De crisibus

Galen

Galen, De crisibus

Ἄρξαι δή μοι πρῶτον ἀσκεῖν ἀπὸ τῶν ἀκριβῶν τύπων. οὔτε γὰρ ἄλλο τι μάτην ὁ Ἱπποκράτης εἶπεν οὔθ’ ὡς ὁ ἀκριβὴς τριταῖος ἐν ἑπτὰ περιόδοις κρίνεται τὸ μακρότατον. τίς οὖν ὁ ἀκριβὴς τριταῖος οὗτος; οὐδὲν γὰρ παρ’ Ἱπποκράτους αὐτοῦ γνώρισμα γέγραπταί τι τοιοῦτον, οἷον καὶ τοῖς ἐπιτυχοῦσιν εἷναι πρόδηλον. ἀλλ’ εἰ μέν σε χειραγωγήσαιμι, μαθήσῃ ῥᾳδίως τίνα λέγει τὸν ἀκριβῆ τριταῖον. εἰ δ’ ἐάσαιμί σε κυλινδεῖσθαι κατὰ τὰ βιβλία, πρὶν εἰσαχθῆναι προσηκόντως, οὐκ ἂν οὐ μόνον ἐκμάθοις οὐδὲν, οὔτε περὶ τριταίου τι χρηστὸν, οὔτ’ ἄλλου τινὸς τῶν ἁπάντων, ἀλλὰ καὶ παρακούσαις μυρίων. ὅταν οὖν ἀναγνῷς ἐν ἀφορισμοῖς τὰ πλεονάζοντα κατὰ τὸ θέρος νοσήματα πυρετούς τε εἶναι συνεχεῖς καὶ καύσους καὶ τριταίους πλείστους, πρῶτον μὲν αὐτὸ δὴ τοῦτο μὴ παρακούσῃς, τὸ ὡς θέρους μέμνηται οὐ τοῦ παρὰ φύσιν ἔχοντος, οἷον ἐν Κρανῶνί

648
ποτε γενέσθαι φησί, ὕοντος καύματι λάβρῳ δι’ ὅλου. ἀλλ’ εἴ ποτέ τινα τάξιν καὶ κόσμον ἑκάστῃ τῶν ὡρῶν ἐνενόησας, ἀναμνήσθητί μοι καὶ νῦν, ὡς ὁ μὲν χειμὼν ἅπαντος τοῦ ἔτους ὑγρότατός ἐστι καὶ ψυχρότατος, ἐναντίως δ’ αὐτῷ τὸ θέρος ξηρότατόν τε καὶ θερμότατον. εἰ δ’ ἔμπαλιν ὁ μὲν χειμὼν ξηρός, ὑγρὸν δὲ γίγνοιτο τὸ θέρος, οὐ κατὰ φύσιν ἔχει τὰ τῶν ὡρῶν. οὐκ οὖν οὐδὲ τὰ θερινὰ νοσήματα τηνικαῦτα ἐν θέρει πλεονάσει. μὴ γάρ πω δόκει διὰ τὴν προσηγορίαν τῶν ὡρῶν ἕκαστον τῶν νοσημάτων γίνεσθαι τοῖον ἢ τοῖον, ἀλλὰ διὰ τὴν περιέχοντος ἡμᾶς ἀέρος κρᾶσιν. ὡς γὰρ ἂν οὗτος ἔχῃ φύσεως, οὕτω καὶ ἡμᾶς διατίθησι. κατὰ τοῦτο οὖν ἔλεγεν ὁ Ἱπποκράτης ὁπόταν ἔαρ ὅμοιον τῷ φθινοπώρῳ γένηται, φθινοπωρινὰ τὰ νοσήματα προσδέχεσθαι δεῖ. θερμὴν δέ τινα καὶ ξηρὰν κατάστασιν ἔχειν χρὴ τὸ θέρος, ἐπειδὰν ἀκριβῶς διασώζῃ τὴν ἑαυτοῦ φύσιν. ἀλλ’ εἴπερ οὕτω τοῦτ’ ἔχει, δῆλον, ὡς τὸ μάλιστα τοιοῦτον θέρος πλείστους οἴσει τριταίους πυρετούς. ἆρ’ οὖν ὥρα μὲν ἡ θερμὴ καὶ ξηρὰ τριταίων
649
πυρετῶν εὔφορος, ἡ χώρα δ’ οὐχ ὁμοίως ἡ θερμὴ καὶ ξηρὰ τῆς ὑγρᾶς καὶ ψυχρᾶς εὐφορωτέρα; παντί που δῆλον· τί οὐχὶ καὶ τοῦ κάμνοντος ἡ κρᾶσις αὐτοῦ; καὶ τοῦτ’ ἀναγκαῖον. εἰ δὲ καὶ διαιτηθείη θερμότερόν τε καὶ ξηρότερον, ὅπερ ἐστὶν ἐν πόνοις μὲν πλείοσι καὶ ἀγρυπνίαις καὶ φροντίσι καὶ λύπαις, ἐδέσμασί τ’ ἐλάττοσί τε καὶ χολωδεστέροις, ἆρ’ οὖν οὐχὶ καὶ κατὰ ταῦτα χολωδέστερος ἂν αὐτὸς ἑαυτοῦ γένοιτο, καὶ δηλονότι θερμότερός τε καὶ ξηρότερος; ὅτι μὲν γὰρ ἐπὶ θερμοῖς καὶ ξηροῖς αἰτίοις ἡ ξανθὴ χολὴ πέφυκεν ἀθροίζεσθαι, παρ’ Ἱπποκράτους ἐμάθομεν, ἄλλοθί τε πολλαχόθι κἀξ ὧν ἐν θέρει πλεονάζειν αὐτήν φησι. ταῦτ’ εἴρηταί μοι· καὶ τριταίου πυρετοῦ γένεσιν ἤδη μεμάθηκας. ὃς γὰρ ἂν ἐν θέρει μὲν γένηται, καὶ τούτῳ μάλιστα θερμῷ τε καὶ ξηρῷ, τοιοῦτον δὲ ᾖ καὶ τὸ χωρίον, καὶ ἡ τοῦ κάμνοντος φύσις ὁμοία, καὶ τὰ πρόσθεν διαιτήματα πρὸς ταῦτ’ ἄγοντα, τριταῖος οὗτος δύναται εἶναι. καὶ μὴν ἄχρι γε τούτου χολώδη πυρετὸν ἐγεννήσαμεν τῷ λόγῳ, τριταῖον δ’ οὔπω δεόντως. εἰ γὰρ συνεχεῖς καὶ καύσους καὶ τριταίους πλείστους αὐτό τε θέρος ἕκαστόν τε τῶν εἰρημένων αἰτίων ἀπεργάζεται, κοινὴ 
650
μέχρι τοῦδε τοῖς καύσοις πυρετοῖς ἡ τοῦ τριταίου γένεσις. ἀτὰρ οὖν καὶ φαίνεται τοῦτό γε καὶ αὐτὸς ὁ παροξυσμὸς τοῦ τριταίου τῶν ὀξυτάτων τε καὶ καυσωδεστάτων πυρετῶν οὐδενὸς ἀπολείπεται. τί ποτ’ οὖν διήνεγκεν; ὅτι τὴν χολὴν οὗτος μὲν εἰς ἅπαν τὸ σῶμα φερομένην ἔχει, καὶ διὰ τοῦτο ῥίγος τε σφοδρὸν αὐτοῖς προσγίνεται, καὶ χολῆς ἔμετος ἐπιφαίνεται, καὶ τὰ οὖρα καὶ οἱ ἱδρῶτες αὐτοῖς χολώδεις εἰσίν. εἴρηται δὲ καὶ περὶ τούτων ἑτέρωθι, τοῖς δ’ ἄλλοις καύσοις πυρετοῖς, ὅσοι μὴ διαλείπουσιν, τῆς ξανθῆς χολῆς χυμὸς ἐδείκνυτο περιεχόμενος ἐν τοῖς ἀγγείοις ἅμα τῷ αἵματι. καὶ ταύτῃ διαφέρουσιν οὗτοι τῶν τριταίων, εἰ καὶ τὸν ἐργαζόμενον αὐτοὺς χυμὸν ἔχουσι τὸν αὐτὸν, ὅτι τοῖς μὲν ἐντὸς τῶν φλεβῶν ἐστι, τοῖς δὲ σφοδρῶς κινούμενος ἐπὶ παντὸς τοῦ σώματος διασπείρεται τὰ μόρια· καὶ διὰ τοῦτ’ αὐτὸς ἑαυτὸν ἐκκαθαίρει τῷ σφοδρῷ τῆς φορᾶς. αὕτη καὶ τοῦ παύεσθαι τὸν πυρετὸν ἐπὶ τοῖς ἱδρῶσί τε καὶ τοῖς ἐμέτοις ἡ αἰτία. τοῖς καύσοις δ’ ἕκαστος τῶν κατὰ μέρος παροξυσμῶν
651
εἰς ἀπυρεξίαν οὐκ ἔρχεται, διὰ τὸ μηδ’ ἐκκαθαίρεσθαι τὸν αἴτιον χυμόν. ἀλλ’ ἐπειδὰν καὶ τούτοις ἡ χολὴ σφοδρότερον κινηθεῖσα καὶ οἷον ζέσασα, τὸ δὲ τι καὶ πρὸς αὐτῆς τῆς φύσεως ῥωσθείσης ὠθουμένη πάντῃ τοῦ σώματος ἴῃ, ῥίγος τε προσγίνεται καὶ λύσις ἐπιγίνεται. ὑπὸ καύσου γάρ φησιν ἐχομένῳ ῥίγεος ἐπιγενομένου λύσις. ὅτι δ’ οὐ μόνον τὸ ψυχρὸν αἴτιον, ἀλλὰ καὶ τὸ δριμὺ καὶ τὸ θερμὸν ἐργάζεσθαι ῥίγος δύναται, ἐν τοῖς τῶν συμπτωμάτων αἰτίοις ἀποδέδεικται, παραθεμένων ἡμῶν τούς τε διὰ δριμὺ καὶ θερμὸν φάρμακον ἐπιτεθὲν ἕλκει δηχθέντας σφοδρῶς, εἶτα ῥιγώσαντας, τούς τε περιττωμάτων πεπληρωμένους καπνωδῶν, εἶτ’ εἰς βαλανεῖον εἰσελθόντας καὶ φρίξαντας. οὕτως γὰρ δὴ καὶ τοὺς πυρέσσοντας καὶ τοὺς ἀπεπτήσαντας σφοδρῶς, καὶ πάντας οἷς ἂν ᾖ τὸ σῶμα μεστὸν ἀκαθαρσίας δριμείας, ἐάν τ’ εἰς βαλανεῖον εἰσέλθωσιν, ἐάν τ’ εἰς χωρίον ἡλιούμενον σφοδρῶς, ἐάν τ’ ἄλλην ἡντιναοῦν κίνησιν σφοδροτέραν κινηθῶσι, εὐθὺς μὲν φρίττοντας ὁρῶμεν· ἢν δὲ καὶ διατρίψωσιν ἐπὶ πλέον ἐν αὐτοῖς, εἰς ῥίγος τε καὶ κλόνον ἀγομένους, ὡς ἂν εἰς κίνησιν σφοδροτέραν, ἔν τε τοῖς βαλανείοις καὶ τοῖς γυμνασίοις
652
ἐρχομένων, τῶν τέως ἡσυχαζόντων περιττωμάτων. ἅπαντα γὰρ ταῦτα κινούμενά τε καὶ διὰ τῶν αἰσθητικῶν σωμάτων ἐπιφερόμενα νύττει τε καὶ κεντεῖ καὶ τιτρώσκει. κἀντεῦθεν τήν τε ἀνώμαλον αἴσθησιν καὶ τὸ ῥίγος καὶ τὸν κλόνον ἐπιφέρει. ταυτὶ μὲν οὖν ἑτέρωθι λέλεκται. τριταῖος δὲ πυρετὸς ἔκγονος ὑπάρχων τῆς ξανθῆς χολῆς κινουμένης, εὐλόγως εὐθὺς καταρχὰς, ῥίγος οὐκ ἀγεννὲς ἐπιφέρει, διαφέρων αὐτῷ τούτῳ πρῶτον τοῦ τεταρταϊκοῦ ῥίγους, τῷ κεντεῖσθαι δοκεῖν καὶ τιτρώσκεσθαι τὸν χρῶτα. τοιαύτη γὰρ ἐν τριταίοις πυρετοῖς ἡ τοῦ ῥίγους αἴσθησις, ὥσπερ ἐν τεταρταίῳ, κατάψυξιν ἔχουσα σφοδρὰν, ὁμοιοτάτην τῇ διὰ κρύος ἐν χειμῶνι γινομένῃ. ἐδείκνυτο γὰρ δὴ καὶ τῷ τεταρταίῳ πυρετῷ χολὴ μέλαινα πλεονάζουσα μάλιστα, καθάπερ ἐν τοῖς ἀμφημερινοῖς τὸ φλέγμα. τὸν οὖν ἀκριβῆ τριταῖον οὐκ ἐνδέχεται μὴ οὐ μετὰ ῥίγους σφοδροῦ γενέσθαι, νύττοντος καὶ τιτρώσκοντος τὴν σάρκα. τεταρταῖος δὲ πυρετὸς οὐκ εὐθὺς ἀπὸ τῆς πρώτης ἡμέρας εἰσβάλλει μετὰ ῥίγους σφοδροῦ· προϊόντι γὰρ αὐτῷ καὶ αὐξανομένῳ συναύξεται καὶ τὸ ῥίγος, ἥτ’ αἴσθησις οὐ
653
νυττομένων ἐστὶ τῶν καμνόντων, ἀλλὰ καταψυχομένων τε καὶ οἷον θλωμένων ἄχρι καὶ τῶν ὀστῶν. οὕτως γ’ οὖν ἀκοῦσαι λεγόντων αὐτῶν ἐστι, ὡς ὀστοκόπῳ τε συνέχεσθαι καὶ συνθλάσαι τὴν σάρκα φαντάζονται. τῶν δ’ ἀμφημερινῶν οὐδὲ προηγεῖται ῥίγος, οὔτ’ εὐθὺς ἐξ ἀρχῆς οὔτε προϊόντων, ἀλλὰ περιψύχονται μόνον. ἆρ’ οὖν ταῦτα μόνα τὰ γνωρίσματα τῶν τριταίων πυρετῶν ἐστιν, ἢ καὶ τὰ τῶν σφυγμῶν, οὐδὲν οὐδ’ ἐγγὺς ἔχει τοῖς τεταρταίοις; οὗτοι μὲν γὰρ μικροὺς καὶ ἀμυδροὺς καὶ βραδεῖς καὶ ἀραιοὺς εἰς τοσοῦτον ἐργάζονται τοὺς σφυγμοὺς ἐν ταῖς ἐπισημασίαις, ὡς οὐδεμία διάθεσις ἄλλη. τριταίοις δὲ μικροὶ μὲν καὶ ἀμυδροὶ καὶ βραδεῖς καὶ ἀραιοὶ κατὰ τὰς εἰσβολὰς ἐξ ἀνάγκης γίνονται· ἀλλ’ ἡ βραδύτης τε καὶ ἀραιότης οὐ μικρῷ τινι τῶν ἐν τοῖς τεταρταίοις ἀπολείπεται. δεδέσθαι γάρ σοι δόξει κατὰ τὰς εἰσβολὰς τῶν τεταρταίων ἡ ἀρτηρία καὶ εἴσω καθέλκεσθαι καὶ ἀνιέναι κωλύεσθαι. κατὰ δὲ τὰς τριταϊκὰς οὔτε τοιοῦτον οὐδὲν, ἥτε βραδύτης ἐγγὺς τῇ κατὰ φύσιν ἑκάστῃ κινήσει. τεταρταίων δὲ πυρετῶν εἰσβαλλόντων, εἰ καὶ νέος ὁ
654
κάμνων εἴη, γεροντικῆς ἐσχάτης ἡλικίας ἡ ἀρτηρία τούτου μιμεῖται τὴν κίνησιν. ἐξ οὖν τούτων ἁπάντων ὁ τοῦ γνησίου τριταίου ἐστὶ παροξυσμὸς διενήνοχε, καὶ πρὸς τούτοις ἔτι τάξις ἀκριβής ἐστιν καὶ ὁμαλότης ἐν τοῖς σφυγμοῖς. οὔτε γὰρ ἐν μιᾷ κινήσει τις ἀνωμαλία κατ’ αὐτοὺς οὔτ’ ἐν ἀθροίσματι. καίτοι σπάνιον τοῦτό γε καὶ παντάπασιν ὀλίγαις ἀρχαῖς παροξυσμῶν ὑπάρχον. ἤδη τε οὖν εἰσβάλλων ὁ τοιοῦτος πυρετὸς, οὐκ ἂν οὐδένα λάθοι τῶν πολλάκις ἑωρακότων αὐτόν. ἔτι δὲ καὶ μᾶλλον ἐν ταῖς καλουμέναις ἀναβάσεσί τε καὶ αὐξήσεσιν· ὁμαλὸν μὲν γὰρ καὶ ἀκώλυτον ἔχει τὸ τάχος, ἐγείρεται δὲ εἰς μέγεθος καὶ σφοδρότητα παραχρῆμα, κἀν τούτοις ἅπασιν ἀνάλογον, εἰς πυκνότητα. καὶ τὸ τῆς φλεγμονῆς αὐτῷ σημεῖον οὐ πάρεστιν. ἤδη τε οὖν δίψος ἐπιφέρει καὶ διακαίει τὸν ἄνθρωπον καὶ μικρὸν ὕστερον ἀκμάζει καὶ τὸ θερμὸν ὁμαλῶς ἐκτέταται πάντη, καὶ κατ’ οὐδὲν ὁ θώραξ τῶν ἄκρων θερμότερός ἐστιν. εἰ δ’ ἐπιβάλλοις τὴν χεῖρα, κατὰ μὲν τὴν πρώτην προσβολὴν ἀπαντᾷ θερμασία πολλὴ καὶ δριμεῖα, καὶ οἷον μετ’ ἀτμοῦ τινος ἀναφερομένη. νικᾶται δ’ ὀλίγον 
655
ὕστερον ὑπὸ τῆς χειρὸς, οὐχ ὥσπερ ἐπὶ τῶν κακοήθων καύσων. ἔμπαλιν γὰρ ἐκεῖναι δεινότεραι καὶ ἀηδέστεραι χρονίζουσαι φαίνονται. καὶ δὴ καὶ πίνειν δὴ καιρὸς τῷ κάμνοντι. καὶ πιόντι αὐτίκα δὴ μάλα πλῆθος μὲν ἄνεισιν ἀτμοῦ θερμοῦ διὰ τοῦ δέρματος, ἀγγέλλον ἱδρῶτας· ἔμετος δ’ ἐπιφαίνεται χολῆς, ἢ γαστήρ που κατέῤῥηξε καὶ οὔρησε χολώδη. νυνὶ μὲν γὰρ καὶ ὁ τυχὼν γνωρίσειε τὸν ἀκριβῆ τριταῖον. ἀνέρχεται μὲν γὰρ ἱδρὼς ἀτμώδης τε καὶ θερμὸς, ὥσπερ ἐν βαλανείῳ. ἅπαν δ’ αὐτοῖς ὁμαλῶς ἱδροῖ τὸ σῶμα, καὶ ὁ σφυγμὸς οἷος ὁ τῶν ἀκριβῶς ὑγιαινόντων ἐν γυμνασίοις τε καὶ λουτροῖς, ταχὺς καὶ μέγας καὶ σφοδρὸς καὶ πυκνός. ἦν δὲ δήπουθεν εὐθὺς ἐξ ἀρχῆς ἤδη καὶ ὁμαλός. ἐπὶ τούτοις ἅπασιν εἰς ἀπυρεξίαν παύεται τὸν σύμπαντα χρόνον τοῦ παροξυσμοῦ, ποιησάμενος ὡρῶν οὐ πλειόνων δώδεκα. πλεῖστος γὰρ οὗτος ὁ χρόνος ἐν τριταίοις γνησίοις· ὡς τὰ πολλὰ δὲ ποτὲ μὲν ἑπτὰ πασῶν ὡρῶν ὁ παροξυσμὸς αὐτοῖς γίνεται, ποτὲ δ’ ἤτοι πρωϊαίτερον ἢ ὀψιαίτερον οὐ πολλῷ παύεται. τοῦτον μὲν εἰ μήπω γνωρίσαις ἀκριβῇ τριταῖον ὑπάρχειν, ἀλλ’
656
ἔτ’ ἀναμένεις τὴν ληρώδη διάτριτον, οὐκ ἂν οὐδ’ ὄνος ἔτι Θεσσάλειος, ἀλλά τις εἴης λίθος. εἰ δὲ καὶ οὐρήσαντος αὐτοῦ τὸ οὖρον ὑπόπυῤῥόν τε καὶ ὑπόξανθον εἴη καὶ συμμέτρως παχύ, καὶ μικρὸν ὕστερον ἢ νεφέλην λευκὴν ἢ ἐναιώρημα χρηστὸν ἐργάζοιτο, νῦν μὲν ἂν οὐκέτ’ οὐδὲ λίθος ἁπλῶς, ἀλλὰ μυλίας τις ἂν εἴης λίθος, εἰ μήπω γνωρίζεις, ὅτι καὶ τριταῖος οὗτος ὁ πυρετός ἐστι καὶ ἀκριβὴς τριταῖος, καὶ τὴν τετάρτην οὐχ ὑπερβαίνοι περίοδον. πυῤῥοτέρων δὲ τῶν οὔρων ὄντων, καὶ μήτ’ ἐναιωρήματος μηδενὸς μήτε νεφέλης ἐν τῇ πρώτῃ περιόδῳ φανείσης, εἰς τὰς ἑπτὰ περιόδους ἐκταθήσεται. πάντων δ’ ἁπλούστατός ἐστι τριταίων πυρετῶν, ὃς ἂν ἅπανθ’ ὅσα περ εἶπον ἔμπροσθεν, ἀκριβῶς εἶναι τριταίου γνωρίσματα προσδείξας, ὑπόστασιν ἐν τοῖς οὔροις λευκὴν καὶ λείαν καὶ ὁμαλὴν ποιήσεται κατὰ τὴν πρώτην ἡμέραν. οὐ γὰρ ὑπερβήσεται τὴν τρίτην οὗτος περίοδον. ἄγε οὖν ἐπειδὴ πάντ’ εἴρηται τὰ τοῦ γνησίου τριταίου γνωρίσματα, καθάπερ τινὰ γενεαλογίαν αὐτοῦ διὰ κεφαλαίων ποιησάμενοι μεταβῶμεν οὕτως ἐφ’ ἕτερον. ὁ μὲν παροξυσμὸς εἰσβάλλει μετὰ
657
ῥίγους σφοδροῦ, τοὺς σφυγμοὺς οἵους εἴρηκα ποιούμενος. ἔπειτ’ ὀλίγον ὕστερον αὔξεταί τε καὶ πρὸς τὴν ἀκμὴν ἐπείγεται σὺν οἷς εἴρηται πᾶσιν. εἶτα λύεται καθ’ ὃν εἴρηται τρόπον. ἡ γένεσις δὲ αὐτοῦ καταστάσεως μὲν αὐχμηρᾶς καὶ θερμῆς δεῖται, καὶ τὸ σύμπαν φάναι, θερινῆς ὥρας, ἡλικίας δ’ ἀκμαστικῆς καὶ χολώδους φύσεως, ἐν πόνοις καὶ φροντίσι καὶ ἀγρυπνίαις καὶ τροφῶν ἐνδείαις γεγενημένης. καὶ εἰ βούλει πρόσθες τούτοις διὰ τοὺς λιθίνους τούτους μεθοδικοὺς, ὅπερ εἴωθέ που καὶ ὁ Ἀρχιγένης προσγράφειν. ἔστω δὲ δή που καὶ ἡ παροῦσα κατάστασις ἐπιδημίαν ἐνηνοχυῖα τριταίων, ἵνα τοῖς τεχνικοῖς γνωρίσμασι καὶ τὸν ἰδιωτικὸν μὲν, ἀληθῆ δὲ στοχασμὸν προσθεὶς, αὐξήσῃς τὸ πιστὸν τῆς προγνώσεως. ὦ πρὸς τῶν θεῶν οὔπω τοῦτον ἐροῦμεν εἶναι τριταῖον, ἀλλὰ τὴν τῶν ἐριουργῶν ἀναμενοῦμεν διάτριτον, ἣν ἐν τῇ γυναικωνίτιδι τρεφόμενος ὁ ληρώδης Θεσσαλὸς ὑπὸ πατρὶ μοχθηρῶς ἔρια ξαίνοντι, κακῶς ἐτόλμα λέγειν Ἱπποκράτην τε καὶ τοὺς ἄλλους παλαιούς; ὁ τὰ τῆς ἰατρικῆς ἅπαντα θεωρήματα καταλαζονευσάμενος ἑστῶτα ὑπάρχοντα καὶ βέβαια,
658
τριταῖον εἰσβάλλοντα πυρετὸν οὐχ οἷός ἐστι γνωρίζειν, ἀλλ’ ἀναμένει τὴν διάτριτον. τοῦτο γάρ τοι θαυμαστόν ἐστιν. ὅσα μὲν οὐκ ἦν βέβαια, ταῦτα εἶπεν εἶναι βέβαια, σύμπαντα δὲ ἠγνόησε τὰ κατὰ τὴν ἀλήθειαν βέβαια. ταύτης μὲν δὴ τῆς γραὸς οὐδὲ μεμνῆσθαι προσήκει.

