De dignoscendis pulsibus

Galen

Galen, De dignoscendis pulsibus

Ὅσα μὲν ὑπάρχει τοῖς σφυγμοῖς κατὰ τὸν ἴδιον τῆς οὐσίας αὐτῶν λόγον, ἔμπροσθεν εἴρηται πάντα· περὶ δὲ τῶν ἄλλων, ὅσα μήτ’ ἄνευ τῆς κινήσεως τῶν ἀρτηριῶν διαγνωσθῆναι δύναται μήτ’ ἐστὶν αὐτῆς ἴδια, νῦν ἐροῦμεν. ἔστι δή τις ἐν τῷ διαστέλλεσθαι τὴν ἀρτηρίαν ἁπτομένοις ἡμῖν οἷον πληγὴ γιγνομένη κατὰ τὴν ἁφὴν, ἣν, ὅταν μὲν βίαιος ᾖ, κυρίως σοι δόξουσι πληγὴν καλεῖν, οὐ μὴν οὕτως κᾂν ἀβίαστος ᾖ. περὶ ταύτης δὴ τῆς ὄντως πληγῆς, ἣν βίαιον προσβολὴν εἶναί φαμεν, σκεπτέον ἀκριβῶς. ἕπεσθαι

918
γὰρ οὐκ ὀλίγοις εἴδεσι σφυγμῶν δοκεῖ, σκληρῷ καὶ σφοδρῷ καὶ μεγάλῳ καὶ ταχεῖ καὶ ὑψηλῷ καὶ σπασμώδει καὶ κλονώδει. ἵν’ οὖν τις μὴ ἐξαπατηθεὶς τῷ κοινῷ συμπτώματι περὶ τὴν διάγνωσιν αὐτῶν σφαλῇ, σκεπτέον ὑπὲρ ἁπάντων ἐπιμελῶς. εἰ μὲν γὰρ ἄλλοις γνωρίσμασι διακρίνειν αὐτοὺς δυνατόν ἐστι, ἐκεῖνα μαθόντες ἔχοιμεν ἂν ἤδη τὸ πᾶν· εἰ δ’ ἀδύνατον, ἀποχρήσει γοῦν τὸ γιγνώσκειν, ὡς κοινὸν τοῦτο πλειόνων ἐστὶ σφυγμῶν. ἀρχὴ δὲ τῆς σκέψεως ἀρίστη τὸ μαθεῖν τὴν αἰτίαν δι’ ἣν πολλοῖς οὕτω σφυγμοῖς ἓν κοινὸν ἕπεσθαι δοκεῖ πάθημα, τὸ βίαιον τῆς πληγῆς. ᾧδ’ οὖν, ἐπειδὴ χρὴ μὲν ἀπωσθῆναι τὴν ἁφὴν ὑπὸ τοῦ σφυγμοῦ, μέλλουσαν αἰσθήσεσθαι τῆς προσβολῆς αὐτοῦ, ὠθεῖται δ’ οὐχ ὁμοίως διὰ παντὸς, ἀλλὰ ποτὲ μὲν μᾶλλον, ποτὲ δ’ ἧττον, ποτὲ δὲ ὥστε ψαύειν μόνον, ὅσαι κινήσεις αὐτὴν ὠθοῦσι καὶ ἀνατρέπουσιν ἐπὶ πολὺ, βίαιον αὗται φαντασίαν ἐργάζονται τῆς πληγῆς. ἐπὶ πολὺ δ’ ὠθεῖν δύνανται κινήσεις ἥ τε τῇ σκληρότητι τῆς ἀρτηρίας οἷον θλῶσα τὴν ἁφὴν καὶ ἡ τῇ ῥώμῃ τῆς κινούσης αὐτὰ δυνάμεως οἷον ἀνατρέπουσα, καὶ ἡ τῷ μεγέθει
919
τῆς διαστολῆς ἐπὶ πλεῖστον ἐξικνουμένη, καὶ ἡ τῷ τάχει τῆς φορᾶς ὠθοῦσα συντόμως, καὶ ἡ διὰ τὸ ὕψος οἷον ἐγκαταβαίνουσα, καὶ ἡ διὰ τὸ τετάσθαι δυσκίνητος, καὶ ἡ διὰ τὸν κλόνον ἅμα τάσεώς τε καὶ σκληρότητος καὶ ταχείας προσβολῆς ἔμφασιν ἔχουσα. ταῦτ’ ἄρα παμπόλλοις ἐστὶν ἐντυχεῖν ὁσημέραι τῶν ἰατρῶν ἅπαντας τοὺς εἰρημένους σφυγμοὺς σφοδροὺς εἶναι λέγουσιν. εἰ μὲν οὖν ᾐσθάνοντο τῆς ἐν αὐτοῖς διαφορᾶς, τοῦ καλεῖν ὅπως ἠβούλοντο κοινῇ πάντες οὐδὲν ἂν ἐφροντίσαμεν· ἐπεὶ δ’ ὥσπερ ὄνομα κοινὸν ἐπιφέρουσιν, οὕτω καὶ τὴν φύσιν ἁπάντων μίαν εἶναι νομίζουσιν, πειρατέον αὐτοῖς ἐνδείξασθαι τὴν ἀπάτην ἀπὸ τῶν προφανεστάτων ἀρξαμένους, οἷον εὐθέως ἀπὸ τοῦ ταχέος. πρόχειρον γὰρ ἐντεῦθεν τὸ σφάλμα τῷ γε δυναμένῳ συνιδεῖν τὸ τάχος τῆς προσβολῆς οὐ ταὐτὸν ὂν τῷ βιαίῳ τῆς πληγῆς. τά τε γὰρ ἄλλα καὶ μέχρι πλείονος ὁ ταχὺς ὠθεῖν οὐ δύναται τὴν ἁφὴν, ἂν μὴ καὶ μέγας ᾖ. ᾧ δῆλον, ὅτι μὴ κατὰ τὴν ἑαυτοῦ φύσιν ἔχει τοῦτο σύμπτωμα. τὸ γὰρ ὅταν ᾖ ταχὺς μόνον, οὐ διὰ τὸ μέγεθος ὑπάρχον, τῇ δὲ τοῦ μεγέθους παρουσίᾳ προσγινόμενον
920
αὐτῷ πῶς ἄν τις ἴδιον εἶναι λέγοι; ὁ γοῦν ταχὺς ἅμα καὶ μικρὸς οὐκ ὠθεῖ μέχρι πολλοῦ τὴν ἁφὴν, ἀλλά τοι τὸ μέχρι τοῦ πολλοῦ μεγέθους ἐστὶν οἰκειότερον, ἢ καὶ τούτου κατὰ συμβεβηκός. ἂν γὰρ ἀναμνησθῶμεν ὅσα περὶ τῆς τοῦ μεγέθους διαγνώσεως εἰρήκαμεν, οὐ τῷ μέχρι πλείονος ἔσω χωρεῖν, ἀλλὰ τῷ κατὰ πολλὰ μόρια μήκους θ’ ἅμα καὶ πλάτους καὶ βάθους ἅπτεσθαι τῆς ἁφῆς ἐγνωρίζετο. τὴν γὰρ κατὰ κύκλον τοῦ σφυγμοῦ περιφέρειαν ἱκανὴν τὸ μέγεθος οὖσαν αἰσθήσει διαγνόντες, ἐπ’ αὐτῇ λοιπὸν ἤδη συνελογισάμεθα τὴν ἐκ πολλοῦ βάθους ἄνοδον, οὐκ ἀκολουθησάσης παντὶ τῷ διαστήματι τῆς ἁφῆς, ἀλλὰ τῆς ἐκτὸς τελευτῆς μόνης αἰσθομένης. εἰ γοῦν ἀπὸ τῆς πρώτης ὁρμῆς τοῦ διαστέλλεσθαι τὴν ἀρτηρίαν τῆς κινήσεως ἐθελήσαιμεν αἰσθάνεσθαι, πολὺ τοῦ μεγέθους, ὡς καὶ πρόσθεν ἐῤῥέθη, κωλύσομεν· ὥσθ’ ἡμῖν μηδὲ μέγαν ἔτι φαίνεσθαι τὸν σφυγμόν. ἀλλὰ καὶ αὐτὸ τοῦτ’ οὐκ ἐν ἅπασιν οἷόν τε ποιεῖν τοῖς μεγάλοις, ἀλλ’ ὅσοι πρὸς τῷ μεγέθει σφοδρότητος μετέχουσι. τοῖς γὰρ μεγάλοις μόνον, οὐ μὴν καὶ σφοδροῖς, οὐδ’ ἀπαντῆσαι δυνατὸν ἀνιοῦσιν, οὐδὲ
