία χρόνῳ πλείονι. πάλιν οὖν ἕτερος ἄῤῥωστος ὑποκείσθω, μήπω μὲν μηδὲν ἔχων ἐναργὲς πέψεως σημεῖον μήτ’ ἐν τῇ πρώτῃ τῶν ἡμερῶν μήτ’ ἐν τῇ δευτέρᾳ, μὴ μέντοι κινδυνῶδες, ἀλλὰ παντοίως ἀκίνδυνα πάντως. σωθήσεται μὲν δηλονότι καὶ οὗτος, ἀλλ’ οὐκ ἐν τῇ πρώτῃ τετράδι τελέως ἀπαλλαγήσεται. προσέχειν οὖν αὖ δεῖ σε τὸν νοῦν ἐπιμελῶς, εἴ τι πέψεως ἐναργοῦς ἐπιδείξει σημεῖον. εἰ γὰρ τοῦτο γένοιτο, κατὰ τὴν ἑβδόμην ἡμέραν ἀνάγκη λυθῆναι τὸ νόσημα, μηδενὸς ἐν τῷ μεταξὺ πλημμεληθέντος. εἰ δὲ μετὰ κρίσεως, ἢ μὴ, τῷ μεγέθει τοῦ νοσήματος διορίζεσθαι. πρόδηλον γὰρ ὡς
721
περ μέγα, πάντως μετὰ κρίσεως· εἰ δὲ καὶ κινούμενον ὀξέως, ἔτι δὴ καὶ μᾶλλον, ὥστε κᾂν ἁμαρτηθῇ τι μὴ πάνυ μέγα περὶ τὸν κάμνοντα, πάντως μετὰ κρίσεως, καὶ οὕτως ἐλπίζειν ἑβδομαίαν ἀπαντήσεσθαι κρίσιν. εἰ μέντοι μὴ πάνυ ταχέως κινοῖτο, πλημμεληθείη δέ τι μεταξὺ περὶ τὸν ἄνθρωπον, εἰς τὴν ἐννάτην ἡμέραν ἡ κρίσις μεταπίπτειν ὀφείλει. πάλιν οὖν ἕτερος ἄῤῥωστος ὑποκείσθω τῶν ἀκινδύνως ἐχόντων ἐπὶ τῆς ἑβδόμης ἡμέρας πρῶτον ἐναργὲς ἴσχων τι πέψεως σημεῖον. οὗτος, εἰ μὲν μέγα τὸ νόσημα καὶ ταχέως εἴη κινούμενον, ἑνδεκαταῖος μᾶλλον ἢ τεσσαρεσκαιδεκαταῖος κριθήσεται· μικροτέρου δὲ ὄντος, ἢ μὴ πάνυ ταχέως κινουμένου, τεσσαρεσκαιδεκαταῖος μᾶλλον ἢ ἑνδεκαταῖος. ἐπιδιορίζεσθαι δὲ δεῖ τοῖς ἄλλοις, εἰ μὲν καὶ νέος εἴη καὶ φύσει χολώδης καὶ θέρος καὶ ἐν χωρίῳ φύσει θερμῷ καὶ τά τε τοῦ πρόσθεν βίου καὶ τὰ τῆς παρούσης καταστάσεως ἐπὶ τὸ θερμότερον ἅπαντα ῥέποι, πάντως ἐπὶ τῆς ἑνδεκάτης ἡμέρας κριθήσεται οὗτος, καθάπερ εἰ καὶ τἀναντία τῶν εἰρημένων ἅπανθ’ ὑπάρχει τῷ νοσοῦντι, κατὰ τὴν τεσσαρεσκαιδεκάτην. 
722
εἰ δὲ τινὰ μὲν εἴη, τινὰ δὲ μὴ, πλημμεληθέντος δέ τινος ἐν τῷ μεταξὺ, κατὰ τὴν ἑνδεκάτην ἡμέραν οὐκ ἐνδέχεται κριθῆναι τὸ νόσημα. πολλάκις δὲ οὐδὲ κατὰ τὴν ιδ΄, ὅταν ᾖ μεῖζον τὸ ἁμαρτηθέν. εἰ μέντοι μηδὲν ἁμαρτηθείη, μικτὰ δ’ εἴη τὰ συμπτώματα, γεγυμνασμένου τε καὶ ὀξέος ἐν τῷδε χρεία τοῦ ἰατροῦ πρὸς τὸ διακρίνειν τὰ μείζονα τὴν δύναμιν ἔχοντα σημεῖα, καὶ τῇ κατ’ αὐτὰ προδηλουμένῃ κρίσει πιστεῦσαι μᾶλλον ἐπὶ τῶν οὕτως ἀμφιβόλων προγνώσεων. εἰ δὲ καὶ μὴ κατὰ τὴν ζ΄ αὐτὴν, ἀλλὰ κατὰ τὰς ἄλλας γε τὰς μεταξὺ τῆς ἑβδόμης τε καὶ τῆς ια΄ ἔνεστιν ἀκριβῶς ἐξευρεῖν τὸ γενησόμενον. εἰ γὰρ ἤτοι τὸ μέγεθος ἢ τὸ τάχος τῆς τοῦ νοσήματος κινήσεως ἐπιταθείη κατὰ ταύτας τὰς ἡμέρας, ἀξιόλογός τε προσθήκη γίγνοιτο τοῖς τῆς πέψεως σημείοις, ἑνδεκαταῖος ὁ τοιοῦτος ἄῤῥωστος κριθήσεται, καθάπερ εἰ καὶ τἀναντία, τεσσαρεσκαιδεκαταῖος. ὑποκείσθω τοίνυν πάλιν ἄῤῥωστος ἐν ἀκινδύνῳ νοσήματι κατὰ τὰς προτέρας ἡμέρας, ἀργοτέραν τε τὴν κίνησιν ἔχων τοῦ πυρετοῦ καὶ μηδὲ περικαῶς πάνυ πυρέττων, ἀλλὰ καὶ σὺν τοῖς τῆς ἀπεψίας σημείοις·
723
ὅτι μὲν ἐντὸς τῆς ιδ΄ ὁ τοιοῦτος οὐκ ἂν ἀπαλλαγείη τοῦ νοσήματος ἤδη δῆλον. εἴτε δὲ κατ’ αὐτὴν ἐκείνην, εἴτε καὶ ποῤῥωτέρω, τοῖς καιροῖς τῆς ὅλης νόσου διορίζεσθαι. τὰ μὲν γὰρ τῆς ἀρχῆς σημεῖα μέχρι πολλοῦ παραμένοντα χρόνιον εἶναι δηλώσουσι τὸ νόσημα, τὰ δὲ τῆς ἀναβάσεως, εἰ κατὰ τὴν δ΄ ἢ τὴν ζ΄ φανείη, περὶ τὴν ιδ΄ ἐλπίζειν τι, διορισθήσεται δὲ ἐπὶ τῆς ια΄. εἰ γὰρ ἅμα τὰ τρία τάδε συνδράμοι κατὰ ταύτην τὴν ἡμέραν, ἥ τε τῆς κινήσεως ὀξύτης ἱκανὴν αὔξησιν εἰληφυῖα καὶ τὸ μέγεθος τοῦ πυρετοῦ, καὶ προσέτι πέψεως ἐναργὲς γνώρισμα, κατὰ τὴν ιδ΄ ἡ κρίσις· ἔτι δὲ δὴ μᾶλλον, εἰ καὶ τὰ τῆς ὥρας τε καὶ τὰ τῆς ἡλικίας, καὶ τὰ τῆς φύσεως τοῦ νοσοῦντος, ὅσα τ’ ἄλλα τούτοις ἀνάλογον εἰς τάχος κρίσεως συντελεῖ. μόνου δὲ τοῦ τῆς πέψεως ἐναργῶς σημείου κατὰ τὴν ἑνδεκάτην ἡμέραν γινομένου, μὴ μέντοι μήτε τοῦ μεγέθους τοῦ νοσήματος μήτε τοῦ τάχους τῆς κινήσεως κατεπείγοντος, οὐκ ἂν ἐν τῇ ιδ΄ κριθείη. ἀλλ’ εἰ μὲν καὶ τὰ τῆς ὥρας καὶ τὰ τῆς ἡλικίας τοῦ κάμνοντος, ὅσα τ’ ἄλλα τούτοις ἐστὶ σύστοιχα, πρὸς τὸ ψυχρότερον ῥέποι, μὴ
724
πρὸ τῆς κ΄ ἐλπίζειν ἔσεσθαι τὴν λύσιν τοῦ νοσήματος. εἰ δὲ μικτά πως εἴη καὶ ἡ ιδ΄ τὰ σημεῖα τῆς πέψεως ἀξιολόγως αὐξήσειε, κατὰ τὴν ἑπτακαιδεκάτην ἡ κρίσις ἀπαντήσεται. εἰ δὲ μηδ’ ἐπὶ τῆς ιδ΄ νεωτερισθείη μηδὲν, ἀκριβῶς πάνυ προσέχειν τὸν νοῦν τοῖς ἐπὶ τῆς ἑπτακαιδεκάτης ἐσομένοις. πιστότατον γὰρ ἔσται τὸ κατ’ αὐτὴν φανὲν σημεῖον, εἰ καὶ πάνυ σμικρὸν εἴη, καὶ προδηλώσει τὴν ἐπὶ τῆς κ΄ ἡμέρας ἐσομένην κρίσιν.

Ὅτι δὲ αἱ τοιαῦται σύμπασαι κρίσεις, ἃς ἐξηριθμησάμεθα, πασῶν εἰσιν ἄρισται, τουτέστιν ἀκίνδυνοί τε καὶ τέλειαι καὶ ἀσφαλεῖς, εἰ τοῖς ἐξ ἀρχῆς εἰρημένοις ἅπασαν ἠκολούθησέ τις, οὐδεμιᾶς ἀποδείξεως ἔτι προσδεῖται. ὅταν γὰρ ἐπί τε σημείων ἀγαθῶν γίγνωνται καὶ πέψεως ἀκριβοῦς, ἀρίστας ἀναγκαῖον ὑπάρχειν αὐτὰς, ὅπου γε καὶ ὁ πεπασμὸς μόνος ταχύτητι κρίσεως καὶ ἀσφάλειαν ὑγιείας σημαίνει. οὐδὲ γὰρ ἐπινοῆσαι δυνατὸν ἐπ’ ἀκριβεῖ πέψει νοσήματος ἀπαντῆσαί ποτε κρίσιν οὐκ ἀγαθὴν, ἀκριβὴς δὲ πέψις ἐν ταῖς ἀκμαῖς γίνεται, καὶ διὰ τοῦτο ἀπ’ ἀρχῆς εὐθὺς ὑφ’