Τοῦ δ’ ἀκριβοῦς τριταίου ἤδη γνωρισθέντος, ἐπὶ τὸν ἀκριβῆ τεταρταῖον μετιέναι ἤδη καιρὸς, οὗ τὴν μὲν ἀρχὴν ὁποία τίς ἐστιν, ἤδη προειρήκαμεν, ὡς οὐδὲν ὅμοιον ἔχουσαν τῇ τριταϊκῇ περιόδῳ, κατά τε τὸ ῥίγος καὶ τοὺς σφυγμούς. τὰ δ’ ἐφεξῆς ἤδη λέγωμεν. καίτοι τό γε τῶν ἐν τοῖς παροξυσμοῖς σφυγμῶν ἔμπροσθεν εἰρημένων ὑπομνῆσαι καὶ νῦν εὔλογον. εἰ γὰρ εἰδείης τοῦ νοσοῦντος τὸν κατὰ φύσιν σφυγμὸν, ἢ εἰ καὶ καθ’ ἑτέραν αὐτοῦ νόσον, ἐν ἀρχῇ παροξυσμοῦ παραγεγονὼς εἴης, μηκέτ’ ἄλλο μηδὲν ἀναμείνῃς εἰς ἀπόφασιν τοῦ τεταρταῖον εἶναι τὸν εἰσβάλλοντα πυρετόν. ἐξαίσιος γάρ τις ἡ εἰς ἀραιότητά τε καὶ βραδύτητα τροπὴ γίνεται. καὶ ἔγωγε τῶν ἐμαυτοῦ συνήθων τινὰς, ὧν ἀκριβῶς εἶδον τοὺς σφυγμοὺς εἰσβάλλοντος τοῦ παροξυσμοῦ θεασάμενος,

659
ἀπεφῃνάμην ὡς οὐκ ἐνδέχεται τὴν ἀρχὴν ταύτην ἄλλου τινὸς ὑπάρχειν, ἢ τεταρταίου πυρετοῦ, καὶ οὕτως ἀπέβη. σὺ δ’ εἰ τῆς περὶ τοὺς σφυγμοὺς τέχνης ἀπειροτέρως ἔχεις, εἶθ’ ἡ μὲν ἀραιότης αὐτῶν καὶ βραδύτης κινήσειέ σε, ἀσφαλέστερον δ’ ἔτι καὶ ἀκριβέστερον διορίσασθαι βούλοιο, τῶν Ἱπποκράτους ἀναμιμνήσκου κἀνταῦθα παραγγελμάτων. ὡς γὰρ ἐν θέρει τριταίους πυρετοὺς πλεονάζειν, οὕτως ἐν φθινοπώρῳ τεταρταίους ἔφησε. ἐπίσκεψαι δὲ πρῶτον μὲν αὐτὸ τοῦτο, εἰ ξηρὸν καὶ ψυχρὸν καὶ ἀνώμαλον ἐν τῇ κράσει τὸ φθινόπωρον ἐγένετο, καὶ μᾶλλον ἔλπιζε τεταρταίας περιόδους ἐν αὐτῷ συστήσασθαι πολλάς. εἶθ’ ἑξῆς, εἰ καὶ τὸ χωρίον αὐτὸ τοιούτων πυρετῶν εὔφορον ᾖ, καὶ ἡ φύσις τοῦ κάμνοντος μελαγχολικωτέρα. καὶ τὰ τῆς προγεγενημένης διαίτης, οἷα μέλαιναν ἀθροῖσαι χολήν. καὶ εἴ τις ἐπιδημία νῦν ἐστι τεταρταίων πυρετῶν. ἐπισφραγίζου δὲ ταῦτα τοῖς ἐφεξῆς εἰρησομένοις· εἰ καὶ ὑπόσπληνος ὁ ἄνθρωπος ᾖ, ἢ εἰ ἐκ πεπλανημένων πυρετῶν, ἢ εἰ καὶ τὰ τῆς ἀναβάσεως καὶ τὰ τῆς ἀκμῆς, ἐναντιώτατα τοῖς τριταίοις εἴη πυρετοῖς, κατά τε τὰς τοῦ 
660
θερμοῦ κινήσεις, καὶ κατὰ τὰς τῶν σφυγμῶν, καὶ ἐπὶ τούτοις ἅπασιν εἰ λεπτὰ καὶ λευκὰ καὶ ὑδατώδη τὰ οὖρα, παντάπασι γὰρ ταῦτά γε τοῖς τῶν τριταίων ἐναντιώτατα. τριταῖον μὲν δὴ τεταρταίου κατὰ τὴν πρώτην εὐθὺς ἡμέραν ὁ μὴ δυνάμενος διακρίνειν, οὐδ’ ἰατρὸς ὅλως ἐστί.