921
θλῖψαι τὴν ἀρτηρίαν· ἀπόλλυνται γὰρ εὐθὺς ὅλοι. δῆλον οὖν, ὡς οὐδ’ ὁ μέγας διαγινώσκεται τῷ πλεῖστον ἔσω τὴν ἁφὴν ὠθεῖν, ἀλλὰ τῷ κατὰ πολλὰ μόρια τοῦ τε μήκους καὶ τοῦ κύκλου τῆς ἀρτηρίας προσπίπτειν. ἆρ’ οὖν ὁ ὑψηλὸς ἐπὶ πλεῖστον ἔσω βιάζεται; καὶ μὴν ὅπερ ὁ μέγας ἐν ταῖς τρισὶ διαστάσεσι, τοῦτο οὗτος ἐν μιᾷ κέκτηται. εἴπερ οὖν μηδ’ ἐκεῖνος, οὐδὲ οὗτος. ἀλλὰ μὴν ὁ μέγας ἐδείχθη χωρὶς τοῦ καὶ σφοδρὸς εἶναι μὴ δυνάμενος ἐπὶ πλέον ὠθεῖν τὴν ἁφήν. οὐκ οὖν οὐδὲ ὁ ὑψηλός. εἰ δὲ τῷ μεγάλῳ μὲν ὑπάρχει πολλάκις ἀμυδρότης, τῷ δ’ ὑψηλῷ μὲν, μὴ μεγάλῳ δὲ, τὰ πολλὰ μὲν ἡ σφοδρότης, ἀμυδρότης δὲ οὐδέποτε, τοῦθ’ ἕτερος λογος. ἕξει μὲν γὰρ, ὡς εἶπον, μέχρι πλείονος ὠθεῖν ὁ ὑψηλὸς, οὐ μὴν κατὰ τὸν ἴδιον λόγον, ἀλλ’ ὅτι πάντως σφοδρὸς, ἢ οὐκ ἀμυδρός γέ ἐστιν. ἅπαντες μὲν οὖν οἱ εἰρημένοι σφυγμοὶ φαίνονται σφοδρότητος δεόμενοι πρὸς τῷ μέχρι πολλοῦ τὴν ἁφὴν ὠθεῖν. καὶ διὰ τοῦτο ὅσοις μὲν αὐτῶν διὰ παντὸς σύνεστι σφοδρότης, ἀεὶ βιαίως πλήττουσι, ὅσοις δ’ οὐκ ἀεὶ μὲν, ὡς τὸ πολὺ δὲ, καὶ οὗτοι τὰ πολλὰ βίαιοι φαινόμενοι τοῖς 
922
ἀμελέστερον τὰ τοιαῦτ’ ἐπισκοποῦσιν ἐπιστεύθησαν ἀεὶ τοιοῦτοί τινες΄ ὑπάρχειν. ἄλλοι δ’ αὖ σφυγμοὶ διὰ τὴν ἀχώριστον αὐτῶν σκληρότητα βιαίως πλήττουσιν, ὥσπερ ὅ τε κλονώδης καὶ ὁ σπασμώδης. οὐδὲ γὰρ οὗτοι δι’ ἄλλο τι βίαιον ἔχουσι τὴν πληγὴν, ἀλλὰ διὰ τὴν ἀχώριστον αὐτῶν σκληρότητα. καὶ δύο ταῦτ’ ἔοικεν εἶναι μόνα σφυγμῶν εἴδη βιαίως πλήττοντα, τό τε τῶν σφοδρῶν καὶ τὸ τῶν σκληρῶν. εἰσὶ δ’ οἳ κᾀν τούτοις δεῖσθαι σφοδρότητος ἔφασαν πρὸς τὴν σκληρότητα· μὴ γὰρ δύνασθαι μόνην βίαιον ποιήσασθαι πληγὴν, ὥσπερ οὐδ’ εἰ λίθον ἀτρέμα προσάγοις· δεῖ γὰρ δὴ καὶ τούτῳ τόνου τινὸς, εἰ μέλλοι πλήττειν ἰσχυρῶς. ἀλλὰ τούτους μὲν ἐρέσθαι δίκαιον, τί ποτε καὶ βούλονται, πότερον οὐδὲν ὅλως εἶναι σῶμα σκληρὸν, ἀλλὰ τοῦτο τοὔνομα τὸ σκληρὸν μάτην ὑπὸ τῶν ἀνθρώπων εἰρῆσθαι κατ’ οὐδενὸς ὑποκειμένου πράγματος, ἢ πρᾶγμα μὲν εἶναί τι καθ’ οὗ λέγεται, διάγνωσιν δ’ αὐτοῦ μηδεμίαν ὑπάρχειν αἰσθήσει, ἢ δι’ ἄλλης τινὸς αἰσθήσεως, οὐ διὰ τῆς ἁφῆς γνωρίζεσθαι. πάντα γὰρ ἄτοπα τό τε μηδὲν εἶναι σῶμα σκληρὸν τό τε λόγῳ μᾶλλον
923
ἢ αἰσθήσει διαγινώσκεσθαι τό τ’ αἰσθήσει μὲν, ἄλλῃ δέ τινι μᾶλλον ἢ ἁφῇ. καὶ μὴν εἰ συγχωρηθείη γέ τι σκληρὸν εἶναι καὶ διὰ τῆς ἁφῆς γνωρίζεσθαι, τί λοιπὸν ἢ περὶ ὀνόματος ἐρίζοντες εὑρεθήσονται, φάσκοντες ἄνευ τόνου μὴ δύνασθαι βίαιον ἀπ’ αὐτοῦ γενέσθαι τὴν πληγήν; εἰ γὰρ καὶ μὴ βίαιον ἐθέλοιεν καλεῖν, ἀλλ’ οἷον θλῶσάν γε πάντως, ἢ ἀπωθουμένην, ἢ ἀνατρέπουσαν εἰπεῖν ἀναγκασθήσονται. τὸ μέν γε τοῦ τόνου διαμφισβητεῖται. τὴν ἀρχὴν γὰρ οἷός τίς ἐστιν ὁ τόνος ἐν τοῖς τῶν ζώων σώμασι οὐχ ὡμολόγηται πρὸς τῶν εἰς ἐλάχιστα, ἢ εἰς ἄτομα, ἢ εἰς ἄναρμα τὴν ὅλην οὐσίαν καταθραυόντων. μόνοις γὰρ ὁμολογεῖται τοῖς ἡνῶσθαι φάσκουσιν αὐτήν. ὥστ’ οὐδ’ αἰσθήσει διαγνωστὸς ὁ τόνος, ἀλλ’, εἴπερ ἄρα, διὰ σημείου τινὸς, ἢ σημείων, ἤτοι κατ’ ἔνδειξιν, ἢ κατ’ ἀπόδειξιν πιστός. σκληρὸν δὲ καὶ μαλακὸν σῶμα πάντες ἄνθρωποι διαγινώσκομεν αἰσθήσει. καὶ δίκαιον οὐ περὶ τῆς ὑπάρξεως αὐτῶν ζητεῖν, ἀλλὰ περὶ τῆς διαγνώσεως, μᾶλλον δ’ οὐδὲ περὶ ταύτης, ἀλλὰ περὶ τοῦ πῶς ἄν τις ἑρμηνεύοι ἑτέρῳ τὸ γιγνόμενον ἑαυτῷ πάθημα κατὰ τὴν ἁφὴν ἐν τῇ