725
ἡμῶν παρῄνητο μηδὲν οὕτως ἀσκεῖν προγινώσκειν ὡς τὴν ἀκμὴν τοῦ νοσήματος. εἰ γὰρ καὶ τὸ σχῆμα τῆς διαίτης ὡς πρὸς ἐκείνην συντάττεται, καὶ κρίσις ἀρίστη κατ’ ἐκείνην γίνεται, καὶ πασῶν ἐστι τῶν κρίσεων αὕτη κανών. εἰ γὰρ ἡ ἐγγυτέρω ταύτης ἀεὶ τῆς ποῤῥωτέρω βελτίων, οὐδὲν οὕτως ἀσκεῖν χρὴ τὸν ἰατρὸν ὡς προγινώσκειν ἀκμήν. ἔστω γὰρ ἐπὶ τῆς ιδ΄ ἡμέρας ἐλπίζεσθαί σοι τὴν ἀκμὴν, ἤτοι δὲ διὰ μέγεθος τοῦ νοσήματος ἢ διὰ τὸ τῆς κινήσεως τάχος, ἢ καὶ δι’ ἄλλόν τινα ἔξωθεν ἐρεθισμὸν, ἐπὶ τὴν ια΄ εἰσβάλλειν τὴν κρίσιν, οὐκέτ’ οὐδὲ τελείαν αὐτὴν, οὐδ’ ὅλως ἀγαθὴν ἐλπίσαι δυνατὸν, ἀλλ’ ἐν παντὶ δέει κατὰ τοῦτον τὸν καιρὸν ἀνάγκη εἶναι, καὶ μάλιστα, εἰ καὶ μὴ παντάπασιν ἀκίνδυνον ὑπάρχει τὸ νόσημα. σωτηρίου μέντοι φαινομένου, τὸ γοῦν ἤτοι μετὰ χαλεπῶν γενέσθαι συμπτωμάτων τὴν κρίσιν, ἢ μὴ τελείαν, ἢ πάντως ὑποτροπιάσειν ἀναγκαῖον ὑποπτεύειν. οὕτως ἄρα μεγίστη τις δύναμις ἐν τοῖς πεπασμοῖς ἐστι, καὶ διὰ τοῦτο καὶ ἐν ταῖς ἀκμαῖς. καὶ γὰρ οὖν καὶ εἴ τινα κατὰ ταύτας οὐκ ἐκρίθη νοσήματα, κριθῆναι τούτοις ἐπὶ τῶν
726
παρακμῶν ἀμήχανον. ὅσα γὰρ ἂν ἅπαξ ὑπερβῇ τὸν τῆς ἀκμῆς καιρὸν, ἄκριτα μείναντα, κατὰ βραχὺ ταῦτα λύεται, καὶ μὲν δὴ καὶ κίνδυνος ἔτι θανάτου μετὰ τὸν τῆς ἀκμῆς καιρὸν οὐδείς ἐστιν. ἐμοὶ γοῦν κριτῇ, καίτοι δοκοῦσί τινες ἑωρᾶσθαι τεθνεῶτας ἐν ταῖς παρακμαῖς. ἀλλ’ εἴτε τῇ πείρᾳ χρὴ κρίνειν, εἴτε τῷ λόγῳ, κατ’ ἄλλο τι τούτους ἀποθανόντας οἶδα, καὶ οὐ κατ’ αὐτὸ τὸ νόσημα· πάντες γοῦν ἐφ’ ἁμαρτήμασιν ἀπώλοντο, μάλιστα μὲν τοῖς ἑαυτῶν, ἐνίοτε δὲ καὶ τοῖς τῶν ἰατρῶν. οὕτω μὲν ἡ πεῖρα μαρτυρεῖ τὸ μηδένα κατὰ τὰς παρακμὰς ἀποθανεῖν δι’ αὐτὸ τὸ νόσημα, ταύτης δ’ ἔτι πολὺ μᾶλλον ὁ λόγος. οὐ γὰρ ἐγχωρεῖ πεφθέντων τῶν νοσερῶν αἰτίων, οὐδὲ τῆς φύσεως ἐπικρατούσης ἔτι, ἀπολέσθαι τὸν ἄνθρωπον, ἄν γε θεραπεύηται καλῶς ὑπὸ τῶν ἰατρῶν. ὅπου γὰρ διήνεγκέ τε καὶ ἀπεμαχέσατο, καὶ ἀντήρκεσε τῷ σφοδροτάτῳ τῆς νόσου, καὶ κατηγωνίσατο τὰ λυποῦντα, τοῦτο γάρ ἐστιν ὁ πεπασμὸς, οὐκ ἐνδέχεται ταύτην οὐκέτι νικηθῆναι. καὶ μὴν εἴπερ ἀήττητος ἡ φύσις τοῦ νοσήματος εἴη, κατ’ οὐδένα τρόπον ἐγχωρεῖ θάνατον ἀπαντῆσαι, εἴ γε δὴ 
727
μηδ’ ἄλλό τι θάνατός ἐστι παρὰ τὴν παντελῆ τῆς φύσεως ἧτταν, διαρκούσης δὲ καὶ κρατούσης καὶ νικώσης ἀνάγκη σώζεσθαι τὸ ζῶον. ἐκ πάντων οὖν ὁ λόγος ἀναγκάζει τοῦτ’ ἀσκεῖν μάλιστα, τῆς νόσου προγινώσκειν τὸ μέρος, ὃ καλοῦσιν ἀκμήν. καὶ γὰρ δὴ καὶ ἡ τοῦ τεθνήξεσθαι τὸν ἄνθρωπον, ἢ μὴ τεθνήξεσθαι πρόγνωσις, ἄνευ τοῦ προγνῶναι τὸν καιρὸν τῆς ἀκμῆς οὐκ ἄν ποτε γένοιτο. τότε γὰρ πρῶτον ἀποθανεῖν ἀναγκαῖον, ὅταν ἡ δύναμις ὑπὸ τοῦ νοσήματος ἡττηθῇ. χρὴ δὲ, εἴτε δύναμιν, εἴτε φύσιν εἴποιμι, ταὐτὸν ἀκούειν σε νῦν, καὶ μὴν οὐκ ἐγχωρεῖ σε γνῶναί ποτε, πότερον πρῶτον ἡττηθήσεται, τοῦ μέλλοντος ἀδήλου παντάπασιν ὑπάρχοντος. εἰ μὲν γὰρ ἐντὸς ἡμέρας μιᾶς ἡ κρίσις ἔσεσθαι μέλλει, φθάσει δηλονότι σωθεὶς ὁ νοσῶν, πρὶν τὴν δύναμιν ὑπὸ τοῦ νοσήματος νικηθῆναι. εἰ δ’ οὐκ ἐνδέχεται πρὸ τῶν κ΄ ἡμερῶν, εἰ τύχοι, γενέσθαι τὴν ἀκμὴν, ἐνδέχεται φθάσαι καμεῖν ἐν τῷ χρόνῳ τὴν δύναμιν, ὥστε τῶν ὁμοίων πάντων φαινομένων ἀῤῥώστων ἐγχωρεῖ τὸν μὲν σωθῆναι, τὸν δ’ ἀπολέσθαι διὰ τὸν καιρὸν τῆς μελλούσης ἀκμῆς. εἰ μὲν οὖν εἶχέ τις
728
ἄλλον ἡμᾶς διδάξαι διορισμὸν εἰς τὸ διακρίνειν δύνασθαι τούς τ’ ἀπολεσθησομένους καὶ σωθησομένους, οὐδὲν ἂν ἴσως εἰς τοῦτο δεοίμεθα διαγινώσκειν ἀκμὴν μέλλουσαν, εἰ οὐκ ἐνδέχεται τῶν ὡσαύτως φαινομένων νόσων ὅστις ἐστὶν ὁ σωθησόμενος, ἢ τεθνηξόμενος, ἑτέρως ἢ ὡς ἐγὼ νῦν εἴρηκα, μεγίστη καὶ κατὰ τοῦτο χρεία τοῦ προγνῶναι τὴν ἀκμήν. Ἱπποκράτης μὲν οὖν συντεκμαίρεσθαί φησι χρῆναι τὸν νοσέοντα, εἰ ἐξαρκέσει πρὸς τὴν ἀκμὴν τῆς νόσου, καὶ πότερον ἐκεῖνος ἀπαυδήσει πρότερον, καὶ οὐκ ἐξαρκέσει τῇ διαίτῃ, ἢ ἡ νοῦσος ἀπαυδήσει πρότερον καὶ ἀμβλυνεῖται. φαίνεται δὲ καὶ Διοκλῆς καὶ Πλειστόνικος καὶ Πραξαγόρας καὶ Φιλότιμος καὶ πάντες ἁπλῶς εἰπεῖν οἱ δοκιμώτατοι τῶν ἰατρῶν οὐδὲν ἐξευρίσκοντες ἄλλο βέλτιον εἰς διάγνωσιν τοῦ τεθνήξεσθαι τὸν ἄνθρωπον, ἢ σωθήσεσθαι. τοῖς δὲ πάντῃ τὰ καλὰ τῆς τέχνης λυμηναμένοις οὔτ’ ἄλλό τι σοφώτερον ἐξεύρηται, καὶ τοῦτ’ ἐσχάτως ἠμέληται. τίς γὰρ αὐτῶν ἢ μέγεθος νοσήματος, ἢ ῥώμην δυνάμεως ἀσκεῖ διαγινώσκειν, ἢ τὴν μέλλουσαν ἀκμὴν προγινώσκειν; καὶ μὴν ἄνευ τῆς τῶν τριῶν
729
τούτων ἀκριβοῦς διαγνώσεως οὐκ ἐνδέχεται περὶ σωτηρίας οὐδὲν ἐξευρεῖν, οὐ μᾶλλον ἢ εἰ φορτίον τις ἱκανὸς κομίζειν ἔσοιτο, χωρὶς τοῦ καὶ τὴν ῥώμην εἰδέναι τοῦ ἀνθρώπου καὶ τὸ μέγεθος τοῦ φορτίου καὶ τὸ μῆκος τῆς ὁδοῦ. ἀνάλογον γάρ ἐστιν ἡ μὲν δύναμις τῷ βαστάζοντι, τὸ δὲ νόσημα τῷ φορτίῳ, τὸ δὲ μῆκος τοῦ χρόνου τὸ μέχρι τῆς ἀκμῆς τῷ μήκει τῆς ὁδοῦ. πῶς οὖν οἷόν τέ ἐστι γνῶναι περὶ τοῦ κάμνοντος, εἰ ἐξαρκέσει, μηδεμίαν ἔχοντα πρόγνωσιν περὶ τῆς ἀκμῆς; ἐξ ἁπάντων οὖν ὁ λόγος ἀναγκάζει μηδὲν οὕτως ἀσκεῖν ὡς τῆς μελλούσης ἀκμῆς τὴν πρόγνωσιν. εἰ γὰρ καὶ διαιτῆσαι καλῶς οὐκ ἐγχωρεῖ χωρὶς τοῦ ταύτην προγνῶναι, καὶ περὶ σωτηρίας τοῦ νοσοῦντος, ἢ περὶ θανάτου, καθ’ ἕτερον τρόπον οὐχ οἷόν τε σαφῶς ἐξευρεῖν. ἀλλ’ οὐδὲ περὶ κρίσεως, εἴτε ὅλως, εἴτε μηδ’ ὅλως ἔσται καὶ γινομένη πηνίκα καὶ ὁποία τις ἔσται, χωρὶς τῆς κατὰ τὴν ἀκμὴν προγνώσεως ἀδύνατον εἰδέναι. μέγιστον ἂν εἴη καὶ πρῶτον ἁπάντων τῶν κατὰ τὴν τέχνην ἀκμῆς μελλούσης ἀσκῆσαι πρόγνωσιν. ὅπως μὲν οὖν χρὴ τοῦτο ποιεῖν, ἔμπροσθεν εἴρηται.

730

Νυνὶ δ’ ὅπερ ἔμπροσθεν ἐλέγομεν ἀναληπτέον, ὡς ἐκ τοῦ γνῶναι μέγεθος τοῦ νοσήματος καὶ ἰσχὺν δυνάμεως καὶ ἀκμῆς καιρὸν, εἴτε σωθήσεται προγνόντες ὁ κάμνων, εἴτε μὴ, δυναίμεθ’ ἂν συλλογίζεσθαί τι περὶ τοῦ χρόνου καὶ τοῦ τρόπου τῆς κρίσεως. εἰ μὲν γὰρ ἀκίνδυνον εὑρίσκοιτο τὸ νόσημα πάντῃ, καὶ μήτ’ ὀξύτης αὐτοῦ κατεπείγοι μήτε μέγεθος, ἀλλὰ μηδὲ πλημμεληθείη τι περὶ τὸν κάμνοντα, τὸν τῆς ἀκμῆς καιρὸν ἡ κρίσις ἀναμένει, καὶ αὕτη μέν ἐστιν ἡ ἀρίστη κρίσις, ἤδη γὰρ πεπεμμένου τοῦ νοσήματος γίνεται. εἰ δέ γε ἤτοι διὰ τὸ μέγεθος, ἢ τὸ τῆς κινήσεως τάχος, ἢ διά τινα ἄλλον ἐρεθισμὸν, ἐντὸς τῆς ἀκμῆς ἀναγκασθείη τὸ νόσημα κριθῆναι, τοσοῦτον τῆς ἀρίστης κρίσεως ἡ νῦν ἔσται χείρων ὅσον ἔφθασε τὴν ἀκμήν. εἰ δὲ μηδ’ ἐξαρκέσαι δύναιτο μέχρι τῆς ἀκμῆς, ἀνάγκη μὲν ἀποθανεῖν ἐν τῷ τοιούτῳ νοσήματι τὸν ἄῤῥωστον, ἀλλ’ οὐ πάντως ἐγγὺς τῆς ἀκμῆς· ἐνδέχεται γὰρ καὶ πολὺ θᾶττον αὐτῆς καὶ κατ’ ἀρχὰς εὐθὺς ὅλης τῆς νόσου. κρίσις μὲν γὰρ ἤτοι κατὰ τὴν ἀκμὴν ἢ μικρὸν πρὸ αὐτῆς γίνεται, θάνατος δὲ ἐν τοῖς τρισὶ καιροῖς, ἀρχῇ καὶ ἀναβάσει καὶ ἀκμῇ.

731

Πλειόνων δὲ ὄντων πραγμάτων, ἵνα ὁ λόγος ᾖ σαφὴς, συγχωρησάτωσαν ἡμῖν οἱ σοφισταὶ καθ’ ἕκαστον αὐτῶν ἴδιον ὄνομα θέσθαι, κᾂν εἰ μὴ συγχωροῖεν δὲ μακρὰν χαίρειν αὐτοῖς εἰπόντες, οὐ γὰρ ἐκείνοις, ἀλλὰ τοῖς τὴν ἀλήθειαν ἀσκοῦσιν ὁ λόγος ὅδε σύγκειται, σκοπῶμεν οὕτως. εἰ μὲν δή τις ἀθρόως ἀπηλλάγη τῆς νόσου, πάντως μὲν τούτῳ κένωσις ἀξιόλογος ἀπήντησε δι’ ἐμέτων ἢ γαστρὸς ἢ ἱδρώτων ἢ οὔρων ἢ αἱμοῤῥαγίας ἐκ ῥινῶν, ἢ αἱμοῤῥοΐδων ἐξ ἕδρας, ἢ καταμηνίων φορᾶς ἐπὶ γυναικῶν, ἀλλὰ καὶ παρωτίδες ἀπήλλαξαν οὐκ ὀλίγους, ἐν καιρῷ τῷ δέοντι φανεῖσαι καὶ εἰς γόνατα καὶ εἰς πόδας καὶ εἰς ἄλλο τι καὶ ἄλλο τῶν ἀκύρων μορίων ἀπόσκημμα. καὶ μὲν δὴ καὶ προηγεῖταί τε καὶ συνεδρεύει τούτοις ἅπασιν οὐ σμικρὰ ταραχὴ κατὰ τὸ σῶμα τοῦ κάμνοντος, παραπαίουσί τε καὶ δυσπνοοῦσι καὶ ἀσώδεις εἰσὶ, καὶ τὰ ἄλλα ὅσα ἔμπροσθεν εἴρηται πάσχουσιν. εἷς μὲν δὴ τρόπος ὅδε λύσεως νοσημάτων, ὃν οὐχ ἡμεῖς μόνοι νῦν ἀξιοῦμεν ἕνεκα σαφοῦς διδασκαλίας ὀνομάζεσθαι κρίσιν, 