Ἀμφημερινὸν δὲ τριταίου μὲν ἑτοιμότερον διορίζειν, οὔτε γὰρ μετὰ ῥίγους εἰσβάλλει κατὰ τὴν πρώτην ἡμέραν εὐθὺς, ἀλλὰ καὶ προϊόντος τοῦ χρόνου περίψυξις αὐτοῖς μᾶλλον, ἢ ῥίγος γίνεται, καὶ σαφὴς ἀταξία τε καὶ ἀνωμαλία συνεδρεύει τοῖς σφυγμοῖς, κατὰ τὴν ἀρχὴν τῶν παροξυσμῶν. ἴσμεν δὲ ὅτι κἀν ταῖς ἀναβάσεσι τὸ ταχὺ τῆς κινήσεως καὶ τὸ μέγα καὶ τὸ σφοδρὸν, ὅπερ τοῖς τριταίοις ὑπῆρχε σαφέστατον, οὐχ ὑπάρχει τοῖς ἀμφημερινοῖς. οὐ μὴν οὐδὲ διακαίουσι τοὺς κάμνοντας, οὐδὲ γυμνοῦσθαί τε καὶ τὴν ἐσθῆτα ῥίπτειν ἀφ’ ἑαυτῶν ἀναγκάζουσιν, οὐδὲ πολὺ καὶ πυκνὸν ἀναπνεῖν, οὐδ’ ἐκφυσᾷν, οἷον φλόγα τινὰ, καὶ πιεῖν αἰτεῖν ψυχρὸν, ἀλλ’ ἥκιστα πυρέττοντες οὗτοι διψώδεις εἰσί. καὶ οὖρον αὐτοῖς ἐν τῇ πρώτῃ τῶν ἡμερῶν, οἷον τοῖς

661
τεταρταίοις ἀρχομένοις, καὶ ἱδροῦσιν ἥκιστα περὶ τὰς πρώτας ἡμέρας. ἐπὶ μέν γε τῷ χρόνῳ προϊόντι καὶ τοῦτ’ αὐτοῖς προσγίνεται. τριταίου μὲν δὴ σαφῶς διενήνοχεν, ὡς ὅμοιον ἔχειν μηδέν. ἐγγυτέρω δ’ ἐστὶ τεταρταίου, διαφέρει γε μὴν καὶ τούτου σαφῶς. πρώτως μὲν καὶ μάλιστα τοῖς σφυγμοῖς οὓς ἐπὶ συνήθων ἀῤῥώστων ἀκριβῶς ἄν τις φωράσειεν. ἤδη δὲ καὶ τῷ ῥίγει καὶ τοῖς ἄλλοις ἅπασι τοῖς ἔξωθεν ἐφ’ οἷς γίνεται. καὶ φύσεως ὑγροτέρας δεῖται καὶ βίων ἀργοτέρων τε καὶ μετὰ πλησμονῶν. οὗτός γ’ οὖν καὶ παιδίοις μάλιστα πλεονάζει, καὶ σπάνιον εἰ μὴ καὶ στόμα τῆς γαστρὸς, ἢ καὶ τὸ ἧπαρ αὐτοῖς ἐπόνησεν. ἀτὰρ οὖν καὶ ἀπεψίαι προηγοῦνται πολλαὶ καὶ βραδυπεψίαι καὶ ὀξυρεγμίαι καὶ πυρέττειν ἀρχομένων, ὑποχόνδριον μὲν ἐν ὄγκῳ μείζονι τοῦ κατὰ φύσιν ἐξ ἅπαντος, ὡς τὰ πολλὰ δὲ καὶ διαπεφυσημένον τε καὶ περιτεταμένον, ὠχρόλευκός τε τούτοις ἡ χροιὰ, κἂν ὁ παροξυσμὸς ἀκμάσῃ. καὶ ὁ χειμὼν εὔφορος τοιούτων νοσημάτων. καὶ κατάστασις ὑγρὰ καὶ χωρίον τοιοῦτον. καὶ ἡ ἀρχὴ τῶν παροξυσμῶν εἰς
662
ἑσπέραν. οὕτω μὲν ἀμφημερινὸς καὶ τριταῖος καὶ τεταρταῖος ἀλλήλων διορίζονται κατὰ τὴν πρώτην ἡμέραν.

Τοὺς δὲ συνεχεῖς μὲν, ὁμογενεῖς δὲ τοῖς προειρημένοις πυρετοῖς, γεγυμνασμένος μέν τις οὐκ ἂν οὐδ’ ἐν τῇ πρώτῃ τῶν ἡμερῶν γνωρίζειν τε καὶ διακρίνειν ἀλλήλων ἀδυνατήσειεν. ἐπὶ δ’ οὖν τῆς δευτέρας, εἰ προσέχοι τὸν νοῦν, κἂν ἀγύμναστος εἴη. καλῶ δὲ ὁμογενεῖς πυρετοὺς συνεχεῖς ἑκάστῳ τῶν διαλειπόντων, τριταίῳ μὲν ἀκριβεῖ, τὸν ἀκριβῆ καῦσον, ἀμφημερινῷ δὲ τὸν καθ’ ἑκάστην ἡμέραν παροξυνόμενον, εἰς ἀπυρεξίαν δὲ μὴ παυόμενον. οὕτω δὲ καὶ τεταρταίῳ, τὸν διὰ τετάρτης. ὅ τε γὰρ ἀκριβὴς καῦσος ἅπαντα τἄλλα φυλάττων ἀκριβῶς τριταίου γνωρίσματα, μόνῳ τῷ μὴ μετὰ ῥίγους εἰσβάλλειν μήτ’ εἰς ἀπυρεξίαν παύεσθαι διενήνοχεν. ὁ δὲ καθ’ ἑκάστην ἡμέραν παροξυνόμενος, ὅταν καὶ ὥραν καὶ κατάστασιν καὶ ἡλικίαν καὶ χώραν καὶ φύσιν σώματος, καὶ τὴν προγεγενημένην δίαιταν, ἔτι τε τὴν τῶν σφυγμῶν ἰδέαν, καὶ τὴν θερμασίαν τὴν αὐτὴν ἔχει τοῖς ἀκριβέσιν

663
ἀμφημερινοῖς, μὴ παύηται δὲ εἰς ἀπυρεξίαν, ὁμογενής ἐστιν αὐτοῖς. κατὰ τὰ αὐτὰ δὲ καὶ ὁ διὰ τετάρτης μὲν παροξυνόμενος, εἰς ἀπυρεξίαν δὲ μὴ παυόμενος, ὁμογενής ἐστι τεταρταίῳ. καὶ δῆλον, ὡς οὔτε ῥίγος αὐτῷ προηγήσεται τῶν παροξυσμῶν, οὔθ’ ἱδρὼς ἕψεται, καθάπερ οὐδὲ ἐν τῷ καύσῳ τούτων οὐδέτερον, οὔτ’ εὐθὺς κατ’ ἀρχὰς οὔτε ἐφεξῆς ἄχρι κρίσεως, οἷόν τε γενέσθαι. τούτους οὖν πρώτους ἀσκησάτω τις γνωρίζειν τε καὶ διακρίνειν ἀλλήλων τοὺς ἁπλούς τε καὶ ἀμίκτους ἑτερογενέσι πυρετοῖς, οὓς δι’ αὐτὸ τοῦτο, γνησίους τε καὶ ἀκριβεῖς, οἱ παλαιοὶ τῶν ἰατρῶν ὀνομάζουσιν. ὁ γὰρ ἐπὶ μόνῃ τῇ ξανθῇ χολῇ πυρετὸς ἀναπτόμενος, ἄνευ σπλάγχνου κακώσεως, εἰ μὲν οὖν ἐν τοῖς ἀγγείοις ἔτι μενούσης τῆς χολῆς ἐξάπτοιτο, καῦσος ἀκριβής ἐστιν, εἰ δὲ πάντη φερομένης, τριταῖος. οὕτω δὲ εἰ καὶ μελαίνης χολῆς ἔγγονος ὁ πυρετὸς ὑπάρχει. κινουμένης μὲν τεταρταῖός ἐστιν, ἡδρασμένης δὲ διὰ τετάρτης. ὥσπερ εἰ καὶ φλέγματος, ἤτοι γε ἀμφημερινὸς ἢ καθ’ ἑκάστην ἡμέραν παροξυνόμενος.
664
οἱ γὰρ εἰς ἀπυρεξίαν λήγοντες πυρετοὶ, τριταῖοί τε καὶ τεταρταῖοι καὶ ἀμφημερινοὶ, τὴν αὐτὴν ὑπόθεσιν ἔχοντες τοῖς εἰρημένοις συνεχέσιν, ἑνὶ μόνῳ τῷ κατὰ τὰς φλέβας, ἢ πάντη φερομένους ἔχειν τοὺς χυμοὺς, διενηνόχασιν. ὅθεν καὶ τἄλλα μὲν αὐτοῖς τὰ αὐτά, τῷ δὲ μετὰ ῥίγους, ἢ μὴ σὺν ῥίγει, καὶ σὺν ἐμέτοις τισὶ καὶ ἱδρῶσι, ἢ ἄνευ τούτων γίνεσθαι διαφέρουσι. συνεχῆ μὲν δὴ πυρετὸν ὀνομάζω, τὸν εἰς ἀπυρεξίαν, πρὶν τελέως λυθῆναι μὴ παυόμενον, κἂν παρακμή τις αἰσθητὴ φαίνηται. ὅταν δὲ μηδὲ παρακμή τις αἰσθητὴ γένηται, διὰ παντὸς δὲ ἀπὸ τῆς πρώτης ἀρχῆς, ἄχρι κρίσεως ὅμοιος διαμένει, τοῦ γένους μέν ἐστιν, καὶ οὗτος τῶν καυσωδῶν πυρετῶν, ὀξύτητι δ’ αὐτῶν διενήνοχεν. ἀλλ’ οὔτε κατὰ τὴν πρώτην ἡμέραν ἢ δευτέραν οἷόν τε προγνῶναι τὸν τοιοῦτον, οὔτ’ ἄλλως χρήσιμον, ἀρκεῖ γὰρ τὸ γένος γνωρίζειν, ὅτι χολώδης τε καὶ περικαὴς καὶ κατοξύς. οὐδὲ γὰρ εἰ σύνοχον ὀνομάζει τις αὐτὸν, ὥσπερ ἔνιοι τῶν ἰατρῶν, ὅλῳ τῷ γένει διοίσει τῶν καυσωδῶν πυρετῶν, ἕνεκά γε τῆς προσηγορίας. ὥσπερ 
665
οὐδ’ ὅτι τρεῖς αὐτοῦ τύπου συνόχου διαφορὰς εἰδότες, ἴδιον ἐφ’ ἑκάστης αὐτῶν ὄνομα φέρουσι· τοὺς μὲν ἐπακμαστικοὺς, τοὺς δὲ ὁμοτόνους, τοὺς δὲ ἀκμαστικοὺς, τοὺς δὲ παρακμαστικοὺς ὀνομάζοντες ἤδη, διὰ τοῦτο κατὰ γένος αὐτοῖς ἡγητέον εἶναί τινα διαφοράν. ὅθεν οὐδ’ εἰς τὴν παροῦσαν πραγματείαν ἡ διάγνωσις αὐτῶν, μέγα τι συντελεῖ. πάντες γὰρ οὗτοι, κατὰ τὴν πρώτην ἑβδομάδα κρίνονται. τούτου δὲ εἰς παρόντα χρεία, τοῦ λαβεῖν τινα τῆς ὅλης τοῦ νοσήματος καταστάσεώς τε καὶ κρίσεως, ἐν ταῖς πρώταις ἡμέραις ἐπίγνωσιν. εἰ μὲν γὰρ ἀκριβὴς τριταῖός ἐστιν, ἐντὸς τῶν ἑπτὰ περιόδων· εἰ δ’ ἀκριβὴς καῦσος, ἐντὸς τῆς πρώτης ἑβδομάδος ἐξ ἀνάγκης κριθήσεται. χρονιοῦσι δὲ πάντως ὅ τ’ ἀμφημερινὸς, καὶ ὁ παρακείμενος αὐτῷ συνεχής. ὥσπερ καὶ ὁ τεταρταῖός τε καὶ ὁ διὰ τετάρτης. ὥστε τρία μέν ἐστι τὰ σύμπαντα γένη τῶν ἁπλῶν πυρετῶν, ἕκαστον δ’ αὐτῶν εἰς δύο τὰς πρώτας τμηθήσεται διαφοράς· ἢ γὰρ συνεχεῖς, ἢ διαλείποντες ἔσονται. καὶ γνωρισθήσονται κατὰ τὴν πρώτην ἡμέραν. οἱ μὲν εὐθὺς εἰσβαλλόντων τῶν παροξυσμῶν, οἱ δ’
666
ἀναβαινόντων, οἱ δ’ ἀκμαζόντων, οἱ δ’ ἐν ταῖς πρώταις παρακμαῖς, ἢ τοῖς ἀπυρέτοις διαλείμμασι.

Συνθέτου μέντοι τοῦ νοσήματος ὑπάρχοντος, οὐκέθ’ ὁμοίως εὐπετὴς ἡ διάγνωσις, ἀλλ’ ἐνταῦθα δεῖ μάλιστα συνέσεώς τε καὶ γυμνασίας. σύνεσιν μὲν οὖν οἴκοθεν ἕκαστος ἐκ τῆς ἑαυτοῦ φύσεως ἢ κεκτημένος ἢ μὴ κεκτημένος ἀφίξεται. γυμνασίας δὲ τῆς νῦν εἰρησομένης, οὐκ ἂν ἐξεύροι βελτίονα. χρὴ γὰρ δή που γνωρίζειν αὐτὸν ἀσκῆσαι ῥᾳδίως ἁπλοῦν εἶδος πυρετοῦ, κἄπειθ’ οὕτως μεταβαίνειν ἐπὶ τὰ σύνθετα. διχῶς δ’ ἂν γίνοιτο σύνθετον εἶδος πυρετοῦ κατὰ τήν γε πρώτην τομὴν ἢ τῷ τοὺς εἰρημένους ἀλλήλοις μίγνυσθαι, χωρὶς τόπου πεπονθότος, ἢ τῷ μόριόν τι φλεγμαῖνον ἀνάπτειν αὐτούς. ἑκάτερα δὲ τῶν εἰρημένων διαφορῶν, ἑτέραν αὖθις ἐγχωρεῖ τομὴν ἐπιδέξεσθαι. οἵ τε γὰρ ἄνευ μορίου πεπονθότος συνιστάμενοι, διχῶς μίγνυνται, ποτὲ μὲν ἐπιπλεκόμενοι, ποτὲ δὲ ὡς ἂν εἴποι τις, δι’ ὅλου κεραννύμενοι, οὕτω τοι καὶ τὰ φλεγμαίνοντα μέρη, καὶ γὰρ καὶ τούτων τὰ