924
προσβολῇ τῶν σκληρῶν σωμάτων, ὅπῃ τε διαφέρει τοῦτο τῶν σφοδρῶν. ἀλλ’ ἐπεὶ τοῖς ἔμπροσθεν παραλέλειπται, πειραθῶμεν ἡμεῖς αὐτὸ ποιῆσαι, ἀρχὴν τῷ λόγῳ τὰ πᾶσιν ἀνθρώποις ὁμολογούμενα θέμενοι. ἐπεὶ τοίνυν σφοδρά τινα καλοῦμεν οὐ ζῶα μόνον, ὥσπερ λέοντάς τε καὶ ταύρους, ἀλλὰ καὶ τῶν ἀψύχων ἔνια, καθάπερ τά τε τῶν ποταμῶν κατάντη ῥεύματα καὶ ἀνέμους τοὺς μεγάλους, ἕτερα δὲ σκληρὰ, καθάπερ χαλκὸν καὶ σίδηρον καὶ λίθους, ἀναμνησθῆναι χρὴ, τί δή ποτ’ ἐστὶν ἀφ’ ἑκατέρων αὐτῶν, ὅταν ὁμιλῶσιν ἡμῖν διάφορα ἐγγινόμενα τοῖς σώμασι παθήματα. τό τε γὰρ βίαιον τῆς προσβολῆς κοινὸν ἀμφοῖν, τῶν τε σφοδρῶν ἀνέμων καὶ τῶν σκληρῶν σωμάτων, πλεονεκτεῖ δ’, οἶμαι, κατὰ μὲν τοὺς ἀνέμους τε καὶ τὰ τῶν ποταμῶν ῥεύματα τὸ ἀνατρέπεσθαι πρὸς αὐτῶν, κατὰ δὲ τοὺς λίθους καὶ τὰ ξύλα τὸ θλίβεσθαί τε καὶ θλᾶσθαι. ἐπὶ μὲν γὰρ τῶν προτέρων, εἰ καὶ πάνυ προθυμηθείημεν ἐναντίοι βαδίζειν πρὸς αὐτὰ, πάντως ἰσχόμεθά τε καὶ ἀνατρεπόμεθα καὶ εἰς τοὐπίσω βιαίως ὠθούμεθα, χωρὶς τοῦ θλίβεσθαί τε καὶ θλᾶσθαι καὶ πιέζεσθαι τὰ μόρια τοῦ σώματος· ἐπὶ δὲ τῶν δευτέρων αὐτὸ
925
τὸ θλίβεσθαί τε καὶ θλᾶσθαι καὶ πιέζεσθαι πλεονεκτεῖ. μάλιστα δ’ ἂν αὐτὸ μάθοις, εἴ τινι τῶν τοῦ σώματος μορίων ἐπιθείης λίθον μὴ πάνυ βαρὺν, ἀλλ’ ὥστε βουληθέντας ἀποῤῥπῖψαι ῥᾳδίως. γνώσῃ γὰρ ὅπως ἐπικείμενος μὲν βαρύνει καὶ θλίβει καὶ θλᾷ καὶ οἷον ἐγκαταβαίνει τῷ δέρματι, ἀπολιπεὶς δὲ καταλείπει τι περὶ τὸ μόριον ἴχνος καὶ γνώρισμα τῆς θλίψεως. ἢ γὰρ κοιλότερον ἑαυτοῦ καὶ μέχρι πολλοῦ διασῶζον τὴν ἕδραν τὸ μέρος ἀπέφηνεν, ἢ πρὸς τούτῳ καὶ πελιδνόν. οὐ μὴν ἄνεμός γε, κᾂν ἰσχυρότατος ὢν τύχῃ, κᾂν ἀνατρέψῃ τινὰ, κᾂν καταβάλῃ, πιλεῖ που καὶ κοῖλον ἀπεργάζεται τὸ σῶμα. μαλακὸς γὰρ ὢν καὶ ῥᾳδίως περισχίζεταί τε καὶ περιῤῥεῖ. διὰ τοῦτο μέγιστα μὲν πλοῖα ῥᾳδίως ὠθεῖ καὶ καταβάλλει πολλάκις, οὐ μὴν κοιλότερόν γέ τι τῶν ξύλων τῶν ἐν αὐτοῖς εἰργάσατο, καθάπερ εἰ λίθος ἦν, ἢ σίδηρος τὸ προσπῖπτον. ταῦτα γὰρ θλάσαι μὲν καὶ συντρῖψαι δύναται, ἀπώσασθαι δὲ καὶ ἀνατρέψαι τοῖς ἀνέμοις παραπλησίως οὐ δύναται. μήποτ’ οὖν οἷς μὲν ἂν ὑπείκουσαν ἔχωμεν τὴν τῆς σαρκὸς φύσιν, ταῦτα μὲν σκληρὰ καλοῦμεν, ἃ δ’ ἂν αὐτῇ ὑπείκῃ τῇ σαρκὶ, καθάπερ τὸ ὕδωρ, μαλακὰ
926
κέκληται; καὶ, τοῦτ’ ἄρ’ ἦν τὸ πρὸς τοῦ Πλάτωνος λεγόμενον, σκληρὰ μὲν, ὅσοις ἂν ἡμῶν ἡ σὰρξ ὑπείκῃ, μαλακὰ δ’, ὅσα ἂν τῇ σαρκί. φέρε γὰρ ἡμῶν τὴν ἁφὴν ὑποπίπτειν ὑγρῷ τινι, παντί που δῆλον, ὡς ἐγκαταβήσεται μὲν αὐτὰ, τὸ δ’ ὑγρὸν εἴξει τε καὶ ὑποδέξεται. σκληρῷ δ’ εἴ τινι προσπέσοι, δῆλον, ὡς αὐτὴ μᾶλλον εἴξει τε καὶ κοίλη γενήσεται. ἵν’ οὖν ἤδη συμπερανώμεθα τὸν λόγον, ἐπινοήσωμεν τὴν ἡμετέραν χεῖρα ποτὲ μὲν ὕδατος ὀξεῖ ῥεύματι, ἢ ἀνέμῳ σφοδρῷ ἐξ ἐναντίας ἀπαντῶσαν, ποτὲ δὲ λίθῳ τινὶ διὰ τῆς ἑτέρας χειρὸς ἀτρέμα προσαγομένῳ, ἆρ’ οὐ πρόδηλον, ὡς ἀπὸ μὲν τῶν προτέρων ἀνατραπήσεται μὲν μὴ θλιφθεῖσα, τὸν δὲ λίθον αὕτη μὲν ἀνατρέψει, θλιφθήσεται δ’ ὑπ’ αὐτοῦ. τὸ μὲν γὰρ σκληρὸν, ὅσον ἐφ’ ἑαυτῷ, κωλύειν οὐχ ἱκανὸν ἡμᾶς ἰέναι πρόσω, ἀλλὰ ἤτοι διὰ βάρος, ἢ διὰ τὴν ἔξωθεν αὐτῷ προσιοῦσαν κίνησιν ἴσχειν ποτὲ δύναται· τὸ δὲ σφοδρὸν κατ’ αὐτὸ τοῦτο τὸ ἴσχειν τε καὶ κωλύειν καὶ ἀπωθεῖσθαι καὶ ἀνατρέπειν νενόηται. δῆλον οὖν, ὡς ἑτέρα μὲν αἴσθησις ἡμῖν ἐν τῇ τῶν σφοδρῶν, ἑτέρα δ’ ἐν τῇ τῶν σκληρῶν ὁμιλίᾳ γίγνεται. τὰ μὲν γὰρ θλίβει μόνον τὴν σάρκα, τὰ δ’ ἴσχει που πρόσω. 