732
ἀλλὰ καὶ οἱ παλαιοὶ πάντες οὕτως ἐκάλουν. ἕτερος δὲ τὰ μὲν ἄλλα τῷδε σύμπαντ’ ἔχων τὰ αὐτὰ, μόνῳ δὲ διαφέρων τῷ μὴ τελέως ἀπαλλάττειν τῆς νόσου. ὀνομάζεται δὲ καὶ οὗτος ἐνίοτε μὲν ἁπλῶς κρίσις, ὥσπερ καὶ ὁ πρότερος, ἐνίοτε δὲ μετὰ προσθήκης ἀτελὴς κρίσις, ἢ ἐλλιπὴς κρίσις. ὅσα δὲ κατὰ βραχὺ παύεται νοσήματα, λύεσθαι μὲν ἐν τῷ παρόντι λεγέσθω, κρίνεσθαι δὲ μὴ λεγέσθω, καίτοι τοῦτο ἔφαμεν ὀνομάζεσθαί ποτε καταχρωμένων κρίσιν, ἀλλὰ νῦν ἐπὶ τρισὶ τοῖς εἰρημένοις ἴδιον ἑκάστῳ σαφηνείας ἕνεκεν ὄνομα κείσθω· κρίσις μὲν ἁπλῶς ἡ ὀξύῤῥοπος τῆς νόσου λύσις, ἐλλιπὴς δὲ κρίσις ἡ ὀξύῤῥοπος μείωσις· ἁπλῶς δὲ λύσις ἡ ἐν χρόνῳ τε πλείονι καὶ κατὰ μικρὸν γινομένη. ὥσπερ δὲ ταῖς κρίσεσιν ἐξ ἀνάγκης ἤτοι κένωσις ἀξιόλογος, ἢ πάντως γ’ ἀπόσκημμα μετά τινος ὀξείας γίνεται ταραχῆς, οὕτως ταῖς λύσεσιν οὔτε σάλος οὐδεὶς οὔτε κένωσις οὔτε ἀπόσκημμα συμπίπτει. τρεῖς μὲν δὴ τρόποι μεταβολῆς νοσημάτων οἵδε, μέλλοντος σωθήσεσθαι τοῦ κάμνοντος· τρεῖς δὲ ἄλλοι τούτοις
733
ἀντίστροφοι μέλλοντος τεθνήξεσθαι. ἢ γὰρ ἀθρόως ἀποθνήσκει τις ἅμα ταραχῇ καὶ σάλῳ καί τισιν ἐκκρίσεσιν, ἢ ἀποσκήμμασιν ἀξιολόγοις, ἢ οὐκ ἀπέθανε μὲν ἐπὶ τοῖσδε, χείρων δ’ ἀπεδείχθη μακρῷ. καλείσθω δὴ ταῦτα κοινῇ μὲν ἄμφω κρίσεις οὐκ ἀγαθαὶ, μηδὲν διαφέροντος εἴθ’ οὕτως, εἴτε κακὰς κρίσεις ὀνομάζομεν αὐτὰς, ἰδίᾳ δ’ ἑκατέρα τελεία μὲν ἡ προτέρα, ἐλλιπὴς δὲ ἡ δευτέρα. τὸ δὲ τρίτον εἶδος τῆς κακῆς μεταβολῆς, τὸ κατὰ βραχὺ γινόμενον ἄχρι θανάτου, μαρασμὸς ὀνομαζέσθω. ταυτὶ μὲν οὖν τρία τρισὶν ἀντίκειται. τέταρτος δὲ τρόπος ἐστὶν ὀξυῤῥόπου μεταβολῆς ἐπὶ τὸ χεῖρον, ἄνευ μεγάλων ἐκκρίσεων, ἢ ἀποσκημμάτων, ὃν οὐδὲ κρίσιν ὀνομάζω. ὅτι μὲν οὖν ἕτερον εἴπομεν εἶναι τόνδε τὸν τὸν τρόπον ἐκείνων, οὓς ἅμα σάλῳ τέ τινι καὶ ταραχῇ καὶ σὺν ἐκκρίσεσιν ἀξιολόγοις, ἢ ἀποσκήμμασιν ἐλέγομεν γίνεσθαι, πρόδηλον παντί. καὶ γὰρ καὶ τὸ χωρὶς ἐκείνων τῶν συμπτωμάτων, ἃ πρόσθεν ὠνομάσαμεν κρίσιμα καὶ τὸ χωρὶς ἐκκρίσεως, ἢ ἀποσκήμματος, ἕτερόν ἐστι τοῦ σὺν ἐκείνοις. εἰ δὲ ὀρθῶς, ἢ μὴ, τῷδε τῷ τρόπῳ τοῦ θανάτου τὸ τῆς κρίσεως
734
οὐκ ἐπιφέρομεν ὄνομα, τοῦτ’ ἤδη περὶ ὀνόματός ἐστιν, οὐ περὶ πράγματος ἀμφισβητεῖν. ἐγὼ μὲν γὰρ ἐδίδαξα τρόπους τέτταρας ἀλλήλων διαφέροντας, καὶ τοὔνομά γε ἑκάστῳ σαφοῦς ἕνεκα διδασκαλίας ἠξίωσα θέσθαι διάφορον. εἰ δέ τις ἔχει βέλτιον, ἢ σαφέστερον ὀνομάζειν, οὐκ ἀμφισβητήσαιμι ἂν αὐτῷ τῆς κλήσεως. ἔστι δὲ οὐκ ἐν τούτῳ τὸ διδάξαι τι χρηστὸν, ἀλλ’ ἐν τῷ καὶ διαγινώσκειν ἕκαστον τῶν τρόπων παρόντα καὶ προγινώσκειν ἐσόμενον. οὐ μὴν οὐδ’ εἰ τὰς αἰτίας ἐγχειρήσαιμι λέγειν ἐφεξῆς ἑκάστου τῶν τρόπων, εἶτά τις ἀντειπὼν αὐταῖς ὡς οὐκ ὀρθῶς ἐχούσαις οἴοιτο τοῖς τρόποις αὐτοῖς ἀντειρηκέναι, δεόντως ὑπολαμβάνει. τὸ μὲν γὰρ καὶ τοσούτους εἶναι τοὺς τρόπους καθ’ οὓς ὑγιάζονταί τε καὶ ἀποθνήσκουσιν οἱ νοσοῦντες, καὶ ὀνομάζεσθαι τοῖς εἰρημένοις ὀνόμασι καὶ διαγινώσκεσθαι παρόντας ἢ καὶ μέλλοντας ἔσεσθαι προγινώσκεσθαι, τὸ χρήσιμόν ἐστιν αὐτὸ πρὸς τὰς ἰάσεις, καὶ προσήκει τοῖς μὲν ὀνόμασι συγχωρεῖν, τὰς διαγνώσεις δὲ καὶ τὰς προγνώσεις τῇ πείρᾳ βασανίζειν.

735

Εἰ δὲ καὶ πόθεν εὕροιμεν αὐτὰς ἐπιχειρούντων ἡμῶν διδάσκειν, ἠσκηκώς τις ἀντιλογικὴν ἕξιν, οἵαν καὶ ὁ θαυμάσιος Ἀσκληπιάδης ἤσκησεν, ἐμποδίζοι τε καὶ διακόπτοι τὸν λόγον, ἀναμιμνήσκειν χρὴ τοῦτον ὡς οὐ τὸ πρᾶγμα αὐτὸ διαβάλλει τοῦτο πράττων, ἀλλὰ τὸν ὑπὲρ αὐτοῦ λόγον. οὔτε γὰρ ὡς οὐ γίνονταί τινες ἐξαιφνίδιοι ταραχαὶ περὶ τὸ τοῦ κάμνοντος σῶμα δύναιτ’ ἂν εἰπεῖν Ἀσκληπιάδης, οὔθ’ ὡς οὐκ ἀκολουθοῦσιν αὐταῖς ἐκκρίσεις ἀξιόλογοι πολλάκις, οὔθ’ ὡς οὐκ ἐγένετο μεγάλη μεταβολὴ τοῖς κάμνουσιν ἐπ’ αὐταῖς, οὔθ’ ὡς οὐ καλεῖται τὸ τοιοῦτον κρίσις· ἀλλ’ ὅτι διαγωνιζομένης τῆς φύσεως τοῖς νοσεροῖς αἰτίοις οὐ γίνεται ταῦτα, τοῦτο πειράσεται δεικνύναι, ληρῶν μὲν κᾀν τούτοις μακρὰ, καὶ διὰ τοὺς θαυμαστοὺς ὄγκους, καὶ πόρους οὓς ὑπέθετο, δι’ οὓς οὔτε τὰς διοικούσας δυνάμεις ἔγνω τοῦ ζώου οὔθ’ ὡς ἐπὶ σωτηρίᾳ πάντα ποιοῦσιν αἵδε, καὶ ὑγιαινόντων τε καὶ νοσούντων, οὔθ’ ὡς αὗται κρίνουσι τὰς νόσους. ἀλλ’ ὅμως ἔχων γέ τι φλυαρεῖν ἐν ἀδήλοις αἰσθήσει

736
πράγμασιν, οὐδὲν μέντοι τῆς ἰατρικῆς αὐτῆς ὁ τοιοῦτος ἅπτεται λῆρος. οὔτε γὰρ διαγινώσκειν ἡμᾶς τοὺς τρόπους τῶν κρίσεων οὔτε προγινώσκειν τὰ σοφίσματα ταῦτα κωλύει. ληρήσει μὲν οὖν πολλὰ πολλάκις καὶ Ἀσκληπιάδης, καὶ πάντες ὅσοι μὴ γινώσκουσιν ὡς αἱ φύσιες τῶν νούσων ἰητροί. προγνῶναι δὲ θανάτου τρόπον, ἢ σωτηρίας οὐδέποτε δυνήσονται. καίτοι πῶς οὐκ αἰσχρὸν ὁμοίως τοῖς ἰδιώταις ἐκπεπλῆχθαι τὸν ἰατρὸν ἐνεστώσης κρίσεως, ὃν ἐχρῆν οὐ μόνον ὑπηργμένην ἤδη γνωρίζεσθαι, ἐς ὅ τι τελευτήσειν μέλλει, ἀλλὰ καὶ προγινώσκειν ἐσομένην κρίσιν; καὶ μὴν οὐκ ἐξ ἄλλων ἀρχῶν ἐγὼ ταῦτα σύμπαντα περὶ τῆς κρίσεως οὔτε μέλλοντα προγινώσκειν οὔτ’ ἤδη παρόντα διαγινώσκειν ἐξεῦρον ἢ ὧν Ἱπποκράτης ὑπέθετο. καὶ γὰρ καὶ τὸ πέττεσθαι τὰ κατὰ τὸ σῶμα, καὶ τὸ μὴ πέττεσθαι τοῖς Ἱπποκρατείοις δόγμασιν, οὐ τοῖς Ἀσκληπιαδείοις προσήκει, καὶ τὸ τὴν φύσιν ἔχειν δυνάμεις πολλὰς, αἷς διοικεῖται τὸ ζῶον, ἕν τι τῶν Ἱπποκράτους δογμάτων ἐστὶν, καὶ τούτου χωρὶς οὐχ οἷόν τε τὴν ἐνεστῶσαν ἡμῖν θεωρίαν ἐπιστήμῃ περιλαβεῖν. οὐ γὰρ εἰς 
737
ἀπείρους τὸν ἀριθμὸν ἀποβλέπειν χρὴ σημείων συνδρομὰς, ὡς ἐφ’ ἑκάστης αὐτῶν ἰδίας εὐπορήσοντα τηρήσεως, ἀλλὰ τὰ κατὰ μέρος πάντα πρὸς ἕνα τοῦτον ἀνάγειν σκοπὸν, ὑπὲρ οὗ τὸν λόγον ποιούμενος ἠναγκάσθην ἐπιμνησθῆναι τῶν σοφιστῶν, ὅσοι σπουδάζουσιν οὐ μόνον οὐδὲν ἐξευρεῖν χρηστὸν, ἀλλὰ καὶ τοῖς καλῶς εὑρημένοις λυμαίνεσθαι. καὶ μὴν ἄμεινόν γε ἦν, ὅταν ἡμᾶς θεάσωνται, καὶ τὴν ἡμέραν ἐν ᾗ κριθήσεται τὸ νόσημα προγινώσκοντας, καὶ τὸν τρόπον τῆς κρίσεως προλέγοντας, καὶ παροῦσαν ἤδη διαγινώσκοντας, ἐς ὅ τι τελευτήσει, σπουδάσαι μαθεῖν θεωρίαν, ἐξ ἧς τὰ τοιαῦτα εὑρίσκεται, καὶ μὴ τοῖς ἰδιώταις ὁμοίως ἐκπεπλῆχθαι, ποῖ ποτ’ ἀποβήσεται τὸ παρὸν ἀγνοῦντας. ἐγὼ γοῦν καὶ τῶν τοιούτων ἰατρῶν ἐπειράθην οὐκ ὀλιγάκις, καὶ οἷον θαυμαζόντων μὲν τὴν πρόγνωσιν ἡμῶν, ὅταν ἐπὶ τῶν ἀῤῥώστων εὐδοκιμοῦσαν θεάσωνται καὶ σπουδαζόντων μαθεῖν, ἐπειδὰν δέ τις ἀρξάμενος αὐτοὺς διδάσκειν περὶ πέψεώς τι διεξέρχηται τῶν νοσημάτων, ἢ περὶ ῥώμης φύσεως, ἢ τῶν ἄλλων τινὸς ὧν χωρὶς οὐχ οἷόν τε τὴν περὶ τὰς κρίσεις θεωρίαν
738
συστῆναι, καὶ, πῶς μὲν πείσεις, φασκόντων, ὡς ἔστι τις φύσις, ἢ ὡς ἐπὶ σωτηρίᾳ πάντα πράττει τῶν ζώων, ἢ ὡς ἐκείνης ἐκκρινούσης τὰ περιττώματα τῶν νόσων, ἀπαλλάττονταί τινες, ἢ ὡς τὸ θερμόν ἐστιν ἐν τοῖς ζώοις τὸ δραστικώτατον, ἢ ὡς ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ κέκραται τὰ σώματα; πρὸς οὓς αὖθις εἴωθα λέγειν, ἤρξω μὲν ὦ οὗτος ὡς μαθητὴς, ἀκούεις δὲ ὡς ἀντιλογικός. οὐ γὰρ ἀπόχρη σοι τῶν ἔργων τῆς τέχνης ὧν ἐθαύμασας αὐτὸς ἐκμαθεῖν τὴν μέθοδον, ἀλλὰ τὰς ἀρχὰς κρίνειν ἐπιχειρεῖς αὐτῆς, οὐκέθ’ ὡς ἰατρὸς μόνον, ἀλλ’ ἤδη καὶ ὡς φυσικός. καίτοι γε ἄμεινον ἦν σοι καὶ περὶ τῶν ἀρχῶν αὐτῶν ἔμπαλιν κρίνειν. πολὺ γάρ ἐστιν, οἶμαι, βέλτιον, ἔργα θαυμαστὰ ταῖς ἀρχαῖς ἐκείναις ἑπόμενα θεασάμενον ἔχειν τινὰ πίστιν ἐκ τούτων ἤδη καὶ περὶ τῶν ἀρχῶν αὐτῶν. ἀνάπαλιν γὰρ αἱ πίστεις τῶν τεχνῶν ἔχουσι ταῖς εὑρέσεσι. πιστεύονται μὲν γὰρ ἐκ τῶν ἔργων, εὑρίσκονται δ’ ἐκ τῶν ἀρχῶν. ἐμοὶ μὲν οὖν ἐξευρεῖν ἔργον τι τεχνικὸν ἀμήχανόν ἐστι μὴ χρησαμένῳ ἀρχαῖς
739
ἀληθέσιν, ὥστ’ ἀναγκαῖόν μοι τὴν φυσικὴν θεωρίαν ἐκμαθεῖν ἀκριβῶς. σοὶ δ’ ἤδη τῶν ἔργων εὑρημένων τῆς τέχνης, ἀπόχρη μαθεῖν τὴν ὁδὸν, ὥστ’ εἴπερ οὐκ ἔχεις χρόνον ὡς φυσικὸς ἐκμαθεῖν ἅπαντα, τοσοῦτον γοῦν σοι παραστήτω λογίσασθαι, διότι μήτ’ ἄλλη τίς ἐστιν ὁδὸς παρὰ ταύτην ἡ τοῦ μέλλοντός σε προγνωστικὸν ἐργασαμένη, μήτ’ ἀναγκαῖον ἔτι σοι τὰς ἀρχὰς ἐπιστήμῃ περιλαβεῖν, ἀπολαύειν ἤδη δυναμένῳ τῶν ἐκ τῆς ἐπιστήμης. τῷ μὲν γὰρ πρῶτον τὰ τοιαῦτα ἐξευρεῖν ἐπιχειροῦντι κίνδυνος ἦν οὐ σμικρὸς ἀπολέσαι ματαίως τὸν χρόνον. οὐδὲ γὰρ ἂν ἐξευρεῖν ἀληθὲς οὐδὲν ἐπὶ διεψευσμέναις ἀρχαῖς, σοὶ δὲ τοῦ μὲν ζητεῖν ἀπηλλαγμένῳ, τὰ δ’ ἤδη καλῶς εὑρημένα μαθεῖν ὀρεγομένῳ, περιττόν ἐστι τὰς ἀρχὰς ἐπιστήμῃ περιλαμβάνειν, καὶ μάλιστα, εἰ μηδὲ χρόνον ἔχοις ἱκανὸν εἰς τοῦτο μήτε προσεξευρεῖν τι τῶν λειπόντων ἐπιθυμεῖς, ἀλλ’ ἀρκεῖ σοι μόνον ὀρθῶς χρῆσθαι τοῖς εὑρημένοις. ὑποθέμενος οὖν τινα ζωτικὴν εἶναι δύναμιν, ἄσκησον αὐτῆς γνωρίζειν τὴν ἐν ἀῤῥωστίᾳ τε καὶ ῥώμῃ διάθεσιν.
740
ἐπειδὰν δὲ ταῦτ’ ἀσκήσῃς, αὖθις ἄσκησόν μοι σαυτὸν, ἑτοίμως διαγινώσκειν τὰς κατὰ τὸ μέγεθός τε καὶ τὸ ἦθος ἁπάντων τῶν νοσημάτων διαφορὰς, εἶθ’ ἑξῆς τούτων ἀκμῆς μελλούσης πρόγνωσιν. ὅταν δ’ ἤδη ταῦτα σύμπαντα ἐκμάθῃς, ἄσκησόν μοι σαυτὸν ἀκριβῶς στοχάζεσθαι πηλίκον νόσημα, πηλίκη ῥώμη δυνάμεως, ἐν πόσῳ χρόνῳ διενεγκεῖν ἱκανή. πολὺ δ’ εἰς τοῦτο συντελέσει καὶ ἡ ἐπὶ τῶν ἔργων τριβή. πρὶν δ’ ἕκαστον ὧν εἶπον ἀκριβῶς ἐκμαθεῖν, οὐδὲν ἂν εἴη σοι πλεῖον ἀνθρώπους νοσοῦντας θεωμένῳ. πῶς οὖν ἕκαστον αὐτῶν ἄρχεσθαι ἀκριβῶς χρὴ μανθάνειν; οὐκ ἄλλως ἢ ὡς ἔμπροσθεν εἴρηται. καὶ γὰρ ὡς χρὴ μέγεθος ἐξευρίσκειν νόσου καὶ ὡς ἦθος, ἔτι τε πρὸς τούτοις τὴν ἀκμὴν, ἀκριβῶς διελήλυθα. τὴν δὲ καθ’ ἑκάστην δύναμιν ἀῤῥωστίαν, ἢ ῥώμην, ἐν ἑτέρῳ φθάνω διῃρῆσθαι λόγῳ, τῷ περὶ πλήθους ἐπισκεπτομένῳ μανθάνειν μὲν οὖν ἐκεῖθεν αὐτῶν τὰς διαγνώσεις ἀκριβῶς, χρῆσθαι δὲ πρὸς τὰς ἰάσεις, ὡς ἐν ἑτέροις διῄρηται καὶ νῦν οὐχ ἧττον εἰς τὴν περὶ τὰς κρίσεις θεωρίαν.