667
μὲν οἷον ἐπιπλέκεται μόνον, τὰ δὲ οἷον κρᾶσίν τινα τῶν διαθέσεων ἴσχει. τὴν οὖν ἐπιπλοκὴν ἀσκῆσαι χρῆ πρῶτον γνωρίζειν. εἶθ’ οὕτως τὴν κρᾶσιν ἀρξαμένους ἀπὸ τῶν πυρετῶν. ἐπιπλέκονται δ’ οἱ πυρετοὶ πολλάκις μὲν ὁμογενεῖς ὁμογενέσι, ἢ ὁμοειδεῖς ὁμοειδέσιν, ἔστι δ’ ὅτε καὶ διαφέροντες. ἀμφημερινοί τε γὰρ τριταίοις καὶ τούτοις τεταρταῖοι καὶ ἀλλήλων οἱ ὁμοιοειδεῖς ἐπιπλέκονται πολλάκις. ὥστε καὶ τρεῖς ἐνίοτε τεταρταίας περιόδους ὁ αὐτὸς ἄνθρωπος ἴσχει. τούτους μὲν οὖν γνωρίζειν οὐ πάνυ χαλεπόν. ἐνίοτε δὲ τῶν διαλειπόντων τις ἐπιπλέκεται τῷ συνεχεῖ, χαλεπωτάτην τε καὶ δυσθήρατον μίξιν, ὑπὲρ ἧς ἐφεξῆς ἐροῦμεν, ἂν πρότερον ἁπάσας ἐπέλθωμεν ἃς ἐξεθέμεθα διαφοράς. ὁμοίως γὰρ τοῖς πυρετοῖς οἱ πεπονθότες τόποι τὴν μίξιν ἴσχουσιν, ἢ διαφερόντων μορίων, ἴδιον ἑκατέρου πυρετὸν ἐξάπτοντος, οἷον σπληνὸς, εἰ τύχῃ καὶ ἥπατος, ἢ διαθέσεως μικτῆς, οἷον φλεγμονῆς ἐρυσιπελατώδους, ἢ ἐρυσιπέλατος φλεγμονώδους. ἀλλὰ καὶ ταύτας ἁπάσας τὰς μίξεις ἀσκῆσαι χρὴ διαγινώσκειν, ἐπειδὰν
668
ἀκριβῶς τὰς ἁπλῶς αὐτῶν ἰδέας γνωρίζωμεν. ἑτέρα γὰρ ἰδέα περιπνευμονικοῦ καὶ φρενιτικοῦ καὶ πλευριτικοῦ καὶ ἡπατικοῦ πυρετοῦ, κατὰ ταῦτα δὲ καὶ τῶν ἄλλων ἑκάστου τῶν ἐπὶ μορίοις τισὶ φλεγμαίνουσι ἀναπτομένων πυρετῶν. ἕτεραι δ’ αὖ πάλιν ἰδέαι τῶν ἐπὶ τοῖς ἐρυσιπέλασι. καὶ ὅ γε κακοήθης καῦσος, ἢ τοῖς τοῦ πνεύμονος, ἢ τοῖς τοῦ ἥπατος, ἢ τοῖς τῆς γαστρὸς ἐρυσιπέλασιν ἐπιγίνεται. διαιρεῖσθαι δὲ χρὴ καθ’ ἕκαστον ἄῤῥωστον. πρῶτον μὲν εἰ χωρὶς τόπου πεπονθότος ὁ πυρετὸς ἐπὶ χυμοῖς διασαπεῖσιν, ἢ μόνῳ τῷ πνεύματι τραπέντι. δεύτερον δὲ εἰ μόριόν τι πεπονθὸς αἴτιον ὑπάρχει. καὶ τίς ἡ διάθεσις αὐτοῦ. ἐπειδὰν δὲ ταῦτα διαγινώσκειν ἀσκήσῃς, τὰς μίξεις ἁπασῶν αὐτῶν εὑρήσεις.

Ἀρ’ οὖν ἀξιώσεις με νῦν, περί τε τῶν πεπονθότων τόπων, ἢ περὶ τῆς τῶν πυρετῶν ἁπάσης συμπλοκῆς διεξέρχεσθαι; καὶ μὴν αὐτὸς αὖ πάλιν ἐγκαλέσεις τῷ μήκει τῆς πραγματείας. θαυμαστὸν γὰρ δὴ καὶ τοῦτο πεπόνθασιν οἱ πολλοὶ τῶν ἀνθρώπων, ὀλίγα τε μανθάνειν ἀξιοῦντες ἅμα, καὶ μηδὲν παραλείπεσθαι. τά γ’ οὖν Ἀρχιγένους

669
περὶ τῆς τῶν πυρετῶν σημειώσεων δέκα βιβλία μακρὰ φάσκοντες εἶναι, μόνην ἀναγινώσκειν ἐπιχειροῦσι τὴν ἐπιτομὴν, οὐδὲ ταύτην ἅπαντες, ἀλλ’ εἰσὶν οἳ καὶ ταύτης ἔτι βραχύτερόν τι ζητοῦσι. εἰσὶ δὲ οἳ καὶ μέμφονται, διότι βιβλίον ὅλον ἔγραψε περὶ τῆς ἐννοίας τοῦ πυρετοῦ. καὶ τούτῳ μὲν ἐντυχεῖν οὐχ ὑπομένουσιν, οὐδὲ πεισθῆναί τε καὶ μαθεῖν ὅσον Ἐρασίστρατος ἐσφάλη περὶ τῆς ἐννοίας τοῦ πυρετοῦ, κελεύσαντες δέ τι περὶ τῶν πυρετῶν αὐτοῖς ῥηθῆναι, τὴν πρώτην εὐθὺς οὐ συγχωροῦσι διαφοράν, ὡς οἱ μὲν ἐπὶ τόποις πεπονθόσι, οἱ δὲ ἄνευ τούτων συνίστανται. ταὐτὸ δὴ τοῦτο καὶ περὶ κρίσεων πεπόνθασι, ἐγκαλοῦντες μὲν ἐπὶ τοῖς παραλελειμμένοις, μεμφόμενοι δὲ τῷ μήκει τῶν εἰρημένων, καίτοι τοῦ μήκους ᾧ μέμφονται, διττοῦ τὴν φύσιν ὑπάρχοντος, ὡς ἐγὼ νῦν διαιρήσομαι. καὶ ταῦτ’ ἄμφω ψέγουσι καὶ μᾶλλον αὐτῶν ἔτι τὴν βραχυλογίαν, ταύτην μὲν ὡς ἤτοι παραλείπουσάν τινα τῶν ἀναγκαίων, ἢ πάντως γε μὴ σαφῶς ἐκδιδάσκουσαν. τοῦ δὲ μήκους, τοῦ μὲν ἅπαντα ἐκδιδάσκοντος τὰ χρήσιμα, μετὰ τοῦ διαβάλλειν τὰ ψευδῶς τισιν ὑπειλημμένα, λῆρον εἶναί 
670
φασι μακρόν. καὶ τοὺς αὐτὰ μόνα τὰ χρήσιμα ἐκδιδάσκοντας ἐπαινοῦσι. τοῖς δ’ αὖ πάλιν ἐκεῖνα μόνα λέγουσιν ἀντιπροτείνουσι τὰ τῶν ἑτεροδόξων, καὶ μέμφονται τῆς προπετείας, εἰ χωρὶς ἀποδείξεως ἀξιοῦσι ἁπλῶς ἀποφῃνάμενον πιστεύεσθαι. οὐκ ἀνέχονται δὲ οὐδὲ τῶν αὐτὰ τὰ χρήσιμα πλατύτερον ἐκδιδασκόντων. ὥστ’ οὐδὲν θαυμαστὸν εἰ κἀν τοῖς περὶ κρίσεων λόγοις ὁμοίως ἐγκαλέσουσι, τὴν μὲν βραχυλογίαν ψέγοντες, ὡς ἀσαφῆ τε ἅμα καὶ πολλὰ παραλείπουσαν, ἀκούειν δὲ πλειόνων οὐχ ὑπομένοντες, ἔτι τε προσεγκαλοῦντες ἃ μικρὸν πρόσθεν εἴρηται. καὶ γὰρ δὴ καὶ περὶ τόπων πεπονθότων Ἀρχιγένει γέγραπται βιβλία τρία, πάντων τῶν ἔμπροσθεν εἰς τὴν αὐτὴν πραγματείαν γεγραμμένων ἄριστα. ταῦτ’ οὖν ἅπαντα εἰ μεταφέρειν εἰς τόνδε τὸν λόγον ἐπιχειρήσαιμι, καὶ τούτοις ἔτι προσθεῖναι τὰ ὑφ’ ἡμῶν εὑρημένα, μέμψονται τῷ μήκει τῆς πραγματείας. καὶ μὲν δὴ καὶ τὰ περὶ τῆς τῶν πυρετῶν διαφορᾶς, εἰ πάντα κατὰ τόνδε τὸν λόγον ἐπεξίοιμι, πολὺ δὴ μᾶλλον ἔτι μηκύνειν αὐτοῖς δόξω. τὸ μὲν οὖν δύνασθαι διαφυγεῖν ἐπήρειαν γράμμα μηδὲν οὕτως ἦν παλαιὸν,
671
ὥστε καὶ Πλάτων αὐτοῦ μέμνηται. τὸ δ’ οὕτω τούτων ἐχόντων ἐκλέγεσθαι μέσον εἶδος λόγων, ἄριστον εἶναί μοι φαίνεται. τί δὲ τὸ μέσον ἐστὶν, οὗπερ ἐγὼ νῦν ἔχεσθαί μοι δοκῶ. δεικνὺς μὲν ἃ χρὴ γινώσκειν ἐξ ἀνάγκης τὸν μέλλοντα καλῶς προγνώσεσθαι λύσιν νοσήματος, ὁποία τέ τις ἔσοιτο καὶ καθ’ ὅντινα χρόνον. οὐχ ἅπαντα δ’ αὐτὰ νῦν ἐπεξερχόμενος, ἀλλ’ ὅσα ἀσαφῶς εἴρηται τοῖς ἔμπροσθεν ἐξηγούμενος. ὅσα δὲ παραλέλειπται, προστιθείς. τὸ δ’ ἤτοι τὰ καλῶς θ’ ἅμα καὶ σαφῶς εἰρημένα μεταγράφειν, ἢ τοῖς ψευδῶς εἰρημένοις ἀντιλέγειν, ὡς εἰς μακρολογίαν ἀπάγον, ἐφυλαξάμην. ἐπεὶ τοίνυν ἀποδέδεικται μὲν ἐν τῷ πρώτῳ λόγῳ τῶν Ἱπποκράτους ἀφορισμῶν ἡμῶν ἐξηγουμένων, ὡς καὶ ἐξ αὐτῆς τοῦ νοσήματος τῆς φύσεως, οὐ σμικρὰν πρόγνωσιν ἔνεστιν λαβεῖν εἰς τὰ μέλλοντα, θαυμαστὸν εἶναι δοκεῖ τοῖς πολλοῖς, εἰ καὶ κατὰ τὴν πρώτην ἡμέραν εἴσεταί τις τῆς νόσου τὴν ἰδέαν, ἐπειράθημεν ἐπιδεῖξαι θαυμαστὸν μὲν ἴσως ὑπάρχον, οὐ μὴν καὶ ἀδύνατόν γε. καὶ τὴν ὁδὸν, ᾗ χρὴ τοῦτο
672
ποιεῖν ἐδιδάξαμεν· ἐνταῦθα ἐπισχεῖν ἔδοξέ μοι τὸ μῆκος τοῦ λόγου, καὶ γυμνάσασθαι κελεῦσαι τὸν ἀκριβῶς ἐκμαθεῖν τὰ τοιαῦτα προῃρημένον ἐν τοῖς Ἀρχιγένους ὑπομνήμασι περί τε τόπων πεπονθότων, καὶ μέντοι καὶ περὶ πυρετῶν σημειώσεως, ἔτι τε πρὸς τούτοις περὶ τύπων. ἴσως μὲν γὰρ καὶ ἡμεῖς εἰς τοὺς αὐτούς ποτε τύπους γράψομεν, ἵνα τά τε προσεξευρημένα διέλθωμεν, ἀφέλωμέν τέ τινα τῶν ὑπ’ Ἀρχιγένους οὐκ ὀρθῶς εἰρημένων, ἅπαντά τε σαφῶς ἑρμηνεύσωμεν. ἀλλ’ ἔν γε τῶ παρόντι δι’ ἐκείνων ἀσκεῖσθαι προσήκει.

Πάλιν οὖν ἀναλαβόντες ὅσον ἐστὶν οἰκεῖον τῆσδε τῆς πραγματείας, ἐπέλθωμεν. οἰκεῖον δ’ ἐστὶν, ὁδὸν τῆς ἀσκήσεως δοῦναι περὶ τῶν συνθέτων νοσημάτων τοιαύτην, οἵαν ὀλίγον ἔμπροσθεν ὑπὲρ τῶν ἁπλῶν ἐποιησάμεθα. τοὺς μὲν γὰρ ἀκριβεῖς πυρετοὺς, εἴτε διαλείποντες εἶεν εἴτε συνεχεῖς, εὐθὺς κατ’ ἀρχὰς ἔνεστι γνωρίζειν. ὅσοι δ’ ἐπιμιξίαις ἑτέρων ποικίλλονται καὶ νοθεύονται, χαλεπὸν μὲν ἐν τῇ πρώτῃ τῶν ἡμερῶν, οὐ μὴν ἀδύνατόν γε διαγινώσκειν ἐστὶ,