927
πολλάκις δ’ εἰς ταὐτὸν ἀμφοτέρων συνιόντων, ὡς εἶναι τὸ προσπῖπτον ἅμα μὲν σκληρὸν, ἅμα δὲ σφοδρῶς κινούμενον, ἀνάγκη καὶ τὴν αἴσθησιν ἡμῖν τὴν ἀπ’ αὐτῶν διπλῆν γίνεσθαι, τὴν μὲν ὡς θλίβοντος, τὴν δ’ ὡς ἀνατρέποντος. καὶ εἴπερ ταῦθ’ οὕτως ἔχει, καθάπερ οὖν ἔχει, τὴν τοῦ σκληροῦ σφυγμοῦ διάγνωσιν ἐν τῷ θλίβεσθαι θετέον τὴν ἁφὴν, ὥστ’ εἶναι τὸ μὲν τῆς πληγῆς βίαιον κοινὸν ἀμφοτέροις, τὸ δ’ ἴδιον ἑκατέρου, τὸ μὲν θλίβειν τοῦ σκληροῦ, τὸ δ’ ἀνατρέπειν τοῦ σφοδροῦ. τὰ μὲν δὴ πάθη τῆς ἁφῆς ταῦτα καὶ τὰ συνήθη τοῖς Ἕλλησιν ἐπ’ αὐτοῖς ὀνόματα.

    Δύναιτο δ’ ἄν τις καὶ δι’ ἑτέρων ὀνομάτων ταῦτα τὰ πράγματα δηλοῦν, ὥσπερ ἀμέλει ῥᾳδίως αὐτὸ ποιήσουσιν οἱ τὸ συνεχὲς τῆς ὅλης οὐσίας διακόπτοντες τῷ κενῷ, τοῦτ’ ἔστιν ἅπαντες ὅσοι σώματα αὐτὰ σμικρὰ καὶ ἀδιαίρετα καὶ ἄτμητα καὶ ἄναρμα, ποτὲ μὲν συγκρινόμενα, ποτὲ δὲ διακρινόμενα, τάς τε γενέσεις καὶ τὰς φθορὰς ἐργάζεσθαί φασιν, οὗτοι γὰρ, ὡς ἂν οὐδένα τόνον εἰδότες ζωτικὸν, ὅταν ἀθρόα καὶ πολλὰ καὶ ταχέως φέρηται ταυτὶ τὰ σμικρὰ σώματα, τότε τὴν ἀπ’ αὐτῶν πληγὴν σφοδρὰν φήσουσι γίνεσθαι, καθάπερ

    928
    ἐπὶ τῶν ἀνέμων τε καὶ τῶν εἰς τὸ κάταντες φερομένων συμπίπτει ῥευμάτων. τὸ δὲ ἀθρόα καὶ πολλὰ καὶ πυκνὰ λέγειν ταὐτὸν εἶναι φήσουσιν τῷ βραχὺ παρεσπάρθαι κενὸν, τοῦτο δὲ τῷ πεπληρῶσθαι στερεᾶς οὐσίας τὴν εὐρυχωρίαν τῆς ἀρτηρίας ταὐτὸν ὑπάρχειν· τὴν γὰρ δὴ κένωσιν αὐτῆς, ὥσπερ καὶ αὐτὸ τοὔνομα δηλοῖ, παρὰ τὸ κενὸν ὠνομάσθαι, τοῦτο γὰρ ἐν ἅπασιν ἀεὶ τοῖς συγκρίμασι περιέχεσθαι· τῷ δ’ ἧττον, ἢ πλέον εἶναι ποτὲ μὲν σκληρὰ, ποτὲ δὲ μαλακὰ γίγνεσθαι τὰ σώματα, καὶ νῦν μὲν πλήρεις αὐτῶν τὰς ἐντὸς κοιλίας, αὖθις δ’, εἰ τύχοι, κενάς. τὸν μὲν οὖν χιτῶνα τῆς ἀρτηρίας σκληρὸν, ἢ μαλακὸν φήσουσι γίγνεσθαι διὰ τὸ ποσὸν τοῦ παραπεπλεγμένου τῷ συγκρίματι κενοῦ· τὴν δ’ ἐντὸς εὐρύτητα πλήρη καὶ διάκενον, διὰ τὸ ποσὸν πάλιν κᾀνταῦθα τῆς παρεσπαρμένης αὐτῇ κενότητος. μέγαν δέ τινα εἶναι φήσουσι σφυγμὸν, οὐ μὴν τό γ’ ἀντιβατικὸν ἔχειν τὴν προσβολὴν, ὅταν πολὺ μὲν τὸ κατὰ τὴν κοιλότητα τῆς ἀρτηρίας κενὸν, ὀλίγα δὲ τὰ πρῶτα σώματα· μέγαν δ’ ἅμα καὶ ἀνατρεπτικὸν, ὅταν ὀλίγον μὲν, τὸ κενὸν, πολλὰ δὲ τὰ σώματα. δῆλον οὖν ἤδη γέγονεν,
    929
    ὡς οὐδὲν κατ’ ἐκείνους διοίσει λέγειν πλήρη σφυγμὸν σφοδροῦ. καὶ γὰρ καὶ τὸ τῆς ἁφῆς πάθος ἓν ὑπάρχειν καὶ τοῦ σφυγμοῦ τὴν φύσιν μίαν εἶναι. κενοῦ γὰρ ὀλίγου ταῖς εὐρυχωρίαις τῶν ἀρτηριῶν παρακειμένου, διὰ μὲν τὸ πλῆθος τῶν ὄγκων πλήρη λέγεσθαι τὸν σφυγμὸν, διὰ δὲ τὸ τῆς πληγῆς ἰσχυρὸν σφοδρὸν, ὥστε τῶν ὀνομάτων τὸ μὲν ἕτερον αὐτῆς τῆς οὐσίας δηλωτικὸν εἶναι τοῦ σφυγμοῦ, τὸ δ’ ἕτερον τοῦ ποιοῦ τῆς προσβολῆς. οὔκουν εἶναι σφυγμὸν ἄλλον μὲν πλήρη, σφοδρὸν δ’ ἄλλον· δυοῖν γὰρ ὀνόμασιν ἓν πρᾶγμα δηλοῦσθαι κατὰ διαφόρους ἐννοίας. ἀλλ’ ἡμεῖς γε, ὅσοι ζωτικὸν τινα τόνον εἶναί φαμεν, διττὴν μὲν ἐξ ἀνάγκης ὁμολογήσομεν ὑπάρχειν τὴν φύσιν τῶν σφυγμῶν· εἰ δὲ καὶ τὴν διάγνωσιν ἐπιμελέστερον τούτων ἐπισκεψαίμεθα. χαλεπὴ δὲ ἡ σκέψις μάλιστα γίνεται τῷ μηδένα τῶν ἔμπροσθεν ἀξιόλογον μηδὲν γράψαι περὶ διαγνώσεως σφυγμῶν, ἀλλὰ τοὺς μὲν τελέως παραλιπεῖν, τοὺς δὲ ἐπὶ μικρὸν κομιδῆ προσάψασθαι. Ἡρόφιλος μὲν οὖν, ὡς ἂν τὰ τῆς αἰσθήσεως πάθη γράφων, οὐδαμῆ πληρότητος ἐμνημόνευσεν, ἧς οὐδεπώποτε ᾔσθετο. οἱ δ’ ἀπ’ αὐτοῦ μὲν κληθέντες Ἡροφίλειοι, πάντα μᾶλλον
    930