741

Ὥσπερ γὰρ ὁ πάντα ἔχων ἀγαθὰ σημεῖα τῇ πρώτῃ τετράδι τελέως ὑγιασθήσεται, κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον ᾧ πάντα ἐστὶ μοχθηρὰ, τεθνήξεται πάντως καὶ οὗτος ἐντὸς τῆς πρώτης τετράδος. ἀλλ’ ὁ μὲν σωζόμενος ἅπαντας διέξεισι τῆς νόσου τοὺς καθόλου καιροὺς, ἀρχὴν καὶ ἀνάβασιν καὶ ἀκμὴν καὶ παρακμὴν, εἰ καί τισιν μὴ δοκεῖ γίγνεσθαι παρακμὴν κατὰ τὰς αἰφνιδίους κρίσεις. εἰρήσεται γὰρ ὀλίγον ὕστερον ὑπὲρ τούτων. τῷ τεθνηξομένῳ δὲ εἰς μὲν τὸν τῆς παρακμῆς καιρὸν ἀδύνατον ἐξικέσθαι, οὐ μὴν οὐδ’ ἐξ ἀνάγκης εἰς τὸν τῆς ἀκμῆς. ἐνδέχεται γὰρ αὐτὸν καὶ κατὰ τὸν τῆς ἀναβάσεως καὶ κατὰ τὸν τῆς ἀρχῆς χρόνον ἀπολέσθαι, κριθῆναι δὲ οὐκ ἀναγκαῖον αὐτῷ, καὶ μάλιστα εἰ κατὰ τὴν ἀρχὴν ἀποθνήσκει τῆς νόσου. γίνεται δὲ τοῦτο μεγάλως τῆς φύσεως ὑπὸ τοῦ νοσήματος κρατηθείσης. τηνικαῦτα γὰρ οὐδ’ ἐπιχειρεῖ διαγωνίζεσθαι πρὸς αὐτὸ, χωρὶς δὲ τοῦ διαγωνίζεσθαι κρίσις οὐ γίνεται. τέταρτος οὖν οὗτός ἐστιν ὁ τρόπος τοῦ θανάτου μηδενὶ τῶν τῆς σωτηρίας ἐοικώς. οὐδεὶς μὲν γὰρ ἀθρόως ἀπηλλάγη τοῦ νοσήματος ἄνευ κρίσεως, ἀθρόως δ’ 

742
ἀποθνήσκουσιν οὐκ ὀλίγοι, μὴ κριθέντες, ἐν μὲν ταῖς ἀρχαῖς τῶν παροξυσμῶν οἱ πλεῖστοι, καὶ μάλιστα δ’ ὅσοι διὰ πλῆθος, ἢ πάχος ὕλης, ἢ μέγεθος φλεγμονῶν ὀλεθρίως ἔχουσιν. ἐν δὲ ταῖς παρακμαῖς, ἐφ’ ὧν ἄῤῥωστος ἡ δύναμις· χρὴ γὰρ καὶ τοῦτο γινώσκειν, ἅπαντος μᾶλλον ἀληθέστατον ὑπάρχον, ὡς κᾀν ταῖς παρακμαῖς τῶν κατὰ μέρος παροξυσμῶν ἀπόλλυνται πάμπολλοι, καὶ τοῦτο θεασάμενοί τινες οἴονται ὡς καὶ ἐν τῷ καθόλου καιρῷ τῆς παρακμῆς ἐνδέχεταί τινα. τελευτῆσαι, τὸ δ’ οὐχ οὕτως ἔχει. παρελθούσης μὲν γὰρ τῆς ἀκμῆς τοῦ νοσήματος ἡ μὲν φύσις ἤδη κεκράτηκεν, οὐδὲ γὰρ ἂν ἄλλως παρήκμασε τὸ νόσημα. τρόπος δὲ οὐδ’ εἷς οὐδ’ ἐπινοηθῆναι θανάτου δύναται τηνικαῦτα, πλὴν ἐξ ἁμαρτήματος, οὐ μὴν τοῦτό γε πρόκειται νῦν σκοπεῖν, ἀλλ’ εἰ τῷ λόγῳ τοῦ νοσήματος. οὔτ’ οὖν εἶδόν ποτε τοῦτο γινόμενον οὔθ’ ὁ λόγος ἐξευρίσκει. τῶν μέντοι κατὰ μέρος παροξυσμῶν ἐν ταῖς παρακμαῖς ἐθεασάμεθά τε παμπόλλους πολλάκις ἀποθνήσκοντας, ὅ τε λόγος οὐδὲν εἶναι θαυμαστόν φησιν ἄῤῥωστον δύναμιν ἐν μὲν τῷ χρόνῳ τῆς ἀρχῆς τοῦ παροξυσμοῦ
743
καὶ ἀναβάσεώς τε καὶ ἀκμῆς ἐξαρκέσαι, συνεχομένης ἔτι τηνικαῦτα καὶ οἷον ἐσφιγμένης τῆς ἕξεως, ἐν δὲ τῷ τῆς παρακμῆς, ἀνάπαλιν κινουμένης τῆς θερμασίας, ἐκ μὲν τῶν μέσων νῦν ἐπὶ τὰ πέρατα διαφορεῖσθαί τε καὶ διαλύεσθαι τὴν ἕξιν. ἔνιοι μὲν οὖν τῶν τοιούτων ἐξαιφνίδιον ἀποθνήσκουσιν, ὡς δοκεῖν τοῖς παροῦσιν λειποψυχεῖν μᾶλλον αὐτοὺς ἢ ἀπόλλυσθαι, τινὲς δὲ κατὰ βραχὺ καὶ οὐκ ἐξαίφνης ἀπέθανον, ἀρξάμενοι μὲν πάντες ἐπὶ τῆς ἀκμῆς τοῦ παροξυσμοῦ, λανθάνοντες δὲ τοὺς πολλοὺς οὕτως ὥστε καὶ πάνυ ταχέως αὐτοῖς καὶ θᾶττον ἢ κατὰ τὴν ἐλπίδα δοκοῦσιν οἱ τοιοῦτοι μεταπίπτειν ἐκ τῆς ἀκμῆς εἰς τὴν παρακμήν· ἀλλ’ ἥ γε γνώρισις σαφεστάτη διὰ τῶν σφυγμῶν. οὐ γάρ τί που βραχὺ τοὐν μέσῳ τῶν τε θανάτου λόγῳ θᾶττον τῆς ἐλπίδος εἰς φαντασίαν ἡκόντων παρακμῆς καὶ τῶν ὄντως παρακμαζόντων. ἐπ’ ἀμφοτέρων μὲν γὰρ ἀθροώτερον ἡ πυρεκτικὴ θερμασία διαφορεῖται. γίνεται δ’ ὑπὸ τῶν ἐναντιωτάτων αἰτίων, εἴ γε δὴ ῥώμῃ φύσεως ἐναντιωτάτη ἐστὶν ἀῤῥωστία. σφοδρότερος μὲν οὖν ἀεὶ καὶ μᾶλλον ὁ σφυγμὸς, εὐτακτότερός
744
τε καὶ ὁμαλώτερος ἐπὶ χρησταῖς γίνεται παρακμαῖς. ἀπωθεῖται γὰρ ἡ φύσις εὐρωστότερον ἅπασαν ἀθρόως ἔξω τὴν πυρεκτικὴν θερμασίαν. ἀμυδρότερος δὲ καὶ ἀτακτότερος καὶ ἀνώμαλος ἐν ταῖς ὀλεθρίοις παρακμαῖς. διαῤῥεῖ γὰρ ἅμα τοῖς ἄλλοις καὶ ἡ πυρεκτικὴ θερμασία, κᾀντεῦθεν ἡ φαντασία τοῦ βελτίονος, εἶτ’ ὀλίγον ὕστερον ἢ ἀποπατῆσαι διαναστάντες ἐλειποψύχησάν τε καὶ μικρὸν ἔνιοι καὶ γλίσχρον ἐφιδρώσαντες ἀπέθανον, ἢ καὶ χωρὶς τοῦ διαναστῆναι, κατὰ μὲν τὰς παρακμὰς τῶν παροξυσμῶν οὕτως ἀποθνήσκουσιν ἄνευ κρίσεως, κατὰ δὲ τὰς ἀρχὰς ὑπὸ τῆς ἀθροωτέρας ἔσω τῶν χυμῶν ῥοπῆς, οἷον καταπνιγείσης καὶ ἀποσβεσθείσης τῆς φύσεως, ὡς εἰ καὶ πλῆθός τις χλωρῶν ξύλων ἀθρόως ἐπισωρεύσειε φλογί. λοιπὸς δὲ ἐστιν ἄνευ κρίσεως ἐν τοῖς ὀλεθρίοις νοσήμασιν ὁ κατὰ τὰς ἀκμὰς θάνατος, τῇ σφοδρότητι τοῦ παροξυσμοῦ νικηθείσης τῆς φύσεως. οὕτω δὲ κᾀν ταῖς ἀναβάσεσιν αὐτῶν ἀπόλλυνται πολλάκις, οὐ κατ’ ἄλλον τινὰ τρόπον ἢ λόγῳ τῆς ἀκμῆς. ὅλως γὰρ ὅταν ὑπὸ σφοδρότητος νοσήματος ἡ δύναμις νικηθῇ, λόγῳ μὲν ἀκμῆς ἀπόλλυνται,
745
συμβαίνει δὲ ἐνίοτε καὶ κατὰ τὰς ἀναβάσεις τῶν παροξυσμῶν, ἀλλὰ καὶ σπανιώτερον τοῦτ’ ἔστι καὶ ὁ τρόπος ὁ αὐτὸς τῷ κατὰ τὴν ἀκμήν. τρεῖς οὖν οἱ πάντες τρόποι θανάτου τοῖς χωρὶς τοῦ κριθῆναι θνήσκουσι. πρῶτος μὲν ὁ κατὰ τὰς εἰσβολὰς τῶν παροξυσμῶν ἐν ταῖς φλεγμοναῖς τοὐπίπαν μεγάλαις, ἐν κυρίοις μορίοις γινομέναις, ἢ πλήθει καὶ πάχει καὶ γλισχρότητι τῶν χυμῶν, ἀθρόως εἴσω ῥυέντων, ὡς ἀποφράξαι τελέως τὰς διεξόδους τοῦ πνεύματος. ἕτερος δὲ ὁ κατὰ τὰς ἀκμὰς, τῇ βίᾳ τοῦ νοσήματος ἡττηθείσης τῆς φύσεως. ἄλλος δὲ καὶ λοιπὸς ἐν ταῖς παρακμαῖς σπανιώτατος, τοῦ τόνου τοῦ ζωτικοῦ λυθέντος, τούτων οὐδεὶς ἅμα κρίσει γίνεται. τὴν ἀρχὴν γὰρ οὐδὲ ἐπεχείρησεν ἀποτρίψασθαι τὸ νόσημα κατὰ τοὺς τοιούτους θανάτους ἡ φύσις, ἡνίκα δ’ ἐπιχειροίη μὲν, ἡττᾶται δὲ, κρίσιν ἤδη κακὴν ὀνομάζω τὸ τοιοῦτον καὶ γίνεται πάντως. ἢ σὺν ἐκκρίσεσιν, ἢ σὺν ἀποστήμασιν ἀξιολόγοις ἅμα τῇ λοιπῇ πάσῃ ταραχῇ τῇ πρόσθεν εἰρημένῃ.