673
τοὺς πλείστους μέντοι κατὰ τὴν δευτέραν, ἢ πάντως γε τὴν τετάρτην ἀκριβῶς ἐξευρεῖν ἐγχωρεῖ. οὐδὲν γάρ ἐστιν οὔτε γένος οὔτ’ εἶδος νοσήματος, ὃ μὴ περὶ τὴν τρίτην ἡμέραν, ἢ τὴν τετάρτην ἐναργῶς ἔσται δῆλον ἧς τινος ἔχεται φύσεως. εἰσβαλλέτω γάρ τις πυρετὸς φρικώδης τε ἅμα καὶ παντοίως ἀνώμαλος ἔν τε τοῖς σφυγμοῖς καὶ τῇ καθ’ ὅλον τὸ σῶμα θερμασίᾳ, ὡς πολλάκις ἐγγὺς ἀκμῆς εἶναι νομιζόμενος, ἢ καὶ τὰ μέσα τῆς ἀναβάσεως ἐπέχειν. αὖθις δ’ ἐπιγίνεσθαι φρικώδης καὶ τοὺς σφυγμοὺς μικροτέρους τε καὶ ἀμυδροτέρους καὶ βραδυτέρους καὶ ἀραιοτέρους ἔχειν. καὶ τὴν θερμασίαν ἀποχωροῦσαν μὲν τῶν ἄκρων, πλεονάζουσαν δὲ κατὰ τὴν γαστέρα τε καὶ τὸν θώρακα, τοῦτον οὐκ ἄν τις ἀλόγως ἐλπίσειεν ἡμιτριταῖον ἔσεσθαι. μᾶλλον δ’ ὑπάρχειν μὲν ἤδη, γνωρισθήσεται δὲ τοῖς πολλοῖς ἐπὶ τῆς τρίτης ἡμέρας. ἀλλ’ οὗτος μὲν μικτός ἐστιν ἔκ τε τοῦ χολώδους καὶ τοῦ φλεγματώδους πυρετῶν, τῶν ὀλίγον ἔμπροσθεν εἰρημένων, οὐκ ἐπιπλεκομένων ἀλλήλοις, ἀλλὰ διόλου κεραννυμένων. ὁ δ’ ἐξ ἐπιπλοκῆς αὐτῶν τετραχῶς γίνεται, ἢ τριταίου
674
καὶ ἀμφημερινοῦ μιχθέντων, ἢ τοῦ καθ’ ἡμέραν παροξύνοντος συνεχοῦς τῷ διὰ τρίτης, ἢ τριταίου τῷ καθ’ ἑκάστην ἡμέραν παροξυνομένῳ συνεχεῖ, ἢ ἀμφημερινοῦ τῷ διὰ τρίτης συνεχεῖ. τούτων οὐδεμία τῶν μίξεων ἀκριβῶς ἐπὶ τῆς πρώτης ἡμέρας διαγινώσκεται. τῆς μέντοι δευτέρας ἐπιστάσης οὐδὲν ἔτι χαλεπὸν γνωρίσαι. πολὺ δὲ μᾶλλον ἔτι κατὰ τὴν τρίτην, καὶ σπάνιον εἴποτε τῆς τετάρτης δεήσει. γιγνέσθω γὰρ, εἰ οὕτως ἔτυχεν, ἐν μὲν τῇ πρώτῃ τῶν ἡμερῶν ὁ παροξυσμὸς σὺν ῥίγει· κᾄπειτα θερμός τε καὶ περικαὴς ὁ πυρετὸς ἐξαφθεὶς ἀσώδης τε καὶ διψώδης ἔστω, καὶ ταχέως ἐπὶ τὴν ἀκμὴν ἀφικέσθω τοὺς σφυγμοὺς ὁμαλούς τε ἔχων καὶ μεγάλους καὶ σφοδροὺς καὶ πυκνοὺς καὶ ταχεῖς. ἔστω δ’ ὁμοίως τοῖς σφυγμοῖς καὶ τὰ τῆς θερμασίας ὁμαλὰ παντοίως. εἶτα σὺν ἐμέτῳ καὶ ἱδρῶτι παυέσθω, καί τις αὐτὸν ἀπυρεξία διαδεχέσθω· πρόδηλον ὡς τριταίας οἰκεῖός ἐστιν ὁ τοιοῦτος παροξυσμὸς περιόδου. γινέσθω δὲ κατὰ τὴν δευτέραν ἡμέραν ὁ τῆς ἀμφημερινῆς, οὐ γὰρ ἀναγκαῖον ὑπὲρ τῶν αὐτῶν λέγειν μυριάκις, ἐνταῦθα χρὴ προσέχειν τὸν νοῦν ταῖς ὥραις τῶν 
675
παροξυσμῶν, ἵνα προγνῷς τι περὶ τῆς τρίτης ἡμέρας. εἰ μὲν γὰρ ὁ τῆς τριταίας, εἰ τύχοι, πυρετὸς περὶ τὴν πρώτην ὥραν μέλλει γίνεσθαι, περὶ δὲ τὴν ἑνδεκάτην ὁ τῆς ἀμφημερινῆς, οὕτω μὲν ἑκατέρων ἔσονται σαφεῖς αἱ ἀρχαὶ, καὶ μᾶλλον εἰ ἐπὶ πλέον ἔτι διεστήκοιεν ἀλλήλων. εἰ δ’ ἀμφότεροι περὶ τὴν αὐτὴν ὥραν εἰσβάλλοιεν, ἐπίμικτον ἔσται πάντως τὸ εἶδος τοῦ παροξυσμοῦ, καὶ τῷ δυναμένῳ συνορᾷν οἷον κέρασμά τι φαίνεται γινόμενον ἀμφημερινῆς τε καὶ τριταίης περιόδου. διακρίνει δ’ αὐτοὺς ἐναργῶς ἡ τετάρτη τῶν ἡμερῶν, ὄντας ἤδη τῷ τεχνίτῃ κᾀπὶ τῆς δευτέρας γνωρίμους. ἔτι δὲ δυσφωροτέρα γίνεται ἡ τῶν διαλειπόντων μίξις τοῖς συνεχέσιν, ὥστε καὶ πολλοῖς ὅλως ἀδύνατος ἔδοξεν ὑπάρχειν. ἅμα τε γὰρ εἰς ἀπυρεξίαν παύεσθαι τὸν αὐτὸν ἄνθρωπον καὶ μηδ’ ὅλως ἀπύρετον γίγνεσθαι συμβαίνει ἐκ τῆς τοιαύτης μίξεως, ὅπερ εἶναι πάντων ἀδυνατώτερον. ἀλλ’ εἴ τις κᾀνταῦθα δύναται διαγινώσκειν ἀκριβῶς ἑκατέρου τῶν πυρετῶν τὴν φύσιν, εἴσεται σαφῶς ὡς οὐδὲ ἡ τοιαύτη μίξις ἀδύνατος. ἔναγχος οὖν τι γύναιον ἐν μὲν ταῖς ἀρτίαις φρικώδη
676
παροξυσμὸν εἶχεν ἀκριβῶς ἡμιτριταϊκὸν, ἐν δὲ ταῖς περιτταῖς ἕωθεν μέν τινα τοῦ προγεγονότος πολύ τι μικρότερον, ὡς ἐπιπαροξύνεσθαι δοκεῖν τῇ ἑτέρᾳ τῶν ἡμερῶν τὸν ἡμιτριταϊκὸν, ὅπερ δὴ καὶ συνήθως γίνεται ἐν αὐτῷ. περὶ δὲ τὴν ὀγδόην ὥραν τῆς ἡμέρας ἕτερος εἰσέβαλλε μετὰ ῥίγους σφοδροῦ παροξυσμὸς, ἀκριβῶς ἅπαντα τριταίου πυρετοῦ φέρων τὰ γνωρίσματα. θραυόμενος δ’ οὗτος ὥρας που νυκτὸς τρίτης, ἱδρῶτί τε καὶ χολῆς ἐμέτῳ, παρέτεινεν εἰς τὴν τῆς ἀρτίου δευτέραν ὥραν. ἤδη δὲ αὐτὸν ἐγγὺς ἀπυρεξίας ἥκοντα, διεδέχετο πάλιν ὁ φρικώδης τε καὶ ἀνώμαλος ἐκεῖνος παροξυσμὸς, ὃν ἐν ταῖς ἀρτίαις ἔφαμεν γίνεσθαι. κἄπειτα δι’ ὅλην τὴν ἡμέραν κακοήθως ὑποστενόμενός τε καὶ αὖθις ἐπιτιθέμενος, μόλις που τὴν ἀκμὴν ἀπελάμβανεν ἡλίου δύνοντος. ἤρχετο δὲ παρακμάζειν ὥρας που τετάρτης τῆς νυκτὸς, εἶθ’ ἕωθεν πάλιν ἐπὶ δαψιλεῖ λειψάνῳ παραύξησις οὐ λίαν ἀνώμαλος ἕως τῆς ὀγδόης ὥρας ἐπετείνετο, κᾄπειτα δοκοῦντα σαφῶς ἀκμάζειν ἤδη τὸν πυρετὸν τοῦτον ἕτερος ἐξεδέχετο παροξυσμὸς ἀκριβῶς τριταϊκός. τοῦτον ἡμεῖς τὸν πυρετὸν εὐθὺς μὲν κᾀν τῇ
677
δευτέρᾳ τῶν ἡμερῶν ἐξ ἐπιπλοκῆς ἡμιτριταίου τε καὶ τριταίου διέγνωμεν γεγονέναι. πολὺ δ’ ἔτι πιστοτέραν ἡ τρίτη τὴν διάγνωσιν παρέσχεν, ἠλπίσαμέν τε τὴν μὲν ἑτέραν περίοδον τὴν τοῦ τριταίου παύεσθαι ταχέως, τὴν δὲ ἑτέραν μηκύνειν, καὶ οὕτως ἀπέβη, καὶ τότε σαφῶς ὤφθη κατὰ τὸ ὑπόλοιπον μέρος τῆς νόσου μόνος ἡμιτριταῖος ὢν, ἀρχὴν μὲν τῆς ὅλης περιόδου τὴν ἀρτίαν ἡμέραν ποιούμενος, ἐπιπαροξυνόμενος δὲ τῇ περιττῇ. τὰς μὲν δὴ τοιαύτας μίξεις οὐ τοῦ τυχόντος γνωρίζειν. εἰ δέ τις πυρετὸς ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ἀκριβῶς ὀφθεὶς τριταῖος, εἶτ’ ἐν τῇ δευτέρᾳ πάλιν ἕτερον ὅμοιον ἀκριβῶς τῷ πρόσθεν ἐποιήσατο παροξυσμὸν, εὐφωρότατος ὁ τοιοῦτός ἐστιν, διπλοῦς ὑπάρχων τριταῖος. οὕτω δὲ καὶ δύο καὶ τρεῖς ἐπιπλέκονται ἀλλήλοις τεταρταῖοι τὰ πολλὰ, οὓς ἡ τῶν παροξυσμῶν ἰδέα διακρίνει τῶν ἀμφημερινῶν. οὐ γὰρ τὸ καθ’ ἑκάστην ἡμέραν παροξύνεσθαι γνώρισμα βέβαιον ἀμφημερινῶν, ἀλλ’ ἡ τοῦ πυρετοῦ τε καὶ ἡ τῶν συμπτωμάτων ἰδέα διακρίνει τὸν ἀμφημερινόν. χρὴ τοίνυν ἐν ἅπαντι πράγματι τεχνωθῆναι πρῶτον, ὥσπερ τις
678
ὠνόμαζε τῶν ἡμετέρων διδασκάλων, εἶθ’ οὕτως ἐπιχειρεῖν τοῖς ἔργοις. τὸ τεχνωθῆναι δ’ ἐστὶ τὸ γνῶναι τῆς ὑποβεβλημένης τῇ τέχνῃ συμπάσης ὕλης πρῶτον μὲν καὶ μάλιστα τὰς ἁπλᾶς δυνάμεις, εἶθ’ ἑξῆς τὰς μίξεις αὐτῶν, ὁπόσαι τέ τινές εἰσι καὶ ὁποῖαι. καὶ γὰρ δὴ καὶ περὶ φαρμάκων συνθέσεώς τε καὶ χρήσεως ἡ αὐτὴ μέθοδος, ὡς ἐν τοῖς περὶ αὐτῶν ὑπομνήμασιν ἐπιδέδεικται. διττῆς δὲ ὕλης οὔσης τοῖς ἰατροῖς, ἑτέρας μὲν ἐφ’ ᾗ, ἢ ἐν ᾗ γίνεται τὸ τέλος, ὅπερ ἐστὶν αὐτὰ τὰ τῶν ἀνθρώπων σώματα, δευτέρας δὲ τῆς τῶν βοηθημάτων, ὑφ’ ὧν, ἢ δι’ ὧν γίνεται τὸ τέλος, ἡ μὲν περὶ τῶν φαρμάκων πραγματεία τῆς δευτέρας ὕλης ἐστὶν, ἡ δὲ νῦν ἐνεστῶσα τῆς πρώτης. χρὴ γὰρ νῦν ἐκμαθεῖν ἐν τοῖς περὶ πυρετῶν λόγοις ὡς τρία τὰ σύμπαντά ἐστι γένη τῶν ἐπὶ χυμοῖς σηπομένοις ἀναπτομένων πυρετῶν. ἔνιοι μὲν γὰρ ἐπὶ τῇ ξανθῇ χολῇ καὶ πλεῖστοί γ’ ἐπὶ τῷ φλέγματι συνίστανται. λόγος δ’ οὗτος οὐ σμικρός ἐστιν, ὅ τι ποτὲ πασχόντων τῶν εἰρημένων χυμῶν ἀνάπτεται πυρετός. οὐ γὰρ δὴ κατὰ τὴν φύσιν
679
ἐχόντων, ἀλλ’ ἐν τούτῳ γε τῷ λόγῳ καὶ ὡς οὐδέν ἐστι θαυμαστὸν ἐκ ψυχρῶν φύσιν χυμῶν διασαπέντων ἐξαφθῆναι πυρετὸν ἐπιδέδεικται, καὶ ὡς ἡ πᾶσα ποικιλία τῶν ἄλλων πυρετῶν ἐκ τῆς τούτων γίνεται μίξεως. ἀλλὰ καὶ οἱ ἐφήμεροι πυρετοὶ καλούμενοι, καὶ πρὸς τούτοις οἱ ἑκτικοὶ προσαγορευόμενοι ἕτερα δύο γένη εἰσὶ, τῶν ὀξέων ὀνομαζομένων πυρετῶν ἀποκεχωρισμένα, καὶ ὡς ὀξὺς πυρετὸς, ἤτοι σηπομένου τῶν εἰρημένων τινὸς χυμῶν, ἢ μορίου φλεγμαίνοντος γίνεται, καὶ ὡς τοῦ φλεγμαίνειν ἀκουστέον ἐστὶν οὐ κατὰ τὴν παλαιὰν συνήθειαν. ἅπαντα δὲ τὰ τοιαῦτα θαυμαστὰ τοῖς πολλοῖς εἶναι δοκεῖ, καθάπερ οὖν καὶ τὸ μικρῷ πρόσθεν ῥηθὲν, εἰ δύναταί ποτε μιχθῆναι διαλείπων συνεχεῖ, οὐδὲν δ’ ἧττον τούτου καὶ τὸ μηδεμιᾶς ἀπυρεξίας γινομένης περὶ τὸν κάμνοντα, μεμίχθαι μόνους τοὺς διαλείποντας πυρετούς. ἀλλὰ καὶ τοῦτ’ ἐπεδείξαμεν ἐναργῶς οὐ τριταίοις μόνον, ἢ ἀμφημερινοῖς, ἀλλὰ καὶ τεταρταίοις συμπίπτειν· ἐπειδὰν γὰρ ἐπιπλακῶσιν ἀλλήλοις πλείους, εἴτ’ οὖν ὁμογενεῖς, εἴτε καὶ μὴ, φθάνει πολλάκις ὁ δεύτερος ἄρχεσθαι, πρὶν εἰς ἀπυρεξίαν 
680
ἀκριβῆ παύσασθαι τὸν πρῶτον· εἶτ’ αὖθις τὸν δεύτερον· ὁ τρίτος ὡσαύτως διαδέχεται, πρὶν καὶ τοῦτον εἰς ἀπυρεξίαν ἀφικέσθαι. μάλιστα δὲ συμβαίνει τοῦτ’ ἐν τοῖς μακροτέροις παροξυσμοῖς. ἐν γὰρ τοῖς ἐντὸς τοῦ πρώτου διαστήματος παυομένοις, οὕτω δ’ ὀνομάζουσι τὸν τῶν δώδεκα ὡρῶν χρόνον, ἢ παμπόλλας ἐπιπλακῆναι χρὴ περιόδους, ἤ τὸν ἐκ τῶν διαλειπόντων συντεθειμένον ἀδύνατον εἰς συνέχειαν ἀφικέσθαι. παμπόλλους δὲ τῶν οὕτως ἐπιπλεκομένων πυρετῶν οἱ μὴ γεγυμνασμένοι περὶ τὰ τοιαῦτα τῶν ἰατρῶν, εἰ μὲν ὀξύτεροι φαίνοιντο, πάντας ἡμιτριταίους ὀνομάζουσιν, εἰ δὲ βραδύτεροι κινοῖντο, πλάνητας. ἐπειδὴ γὰρ ἅπαξ ἐξουσίαν ἔλαβον ἔν τε τοῖς ἡμιτριταίοις ὑποστολὰς πολλὰς γίνεσθαι νομίζειν ἔν τε τοῖς πλάνησιν ἀτάκτους ἀρχὰς, ἅπαντας οὕτω τοὺς πυρετοὺς, ἐφ’ ὧν οὐχ εὑρίσκουσι τὴν σύνθεσιν, ἡμιτριταίους, ἢ πλάνητας ὀνομάζουσι, καίτοι γε πολλάκις σαφεστάτην ἔχουσι τὴν ἀναλογίαν. ὥσπερ ὁ νεανίσκος ὁ περὶ τὰ τέλη τοῦ φθινοπώρου τῇ πρώτῃ τῶν ἡμερῶν ὥρας που πέμπτης
681
ἀρξάμενος πυρέττειν ἅμα ῥίγει βραχεῖ, κᾄπειτα βαθείας ἑσπέρας ἱδρώσας ὀλίγον, εἶθ’ ὥρας που νυκτὸς ἑβδόμης, πρὶν ἀπύρετον ἀκριβῶς γενέσθαι, πυρέττειν αὖθις ἀρξάμενος ἐπὶ ῥίγει βραχεῖ, κᾄπειτ’ ὀλίγον ἱδρώσας ἐν τῇ δευτέρᾳ τῶν ἡμερῶν, εἶτα περὶ δεκάτην ὥραν αὖθις ὁμοίως παροξυνθεὶς, εἶθ’ ἱδρώσας πάλιν ὁμοίως ἐν τῇ νυκτὶ, κᾄπειτα τῇ τρίτῃ τῶν ἡμερῶν ὥρας που δευτέρας ἅμα ῥίγει πυρέττειν ἀρξάμενος, πρὶν τὴν προτέραν παρακμὴν εἰς ἀπυρεξίαν τελευτῆσαι. ἡμῖν μὲν οὖν ἅπασαν τὴν ἰδέαν τοῦ πυρετοῦ ἐπισκεψαμένοις ἐπιπλοκὴ τριταίων ἐπεφαίνετο τριῶν. ὅ τε γὰρ ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ἀρξάμενος ὥρας πέμπτης, ὅ τ’ ἐν τῇ μετὰ ταύτην νυκτὶ πάλιν ἑβδόμης, ὅ τ’ ἐπὶ τῆς δευτέρας ἡμέρας ὥρας δεκάτης, ἅπαντά τε τὰ τῶν σφυγμῶν ἴδια καὶ τὰ τῆς θερμασίας ἀπέσωζον τριταίων. ἤδη δὲ καὶ τὸ μετὰ ῥίγους καὶ τὸ σὺν ἱδρῶτι τριταίων ἴδιον εἶχον, οὐδεὶς δ’ αὐτῶν εἰς ἀπυρεξίαν ἐπαύετο, τῷ φθάνειν ἄρχεσθαι τοῦ μετ’ αὐτὸν τριταίου τὸν παροξυσμὸν, ὡς εἴ γε μηδεὶς ἕτερος ἐπελάμβανεν, ὡρῶν ἄν που τριῶν, ἢ τεττάρων ἄλλων, ἀπύρετος ὁ ἄνθρωπος
682
ἀκριβῶς ἂν ἐγίνετο. τριῶν μὲν δὴ τριταίων ἐπιπλοκὴ κατὰ τὴν δευτέραν εὐθὺς ἡμῖν ἐφαίνετο σαφῶς. τὸ δ’ ὅτι καὶ προληπτικῶς παροξυνόντων, ἐπὶ τῆς τρίτης πρῶτον ἐγνώσθη. δευτέρας μὲν γὰρ ὥρας ὁ παροξυσμὸς εἰσέβαλλεν, οὐ πέμπτης, ὥσπερ ἐν τῇ πρώτῃ. τὰ δὲ τῆς τριταίας περιόδου γνωρίσματα πάντα ἐναργέστερα τῶν ἐπὶ τῆς πρώτης ἡμέρας ἐκόμισεν. ἐντεῦθεν δὲ παραφυλάττοντες ἅπαντας εὕρομεν τοὺς παροξυσμοὺς ἢ δυσὶν, ἢ τρισὶν ὥραις προλαμβάνοντας, ὥστε καὶ τὸν ἀνάλογον τῷ πρώτῳ κατὰ τὴν περίοδον ἀπαντῶντα, τῇ μὲν πέμπτῃ τῶν ἡμερῶν ἀνίσχοντος ἡλίου γενέσθαι, τῇ δ’ ἑβδόμῃ πολὺ θᾶττον, ὡς περὶ ὥραν που τῆς νυκτὸς ἐννάτην, εἶθ’ ὁ μετὰ τοῦτον ἀνάλογον, ὥρᾳ νυκτὸς ἑβδόμῃ. ὁ δ’ ἐφεξῆς τετάρτῃ ἐγένετο, τοὐντεῦθεν δὲ πάλιν ὁ μὲν ἐφεξῆς τετάρτῃ, ὁ δ’ ἐπὶ τούτῳ πέμπτῃ, εἶθ’ ἕκτῃ αὖθις, εἶτ’ ὀγδόῃ, ὁ δέκατος ἀπὸ τῆς ἀρχῆς ἐγένετο παροξυσμός. ἀνάλογον δὲ τούτῳ καὶ οἱ ἄλλοι δύο μετὰ τὴν ἑβδόμην περίοδον οὐ μόνον οὐ προελάμβανον, ἀλλὰ καὶ ὑστέριζον, ὅτε δὴ καὶ σαφέστατον
683
πᾶσιν ἐφάνη, καὶ τοῖς ἡμιτριταῖον εἶναι νομίζουσιν αὐτὸν, ὡς ἐσφάλλοντο τὰ μέγιστα. τοῦ τε γὰρ μήκους τῶν παροξυσμῶν εἰς ὥρας ὀκτὼ συναιρεθέντος, αὐτῆς τε τῆς εἰσβολῆς οὐκέτι προληπτικῶς γινομένης, ἀλλ’ ὡς ὥραιν που δυοῖν ὑστεριζούσης, εἰς ἀπυρεξίαν ἐπαύοντο τελείαν οἱ παροξυσμοὶ, καὶ οὕτω δὴ κατὰ βραχὺ τοῦ μήκους ἀφαιροῦντες ἐπαύσαντο, πρῶτον μὲν ὁ κουφότατος, ἐφεξῆς δὲ ὁ δεύτερος τῷ μεγέθει, καὶ τρίτος ὁ σφοδρότατος ἐξ αὐτῶν. ὅπερ οὐδ’ αὐτὸ μετρίως ἐμαρτύρησε τρεῖς εἶναι τριταίους εὐθὺς ἐξ ἀρχῆς αὐτούς. ἀλλ’ οὗπερ ἕνεκα ταῦτα σύμπαντα λέγεται, ἐπὶ τοῦτ’ αὖθις ἐπάνειμι, τὸ δεῖν ἠσκῆσθαι διαγινώσκειν ἀκριβῶς ἁπάσας τὰς ἁπλᾶς διαθέσεις, ὥστε καὶ μόνας συνισταμένας εὐθὺς ἀπὸ τῆς πρώτης ἡμέρας ἐκ τοῦ ῥᾴστου γνωρίζειν, ἐπιπλεκομένας δὲ ἀλλήλαις καὶ αὐτὰς, εἰ καὶ μὴ κατὰ τὴν πρώτην ἡμέραν, ἀλλὰ κατὰ τὴν δευτέραν γοῦν, ἢ τὴν τρίτην, ἢ πάντως γε τὴν τετάρτην ἀκριβῶς ἐπιγινώσκειν. ἡμᾶς οὖν οὐκ ἔλαθον οἱ τρεῖς οὗτοι τριταῖοι κατὰ τὴν δευτέραν ἡμέραν, οὐ μὴν ἐξ ἄλλου τινὸς ἢ τοῦ
684
τὴν φύσιν ἀκριβῶς αὐτῶν ἐπίστασθαι. παραπλήσιον γάρ τι συμβαίνει κατὰ τὰς τῶν νοσημάτων γνώσεις τῷ καθ’ ὅλον τὸν βίον ἅπασιν ἡμῖν ὑπάρχοντι. τοὺς μὲν γὰρ συνηθεστάτους τῶν φίλων ἐκ μακροῦ διαστήματος εὐθύς τε καὶ κατὰ τὴν πρώτην προσβολὴν τῆς αἰσθήσεως γνωρίζομεν· εἰ δ’ ἅπαξ, ἢ δίς τινα τύχοιμεν ἰδόντες, ἢ πλεονάκις μὲν, ἀλλὰ μὴ συνεχῶς, οὐκ ἔθ’ ὁμοίως τοῦτον οὔτε ἐκ μακροῦ διαστήματος οὔτε ταχέως γνωρίζομεν, ἀλλ’ ἐνίοτε μέχρι παμπόλλου χρόνου διαποροῦμέν τε καὶ ἀμφιβάλλομεν, ἆρά γε Κορίσκος, εἰ οὕτως ἔτυχεν, ἢ Σωκράτης ἐστίν. οὕτως οὖν ἔχει κᾀπὶ τῶν νοσημάτων. ἴδιος ἑκάστου χαρακτήρ ἐστιν, ὃν ὁ πολλάκις τεθεαμένος ἔξ ἑτοίμου διαγινώσκει, καὶ μάλιστ’ ἐπειδὰν ἁπλοῦς τε καὶ μόνος ὑπάρχῃ. τῶν μὲν οὖν χωρὶς τόπου πεπονθότος ἐπὶ χυμοῖς τισι διασηπομένοις ἀναπτομένων πυρετῶν τρεῖς εἰσιν οἱ πρῶτοι καὶ ἁπλοῖ χαρακτῆρες, ὅ τε τῶν φλεγματικῶν καὶ ὁ τῶν μελαγχολικῶν καὶ ὁ τῶν πικροχόλων, οὓς εἴ τις ἀκριβῶς ἀσκήσειε, διαγινώσκειν ἕκαστον ἰδίᾳ καὶ μόνον, οὐκ ἂν ἔτι χαλεπῶς οὐδὲ τὰς μίξεις οὕτως αὐτῶν ἐξευρίσκοι.