    δόντες ἢ τοῦτο λέγεσθαι βούλονται, σοφισταὶ καὶ πολυλόγοι γενόμενοι σχεδὸν ἅπαντες, οὔτ’ ἄλλο τι τῶν Ἡροφιλείων θεωρημάτων ἐπ’ αὐτῶν τῶν ἔργων τῆς τέχνης προὐθυμήθησαν ἀσκῆσαι. καὶ πρὸς ἄλλοις πολλοῖς οἷς ἐλυμήναντο τὴν τέχνην, ἔτι τε καὶ τὸν πλήρη σφυγμὸν ἡμῖν ἐπεισήγαγον ταῖς διαγνώσεσιν, ἵνα δηλαδὴ μικρᾶς οὔσης τῆς τέχνης ἔχωμεν ἡμεῖς νῦν ὃ πράττωμεν. οὔτε γὰρ παρελθεῖν οἷόν τε σφυγμὸν ὑπ’ ἀνδρῶν οὕτως ἐνδόξων πεπιστευμένον οὔθ’ ὃν οὐδεπώποτε εὕρομεν ἐπὶ τῶν ἔργων διαγνῶναι προχείρως ἡμῖν θετέον, ἀλλοτρίαις ἀκολουθήσασιν ἀποφάσεσιν. ἀλλ’ ἀνάγκη δεῖξαι πρῶτον μὲν ὅτι μέχρι τῆς ἐννοίας ὁ σφυγμὸς οὗτος πρόεισιν, ἔπειτα ὡς οὐδ’ Ἡρόφιλος αὐτὸν αἰσθήσει διεγίνωσκεν. εἰ μὲν οὖν μὴ συγκεχύκεσαν αὐτοὶ τὸ σημαινόμενον τοῦ ὀνόματος, ἤδη εἶχόν τι κᾀγὼ λέγειν ὧν ἐπαγγέλλομαι· ἐπεὶ δὲ πολυειδῶς ἐτάραξαν αὐτὸ πρὸς ἀλλήλους τε καὶ πρὸς ἑαυτὸν ἕκαστος οὐχ ὁμολογοῦντες, ἀναγκαῖόν ἐστιν ὑπὲρ τοῦ σημαινομένου πρότερον ἡμᾶς διασκέψασθαι, μή πῃ λάθωμεν ἡμᾶς αὐτοὺς ὡς κόρακες ἢ κολοιοὶ φωνὰς μόνας προφερόμενοι,
    931
    τὰ δὲ πράγματα καθ’ ὧν αὗται λέγονται παντάπασιν ἀγνοοῦντες. ὄντων οὖν πολλῶν τῶν γραφόντων τοὔνομα τοῦ πλήρους σφυγμοῦ, τοὺς μὲν ἄλλους παραλείψειν μοι δοκῶ, πλὴν εἴ που κατὰ τὴν ἀνάγκην τοῦ λόγου μνημονεύσαιμι διὰ βραχέων. ἀποχρήσει δέ μοι τὰ πρὸς Ἀρχιγένους τε καὶ Ἀγαθίνου γεγραμμένα προχειρισαμένῳ διασκέψασθαι. λέγει δὲ ὁ μὲν Ἀρχιγένης ὑπὲρ αὐτοῦ τόνδε τὸν τρόπον· ἔστι δὲ πλήρης σφυγμὸς ὁ ναστοτέραν ἐπιδεικνὺς τὴν ἀρτηρίαν καὶ τὴν ὑπόπτωσιν αὐτῆς διασεσαγμένην ἐγχύλως, κενὸς δὲ ὁ πομφολυγώδη τὴν ἔγερσιν τῆς ἀρτηρίας ποιούμενος, ὥστε κατὰ τὸν ἐπιπιεσμὸν τῶν δακτύλων κενεμβάτησιν ὑποπίπτειν. ἐν τούτῳ δὲ δὴ τῷ λόγῳ πρῶτον τί δηλοῖ τὸ ναστοτέραν οὐ πάνυ σαφῶς οἶδα, διὰ τὸ μηδὲ σύνηθες εἶναι τοῖς Ἕλλησιν ὄνομα κατὰ τοῦ τοιούτου πράγματος λέγεσθαι. ἄρτον μὲν γάρ τινα ναστὸν ἐκάλουν, οὐ μὴν ἄλλο γέ τι σῶμα πρὸς αὐτῶν οὕτως ὠνομασμένον ἐπίσταμαι. αὐτὸς δὲ ὁ Ἀρχιγένης, δικαιότατον γὰρ τὴν ἐν τοῖς ὀνόμασιν αὐτοῦ συνήθειαν παρ’ αὐτοῦ μανθάνειν, δοκεῖ μοι τὸ ναστὸν ἀντὶ τοῦ πλήρους ὀνομάζειν, ἐν γοῦν τῷ περὶ σφοδρότητος σφυγμοῦ λόγῳ 
    932
    διηγούμενος τὰ ὑπὸ Μάγνου εἰρημένα κατὰ λέξιν οὕτω γράφει· ὅλως γὰρ, φησὶν, ἡ σφοδρὰ πληγὴ οὐ γίγνεται, εἰ μὴ ναστοῦ ὄντος τοῦ προσπίπτοντος, μεγάλου καὶ ταχέος ἐπιφερομένου. ἐφ’ ἃ μετ’ ὀλίγον οὕτως ἄρα φησί· καὶ σφοδρότης σφυγμοῦ ἐκ τάχους, μεγέθους, σφοδρότητος, πληρότητός ἐστι σύνθετος. τὸ γὰρ ἀνωτέρω ναστὸν, τοῦτο νῦν πλῆρες ἐκάλεσεν, ὡς οὐδὲν διαφέρον ἢ οὕτως ἢ ἐκείνως εἰπεῖν. ἀλλὰ καὶ πανταχοῦ μοι δοκεῖ κατὰ τὸν αὐτὸν τρόπον χρῆσθαι τῇ τοῦ ναστοῦ προσηγορίᾳ. μεταλάβωμεν οὖν ἤδη τὸ ναστοτέραν εἰς τὸ πληρεστέραν, ἵνα καὶ γνῶμεν τί ποτ’ ἐστὶν ὃ λέγει. ἔστι δὲ ἡ λέξις τοιάδε· ἔστι δὲ πλήρης μὲν σφυγμὸς ὁ πληρεστέραν ἐπιδεικνὺς τὴν ἀρτηρίαν. ἀλλὰ τοῦτο μὲν δι’ ἑαυτοῦ δηλούμενον, οὐδὲν ἡμᾶς διδάξει πλέον. ἆρ’ οὖν ἄμεινον ὑπερβάντας ὅλον τὸ ναστοτέραν σκέψασθαι τὸ ἐπιφερόμενον ἐγχύλως. τοιοῦτον γάρ τι δηλοῦν ἔοικεν ἡ λέξις, ὡς τοῦ πλήρους σφυγμοῦ κατὰ τὴν προσβολὴν δεικνυμένου διασεσαγμένην ἐγχύλως τὴν ἀρτηρίαν. αὐτὸ δὲ πάλιν τὸ διασεσαγμένην πότερα ταὐτόν ἐστι τῷ μεμεστωμένην, ἢ
    933
    ἄλλο τι δηλοῖ, σαφῶς οὐκ ἔχω συμβαλεῖν. καὶ γάρ τοι καὶ ἀντιθεὶς ἑξῆς τῷ τῇ πλήρους καὶ τοῦ ναστοτέρου τὸν ὁρισμὸν τοῦ κενοῦ, οὔτε τῷ ναστοτέραν τὸ ἐναντίον ἔλαβεν οὔτε τῷ διασεσαγμένην, δέον, οἶμαι, λαβεῖν, εἴπερ ἐναντίον πρᾶγμα ὡρίζετο. νῦν οὐδὲν ἔλαβεν, ἀλλὰ τί φησι; κενὸς δὲ ὁ πομφολυγώδη τὴν ἔγερσιν τῆς ἀρτηρίας ποιούμενος. τοῦτο γὰρ τὸ πομφολυγώδη οὔτε τῷ ναστοτέραν οὔτε τῷ διασεσαγμένην ἐναντίον ἐστίν. ἀλλ’ εἴπερ ἄρα, μόνῳ τῷ ἐγχύλῳ, ἵνα τὸ μὲν ἔγχυλον οἷον ὑγρότερόν πως εἴη, τὸ δὲ πομφολυγῶδες ἀερωδέστερον. πάλιν δὲ τῷ τοῦ κενοῦ λόγῳ πρόσκειται, ὥστε κατὰ τὸν ἐπιπιεσμὸν τῶν δακτύλων κενεμβάτησιν ὑποπίπτειν· τίνι τῶν ἐκ τοῦ πλήρους ἐναντίον ἐστὶν, οὐκ ἂν εὕροις. τῷ μὲν γὰρ τῆς κενεμβατήσεως ὀνόματι τὸ τῆς ἀντιβάσεως μάλιστ’ ἀντιθείη. παραλέλειπται δ’ ὅλον τοῦτο ἐν τῷ πλήρους λόγῳ. καίτοι γ’ ἠδύνατο κατὰ τὸν αὐτὸν εἰρῆσθαι τρόπον, ὥστε κατὰ τὸν ἐπιπιεσμὸν τῶν δακτύλων ἀντίβασιν ὑποπίπτειν. ἀλλ’ οὐκ εἴρηται, εἰ μή τι ἄρα περὶ τὸ ναστοτέραν ἐπιδεικνύναι τὴν ἀρτηρίαν τοῦτό ἐστιν,