Αἱ προγνώσεις δὲ τῶν τοιούτων κρίσεων

746
ἧττόν εἰσι βέβαιοι καὶ πάνυ συνετοῦ τε ἅμα καὶ τεχνίτου καὶ γεγυμνασμένου δέονται τοῦ ἰατροῦ, πρῶτον μὲν εἰ γενήσονται, δεύτερον δὲ εἰ κατὰ τήνδε τὴν ἡμέραν· ἔπειτ’ εἰ παραχρῆμα τὸν ἄνθρωπον ἀναιρήσουσιν, ἢ βλάψουσι μόνον. ἀλλὰ γυμνάζεσθαι χρὴ πρότερον ἐπὶ τὴν τῶν ἀρίστων κρίσεων πρόγνωσιν, ὑπὲρ ὧν ἔμπροσθεν εἶπον, εἶθ’ ἑξῆς ἐπὶ τῶν οὐκ ἀρίστων μὲν, ἀγαθῶν δὲ, κᾄπειθ’ οὕτω μεταβαίνειν ἐπὶ τὰς κακάς. ἅσπερ γὰρ ἐν ταύταις τὸ ἀβέβαιόν τε καὶ στοχαστικὸν πλεῖστον, οὕτως ἐν ταῖς ἀγαθαῖς τὸ ἐπιστημονικόν τε καὶ βέβαιον, ὡρισμέναι γάρ εἰσι καὶ τεταγμέναι, τῆς φύσεως αἱ κινήσεις, ὅταν εὐρωστῇ τε καὶ κρατῇ τῆς ὕλης, καὶ τοῖς οἰκείοις λόγοις ἐνεργῇ· ἀόριστοι δὲ καὶ ἄτακτοι, καὶ διὰ τοῦτο ἄγνωστοι κρατουμένης. ἀλλ’ εἰ μὲν τελέως κρατοῖτο, τὴν ἀρχὴν οὐδ’ ἐγχωρεῖ κρίνειν, οὐδ’ ὅλως ἀντέχειν κᾂν βραχὺ, διανίσταται μὲν ὡς εἰς μάχην, ἡττᾶται δ’ εὐθύς. αἰτία δὲ ταύτης τῆς ἀκαίρου ἐπαναστάσεως ἡ βία τοῦ νοσήματος, ἐρεθιστική τις οὖσα καὶ ὀξεῖα. φαίνεται γὰρ ἡ φύσις οὐδενὸς ἀνεχομένη τῶν τοιούτων, ἀλλ’ εὐθὺς ἀποτρίβεσθαι σπεύδουσα τὸ 
747
διοχλοῦν, ὡς κᾀν τοῖς κατὰ τὴν γαστέρα τε καὶ τὸν στόμαχον ἰδεῖν ἔστιν ἐναργῶς ὅσα δάκνει καὶ στροφεῖ καὶ βαρύνει καὶ ὁπωσοῦν ἄλλως ἐρεθίζει. τὰ μὲν γὰρ ἐπιπολάζοντα δι’ ἐμέτων ἀπωθεῖται, τὰ δ’ ἐν τοῖς κατωτέροις χωρίοις δι’ ἕδρας ἐκκρίνει. καὶ μέγιστον ἄρα τοῦτο σημεῖόν ἐστι κρίσεως ἀκαίρου. τὰς μὲν γὰρ ἐν καιρῷ γινομένας, ὅπερ ἐστὶν ταὐτὸν τῷ κατὰ τὴν ἀκμὴν, κᾀν τοῖς πεπασμοῖς, εἰ καὶ μηδὲν ἐρεθιστικὸν εἴη, συμπιπτούσας ὁρῶμεν τοῖς θερμοῖς καὶ μεγάλοις νοσήμασιν. ὅσα δὲ προεκρήγνυται, καλεῖ δ’ οὕτως Ἱπποκράτης ἅπαντα τὰ πρὸ τῆς ἀκμῆς ἐπὶ κρίσιν ὁρμῶντα, δι’ ἐρεθισμόν τινα τοῦτο πάσχει, καὶ χείρων ἡ κρίσις γίνεται τῆς ἐν ἀκμῇ τοσοῦτον ὅσον προὔλαβεν ἡ κρίσις. ὡσαύτως δ’ ἐπὶ τῶν ὀλεθρίων ἔχει νοσημάτων. οὐ γὰρ ἀναμένει τὴν ἀκμὴν, ἢ πάνυ σπανίως, ἀλλ’ ἐν ταῖς ἀναβάσεσιν ἀναιρεῖ τοὐπίπαν, ἢ καὶ κατ’ ἀρχάς. εἰ μὲν δὴ προδηλώσειέ τις ἐπίδηλος ἡμέρα τὴν μέλλουσαν ἔσεσθαι κρίσιν, ἅμα τε προδηλοῖ καὶ κακήν. φέρε γὰρ ἐν τῇ τετάρτῃ τῶν ἡμερῶν ὀφθῆναι πρῶτον ἐν τοῖς οὔροις νεφέλην μέλαιναν, ἢ ἐναιώρημα μέλαν, ἤ τι τῶν ἄλλων
748
τῶν τοιούτων, εἶναι δὲ καὶ τὰ ἄλλα σύμπαντα σημεῖά τε καὶ συμπτώματα ὀλέθρια, τεθνήξεται μὲν πάντως ὁ τοιοῦτος ἄῤῥωστος. ἀλλ’ εἰ μὲν ἐν περιτταῖς οἱ παροξυσμοὶ γίνοιντο, κατὰ τὴν ζ΄ ἡμέραν κριθήσεται. εἰ δ’ ἐν ἀρτίαις, κατὰ τὴν στ. βεβαιοτέραν δέ σοι ποιήσει τὴν προσδοκίαν ἡ κίνησις τοῦ νοσήματος. εἰ μὲν γὰρ ὀξέως κινοῖτο, συνεπιμαρτυρήσει τῇ ταχείᾳ κρίσει, τουτέστι τῇ κατὰ τὴν στ΄· εἰ δὲ βραδέως, τῇ κατὰ τὴν ζ΄. ὅταν δὲ μηδὲν ἡ ἐπίδηλος ἡμέρα προδηλώσῃ περὶ τῆς μελλούσης ἔσεσθαι κακῆς κρίσεως, οὐδ’ ἡ πρόγνωσις αὐτῆς εὐπετής. ὅμως δεῖ κᾀνταῦθα προσέχειν τὸν νοῦν οἷς ἐρῶ σημείοις. ἔστι δὲ αὐτῶν πρῶτον μὲν καὶ μέγιστον ἐν τοῖς ὀλεθρίοις νοσήμασι τοῦ χωρὶς κρίσεως τεθνήξεσθαι σημεῖον ἡ ἀῤῥωστία τῆς δυνάμεως. οὐ γὰρ ἐπεγείρεται πρὸς διαμάχησιν τοῦ νοσήματος ἡ τοιαύτη δύναμις. δεύτερον δ’, εἰ καὶ μηδὲν ὅλως εἴη, μηδὲ τοὐλάχιστον σημεῖον πεπασμοῦ, κᾀπὶ τούτοις, εἰ μέγα μὲν εἴη καὶ κακόηθες τὸ νόσημα καὶ μέντοι ταχέως κινοῖτο· ἢν γὰρ ταῦτα οὕτως ὑπάρχῃ, πάντως τεθνήξεται πρὶν κριθῆναι ὁ ἄνθρωπος. τὴν δ’ ἡμέραν τοῦ θανάτου προγνώσῃ
749
ἔκ τε τοῦ πόσον ὑπερέχει τὸ νόσημα τῆς δυνάμεως ἐπισκέψασθαι κᾀκ τῶν βαρυτέρων παροξυσμῶν. εἰ μὲν γὰρ ἀξιόλογος ἡ ὑπεροχὴ, καὶ σμικρὸν ἀντέχειν ἡ δύναμις ἔτι φαίνοιτο, ταχὺς ὁ θάνατος· εἰ δὲ τἀναντία, βραδύτερος. ἔστω δὴ παραδείγματος ἕνεκα πολλὴ μὲν ἡ ὑπεροχὴ, μὴ μέντοι σαφὴς ὑπαρχέτω, πότερα μίαν ἡμέραν, ἢ δύο παρατεῖναι δυνήσεται. διορισθήσεται δὲ τοῦτο ταῖς παροξυσμῶν περιόδοις. ἐν ᾗ γὰρ ὁ παροξυσμὸς ἡμέρᾳ μέλλει γίνεσθαι, κατ’ ἐκείνην τεθνήξεται, καὶ τῆς ἡμέρας αὐτῆς τὴν ὥραν ἐν ᾗ τοῦτ’ ἔσται ῥᾷστον ἤδη διαγνῶναι, μεμνημένων ἐν μὲν τῷ καθόλου τῶν ὀλίγον ἔμπροσθεν εἰρημένων, ἡνίκα ἐδίδασκον, ἐν ὁποίοις μὲν νοσήμασιν ἀρχαὶ τῶν παροξυσμῶν μάλιστα φέρουσι τὸν θάνατον, ἐν ὁποίοις δὲ αἱ ἀκμαί τε καὶ παρακμαὶ, κατὰ μέρος δὲ ἐφ’ ἑκάστου τῶν ἀῤῥώστων ἡ τῶν προγεγενημένων ἡμερῶν μνήμη συνενδείξεταί σοι πάμπολυ. καὶ γὰρ εἰ μὴ κατ’ αὐτὴν τοῦ νοσήματος τὴν ἰδέαν οἷός τε εἴης προγινώσκειν ἐν ὁποίῳ μάλιστα μέρει τοῦ παροξυσμοῦ τεθνήξεται, τῶν γε ἐν ταῖς ἔμπροσθεν ἡμέραις ἀναμνησθεὶς, ὁποίῳ μάλιστα μέρει σφῶν αὐτῶν βαρύτατοί τε καὶ σὺν ὀλεθρίοις
750
ἐγένοντο συμπτώμασιν, οὕτως ἂν ἔχοις τι καὶ περὶ τῶν μελλόντων εἰκάζειν. ἔστω δὴ πάλιν ἀληθῶς ἐγνωσμένον, ὀλέθριον μὲν εἶναι τὸ νόσημα, μὴ πολλὴ δὲ ἡ τῆς δυνάμεως ἧττα. πρῶτον μὲν ἤδη δῆλον ὡς οὐκ ἐγγὺς ὁ θάνατος, ἔπειτα δὲ ζητητέον εἰ δύναται γενέσθαι κρίσις. ἡ δὲ εὕρεσις ἔκ τε τοῦ τὴν δύναμιν, ὅπως ἔχοι ῥώμης, ἐπισκέψασθαι, καὶ τοῦ νοσήματος αὐτοῦ τὴν κίνησιν, ἔτι τε πρὸς τούτοις τὰ σημεῖα τῶν πεπασμῶν. εἰ μὲν γὰρ ἥ τε δύναμις εὔρωστος ὑπάρχῃ καὶ τὸ νόσημα ταχέως κινοῖτο, καί τι σημεῖον παρείη πέψεως, οὐκ ἀπεικός ἐστιν ἐπιθέσθαι κρίσει τὴν φύσιν. εἰ δὲ ἥ τε δύναμις ὀκλάζοι πῃ καὶ τὸ νόσημα μὴ ταχέως κινοῖτο, καὶ μηδὲν εἴη σημεῖον πέψεως, οὐκ ἐνδέχεται κριθῆναι τοῦτον. ὅτι δὲ οὐ πάντως, εἰ τὸ νόσημα τῆς δυνάμεως ἰσχυρότερον, ἐξ ἀνάγκης ἄῤῥωστος ἡ δύναμις, ἐν ἑτέρῳ μοι δέδεικται λόγω καὶ χρὴ μανθάνειν ἐκεῖθεν ἴδια γνωρίσματα δυνάμεως ἀῤῥώστου πάντα μὲν γὰρ ἅμα διεξέρχεσθαι παντελῶς ἐστιν ἀδύνατον, μεμνῆσθαι δὲ πάντων ἅμα καὶ μηδὲν ὧν ἔμαθέ τις ἰδίᾳ παραλείπειν. ἀλλ’ ἐφ’ ἑκάστου τῶν νοσούντων ἅπαντα περιλαμβάνειν,
751
οὐχ ὅπως ἀδύνατόν ἐστιν, ἀλλ’ οὐδὲ χαλεπὸν οὐδέν. ἀναμνησθέντες οὖν πάλιν ὧν ἐν τοῖς ἔμπροσθεν διελεγόμεθα, τῶν ἐφεξῆς ἐχώμεθα. τὰς ἀρίστας κρίσεις ἔφαμεν ἐν ταῖς ἀκμαῖς γίνεσθαι. κατὰ δὲ τὰς ἀναβάσεις ἐπὶ μὲν τῶν σωθησομένων ἢ ἐλλιπεῖς, ἢ οὐκ ἀσφαλεῖς· ἐπὶ δὲ τῶν τεθνηξομένων, ἢ εὐθὺς ἀναιρεῖν, ἢ μεγάλην ἐπὶ τὸ χεῖρον ποιεῖσθαι μεταβολὴν, ἐν ἀρχῇ δὲ τοῦ νοσήματος οὐκ ἂν γενέσθαι κρίσιν. εἶναι δὲ τῶν μὲν ἀρίστων ἀκριβεῖς τὰς προγνώσεις, τῶν δ’ ἄλλων μετὰ τοῦ στοχάζεσθαι, καὶ μᾶλλον ὅταν ἄσημοι τυγχάνωσι γινόμεναι. καλεῖσθαι δὲ οὕτως ἔφαμεν ὅσαι μὴ προδηλοῦνται διὰ τῶν ἐπιδήλων ἡμερῶν, ἀλλά τοι καὶ ταύτας, εἰ καὶ μὴ πρὸ πολλοῦ, μελλούσας γοῦν ὅσον οὔπω γενήσεθαι, προγινώσκειν ἐλέγομεν δεῖν, ἔσεσθαι δὲ τὴν πρόγνωσιν ἔκ τε τοῦ κατεπείγεσθαί τε καὶ σφοδρῶς ἐρεθίζεσθαι τὴν φύσιν ὑπὸ τοῦ νοσήματος, ἔκ τε τῆς παρὰ λόγον αἰφνιδίου ταραχῆς περὶ τὸ σῶμα. πάντως γάρ τι νεωτερίζεται μελλούσης κρίσεως, ἢ κατὰ τὴν ἀναπνοὴν, ἢ κατὰ τὴν διάνοιαν, ἢ τὴν ἀκοὴν, ἢ τὴν ὄψιν, ἢ τὴν εὐφορίαν, ἢ κατ’ 
752
ἄλλό τι τῶν ἤδη πολλάκις εἰρημένων, ἅπερ ἑνὶ περιλαβόντες ὀνόματι κρίσιμα συμπτώματά τε καὶ σημεῖα προσαγορεύομεν. καὶ μὲν δὴ καὶ τὸ διὰ τῶν ἀφορισμῶν εἰρημένον ὑφ’ Ἱπποκράτους· ὁκόσοισι δὲ κρίσις γίνεται, τουτέοισι νὺξ δύσφορος, ἡ πρὸ τοῦ παροξυσμοῦ, τοῦτ’ ἔστιν αὐτὸ νῦν τὸ λεγόμενον. ἐὰν οὖν ἐπὶ τῷ νοσήματι κρίσιν ἐμφαίνοντι καὶ ἡ νὺξ γένηται δύσφορος, καὶ ἐπ’ αὐτῇ ὁ παροξυσμὸς εἰσβάλλῃ θᾶττον, ἅμα νεωτέροις τισὶ συμπτώμασιν, ἐν ἐκείνῳ τῷ παροξυσμῷ γενέσθαι τὴν κρίσιν ἀναγκαῖον.