685

Τῶν δ’ ἐπὶ τόποις φλεγμαίνουσιν ἤδη σύνθετος ἁπάντων ἰδέα· τινὰ μὲν γὰρ τοῦ τόπου γνωρίσματα φέρουσι, τινὰ δὲ τῆς βλαπτούσης αὐτὸν αἰτίας, οἷον ἐν μὲν τοῖς πλευριτικοῖς ὡς μὲν τόπος πεπονθὼς ὁ ὑπεζωκὼς τὰς πλευρὰς ὑμὴν ὀδύνην ἐξ ἀνάγκης οἴσει φλεγμαίνων, ὅτι νευρώδης ἐστίν. ἀλλὰ καὶ νύττουσαν ταύτην καὶ διατεταμένην ἐπὶ πλέον, ὅτι τὸ πεπονθὸς μέρος ὑμήν. τοιαῦται δὲ αἱ τῶν αἰσθητικῶν ὑμένων ὀδύναι. καὶ μὲν δὴ καὶ ὅτι τῶν ἀναπνευστικῶν τινος ὀργάνων ἐστὶ μόριον, ἐξ ἀνάγκης δυσπνοήσει τὸ ζῶον. ὅτι δὲ καὶ τῆς καρδίας ἐγγὺς, μεταδώσει τι καὶ τῇ καρδίᾳ ῥᾳδίως τῆς φλογώσεως. εἰ δὲ τοῦτο πυρέξει τὸ ζῶον, ὥσπερ οὖν καὶ ὅτι τοῦ πνεύμονος ἐγγὺς, ἐξ ἑτοίμου μεταδώσει καὶ τῷδε τῆς διαθέσεως, οὕτως ὄντι μαλακῷ τε καὶ μανῷ καὶ δέξασθαι πᾶσαν ἑτοίμως ὑγρὰν οὐσίαν δυναμένῳ. βήξει τοίνυν εὐθὺς ὁ ἄνθρωπος, οὐ μὴν καὶ ἀναπτύσειε πάντως εὐθύς. ἀλλ’ εἰ μὲν πλεῖόν τε καὶ παχύτερον ἀποῤῥέοι τῆς φλεγμονῆς, ἀναπτυσθήσεται βήττων· εἰ δὲ ὀλίγον τε καὶ λεπτὸν,