    934
    ἵν’ ἐν ἑκατέρῳ τῷ λόγῳ μὴ τί ποτ’ ἐστὶν ὁ πλήρης σφυγμὸς ᾖ δηλούμενον, ἀλλὰ πῶς διαγινώσκεται. καὶ εἰ τοῦτο, τάχ’ ἂν ἀκολουθεῖν ἤδη δυναίμην. εἰ γὰρ τῶν ἡμετέρων κατὰ τὴν ἁφὴν παθημάτων ἐξήγησίς ἐστιν ὁ λόγος, οὐδαμοῦ τῆς τοῦ πράγματος αὐτοῦ φύσεως ἁπτόμενος ἀναμνησθῆναι δύναμαι πάντων ὧν κατὰ τὴν διαστολὴν τῆς ἀρτηρίας ἡ ἁφὴ πάσχει. τάχα οὖν εὑρήσομεν οὕτως, τί ποτε βούλεται δηλοῦν ὁ Ἀρχιγένης. ἃ δὲ πάσχει, ταῦτ’ ἐστίν. αἰσθάνεται προσπίπτοντος αὐτῇ κινουμένου σώματος ἐν χρόνῳ τινὶ, καὶ τοῦτο ποτὲ μὲν κατὰ πολλὰ μόρια προσπίπτειν ἑαυτῇ φαντάζεται, ποτὲ δ’ οὒ, καὶ θλίβειν τε καὶ αὖθις μὴ θλίβειν, καὶ ἡμῶν θλιβόντων ἀντιβαίνειν, ἢ νικᾶσθαι. ταῦτ’ ἐστὶ τὰ πρῶτα καὶ οἷον στοιχεῖα τοῦ παντὸς περὶ τῶν σφυγμῶν λόγου, πάθη τῆς ἁφῆς. τὰ γὰρ ἄλλα πάντα τὰ μὲν ἐκ τούτων σύγκειται, τὰ δ’ ἐν τῷ πρὸς τὶ νενόηται, ἤτοι καὶ τὰ μόρια τῶν εἰρημένων ἀλλήλοις παραβαλλόμενον, ἢ ὅλων πρὸς ὅλα. κατὰ τίνος οὖν λέγεται τούτων τὸ τοῦ πλήρους ὄνομα; πότερον κατὰ τῆς κινήσεως αὐτῆς; ἀλλ’ ἐν ἐκείνῃ τάχος ἦν καὶ βραδύτης καὶ τῶν ῥυθμῶν αἱ γενέσεις. ἀλλ’ ὅταν κατὰ
    935
    πολλὰ μόρια τῆς διαστολῆς αἰσθάνηται ἡ ἁφή; ἀλλ’ ἐνταῦθα μακροὶ καὶ πλατεῖς καὶ ὑψηλοὶ καὶ μεγάλοι γίνονται σφυγμοί. ἀλλ’ ὅταν κατ’ ὀλίγα; οἱ ἐναντίοι δηλονότι τῶν εἰρημένων. ἀλλ’ ὅταν θλίβηται; σκληρός. ἀλλ’ ὅταν ἀνατρέπηται; σφοδρός. τί γὰρ δεῖ περὶ τῶν ἐναντίων αὐτοῖς, ἢ μέσων μακρολογεῖν; πότ’ οὖν πλήρης γενήσεται; ἢ τί πάσχει πάθος ἡ ἁφὴ; πότερον, ὅταν θερμασίας πλείονος, ἢ δριμυτέρας αἰσθάνηται; ἀλλ’ οὐκ ἔστιν ἐκ τῶν κατὰ τοὺς σφυγμοὺς διαφορῶν ἡ τοιαύτη διάγνωσις. ἀλλ’ ὅταν ὑγρότητος, ἢ ξηρότητος; ἀλλ’ οὐδὲ ταῦτα τῆς τῶν σφυγμῶν διαφορᾶς ἐστι τὰ παθήματα. καὶ γὰρ καὶ χωρὶς τῶν σφυγμῶν ἔνεστιν αὐτὰ διαγινώσκειν ἐπιβάλλοντα τὴν χεῖρα τῷ σώματι τοῦ νοσοῦντος. μήτι οὖν τὸ τῆς ἀντιβάσεως εἶδος ἕτερον μὲν ἐν τοῖς σφοδροῖς, ἕτερον δὲ ἐν τοῖς πλήρεσιν ὀνομάζουσι; τάχα γὰρ καὶ ὁ Ἀγαθῖνος τοιοῦτόν τι βούλεται. ἀλλ’ εἰ τοῦτο, ἐχρῆν ἀποσαφῆσαι τοῦτ’ αὐτὸ ἡμῖν, καὶ μὴ Σφιγγὸς προβάλλειν αἰνίγματα. ἢ βούλονται μὴ μόνον περὶ τῶν πραγμάτων ἡμᾶς ζητεῖν οὕτω χαλεπῶν ὄντων, ἀλλ’ ἐξ ἐπιμέτρου τί ποτε
    936
    λέγουσι σκοπεῖν, καὶ πολλαπλάσιόν γε χρόνον εἰς τοῦτ’ ἀναλίσκειν, ἢ εἰς αὐτῶν τῶν πραγμάτων τὴν εὕρεσιν; ἴδωμεν οὖν ἤδη καὶ τὴν τοῦ Ἀγαθίνου ῥῆσιν, καὶ ζητήσωμεν εἰ τὸ τῆς ἀντιβάσεως εἶδος ἕτερον μὲν ἐν τοῖς σφοδροῖς, ἕτερον δὲ ἐν τοῖς πλήρεσιν εἶναι βούλεται. γράφει οὖν καὶ αὐτὸς ᾧδε· παρακολουθεῖ γὰρ ἐν ταῖς ἐπισκέψεσι πληρότητος καὶ κενότητος σφυγμοῦ, τοῦ μὲν πλήρους τεταμένον καὶ ἐξεριστικὸν δι’ ὅλου τὸ πνεῦμα παριστάντος, τοῦ δὲ κενοῦ διαῤῥέον καὶ ταῖς ἀντιβάσεσιν ἐναφανιζόμενον, ὡς ῥήξει τινὸς ὑδατίνης πομφόλυγος ἐοικέναι. τούτῳ μὲν τό γε τοσοῦτον ἤδη χάριν ἴσμεν, ὅτι τε μὴ Σφιγγὸς αἰνίγματα προβάλλει, καθάπερ Ἀρχιγένης τε καὶ πολλοὶ τῶν ἄλλων. εἰ μὲν γὰρ ὀρθῶς, ἢ μὴ λέγει κατὰ σχολὴν ἔνεστι σκοπεῖσθαι. τὸ δ’ οὖν λεγόμενον αὐτὸ σαφές ἐστιν ἤδη. βούλεται γὰρ τεταμένον καὶ ἐξεριστικὸν δι’ ὅλου τὸ πνεῦμα κατὰ τοὺς πλήρεις ἐμφαίνεσθαι σφυγμοὺς, ἄῤῥωστον δὲ καὶ καταπῖπτον ῥᾳδίως καὶ μηδεμίαν ἔχον ἀντίβασιν ἐν τοῖς κενοῖς. εἴτε δὲ τὸ σύμφυτον πνεῦμα καὶ ζωτικὸν τὸ διὰ τῶν σωμάτων, ὡς αὐτοὶ βούλονται, τεταμένον, εἴτε τὸ ἀερῶδές τε καὶ ὑλικὸν τὸ ἐν 