Ὁποία δέ τις ἔσται, τουτέστιν εἰ δι’ αἱμοῤῥαγίας, ἢ ἐμέτων, ἢ ἱδρώτων, ἤ τινος ἄλλου τῶν πολλάκις ἤδη προειρημένων, ἐφεξῆς πειράσομαι διηγεῖσθαι, τὴν ἀρχὴν κᾀνταῦθα τῷ λόγῳ ποιησάμενος ἀπὸ τοῦ συμπάντων ἡμῖν τῶν ἀρίστων μαθημάτων ἡγεμόνος, ἐν μὲν τῷ πρώτῳ τῶν ἐπιδημιῶν ᾧδέ πως εἰπόντος· τὰ περὶ τὴν κεφαλὴν καὶ τὸν τράχηλον ἀλγήματα καὶ βάρεα σὺν πυρετοῖς καὶ. ἄνευ πυρετῶν φρενιτικοῖσι μὲν σπασμοὶ, καὶ ἰώδεα ἐπὰν ἐμέωσιν, ἔνιοι ταχυθάνατοι τουτέων. ἐν καύσοισι δὲ καὶ τοῖσιν

753
ἄλλοισι πυρετοῖσιν, οἷσι μὲν τραχήλου πόνος καὶ κροτάφων βάρος, καὶ σκοτώδεα τὰ περὶ τὰς ὄψιας, ἢ καὶ ὑποχονδρίου σύντασις οὐ μετ’ ὀδύνης, αἱμοῤῥαγέουσι διὰ ῥινῶν. οἷσι δὲ βάρεα μὲν ὅλης τῆς κεφαλῆς, καρδιωγμοὶ δὲ καὶ ἀσώδεές εἰσιν, ἐπανεμέουσι χολώδεα καὶ φλεγματώδεα. τὸ πολὺ δὲ παιδίοισιν ἐν τοῖσι τοιουτέοισιν οἱ σπασμοὶ μάλιστα, γυναιξὶ δὲ καὶ ταῦτα καὶ ἀπὸ ὑστερέων πόνοι, πρεσβυτέροισι δὲ καὶ ὁκόσοισιν ἤδη τὸ θερμὸν κρατέεται παραπληγικὰ, ἢ μανικὰ, ἢ μελαγχολικὰ, καὶ στέρησις ὀφθαλμῶν. ἐν δὲ αὐτῷ προγνωστικῷ Ἱπποκράτης ᾧδέ πως πάλιν φησίν· ὅστις δ’ ἂν τῶν πυρετῶν μηκύνῃ περιεστικῶς διακειμένου τοῦ ἀνθρώπου, μήτε ὀδύνης ἐχούσης διὰ φλεγμονὴν μήτε δι’ ἄλλην πρόφασιν ἐμφανέα, τουτέῳ προσδέχεσθαι ἀπόστασιν μετὰ οἰδήματός τε καὶ ὀδύνης εἴς τι τῶν ἄρθρων, καὶ οὐχ ἧσσον τῶν κάτω. μᾶλλον δὲ γίνονται καὶ ἐν ἐλάσσονι χρόνῳ αἱ τοιαῦται ἀποστάσιες τοῖσι νεωτέροισι τριάκοντα ἐτέων. ἐπισκέπτεσθαι δὲ εὐθὺς χρὴ τὰ περὶ τῆς ἀποστάσεως εἰ κ΄ ἡμέρας ὁ πυρετὸς ὑπερβάλλῃ. τοῖσι δὲ γεραιτέροισιν ἧσσον γίνεται, πολυχρονιωτέρου
754
ἐόντος τοῦ πυρετοῦ. χρὴ δὲ τὴν μὲν τοιαύτην ἀπόστασιν προσδέχεσθαι, ξυνεχέος ἐόντος τοῦ πυρετοῦ, εἰς δὲ τεταρταῖον καταστήσεσθαι, ἢν διαλείπῃ καὶ ἐπιλαμβάνῃ πεπλανημένον τρόπον. καὶ ταῦτα πάντα ποιέων τῷ φθινοπώρῳ πελάσῃ. ὥσπερ δὲ τοῖσι νεωτέροισι τριάκοντα ἐτέων ἀποστάσιες γίνονται, οὕτως οἱ τεταρταῖον μᾶλλον τοῖσι τριάκοντα ἔτεσι καὶ γεραιτέροισι. τὰς δὲ ἀποστάσιας εἰδέναι χρὴ μᾶλλον τοῦ χειμῶνος γενομένας, χρονιώτερον δὲ παυομένας, ἧσσόν τε παλινδρομεούσας, ἱκανὰ μὲν καὶ ταῦτα καὶ πάνυ σαφῆ τὰ περὶ τῶν ἀποστάσεων εἰρημένα. συνάπτων δ’ αὐτοῖς ἐφεξῆς τὰ περὶ τῶν ἐκκρίσεων ᾧδέ πώς φησιν· ὅστις δ’ ἂν ἐν πυρετῷ μὴ θανατώδει, φησὶ, κεφαλὴν ἀλγεῖν, ἢ καὶ ὀρφνῶδές τι πρὸ ὀφθαλμῶν φαίνεσθαι, ἢν καρδιωγμὸς τουτέῳ προσγένηται, χολώδης ἔμετος παρέσται· ἢν δὲ καὶ ῥῖγος ἐπιλάβῃ, καὶ τὰ κάτω τοῦ ὑποχονδρίου ψυχρὰ ᾖ, ταχύτερον ἔτι ὁ ἔμετος παρέσται. ἢν δέ τι καὶ πίῃ, ἢ φάγῃ ὑπὸ τοῦτον τὸν χρόνον, κάρτα ταχέως ἐμέσεται. τουτέων δὲ οἷς ἂν ἄρξηται
755
ὁ πόνος τῇ πρώτῃ ἡμέρᾳ, τεταρταῖοι πιέζονται μᾶλλον ἢ πεμπταῖοι, εἰς δὲ τὴν ζ΄ ἀπαλλάσσονται. οἱ μέντοι πλεῖστοι αὐτῶν ἄρχονται μὲν πονέεσθαι τριταῖοι, χειμάζονται δὲ πεμπταῖοι μάλιστα, ἀπαλλάσσονται δ’ ἐνναταῖοι ἢ ἑνδεκαταῖοι· οἳ δ’ ἂν ἄρξωνται πεμπταῖοι πονέεσθαι, καὶ τἄλλα κατὰ λόγον αὐτοῖσι τῶν πρόσθεν γίνεται, εἰς τεσσαρεσκαιδεκάτην. γίνεται δὲ ταῦτα τοῖσι μὲν ἀνδράσι καὶ τῇσι γυναιξὶν ἐν τριταίοις μάλιστα, τοῖσι δὲ νεωτέροισι γίνεται μὲν καὶ ἐν τούτοισι, μᾶλλον δὲ ἐν τοῖς συνεχεστέροισι πυρετοῖσι καὶ ἐν τοῖσι γνησίοισι τριταίοισιν. οἷσι δὲ ἂν ἐν τοιουτοτρόπῳ πυρετῷ κεφαλὴν ἀλγέουσιν ἀντὶ μὲν τοῦ ὀρφνῶδές τι πρὸ τῶν ὀφθαλμῶν φαίνεσθαι ἀμβλυωγμὸς γίνηται, ἢ μαρμαρυγαὶ προφαίνωνται· ἀντὶ δὲ τοῦ καρδιώσσειν ἐν τῷ ὑποχονδρίῳ ἐπὶ δεξιὰ, ἢ ἐπ’ ἀριστερὰ συντείνηταί τι μήτε σὺν ὀδύνῃ μήτε σὺν φλεγμονῇ, αἷμα διὰ τῶν ῥινῶν τουτέοισι ῥυῆναι προσδέχεσθαι ἀντὶ τοῦ ἐμέτου, μᾶλλον δὲ ἐνταῦθα τοῖσι νεωτέροισι τριάκοντα ἐτέων τοῦ αἵματος τὴν ῥύσιν προσδέχεσθαι·
756
τοῖσι δὲ τριάκοντα ἔτεσι καὶ γεραιτέροισιν ἧσσον, ἀλλὰ τοὺς ἐμέτους τούτοισι προσδέχεσθαι χρή. καὶ ταῦτα μὲν οὖν ἱκανά. πρὸς τούτοις δ’ οὐδὲν ἧττον κᾀκείνων μεμνῆσθαι προσήκει τῶν ἐν αὐτῷ βιβλίῳ γεγραμμένων ὑπὸ Ἱπποκράτους· κεφαλῆς δὲ ὀδύναι ἰσχυραὶ καὶ συνεχέες σὺν πυρετῷ. εἰ μέν τι τῶν θανατωδέων σημείων προσγένοιτο, ὀλέθριον κάρτα· εἰ δὲ ἄτερ σημείων τοιουτέων, ὑπερβάλλει ἡ ὀδύνη κ΄ ἡμέρας, προσεπισκέπτεσθαι χρὴ αἵματος ῥῆξιν διὰ ῥινῶν, ἢ ἄλλην ἀπόστασιν ἐς τὰ κάτω χωρία. ἔστ’ ἂν δὲ ἡ ὀδύνη νεαρὰ ᾖ, προσδέχεσθαι χρὴ αἵματος ῥῆξιν διὰ ῥινῶν, ἢ ἐμπύησιν. ἄλλως τε καὶ ἢν ἡ ὀδύνη περὶ τοὺς κροτάφους ᾖ καὶ τὸ μέτωπον. μᾶλλον δὲ χρὴ τοῦ μὲν αἵματος προσδέχεσθαι τὴν ῥῆξιν τοῖσι νεωτέροισι πέντε καὶ τριάκοντα ἐτέων, τοῖσι δὲ γεραιοτέροισι τὴν ἐμπύησιν. καὶ μὲν δὴ κᾀν τῷ τῶν περιπνευμονικῶν λόγῳ· οἷσι δ’ ἂν ἀποστάσιες, φησὶ, γίνονται ἐκ τῶν περιπνευμονικῶν περὶ τὰ ὦτα, καὶ ἐκπυέουσιν, ἢ ἐς τὰ κάτω χωρία, καὶ συῤῥιγοῦνται, οὗτοι περιγίνονται. εἶτα ἐπιφέρων 
757
ἐρεῖ· ὑποσκέπτεσθαι δὲ χρὴ καὶ τὰ τοιάδε ᾧδε· ἢν ὅ τε πυρετὸς ἔχῃ καὶ ὀδύνη μὴ πεπαυμένη ᾖ καὶ τὸ πτύελον μὴ χωρέῃ κατὰ τὸν λόγον, μηδὲ χολώδεες αἱ διαχωρήσεις τῆς κοιλίας, μηδὲ εὔλυτοι καὶ ἄκρητοι γίνονται, μηδὲ οὖρον πολύ τε καὶ κάρτα, καὶ ὑπόστασιν ἔχον πολλὴν, ὑπηρετεῖται δὲ περιεστικῶς ὑπὸ τῶν λοιπῶν σημείων πάντως, τούτοισι χρὴ τὰς τοιαύτας ἀποστάσιας ἐλπίζειν ἔσεσθαι. γίνονται δὲ αἱ μὲν ἐς τὰ κάτω χωρία οἷς ἂν περὶ τὸ μὲν ὑποχόνδριον τοῦ φλέγματός τι ἐγγένηται, αἱ δὲ ἄνω οἷς ἂν τὸ μὲν ὑποχόνδριον λιπαρόν τε καὶ ἀνώδυνον διατελέῃ, δύσπνους δέ τινα χρόνον γενόμενος παύσηται ἄτερ προφάσιος ἄλλης. καὶ μὲν δὴ καὶ περὶ τῶν κατὰ τὰ ὑποχόνδρια οἰδημάτων διαλεγόμενος ᾧδέ πως εἶπε· σημαίνει δὲ τὰ τοιαῦτα οἰδήματα ἐν ἀρχῇ μὲν κίνδυνον θανάτου ὀλιγοχρονίου ἔσεσθαι· εἰ δὲ ὑπερβάλλει κ΄ ἡμέρας ὅ τε πυρετὸς ἔχων καὶ τὸ οἴδημα μὴ καθιστάμενον, εἰς διαπύησιν τρέπεται. γίνεται δὲ τουτέοισι ἐν τῇ α΄ περιόδῳ καὶ αἵματος ῥύσις διὰ ῥινῶν καὶ κάρτα ὠφελέει. ἀλλ’ ἐπανερέσθαι,
758