686
ἐρεθιεῖ μὲν ἐξ ἀνάγκης, ὥστε καὶ κινῆσαι βῆχας, οὐ μὴν καὶ ἀναπτυσθήσεταί γε, πρὶν ἀθροιζόμενόν τε ἅμα καὶ πεπτόμενον εἰς πλῆθός τε ἅμα καὶ πάχος ἐπιδιδόναι. ἀλλὰ τοῦτο μὲν τῆς διαθέσεως ἤδη γνώρισμα αὐτῆς ἐστιν, καὶ οὐ τοῦ μορίου τοῦ πεπονθότος. ἐπειδὰν μὲν γὰρ ἀκριβῶς ᾖ τὸ πάθημα στεγνὸν, καὶ οἷον δῆσαν ἐν ἑαυτῷ κατέχῃ τὸ σύμπαν ῥεῦμα, τὰς ἀπτύστους προσαγορευομένας ἀποτελεῖ πλευρίτιδας. ἐπειδὰν δὲ ἀξιόλογον χαλάσῃ τε καὶ μεθῇ τῷ πνεύμονι, καὶ βήττουσιν οὗτοι πλείω καὶ ἀναπτύουσιν. ἰδέας οὖν τοῦτο φλεγμονῆς, οὐ τόπου πεπονθότος γίνεται γνώρισμα. πότερον δὲ φλεγματωδέστερός ἐστιν, ἢ χολωδέστερος ὁ τὴν φλεγμονὴν ἐργασάμενος χυμὸς, ἐκ τῆς τῶν πτυσμάτων ἰδέας εἴσῃ. καὶ γὰρ καὶ ἀφρώδη καὶ πυῤῥὰ καὶ ξανθὰ καὶ ὠχρὰ καὶ ἐρυθρὰ καὶ μέλανα πτύουσι. τούτων δὲ τὰ μὲν ἀφρώδη φλεγματικώτερον ἐνδείκνυται τὸ ῥεῦμα, τὰ δὲ ξανθὰ πικρόχολον ἄκρατον. ὅσα δὲ πυῤῥὰ, πικρόχολα μὲν καὶ ταῦτα, μεμίχθαι δὲ οὐκ ὀλίγον ὀῤῥῶδες περίττωμα τῇ ξανθῇ χολῇ δηλοῖ, καὶ πολὺ δὴ πλέον, ἐπειδὰν ὠχρὰ πτύῃ τις. οὕτω δὲ καὶ τὰ μέλανα
687
μελαγχολικὸν ἐνδείκνυται τὸ ῥεῦμα, καθάπερ οὖν καὶ ὅσα τὴν χροιὰν μᾶλλόν πως ἐρυθρά ἐστι, πλεῖστον μὲν αἵματος, ὀλίγον δὲ τῆς πικρᾶς χολῆς ἐνδείκνυται μετέχειν τὸν τὴν φλεγμονὴν ἐργαζόμενον χυμὸν, καὶ διὰ τοῦτο πάντων μέν ἐστιν ἐπιεικέστατον πτυσμάτων, ὥσπερ, οἶμαι, τὰ μέλανα πάντων ὀλεθριώτατα. καὶ μὲν δὴ καὶ τὰ μεγέθη μὲν ἐν οἷς εἴπομεν ἅπασι συμπτώμασι μεγέθους ἔσται διαθέσεως γνωρίσματα· βραχεῖαν δ’ ἐνδείξονται τὴν διάθεσιν αἱ σμικρότητες τῶν συμπτωμάτων. οὔκουν ἴδια πάντων ἅπαντ’ ἐστὶν, ἀλλ’ ἕκαστον ἴδιόν τινος γνώρισμα ἐξαίρετον. καὶ γὰρ ὅσα δοκεῖ δυοῖν, ἢ τριῶν ὑπάρχειν ἅμα δηλωτικὰ, καὶ ταῦτ’ ἀκριβῶς ἐξετάζων εὑρήσεις ἑτέρῳ μέν τινι τῶν ἐν αὐτοῖς συμβεβηκότων, ἐνδεικνύμενα τὸν πεπονθότα τόπον, ἑτέρῳ δὲ τὴν διάθεσιν, ἄλλῳ δὲ τὸ μέγεθος αὐτῆς, ἄλλῳ δὲ τῶν ἑπομένων τι συμπτωμάτων. ὁ γοῦν σφυγμὸς ὁ τῶν πλευριτικῶν ἁπάντως μὲν τούτων ἐστὶν ἐνδεικτικὸς, ἀλλ’ οὐχ ὡσαύτως ἁπάντων. ἀλλ’ ᾗ μὲν ἅμα τάσει σκληρὸς, νευρῶδες εἶναι δηλοῖ τὸ πεπονθὸς, ᾗ δ’ οἷον ἐμπρίων, φλεγμονὴν
688
εἶναι τὴν διάθεσιν, ᾗ δὲ ταχύς τε ἅμα καὶ πυκνὸς καὶ μέγας, ἕπεσθαι τῇ φλεγμονῇ πυρετὸν, ᾗ δ’ ἕκαστον τῶν εἰρημένων ἢ μεῖζον, ἢ μεῖον εἴη σημείων, ἤτοι μεγάλην εἶναι τὴν διάθεσιν, ἢ σμικρὰν δηλώσει. ἀρκεῖ μοι ταῦτα παραδείγματος ἕνεκα λελέχθαι νῦν. οὐ γὰρ δὴ περὶ πεπονθότων γε τόπων πρόκειται διελθεῖν, ὥπερ οὐδὲ περὶ πυρετῶν, ἢ τύπων, ἢ αἰτιῶν, ἀλλ’ ἐμνήσθην ἑκάστου τούτων ἅμα μὲν ὁδόν τινα δεῖξαι βουλόμενος τῆς ἐν αὐτοῖς ἀσκήσεως, ἣν ἔχων τις, εἰ καὶ μηδὲν ἡμεῖς γράψαιμεν, εἰς ἕκαστον τῶν προειρημένων ἰδίᾳ, δύναιτ’ ἂν ἔκ τε τῶν τοῖς ἄλλοις γεγραμμένων, ἤδη δὲ καὶ αὐτὸς καθ’ ἑαυτὸν, εἰ συνετός τε εἴη καὶ φιλόπονος, ἐξευρίσκειν τὸ λεῖπον, ἅμα δὲ καὶ τὸ χρήσιμον ἐπιδεῖξαι βουλόμενος ἑκάστου τῶν λεγομένων, ἐμνημόνευσα καὶ πυρετῶν διαφορὰς καὶ τύπων καὶ διαθέσεων καὶ αἰτίων καὶ αὐτῶν τῶν πεπονθότων μορίων.

Ἐν ἅπασι γὰρ τούτοις γεγυμνάσθαι χρὴ τὸν μέλλοντα κατὰ τὰς πρώτας ἡμέρας ἀκριβῶς διαγνώσεσθαι

689
τῆς νόσου τὴν ἰδέαν. ἢ γὰρ ἁπλοῦς ἐστιν ὁ πυρετὸς, ἢ σύνθετος, ἢ μετὰ τόπου πεπονθότος, ἢ ἄνευ τόπου πεπονθότος, ἢ ἐφήμερος, ἢ ἑκτικός. ἀλλ’ εἴθ’ ἁπλοῦς εἴη πάντως, γνωρίσματα φέρει τοῦ χυμοῦ τοῦ γεννῶντος αὐτὸν, εἴτε σύνθετος, ἐξ ὁπόσων ἂν εἴη σύνθετος ἁπλῶν πυρετῶν, ἰσάριθμον ἐνδείξεται καὶ τὸ πλῆθος τῶν χυμῶν. ἀλλ’ εἰ ταῦτ’ ἐνδείξεται, καὶ εἰ χρόνιός ἐστιν, ἢ μὴ, συνενδείξεται. εἰ μὲν γὰρ φλεγματικὸς, ἐξ ἀνάγκης χρόνιος, ἔτι τε μᾶλλον, εἰ μελαγχολικός· εἰ δ’ αὖ πικρόχολος, ὀλιγοχρόνιος. οὕτω δὲ καὶ ὁ τόπος ὁ πεπονθὼς μὲν ἐν κινήσει πολλῇ καὶ θερμὸς καὶ μανὸς καὶ κύριος ὀξυτέραν ἔσεσθαι προδηλοῖ τὴν νόσον. ὁ δὲ μήτ’ ἐν κινήσει συνεχεῖ καὶ ψυχρὸς καὶ πυκνὸς καὶ ἄκυρος, εἰς χρόνον ἐκπέμπεσθαι μακρότερον. ὡσαύτως δὲ καὶ ἡ διάθεσις ἡ μὲν δυσκινητοτέρα καὶ ψυχροτέρα καὶ πυκνοτέρα χρονιεῖν, ἡ δ’ εὐκίνητος καὶ θερμοτέρα καὶ μανωτέρα ταχέως λυθήσεσθαι. κατὰ ταὐτὰ δὲ καὶ περὶ τῶν αἰτίων γινώσκειν. ὥσθ’ ὅστις ἀκριβῶς ὅλην γνῷ τοῦ νοσήματος 
690
τὴν ὑπόθεσιν, οὐ σμικρὰν μοῖραν εἰς πρόγνωσιν ἕξει. τὰς μὲν οὖν σὺν ἀγῶνί τε μεγάλῳ καὶ ὀξυῤῥόπῳ λύσεις τῶν νοσημάτων, ἃς δὴ καὶ μάλιστα κρίσεις ἐλέγομεν ὀνομάζεσθαι, τῶν ἐπὶ χυμοῖς θερμοῖς συνισταμένων πυρετῶν ἰδίας εἶναι χρὴ νομίζειν. ἐφεξῆς δὲ τούτων ὅσαι μορίων εἰσὶ κυρίων, εὐκίνητοι καὶ θερμαὶ διαθέσεις. οἱ δὲ ἐφήμεροί τε καὶ οἱ ἑκτικοὶ πυρετοὶ καὶ χωρὶς ταραχῆς μεγάλης καὶ οὐδ’ ὀξυῤῥόπους ποιοῦνται τὰς μεταβολάς. ἀλλ’ ἐπεὶ καὶ ταύτας ἐνίοτε καταχρώμενοι κρίσεις ὀνομάζουσιν, εἰρήσεταί τι καὶ περὶ τούτων ἐν τοῖς ἐφεξῆς. νυνὶ δὲ τέλος ἐπιθεῖναι βούλομαι τῷ παρόντι λόγῳ, συγκεφαλαιώσας εἰς ἓν ἅπαντα τὰ προειρημένα.

Τὰς ἀθρόας ἐν νόσοις μεταβολὰς εἰ βούλοιο προγινώσκειν, ἀναγκαῖόν ἐστί σοι πρότερον ἀρχῆς καὶ ἀναβάσεως καὶ ἀκμῆς καὶ παρακμῆς εἶναι διαγνωστικός τε καὶ προγνωστικός. ταῦτα δ’ αὐτὰ διαγνώσῃ διά τε τῆς τοῦ νοσήματος ἰδέας καὶ τῆς χώρας καὶ τῆς ὥρας τοῦ ἔτους, ἅμα τοῖς συστοίχοις αὐτοῖς, καὶ τῆς τῶν περιόδων ἀναλογίας καὶ

691
προσέτι τῶν ἐπιφαινομένων, ἐκ μὲν τῆς τοῦ νοσήματος ἰδέας εἰς τρεῖς τούτους ἀποβλέπων ἁπλοῦς καὶ πρώτους πυρετοὺς, τὸν φλεγματώδη καὶ τὸν μελαγχολικὸν καὶ τὸν πικρόχολον. ἄσκησον δὲ γνωρίζειν αὐτοὺς πρότερον ἀκριβεῖς τε καὶ γνησίους, οὕτω γὰρ καὶ δυνήσῃ ποτὲ καὶ μεμιγμένους ἐξευρίσκειν. ἀκριβεῖς δὲ καὶ γνήσιοι τότ’ εἰσὶν, ὅταν ἡλικία καὶ ὥρα καὶ χώρα καὶ κατάστασις καὶ φύσις καὶ τὰ προγεγονότα διαιτήματα καὶ τὰ παρόντα συμπτώματα καὶ πάνθ’ ἁπλῶς ὅσα πρόσθεν εἶπον οἰκεῖα τοῦ χυμοῦ τῆς ἰδέας ὑπάρχῃ. μενόντων μὲν οὖν τῶν χυμῶν κατὰ τὰς φλέβας οἱ συνεχεῖς ἐπ’ αὐτοῖς γίνονται πυρετοί· κινουμένων δὲ καὶ πάντῃ τοῦ σώματος ὠθουμένων οἱ μετὰ ῥίγους ἢ φρίκης ἰσχυρᾶς ἀρχόμενοι, σὺν ἱδρῶτι δὲ πάντως εἰς ἀπυρεξίαν τελευτῶντες. ἔστι δ’ αὐτῶν ὁ μὲν τριταῖός τε καὶ ὁ διὰ τρίτης ὀλιγοχρόνιος, ὁ δὲ τεταρταῖος καὶ ὁ διὰ τετάρτης πολυχρόνιος. ἧττον δὲ χρόνιος τούτου ὅ τ’ ἀμφημερινός ἐστι καὶ ὁ καθ’ ἑκάστην ἡμέραν παροξυνόμενος. εἰ τούτους εἰδείης ἑτοίμως γνωρίζειν, οὐκ ἂν
692
ἔτι χαλεπὸν ἐξευρίσκειν οὐδὲ τοὺς ἐπὶ τόποις τισὶ πεπονθόσι συνισταμένους. ἐν γὰρ τοῖς φλεγμαίνουσι μορίοις ἅπασιν ἡ σφήνωσις τῶν χυμῶν εἴργουσα διαπνεῖσθαι καλῶς τὸν τόπον εὐθὺς μὲν σήπει τοὺς χυμοὺς, εὐθὺς δὲ καὶ θερμασίαν ἀνάπτει τινὰ μοχθηρὰν, οἵα κᾀν τοῖς ἄλλοις ἅπασι τοῖς σηπομένοις γεννᾶται. ταύτης οὖν τῆς θερμασίας ὁ χαρακτὴρ ὅταν ἁπλοῦς ᾖ, τῶν εἰρημένων τινὶ πυρετῶν ἐξ ἀνάγκης ἔοικε· μᾶλλον δὲ, εἰ χρὴ τἀληθὲς εἰπεῖν, εἷς ἐξ ἐκείνων ἐστὶν, ἢ πικρόχολος, ἢ μελαγχολικὸς, ἢ φλεγματικός. ἤκουσας δέ που λέγοντος Ἱπποκράτους τίνες εἰσὶν ὀξεῖαι νόσοι, ἢ ὡς ταύτας καλοῦσιν ὀξείας νόσους, ὧν οἱ πυρετοὶ τοὐπίπαν εἰσὶ συνεχεῖς, ὥστ’ εἴπερ ἰδίᾳ τε καὶ καθ’ ἑαυτὸν ἕκαστον τῶν πυρετῶν ἀσκήσαις γνωρίζειν, οὐκ ἂν ἔτι χαλεπῶς, οὐδ’ ὅταν ἅμα πνεύμονος ἢ σπληνὸς ἢ ἥπατος ἢ γαστρὸς φλεγμονή τις εὑρίσκοιτο, διαγνώσῃ τε τὴν ἰδέαν αὐτοῦ καὶ τὸ μέχρι λύσεως μῆκος ὅλης τῆς νόσου προγνώσῃ. πάντως γάρ που τὸ ῥεῦμα τὸ τὴν φλεγμονὴν ἐργασάμενον ἢ τῆς ξανθῆς χολῆς
693
ἐστιν, ἢ τῆς μελαίνης, ἢ τοῦ φλέγματος. εἰ μὲν οὖν ἀκράτου τέ γε καὶ πολλῆς τῆς ξανθῆς χολῆς εἴη, τηνικαῦτα μὲν ἐρυσιπέλατά τε καὶ τοὺς καλουμένους ἕρπητας ἐργάζεται· τῆς μελαίνης δ’ ἂν εἴη, ἢ καρκίνους ἢ φαγεδαίνας ἢ ἐλέφαντας, ἤ τι τῶν οὕτω δυσιάτων παθῶν. ὅσα δ’ ὑπὸ φλέγματος κατασκήψαντος ἐξαίρεται, ταῦτ’ οἰδήματα κέκληται. ψιλὸς μὲν οὖν καὶ μόνος ἕκαστος τῶν εἰρημένων χυμῶν ἀκριβὲς ἕκαστον ἐργάζεται τῶν εἰρημένων παθῶν. ἀναθολωθεὶς δὲ τῷ αἵματι, κᾄπειτα κατασκήψας εἴς τι μόριον, σκιῤῥώδεις, ἢ οἰδηματώδεις ἐργάζεται τὰς φλεγμονάς· σκιῤῥώδεις μὲν ὁ μελαγχολικὸς, ἐρυσιπελατώδεις δὲ ὁ πικρόχολος, οἰδηματώδεις δὲ ὁ φλεγματικός. ὅταν δὲ αὐτὸ τὸ κατὰ φύσιν ἔχον αἷμα σφηνωθὲν ἐν τῷ ῥευματισθέντι χωρίῳ διασαπῇ, φλεγμονὴ μέν ἐστι τὸ πάθημα, ἀπλοῦς δὲ ἐπ’ αὐτῇ πυρετὸς ἐξάπτεται, παραπλήσιος μάλιστα τῶν ἐφημέρων τοῖς ἐπὶ βουβῶσι. καὶ γὰρ οὖν καὶ αὐτὸς ὁ βουβὼν ἐξ αἵματος χρηστοῦ γίνεται. δῆλον δ’ ὡς, ἐπειδὰν ὑπάρξηται σήπεσθαι τοῦτο, οὐκέτι μένει χρηστὸν,
694
ἀλλ’ ἤδη πικρόχολον γίνεται, καὶ φυλάττεται κᾀν τῷδε τὸ τρία τὰ σύμπαντα εἶναι γένη τῶν ἁπλῶν πυρετῶν. ὁ γὰρ ἐξ αἵματος σηπομένου γινόμενος ἤδη πως χολώδης ἐστὶν, εἴ γε κᾀν τοῖς φυσικοῖς λόγοις ὀρθῶς ἀποδέδεικται τὸ μὲν αἷμα ἡ σύμμετρος ἐργαζομένη θερμασία, τὴν ξανθὴν δὲ χολὴν ἡ πλείων ἤδη, τὴν μέλαιναν δὲ ἡ ἄμετρος ἱκανῶς. ὅσον μὲν οὖν ἐστι λιπαρόν τε καὶ κοῦφον ἐν αἵματι, ξανθὴ χολὴ γίνεται· τὸ παχὺ δὲ καὶ οἷον τρὺξ, ὅταν ἀμέτρως θερμανθὲν ἐξικμασθῇ, μέλαινα γίνεται. γίνεται δέ ποτε μέλαινα καὶ ἡ ξανθὴ κατοπτηθεῖσα. διττὸς γὰρ δὴ καὶ ταύτης ἐδείχθη τῆς γενέσεως ὁ τρόπος. ἅπαντες οὖν οἱ ἐπὶ μορίοις τισὶ πεπονθόσι πυρετοὶ τῶν εἰρημένων τινὰ χαρακτήρων ἢ ἁπλοῦν ἢ σύνθετον ἕξουσιν. ἁπλοῦν μὲν, ὅταν ἱκανῶς κρατήσῃ τῶν ἄλλων εἷς χυμὸς, οὐχ ἁπλοῦν δὲ, ἐπειδὰν ἐμφαίνηται τοῦ μιχθέντος ἡ δύναμις. ἐνίοτε δὲ οὐκ ἐμφαίνεται μόνον, ἀλλὰ καὶ κατ’ ἴσον ἰσχύει θατέρῳ, καὶ ποτὲ καὶ οἱ τρεῖς ἅμα μίγνυνται ταῖς δυνάμεσιν ἴσον. ἀλλὰ ὥσπερ τὸν ἀκριβῶς ἐπιστάμενον
695
ἰδίᾳ γνωρίζειν οἶνον καὶ μέλι καὶ ὕδωρ οὐδ’ ἡ κρᾶσις αὐτῶν διαλανθάνει, κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον οὐδ’ ὅστις ἰδίᾳ τῶν εἰρημένων ἕκαστον τῶν πυρετῶν οἷός τ’ ἐστὶ γνωρίζειν ἀκριβῶς, οὐκ ἀγνοήσει τὴν μίξιν αὐτῶν, ὅθεν ἀρχὴ πάντων ἐστὶ τῶν τοιούτων ἀρίστη τοὺς τρεῖς ἐκείνους πυρετοὺς δύνασθαι γνωρίζειν ἀκριβῶς, ἀμφημερινὸν καὶ τριταῖον καὶ τεταρταῖον. ὅμοιοι γὰρ αὐτοῖς ἀκριβῶς εἰσι καὶ οἱ παρακείμενοι συνεχεῖς, οὔκουν εἰς πολλοὺς καὶ ἀσαφεῖς σκοποὺς, ἀλλ’ εἰς ὀλίγους τε καὶ σαφεῖς ἅπασαν ἀνήγαγόν σοι τὴν ἄσκησιν. ἐν τούτοις γὰρ γυμνασάμενος οὐ χαλεπῶς ἐν ταῖς πρώταις τῶν ἡμερῶν διαγνώσῃ τῆς νόσου τὸν χαρακτῆρα.