    937
    ταῖς εὐρυχωρίαις, οὐ πάνυ μὲν ἡ λέξις ἀποσαφεῖ, τῇ δ’ ὅλῃ τῶν ἀνδρῶν γνώμῃ τεκμήραιτ’ ἄν τις τὸ ζωτικὸν αὐτὸν λέγειν. ἀλλ’ εἴτε τοῦτο, ἢ ἐκεῖνο, τό γε τοσοῦτον ἐν παρόντι παρακλητέον αὐτόν τε καὶ τοὺς ἀπ’ αὐτοῦ μηδέπω δόγματα τοῖς τῆς αἰσθήσεως ἀναμιγνύναι πάθεσιν, ἀλλ’ ὡς ἐμπειρικὸν, οὐ γὰρ ἀτιμάζει τὴν ἐμπειρίαν, διαλεχθῆναι πρότερον ἡμῖν ὑπὲρ αὐτῶν τῶν λεγομένων κατὰ τὴν ἁφὴν, εἶτ’ αὖθις, ὅπως ἐξ αὐτῶν χρὴ διὰ τοῦ λόγου μεταβαίνειν ἐπὶ τὰ δόγματα, διδάξαι. τίνα τοίνυν τὰ τῆς αἰσθήσεως πάθη κατ’ αὐτὸν, εἰ μεταθείημεν τὸ τοῦ πνεύματος ὄνομα, καὶ πληγὴν εἴποιμεν; ἔσται γὰρ ὁ λόγος τοιοῦτος· ὁ πλήρης σφυγμὸς τεταμένην καὶ ἐξεριστικὴν δι’ ὅλου τὴν πληγὴν παρίστησιν, ὁ δὲ κενὸς οἷον διαῤῥέουσαν καὶ ταῖς ἀντιβάσεσιν ἐμφανιζομένην, ὡς ῥήξει τινὸς ὑδατίνης πομφόλυγος ἐοικέναι. τούτων δὲ οὕτω καλῶς μετειλημμένων, μικρὸν ἐπελίξαντες αὐτοῦ τὸ βιβλίον, θεασώμεθα τί λέγει περὶ σφοδροῦ καὶ ἀμυδροῦ σφυγμοῦ. ἔχει δὲ ἡ λέξις οὕτως· διότι μὲν οὖν σφοδρός ἐστιν ὁ σφυγμὸς βιαίως κρούων τὴν ἁφὴν καὶ κατὰ τὴν πρόσαλσιν ἰσχυρῶς αὐτὴν ἀνατρέπων, δῆλόν τ’ ἐστὶν αὐτόθι
    938
    καὶ συμφωνεῖται τοῖς πλείστοις. εἶτ’ ἐπιφέρων φησί· τῶν ἐναντίων ἐπινενοημένων δηλονότι περὶ τὸν ἀμυδρὸν σφυγμόν. ἀμενηνῶς γὰρ καὶ ἐκλύτως πρόσεισι τῇ ἁφῇ. ταῦτ’ ὀρθῶς ὁ Ἀγαθῖνος, ἀλλ’ οὐ μὲν διαφέρει τῶν περὶ τοῦ πλήρους τε καὶ κενοῦ. τὸ μὲν γὰρ ἐξεριστικὴν δι’ ὅλου τὴν πληγὴν εἷναι ταὐτόν ἐστι τῷ βιαίως τε κρούειν τὴν ἁφὴν καὶ ἰσχυρῶς ἀνατρέπειν, εἴρηται δ’ αὐτῶν τὸ μὲν ἐπὶ τοῦ πλήρους, τὸ δὲ ἐπὶ τοῦ σφοδροῦ. τὸ δ’ αὖ ταῖς ἀντιβάσεσιν ἀφανίζεσθαι ταὐτόν ἐστι τῷ ἀμενηνῶς καὶ ἐκλύτως ἐναφανίζεσθαι τῇ ἁφῇ. εἴρηται δὲ τούτων τὸ μὲν πρότερον ἐπὶ τοῦ κενοῦ, τὸ δὲ δεύτερον ἐπὶ τοῦ ἀμυδροῦ. ἆρ’ οὖν ὁ μὲν Ἀγαθῖνος οὕτως ἐξηγήσατο τὰ τῆς ἁφῆς πάθη, κατά γε τοὺς σφοδροὺς σφυγμοὺς καὶ τοὺς ἀμυδροὺς, ὁ δ’ Ἀρχιγένης ἑτέρως, οὐ μὴν ἀλλὰ κᾀκεῖνος ὡδὶ γράφει· ὥστ’ ἐκ τοῦ καθ’ ἕνα χωρισμοῦ γίνεσθαι καθ’ ἑαυτήν τις οὖσα ἡ σφοδρότης, ὁ τόνος, ὡς εἶπον, τῆς τῶν ἀρτηριῶν κινήσεως. εἶθ’ ἑξῆς· φαίνεται δὲ καθ’ ὅλην τὴν διαστολὴν τὸ τελανὸν τῆς ὁρμῆς, καθ’ ὃ καὶ εἰ προσπιέσαιμεν τοὺς δακτύλους, στερεωτέρα
    939
    ὑποπίπτει ἡ πληγή. ταῦτα μὲν οὕτω φανερὰ τὰ περὶ τῶν τῆς ἁφῆς παθῶν, ἐν οἷς οὐχ ἕξομεν ἴδιον πάθος εἰπεῖν τῆς πληρότητος, εἰ μή τι ἄρα, καθάπερ τινὸς τῶν νῦν ἔλεγον, ὅταν ἐπὶ πλεῖστον ὁ σφυγμὸς ἐξαιρόμενος ἀντιβατικὸς εἴη. τοῦτο δὲ δύο ἐστὶν εἴδη σφυγμῶν, οὐχ ἕν. τὸ γὰρ ἐπιπλεῖστον ἐξαίρεσθαι κατὰ μὲν τὰς τρεῖς διαστάσεις γινόμενον μέγαν ποειεῖ τὸν σφυγμὸν, κατὰ δὲ μίαν μόνην ἢ μακρὸν, ἢ πλατὺν, ἢ ὑψηλόν. τὸ δ’ ἀντιβατικὸν εἶναι πάλιν ταὐτόν ἐστι τῷ σφοδρῷ. εἰ δέ τις τὸν μέγαν ἅμα καὶ σφοδρὸν ἑνὶ καλεῖν ὀνόματι τῷ τοῦ πλήρους βούλεται, καλείτω. περὶ γὰρ ὀνόματος οὐ διαφερόμεθα. γιγνωσκέτω δ’ οὐδεμίαν εἰσάγων ἔξωθεν παρὰ τὰς εἰρημένας διαφορὰς κατὰ νῦν, δύο δὲ καὶ τρεῖς ἐξ αὐτῶν λαμβάνων ἰδίοις ὀνόμασι προσαγορεύειν εἰ βούλοιτο, φθόνος οὐδὲ εἷς. ἀλλ’ ἡμῖν οὐ περὶ ὀνομάτων ἡ ζήτησις, ἀλλὰ περὶ πραγμάτων, ἐν οἷς εἴ τι πλέον ἔχοι τις λέγειν, ἡδέως μαθησόμεθα. τὸ μὲν γὰρ ἐπινοεῖσθαί τινα διαφορὰν σφυγμῶν κατὰ τὸ τῆς ἀρτηρίας ἔγχυμα, καλοῦσι γὰρ οὕτως τὸ περιεχόμενον ὑγρὸν ἐν αὐτῇ, κᾀγὼ σύμφημι, καὶ δύναμαι νοῆσαι ποτὲ μὲν παχύτερον,
    940