μὴ κεφαλὴν ἀλγέουσιν ἢ ἀμβλυωπέουσιν. εἰ γὰρ εἴη τι τοιουτέων, ἐνταῦθα ἂν ῥέποι. μᾶλλον δὲ τοῖσι νεωτέροισι πέντε καὶ τριάκοντα ἐτέων τοῦ αἵματος τὴν ῥῆξιν προσδέχεσθαι. καὶ μὲν δὴ καὶ ταῦτα κατὰ τὸ προγνωστικὸν εἴρηται Ἱπποκράτει, δηλωτικὰ τρόπων κρίσεως· ὅσοι δ’ ἂν οὖρα λεπτὰ καὶ ὠμὰ οὐρέουσι πολὺν χρόνον, ἢν τὰ ἄλλα ὡς περιεσομένοισι σημεῖα ᾗ, τουτέοισιν ἀπόστασιν δεῖ προσδέχεσθαι εἰς τὰ κάτω τῶν φρενῶν χωρία. ἐν μὲν δὴ τῷ προγνωστικῷ ταῦτα διὰ συντόμων εἴρηται πρὸς αὐτοῦ, τὸν τῆς μελλούσης τρόπον κρίσεως, ὁποῖός τις ἔσοιτο διδάσκοντος· προστίθησι δ’ αὐτοῖς οὐκ ὀλίγα κατὰ μέρος κατά τε τὸ προῤῥητικὸν καὶ τὰ τῶν ἐπιδημικῶν, οἷον καὶ ὅτι πρὸ ῥίγεος ἐπισχέσιες τῶν οὔρων, καὶ ὅτι τὰ ἐξέρυθρα ὄμματα αἱμοῤῥαγικά. κατὰ ταὐτὰ δὲ καὶ περὶ τῶν δακρυόντων ὀφθαλμῶν καὶ τῶν μήλων τῶν ἐρυθρῶν καὶ τῆς ῥινὸς αὐτῆς. καὶ μὲν δὴ καὶ ὡς τὸ κάτω χεῖλος σειόμενον ἔμετον ἔσεσθαι προδηλοῖ, καὶ ὡς μετὰ κεφαλαλγίαν κῶμα καὶ κώφωσις ἐξαίφνης γενόμενα παρωτίδων
759
ἐστὶ σημεῖα, καὶ ἄλλα πολλὰ τοιαῦτα κατὰ μέρος, ἃ δυνάμει περιέχεται πάντα διὰ τῶν κατὰ τὸ προγνωστικὸν εἰρημένων. ὅλως γὰρ οὐδὲν ἄλλο χρὴ σκοπεῖν ἐπὶ τοῦ τρόπου τῆς κρίσεως, ἀλλὰ τὴν ῥοπὴν τῆς φύσεως ἣν ἐνεδείξατο σαφῶς ὁ Ἱπποκράτης ἐν τῷ προγνωστικῷ, τοῦτο μὲν καρδιωγμοῦ καὶ ῥίγους μνημονεύσας, ἐφ’ ὧν ἔμετος ἔσεσθαι μέλλει, τοῦτο δὲ δυσπνοίας καὶ μαρμαρυγῶν, ἐφ’ ὧν αἱμοῤῥαγία διὰ ῥινῶν, ἔτι τε πρὸς τούτοις διοριζόμενος ὑπέρ τε τῶν διαχωρημάτων καὶ τῶν οὔρων, ἐν οἷς φησι· μηδὲ χολώδεες αἱ τῆς κοιλίης διαχωρήσιες, μηδὲ εὔλυτοί τε καὶ ἄκρητοι γίνονται, μήτ’ οὖρον πολὺ κάρτα καὶ ὑπόστασιν ἔχον πολλήν. εἰ γὰρ δή τι τούτων γένηται, δῆλον ὡς ἐνθάδε ῥέποι τὸ νόσημα, καὶ διὰ τούτων ἐκκαθαίρεται· μὴ ῥέποντος δὲ ἐνταῦθα καὶ μηκύνοντος περιεστικῶς, ἀπόστασιν ἔσεσθαι προσδοκᾷν· τεκμαίρεσθαι δὲ καὶ περὶ τούτων τὴν ῥοπὴν τῆς φύσεως. εἰς μὲν γὰρ τὰ κάτω χωρία φησὶν ἔσεσθαι αὐτοὺς οἷς ἂν περὶ τὸ ὑποχόνδριόν τι φλέγματος ἐγγένηται, τουτέστι τῆς φλογώσεώς τε καὶ
760
θερμασίας, ἐπειδὴ κάτω ῥέπουσιν οἱ τὴν περιπνευμονίαν ἐργαζόμενοι χυμοί. σύμπαντα γὰρ τοῦτον τὸν λόγον ὡς ἐπὶ παραδείγματι ἐπὶ τῶν περιπνευμονικῶν ἐποιήσατο. μὴ ῥεπόντων δ’ αὐτῶν κάτω τὸ μὲν ὑποχόνδριον λιπαρόν τε καὶ ἀνώδυνον ἔσται διὰ παντὸς, ὁ δὲ ἄνθρωπος δύσπνους ἐπί τινα χρόνον γενήσεται χωρὶς προφάσιος φανερᾶς, καὶ δῆλον ὡς ἄνω τούτῳ τὰς ἀποστάσιας ἀναγκαῖον ἀκολουθεῖν, τουτέστιν εἰς τοὺς περὶ τὰ ὦτα ἀδένας. εὐθὺς δ’ ἂν αὐτῷ καὶ τῶν ἄλλων τι σημείων προσγένοιτο τῶν κατ’ αὐτὴν τὴν κεφαλὴν συμβαινόντων, οἷον κῶμα καὶ κώφωσις αἰφνίδιός τε καὶ παράλογος καὶ βάρος τῆς κεφαλῆς, ἢ καὶ τῶν κροτάφων, ἤ τι τοιοῦτον ἕτερον. οὐδὲν οὖν λείπει γνώρισμα τρόπου κρίσεως, ἀλλ’ εἴρηται πάντα χωρὶς τῶν σφυγμῶν πρὸς Ἱπποκράτους. ἕπεσθαι δ’ οἱ πολλοὶ βραχυλογίᾳ παλαιᾷ μὴ γεγυμνασμένοι λείπειν οἴονταί τινα. λέγωμεν οὖν ἡμεῖς αὐτοῖς ἑτέρᾳ λέξει σαφεῖ τὰ αὐτά· τάχα γὰρ ἂν οὕτω γε μαθόντες οὔτ’ ἀδύνατον οἰήσονται προγνῶναι τὸν τρόπον τῆς ἐσομένης κρίσεως οὔτε ῥᾳθυμήσουσι ἔτι περὶ τὴν ἄσκησιν. ὅταν
761
οὖν, ὅτε κρίσις ἔσται, προγνώσῃς ἐξ ὧν ἔμπροσθεν εἰρήκαμεν, ἐφεξῆς ὁποία τίς ἔσται διορίζεσθαι κατὰ τάδε. πρῶτον μὲν εἰ ὀξὺ καὶ θερμὸν τὸ νόσημα καὶ ἡ κρίσις ἐν ταῖς πρώταις περιόδοις. ἀναγκαῖον γὰρ ἐν ταῖς τοιαύταις κρίσεσιν οὐκ ἀπόστασιν, ἀλλ’ ἔκκρισιν ἀπαντῆσαι. δεύτερον δ’ εἰ χρόνιον καὶ βραδύ· σὺν ἀποσκήμμασι γὰρ εἰώθασι τὰ τοιαῦτα καθίστασθαι, καὶ μάλισθ’ ὅταν οὖρα λεπτὰ καὶ ὠμὰ πολὺν χρόνον οὐρῶσιν. εἰ γὰρ πολλὴν καὶ χρηστὴν ὑπόστασιν ἔχοντα, πεφθῆναι μᾶλλον εἰκὸς κατὰ βραχὺ τὴν νόσον, οὐκ εἰς ἀπόστασιν ὁρμῆσαι. τούτων δὲ διωρισμένων ἐφεξῆς σκεπτέον, εἰ μὲν ἐκκρίσει μέλλει κριθήσεσθαι, πότερον αἱμοῤῥαγία τις, ἢ ἱδρὼς, ἢ ἔμετος, ἢ διαχώρησις ἔσται γαστρός· εἰ δ’ ἀποσκήμματι, ποῖον μόριον, ἢ ἄρθρον ὑποδέξεται τὴν ἀπόστασιν. ἐπὶ δὲ τῶν ἐκκρίσει μελλόντων κρίνεσθαι χρὴ διχῶς διορίζεσθαι, τοῖς τε τῆς ἐσομένης τῆς ἐκκρίσεως σημείοις, εἰ παρείη, καὶ τοῖς τῶν ἄλλων, εἰ μὴ παρείη. βεβαιότερον γὰρ ἐλπίσεις τὸν ἑκάστοτε προδηλούμενον τρόπον τῆς κρίσεως, ἂν μηδεὶς τῶν ἄλλων περιέλκῃ. χρὴ τοίνυν ἐμὲ μὲν ἐφ’ ἑκάστου τὸν ἴδιον εἰπεῖν,
762
σὲ δὲ ἐπὶ τῶν ἀῤῥώστων μὴ μόνον τοῦτον ὁρᾷν, ἀλλὰ καὶ τῶν ἄλλων ἕκαστον ἐπισκοπεῖν. εἰ γοῦν ἀλόγως γαστὴρ ἐπισχεθῇ, ἢ οὖρα, τῆς κρίσεως ἐγγὺς οὔσης, ἐλπίζειν χρὴ ῥῖγος· εἰ δὲ τοῦτο, διορίζεσθαι πότερον ἱδρὼς ἐπ’ αὐτῷ γένοιτο, ἢ ἔμετος, ἢ διαχώρησις γαστρὸς, ἤ τινα τούτων, ἢ πάντα. καὶ πρῶτον μὲν εἰς τὴν τοῦ νοσήματος ἰδέαν ἀποβλέπειν. εἰ γὰρ ἀκριβῶς εἴη περικαὲς, εὐθὺς ἂν καὶ ἡ τοῦ ῥίγους πρόγνωσις βεβαιοτέρα, χολῶδες γὰρ τὸ περικαές. εἴρηται δὲ ἐν τοῖς ἔμπροσθεν ὡς ὁ χυμὸς οὗτος, ἐπειδὰν σφοδρότερον κινηθῇ, ῥῖγος ἐργάζεται. μετὰ δὲ ταῦτα προσεπισκέπτεσθαι, πότερον τῶν οὔρων μόνον, ἢ καὶ τῆς γαστρὸς ἐπισχεθείσης ἐῤῥίγωσαν. εἰ μὲν γὰρ ἀμφοῖν, ἱδρὼς ἐξ ἀνάγκης ἔσται πολύς· εἰ δὲ τῶν οὔρων μόνων, ἐπισκέπτεσθαι χρὴ τὰ κατὰ τὴν γαστέρα, πότερον πλείω τῶν πρόσθεν, ἢ ἐλάττω πρὸ τῆς κρίσεως ἐπῆλθεν. εἰ μὲν γὰρ πλείω, ἐπισημότερον τὴν ἐνταῦθα ῥοπὴν γνωρίζειν, εἰ δὲ ἐλάττω, τὴν εἰς ἱδρῶτας, εἰ δὲ καὶ τὰ τῶν ἐμέτων παρείη σημεῖα, δι’ ἀμφοτέρων τῶν κρίσεων ὁ τοιοῦτος κριθήσεται, καὶ ἤτοι μᾶλλον κατὰ τὴν ἑτέραν 
763
αὐτῶν, ἥτις ἂν ἐπικρατήσῃ μᾶλλον, ἢ ὁμοίως ἑκατέρωθεν, ὅταν ἴσα πως ᾖ τὰ γνωρίσματα. μὴ παρόντων δὲ τῶν ἐμετικῶν σημείων, ἱδρῶτας μόνον προσδέχεσθαι, καὶ μᾶλλον, ἐπειδὴ παραπαίωσιν οἱ κάμνοντες ἐπιδιδόντος τοῦ παροξυσμοῦ καὶ θερμότερα τὰ ἐκτὸς καὶ ἐρυθρότερα γίνεται καί τις ἀτμὸς ἀνίησι θερμὸς, οἷος οὐ πρόσθεν. εἰ δὲ καὶ κυματώδης ὁ σφυγμὸς γίνοιτο καὶ μαλακὸς ἐπισήμως, ἔτι μᾶλλον ἐλπίζειν ἱδρῶτας. ὁ σκληρὸς δὲ σφυγμὸς ἐμέτους μᾶλλον ἢ ἱδρῶτας προδηλοῦν εἴωθεν· ὁ μὲν γὰρ ὑψηλὸς ἁπάσης ἐκκρίσεώς ἐστι γνώρισμα, καθάπερ καὶ ὁ σφοδρός. μέγας δὲ εἴπερ εἴη, τῆς ἔξω κινήσεως μᾶλλον ἢ τῆς ἔσω σημεῖόν ἐστι. διττῆς δ’ οὔσης ἑκατέρας, τῆς μὲν ἔξω δι’ αἱμοῤῥαγίας καὶ ἱδρώτων, τῆς δ’ εἴσω ῥοπῆς διὰ γαστρὸς καὶ στομάχου, κυματώδης μὲν σφυγμὸς ἱδρῶτας, μέγας δὲ ἁπλῶς αἱμοῤῥαγίας προδηλώσει. τῆς δ’ εἴσω ῥοπῆς ἐπικρατούσης, ὅταν μὲν ἀπῇ τὰ τῶν ἐμέτων σημεῖα, διαχωρήσει γαστρὸς ὁ τοιοῦτος κριθήσεται· παρόντων δὲ δι’ ἐμέτων μᾶλλον. εἰ δὲ καὶ ταῦτα παρείη, καὶ ἡ γαστὴρ ἐπισήμως ὑπίῃ, δι’ ἀμφοτέρων. ἀνώμαλος δὲ