Τὰ μὲν δύο γένη τῶν πυρετῶν ὅπως ἄν τις ἐξ ἀρχῆς γνωρίζοι, λέλεκται. λέγω δὲ δύο γένη τῶν πυρετῶν τό τ’ ἐπὶ μορίοις τισὶ πεπονθόσι καὶ τὸ τῶν χυμῶν μόνον ἐξαπτομένων. ἐφεξῆς δ’ ἂν εἴη λέγειν ὑπὲρ τοῦ τρίτου γένους τῶν πυρετῶν, οὓς ἐφημέρους ἔφαμεν ὀνομάζεσθαι. τοῦ πνεύματος δ’ αὐτοῦ μόνου παθήμαθ’ ὑπάρχουσιν 

696
οὗτοι, χωρὶς χυμῶν σηπεδόνος, ἢ μορίου φλεγμονῆς, ἔξω τῶν ἐπὶ βουβῶσιν. αἱ προφάσεις δ’ αὐτῶν τῆς γενέσεως ἀγρυπνία καὶ ἀπεψία καὶ λύπη καὶ φόβος καὶ θυμὸς καὶ φροντὶς, ἔκκαυσίς τε καὶ ψύξις καὶ κόπος καὶ μέθη καὶ πάνθ’ ὅσα τοιαῦτα. πῶς οὖν καὶ τούτους γνωρίζειν ἐν τῇ πρώτῃ τῶν ἡμερῶν χρὴ, ἐφεξῆς δίειμι· κοινῇ μὲν ἁπάντων ὁ σφυγμὸς εἰς τάχος ἐπιδίδωσι καὶ πυκνότητα, πολλάκις δὲ καὶ μέγεθος. ἀκριβῶς δὲ ἀποσώζει τὴν κατὰ φύσιν ὁμαλότητά τε καὶ μαλακότητα καὶ τάξιν, ὡσαύτως δὲ καὶ τὰ οὖρα τὰ μὲν ἐναιωρήματα χρηστὰ, τὰ δ’ ὑποστάσεις ἴσχει, τὰ δὲ νεφέλας, εὔχροα δὲ πάντα, καθάπερ καὶ ἡ θερμασία πάντων μὲν ἀτμώδης ἐστὶν, ἀλλὰ τοῖς μὲν εὐθὺς ἐν τῇ πρώτῃ τῆς ἁφῆς ἐπιβολῇ, τοῖς δ’ ἐξ ὑστέρου, καὶ πάντ’ αὐτῶν ἄπεστι τὰ κακοήθη συμπτώματα, περὶ ὧν Ἱπποκράτης ἐδίδαξεν ἡμᾶς ἐν προγνωστικῷ. ταῦτα μὲν οὖν ἁπάντων ἐστὶ κοινὰ σημεῖα τῶν ἐφημέρων πυρετῶν· ἴδια δ’ ἑκάστῳ, καθάπερ εἴρηταί μοι κᾀν τῷ πρώτῳ τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν. ἄρξομαι
697
δὲ καὶ νῦν ἀπὸ τῶν ψυχικῶν παθῶν τοῦ λόγου, φροντίδος καὶ φόβου καὶ θυμοῦ καὶ λύπης. εἰ μὲν δὴ μενόντων ἔτι τῶν τῆς ψυχῆς παθῶν ἡ ἐπίσκεψις γένοιτο, διὰ τῶν σφυγμῶν μάλιστα πειρᾶσθαι διαγινώσκειν, ὡς ἐν τοῖς περὶ σφυγμῶν γέγραπται. μετὰ δὲ ταῦτα καὶ τὴν ἀπὸ τῶν ἄλλων εἰσάγειν διάγνωσιν. εἰ δ’ αὐτὰ μὲν εἴη πεπαυμένα, μένοι δ’ ἡ διάθεσις, ἀμυδρὸν μέν τι κᾀν τοῖς σφυγμοῖς εὑρήσεις γνώρισμα τῶν ποιησάντων τὸν πυρετὸν παθῶν, ἀποχρήσῃ δέ σοι καὶ χωρὶς τῶν σφυγμῶν τὰ λοιπὰ πάντα. κοινῇ μὲν γὰρ ἅπασι πυῤῥότερα τὰ οὖρα, πρόσεστι δὲ τοῖς μὲν διὰ λύπην δριμύτης μᾶλλον ἢ πλῆθος θερμασίας, ὡς τοῖς γε διὰ θυμὸν ἔμπαλιν. ἀλλὰ καὶ ἡ ἰσχνότης τοῦ σώματος ἐπιδηλοτέρα τοῖς λυπηθεῖσιν ἢ τοῖς φροντίσασι, καὶ ἡ τῶν ὀφθαλμῶν κοιλότης καί τις ἀήθης ἄχροια. ταῦτα μὲν δὴ καὶ τῶν ἄλλως ὁπωσοῦν φροντισάντων κοινὰ, μάλιστα δὲ τοῖς ὀφθαλμοῖς ἐστι διορίζειν. ἔνεστι γὰρ ἐκ τούτων τεκμήρασθαι κᾀν τοῖς ὑγιαίνουσι μὲν τὸ τῆς ψυχῆς ἦθος, καὶ νοσούντων δὲ σαφέστατα σημεῖα
698
τῷ γε δυναμένῳ συνορᾷν. οὕτως μὲν δὴ τοὺς διὰ μαθήματά τε καὶ θεωρίαν τινὰ φροντίσαντας τῶν λυπηθέντων διακρίνειν προσήκει, τούς γ’ ἐπ’ ἀγρυπνίας, διορίζει μὲν καὶ τὸ τῆς ἀχροίας εἶδος. ὕποιδον γάρ ἐστιν αὐτοῖς τὸ πρόσωπον καὶ αἱ τῶν ὀφθαλμῶν κινήσεις δῆλαι, μόγις γὰρ ἐπαίρουσι τὰ βλέφαρα, καὶ μὴν ὑγρότης δὲ, ξηροὶ γὰρ γίνονται τοῖς λυπηθεῖσιν, ἢ φροντίσασιν. ἡ κοιλότης δὲ κοινὸν ἁπάντων σύμπτωμα, λύπης, ἀγρυπνίας, φροντίδος, οὐ μὴν ἤδη καὶ θυμοῦ. τούτῳ γὰρ οὔτε τὰ τῆς κοιλότητος τῶν ὀφθαλμῶν οὔτε τὰ τῆς ἀχροίας ἐπίδηλα, καὶ μὴν θερμασία πλείων τε καὶ ὠκέως ἐκ τοῦ βάθους ἀναφερομένη. καὶ τὸ μέγεθος τῶν σφυγμῶν οὐκ ἀφαιρεῖται, καθάπερ ἐπ’ ἀγρυπνίας τε καὶ λύπης καὶ φροντίδος, ὥστε θυμὸν μὲν καὶ πάνυ σαφῶς αὐτῶν διοριεῖς. ἀλλήλων δὲ ἐκεῖνα, καθάπερ προείρηται, τῶν δ’ ἐπὶ κόποις πυρεττόντων τὸ δέρμα ξηρότερον ἤπερ ἄλλῳ τινὶ τῶν ἐφημέρων πυρετῶν. ἀλλὰ τοῦτο μὲν ἅπασι τοῖς ἐπὶ κόπῳ πυρέξασι κοινὸν, ἔν γε τῷ μέχρι τῆς ἀκμῆς τοῦ
699
παροξυσμοῦ χρόνῳ. τῷ δὲ ἀπὸ τοῦδε τοῖς πλείστοις μὲν ὅσοι μὴ ὑπερεπόνησαν, ἰκμάδες τινὲς, ἢ ἀτμὸς θερμὸς ἐκ τοῦ βάθους ἀναφέρεται, τισὶ δὲ κἀν τοῖς μετὰ τὴν ἀκμὴν χρόνοις ἡ ξηρότης παραμένει. γίνεται δὲ τοῦτο μάλιστα τοῖς ὑπερπονήσασιν, ἢ ἐγκαυθεῖσιν, ἢ ψυχθεῖσιν ἅμα τῷ κόπῳ. καὶ μὲν δὴ καὶ τὰ τῶν σφυγμῶν οὐχ ὡσαύτως ἐν ἀμφοτέροις ἔχει. μικροὶ μὲν γὰρ τοῖς ὑπερπονήσασι, μεγάλοι δέ εἰσι τοῖς ἄλλοις. οἱ δὲ ἐπὶ τῇ πυκνώσει τοῦ δέρματος ἀναπτόμενοι πυρετοὶ, πυκνοῦται δὲ ἢ ψυχόμενον, ἢ ποιότητος στρυφνῆς ἀθρόως αὐτῷ ἐμπεσούσης, οἷόν τι καὶ τῷ λουσαμένῳ ἐν τῷ ὕδατι τῷ στυπτηριώδει ἐγένετο, οὗτοι μόνοι πάντων πυρετῶν στεγνόν εἰσι πάθος. ἔνεστι δὲ αὐτοὺς τῇ ἁφῇ διαγινώσκειν, ὥσπερ καὶ τοὺς αὐχμώδεις τῶν πυρετῶν τοὺς ἐπὶ τοῖς κόποις. οὐ γὰρ ἂν οὐδ’ ἡ τούτων πύκνωσις ἁφὴν γεγυμνασμένην διαλάθοι. ἀτὰρ οὖν καὶ ἡ τῆς θερμασίας κίνησις ἐπαναδιδοῦσά πώς ἐστι, πρᾳεῖα μὲν κατὰ τὴν πρώτην ἐπιβολὴν φαινομένη, δριμεῖα δὲ, εἰ χρονίσαις ἐπὶ πλέον, γινομένη. οὐ
700
μὴν οὐδὲ τὰ οὖρα πυῤῥὰ τοῖς τοιούτοις, οὐδ’ ὁ τοῦ σώματος ὄγκος συμπέπτωκεν. οὔκουν οὐδ’ οἱ ὀφθαλμοὶ κοῖλοι καὶ ξηροὶ γίγνοιντο ἂν, ἀλλ’ ἔστιν οἷς ὑγρότεροί τε καὶ προπετέστεροι δόξουσιν εἶναι τῶν κατὰ φύσιν, οἱ δὲ σφυγμοὶ μικρότεροι, καθάπερ ἐπὶ λύπης καὶ φροντίδος καὶ ἀγρυπνίας, κἀν τοῖς ἄγαν ἀμέτροις γυμνασίοις. τῶν δ’ ἐπὶ βουβῶσι πυρετῶν τῶν ἐφημέρων οἱ σφυγμοὶ μέγιστοι γίνονται καὶ ὠκεῖς καὶ πυκνοὶ καὶ ἡ θερμασία πολλὴ, καὶ μετὰ τὴν ἀκμὴν εὐθὺς ἐκ τοῦ βάθους ἀναφέρεταί τις ἰκμὰς, θερμὴ μὲν, ἀλλ’ ἡδεῖα. τὸ γὰρ δριμὺ καὶ δάκνον ἥκιστα πάντων πυρετῶν τοῖς τοιούτοις ὑπάρχει, καὶ τὸ πρόσωπον ἐρυθρὸν αὐτοῖς γίνεται τοὐπίπαν, καὶ ἐν ὄγκῳ μείζονι, καὶ τὰ οὖρα ὑπόλευκα. κοινὸν δὲ τοῖς τοιούτοις ἅπασι πυρετοῖς τοῖς ἐφημέροις ἡ ὁμαλότης τοῦ σφυγμοῦ. παντελῶς γὰρ ἐξ αὐτῶν ὀλίγοι τὴν κατὰ μίαν πληγὴν ἀνωμαλίαν ἐμφαίνουσιν, ἀλλ’ οὐδ’ οὗτοι πάνυ σαφῶς, οὐδ’ ἐναργῶς. εἴρηταί μοι δὴ καὶ τὰ τῶν ἐφημέρων πυρετῶν γνωρίσματα. περὶ
701
δὲ τῶν ἑκτικῶν οὐ νῦν καιρὸς, οὐδεὶς γὰρ ἐν ταῖς πρώταις ἡμέραις, ἀλλ’ ἐν τῷ χρόνῳ προϊόντι τοιοῦτος ἀποτελεῖται, ὥστε περὶ μὲν ἐκείνων ἐν τοῖς ἐφεξῆς εἰρήσεται, νυνὶ δὲ καταπαύσω τὸν παρόντα λόγον ἐνθάδε.