764
ὁ σφυγμὸς ἐπὶ τῶν πλείστων μὲν γίνεται κρίσεων, καὶ μάλιστα ἐπειδὰν ἀγωνιστικόν τι καὶ περικινδυνευτικὸν ἔχωσιν. πολὺ δὲ μᾶλλον τῶν χολωδῶν εἰς τὴν γαστέρα συῤῥεόντων χυμῶν, ἅμα τῷ καὶ τά ἄλλα παρεῖναι τῶν ἐμέτων σημεῖα τὰ πρὸς Ἱπποκράτους εἰρημένα. καὶ οἱ σφυγμοὶ παντοίως ἀνώμαλοι γίνονται δακνομένου καὶ βαρυνομένου τοῦ στομάχου. ἀλλὰ τὰ μὲν ἀπὸ τῶν σφυγμῶν ἢ ὡς οὐ γινώσκων ὁ Ἱπποκράτης ἢ ὡς οὐκ ἀξιόλογα νομίζων οὐκ ἐξειργάσατο· τὰ δὲ τῶν ἐμέτων σημεῖα καρδιωγμοί τέ εἰσιν ἅμα πόνῳ κεφαλῆς καὶ σκοτόδινοι σὺν τοῖς προφαινομένοις τῶν ὄψεων ὀρφνώδεσι καὶ τῷ κάτω χείλει σειομένῳ καὶ πολλῷ καὶ λεπτῷ παραῤῥέοντι σιέλῳ. πάντα δὲ ταῦτα συμπίπτει χολώδους τε καὶ δακνώδους χυμοῦ κατά τε τὴν γαστέρα καὶ τὸν στόμαχον ἠθροισμένου καὶ δάκνοντός τε ἅμα τὸ στόμα τῆς γαστρὸς, ὃ δὴ καρδίαν ἐκάλουν οἱ παλαιοὶ, καὶ σὺν αὐτῷ καὶ τὸν στόμαχον ὅλον ἔσω καὶ κάτω κατασπῶντος, ὅθενπερ καὶ τὸ χεῖλος αὐτοῖς σείεται καὶ σίελον παραῤῥεῖ λεπτόν. ὀρφνώδη δέ τινα πρὸ τῶν ὀφθαλμῶν φαίνονται καὶ ἰλιγγιῶσι καὶ σκοτοδινιῶσι
765
καὶ κεφαλαλγοῦσι, ἀναθυμιωμένου τινὸς ἐκ τοῦ χολώδους χυμοῦ, καὶ προσέτι τῇ κατὰ νεῦρα συμπαθείᾳ. τὰ δὲ τῶν αἱμοῤῥαγιῶν ἴδια μαρμαρυγαὶ μὲν, ὅτι ξανθὸς ὁ χυμὸς, ἀμβλυωγμοὶ δὲ, ὅτι πολὺς ἀθρόως ἀναφερόμενος ἐμφράττει τὰς ὀδοὺς τοῦ πνεύματος. οὕτω δὲ καὶ οἱ ὀφθαλμοὶ δακρύουσι τῷ πλήθει τοῦ ῥεύματος, ὥσπερ κᾀν ταῖς ὀφθαλμίαις. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐρυθροὶ φαίνονται σὺν τοῖς μήλοις ἐνίοτε καὶ ταῖς ῥισίν. ἴδιον δὲ τῶν αἱμοῤῥαγιῶν καὶ ἡ τῶν ὑποχονδρίων σύντασις, οὐ μετ’ ὀδύνης. ἔστι γὰρ καὶ τοῦτο τῆς ἄνω ῥοπῆς τοῦ αἵματος οὐ σμικρὸν γνώρισμα, καθάπερ οὖν καὶ ἡ δύσπνοια· καὶ γὰρ ἥδε διεξερχομένου τοῦ αἵματος εἰς τὸν θώρακα γίνεται, σὺν ὀδύνῃ δὲ εἴπερ ἐκταθείη τὸ ὑποχόνδριον, οὐχ αἱμοῤῥαγίας ἐσομένης σημεῖα, ἀλλὰ φλεγμονῆς τινος αὐτόθι γεγενημένης ἐστὶ σύμπτωμα. καὶ μὲν δὴ καὶ τὸ τῆς κεφαλῆς ἄλγημα, κᾂν εἰ κοινὸν ἐμέτων τε καὶ αἱμοῤῥαγιῶν εἴη σημεῖον, ἀλλά τοι κᾀνταῦθα τὸ μὲν οἷον δακνῶδες ἐμέτου, τὸ δὲ οἷον βαρὺ καὶ διατεῖνον καὶ σφύζον καὶ
766
θερμὸν αἱμοῤῥαγίας ἴδιον. οὕτω δὲ καὶ τῶν κατὰ τὰ ὑποχόνδρια σπλάγχνων αἱ φλεγμοναὶ τῶν αἱμοῤῥαγιῶν εἰσιν αἴτιά τε ἅμα καὶ σημεῖα, μέλλοντός γε κριθήσεσθαι τοῦ νοσήματος ἐκκρίσεσιν. εἰ δὲ τὸ μὲν ἀνάπαλιν αἱμοῤῥαγοῖ, οὐκ ἀγαθόν ἐστιν. τὸ δὲ κατ’ ἴξιν ἀγαθὸν, ὡς Ἱπποκράτης λέγει καὶ ἡ πεῖρα διδάσκει, ῥᾷστον ἤδη σοι καὶ τὸν αἱμοῤῥαγήσοντα προειπεῖν μυκτῆρα, ἀφορμὴν τῆς αἱμοῤῥαγίας ἐξευρόντα. δεξιὸν μὲν γὰρ ὑποχόνδριον ἐκ δεξιοῦ μυκτῆρος ἀγαθὴν ἐπιφέρει τὴν κρίσιν, ἀριστερὸν δὲ ἐξ ἀριστεροῦ. μεμάθηκας δ’ ἔμπροσθεν ἤδη τά τε τῶν κακῶν καὶ τὰ τῶν ἀγαθῶν κρίσεων σημεῖα. τί δὴ οὖν ἔτι χαλεπὸν εἰπεῖν τὸν αἱμοῤῥαγήσοντα μυκτῆρα, καὶ τοῦ μέρους τοῦ πεπονθότος ἀκριβῶς γνωρισθῆναι δυναμένου, καὶ τοῦ τῆς κρίσεως ἤθους οὐκ ἂν λαθόντος καὶ τῶν αἱμοῤῥαγικῶν σημείων ἐναργῶς φαινομένων; ἐπὶ τούτοις ἅπασι καὶ τὰ παρὰ τῆς ἡλικίας καὶ τῆς ὥρας καὶ τῆς χώρας καὶ τῆς φύσεως τοῦ κάμνοντος ἱκανὰ προδηλοῦν τὴν ἐσομένην αἱμοῤῥαγίαν. αἱμοῤῥαγίας μὲν δὴ καὶ ἐμέτων ἀκριβῆ τε καὶ ἴδια τὰ γνωρίσματα, δευτέρων δ’ ἐπὶ τούτοις τῶν ἱδρώτων. εἰ δέ γε διὰ γαστρὸς κρίσις ἔσεσθαι μέλλει, πρόδηλον
767
μὲν οὐδὲν οὕτως οὐδὲ ἴδιον, ἀλλ’ ἐκ τοῦ παρεῖναι μὲν τὰ τῆς κρίσεως σημεῖα, μὴ παρεῖναι δὲ τῶν ἐμέτων, ἢ τὰ τῆς αἱμοῤῥαγίας, ἢ τὰ τῶν ἱδρώτων, ἔνεστι συλλογίσασθαι. καί τοι κᾂν εἰ μηδὲν ἐκείνων παρείη, οὔπω τοῦτο μόνον, ἀλλὰ καὶ δὴ αἱμοῤῥοΐδος ἐγχωρεῖ γενέσθαι τὴν κρίσιν, ἢ γυναιξὶν ἐπιμηνίων, οὐ μὴν ἀδύνατον οὐδὲν διορίζεσθαι. βάρος μὲν γὰρ ἐπίσημον ὀσφύος καὶ ἄλγημα καὶ τάσις ἐνταῦθα προηγεῖται τῶν ἐπιμηνίων. αἱμοῤῥοῒς δὲ οὐ πᾶσι σύνηθές ἐστιν, ὅσοις οὖν ἐστι, τούτοις μόνοις οὐκ ἄν τις ῥᾳδίως διορίσειε. τοῖς δ’ ἄλλοις ἅπασιν, ἐπειδὰν μὲν παρῇ πέψεώς τε καὶ κρίσεως σημεῖα, μὴ παρῇ δὲ ἐμέτων ἢ αἱμοῤῥαγίας ἢ ἱδρώτων, ἐκταραχθήσεται πάντως ἡ γαστήρ. οὕτω μὲν δεῖ διακρίνειν ἴδιά τε καὶ κοινὰ τρόπων κρίσεως γνωρίσματα τῶν ἐκκρίσει δηλονότι μελλόντων κριθήσεσθαι νοσημάτων. εἰ δὲ εἰς ἀπόσκημμα τρέποιτο, κοινὰ μὲν ἅπαντα γνωρίσματα, σωτηρίως τοῦ κάμνοντος ἔχοντος, τὸ μήτε λύεσθαι τὸ νόσημα μήτε οὖρον πολὺ καὶ πολλὴν ὑπόστασιν ἔχον, ἀλλ’ ὠμὸν καὶ λεπτὸν
768
φαίνεσθαι· τὰ δ’ ἴδια τῶν μὲν μὴ λίαν κεχρονικότων, εἰ δυσπνούστερος ὁ κάμνων ἐξαίφνης γινόμενος ἀποπαύσαιτο μὲν ἐν τάχει τῆς δυσπνοίας, διαδέξαιτο δ’ ἂν αὐτὸν ὀδύνη, καὶ βάρος τῆς κεφαλῆς καὶ κῶμα καὶ κώφωσις, εἰς τοὺς ὑπὸ τοῖς ὠσὶν ἀδένας ἀνάγκη τούτῳ γενέσθαι τὴν ἀπόστασιν. εἰ δ’ εἴη πολυχρόνιον ἤδη τὸ νόσημα, καὶ μήτε τούτων παρείη μηδὲν, ἐμφαίνοιτο δέ τινι τῶν κάτω χωρίων ἢ βάρος, ἢ τάσις, ἢ φλόγωσις, ἢ ὀδύνη, κάτω τούτῳ τὴν ἀπόστασιν ἔσεσθαι προσδοκᾷν. παράδειγμα δ’ ἑκατέρας τῆς ἀποστάσεως ἓν νόσημα ποιησάμενος ὁ Ἱπποκράτης ἐν τῷ προγνωστικῷ τοῖς δυναμένοις συνορᾷν τὸν λόγον ἐδίδαξε καὶ ὡς χρὴ καθόλου περὶ πασῶν ἀποστάσεων συλλογίζεσθαι, διό μοι κᾀγὼ δοκῶ καταπαύειν ἐνταῦθα τὸν ἐνεστῶτα λόγον. εἰ γάρ τις τοῖς ὑφ’ Ἱπποκράτους εἰρημένοις προσθεὶς ταυτὶ τὰ ἡμέτερα μήπω τεχνικὸς γέγονεν, ἢ προγνωστικὸς κρίσεων, ἐν τῷ μετὰ τούτου συγγράμματι, τελευταίῳ τῆς προκειμένης ἡμῖν ἐσομένῳ πραγματείας, ἐλπίζω τὸ λεῖπον αὐτῆς ἐπιμαθήσεσθαι, τοῖς μὲν γὰρ συνετοῖς, ἐξαρκεῖ καὶ ταῦτα καὶ οὐδὲν ἔτι τετάρτου λόγου προσδεῖ.