    ποτὲ δὲ λεπτότερον αὐτό. καὶ αὖθις γλισχρότερον, ἢ ὑδατῶδες, ἢ πλέον, ἢ ἔλαττον, ἢ ἀερωδέστερον, ἢ ὅπως οὖν ἄλλως ἔχον. καὶ γὰρ πνεῦμα μόνον ἐν αὐταῖς περιεχόμενον νοῶ, καὶ τοῦτο ποτὲ μὲν καθαρὸν καὶ αἰθερῶδες, ποτὲ δ’ ἀχλυῶδές τε καὶ ὁμιχλῶδες. ἀλλ’ οὐ τοῦτο νῦν πρόκειται τῶν ἐνδεχομένων ἔννοιαν λαβεῖν, ἀλλὰ περὶ τῆς ὑπάρξεως αὐτῶν ζητεῖν. τὸ μὲν γὰρ ἐπινοεῖν τἀναντία δυνατὸν, τὸ δ’ ὑπάρχειν ἅμα ἀδύνατον. αὐτίκα γέ τοι καὶ περιέχειν νοοῦμεν τὰς ἀρτηρίας αἷμα, καὶ μὴ περιέχειν. ἢ οὐκ ἂν ἐζητοῦμεν ὑπὲρ οὗ μηδόλως ἐνενοοῦμεν. ἀλλ’ οὐ ταύτης ἐστὶν ἐν οἷς ζητοῦμεν τὸ προκείμενον, εἰς ἔννοιαν ἐλθεῖν αὐτῶν, ἀλλ’ ἀποδεῖξαι τὴν ὕπαρξιν· οὐδεὶς γάρ ἐστιν, ὃς οὐκ ἂν ἐπινοήσειεν ἐν ταῖς ἀρτηρίαις αἷμα περιεχόμενον, ἀλλ’ εἰ κατ’ ἀλήθειαν ἐν τῷ κατὰ φύσιν ἔχειν περιέχεται, ζητοῦμεν. καὶ πολλὰ περὶ αὐτοῦ λέγοντας οἶδα τοὺς περὶ τὸν Ἀρχιγένην. καίτοι γ’ εἴπερ αἰσθήσει διαγνωστὸν ἦν, μάτην πολλὰ ληροῦσιν, ἐνὸν εἰπεῖν ἄντικρυς ψεύδεσθαι τὸν Ἐρασίστρατον, ἃ διὰ τῶν αἰσθήσεων ἐμάθομεν,
    941
    ταῦτα μεταπείθειν ἡμᾶς λόγῳ πειρώμενον. ἀλλ’ οὐδεὶς ἐτόλμησεν εἰπεῖν αἰσθάνεσθαι τὴν ἁφὴν τῆς ἐν ταῖς ἀρτηρίαις ὑγρότητος. ὡς ἐβουλόμην ἄν μοι τοῦτο παντὸς μᾶλλον ὑπάρχειν, ἵνα μὴ πράγματα ἔχοιμι, λόγῳ ζητῶν ἐξευρεῖν τὸ ἀληθές. τί ποτ’ οὖν ἐστιν ὃ βούλονται λέγειν, οὐ συνίημι. πλήρης ἐστὶν ὁ σφυγμὸς ὁ τὴν ὑπόπτωσιν τῆς ἀρτηρίας διασεσαγμένην ἐγχύλως ἐμφαίνων. πότερον, ὡς αὐτῆς τῆς ἁφῆς τοῦτο γνωρίσαι δυναμένης, ἢ ταύτης μὲν πασχούσης ὃ δὴ πάσχει, τοῦ πάθους δὲ ἀφορμὴν συλλογισμοῦ πρὸς ἔνδειξιν τῆς τῶν ἀρτηριῶν διαθέσεως παρασχεῖν δυναμένου; ἀλλ’ εἰ τοῦτο λέγουσιν, ὡς ἔστιν ἐκ τῶν κατὰ τὴν ἁφὴν παθῶν συλλογίσασθαί τι περὶ τῶν κατὰ τὰς ἀρτηρίας διαθέσεων, οὐκ ἀντιλέγω. καὶ γὰρ Πραξαγόρας αὐτὸ ποιεῖ καὶ Ἡρόφιλος καὶ πάντες ὀλίγου δεῖν, οἱ μὲν μᾶλλον, οἱ δὲ ἧττον, καὶ οἱ μὲν χεῖρον, οἱ δὲ βέλτιον. τὸ μέν γε τοῦ Πραξαγόρου καὶ θαυμαστὸν ἴσως σοι φανεῖται. μηδὲ γὰρ περιέχεσθαι λέγων ἐν ἀρτηρίαις τοὺς χυμοὺς, ὅμως ἐκ τῶν σφυγμῶν ἰδέας τινὰς αὐτῶν ἀναλογίζεσθαι πειρᾶται. ἀλλ’ οὐδαμῶς πάθος αἰσθήσεως ἐπεισάγει κοινόν. αἴνιγμα γὰρ ἂν οὕτως τὸν λόγον 
    942
    ποιήσειεν, ἵνα τις ἀναγινώσκων, εἶτα μὴ νοῶν, οἴηταί τι βύθιον ἐγκεκρύφθαι τῷ λόγῳ καὶ θαυμαστὸν, εἶτα κατατρίβηται δηλαδὴ, ζητῶν μὲν διὰ παντὸς, εὑρίσκων δ’ οὐδέν. πῶς γὰρ ἂν εὕροι τὸ μηδ’ ὅλως φαινόμενον; ἄνθρωπε μὴ μόνον, εἰ βούλει, χυμῶν ἰδέας διαγίνωσκε ταῖς τῶν σφυγμῶν διαφοραῖς, ἀλλὰ καὶ τὰ τῆς ψυχῆς ἤθη, καθάπερ Ἱπποκράτης ἐπιχειρεῖ. μόνον μοι φύλαττε τὰ τῆς αἰσθήσεως πάθη, καὶ μήθ’ ἃ μηδ’ ὅλως πάσχει καταψεύδεσθαι τόλμα μήτ’ ἐξ ἑνὸς παθήματος ἄλλοτ’ ἀλλοῖον σφυγμὸν γνωρίζειν ἐπαγγέλλου. ἔστι τις σφυγμὸς πολὺ τὸ ἀντιβατικὸν ἔχων, ὥστ’ εἰ καὶ θλίβοις τὴν ἀρτηρίαν, μὴ κινηθῆναι πρὸς τῆς χειρός. ἕνα τοῦτον φύλαττε, καλῶν ὅ τι βούλει. τὸ δὲ νῦν μὲν αὐτὸν σφοδρὸν, νῦν δὲ πλήρη καλεῖν, αὖθις δὲ ἴσως ἄλλο τι, καὶ τῷ πλήθει τῶν ὀνομάτων οἴεσθαι πολλὰ ποιεῖν πράγματα, δεινῶς ἄτοπον. ἔχω κᾀγὼ γνωρίσματα διὰ σφυγμῶν καὶ χυμῶν ἰδέας καὶ παθῶν ψυχῆς, ἀλλ’ ἀφ’ ὧν εἶπον ἔμπροσθεν αἰσθητῶν παθῶν ἅπαντα διαγινώσκειν πειρῶμαι, μηδαμοῦ μήτ’ ἀποκεκρημνισμένον
    943
    σφυγμὸν λέγων, μήτε κοῦφον, μήτε βαρὺν, μήτε ὑγροφανῆ, μήτε πνευματώδη, μήτε διηγκωνισμένον, μήτε διατενῆ, μήτε μογυλὸν, ἢ στεγνὸν, ἢ κατανενυγμένον, ἢ περιλελωσμένον, ἢ ῥοπαλώδη, μήτ’ ἄλλο μηδὲν ὧν οὗτοι λογικαῖς ἐπινοίαις ἀναπλάττουσιν, οὐκ αἰσθητοῖς πάθεσι διαγινώσκουσιν. ὥστ’ ἤδη καὶ τὰ τῆς ἀκοῆς μόνης αἰσθητὰ μεταφέρει ἐπὶ τὴν ἁφήν. οὐδὲν γάρ ἐστιν ἄλλο τὸ τρίζοντας λέγειν καὶ ψοφοῦντας καὶ βομβοῦντας σφυγμοὺς, ἢ περὶ τῆς ἁφῆς ὡς ἀκοῆς διαλέγεσθαι. εἶθ’ οὕτως ἀπιστεῖσθαι ποιοῦσιν δηλαδὴ καὶ αὐτὰ τἀληθῆ. καί τις τῶν νῦν ἀνὴρ οὐχ ὁ φαυλότατος περιλάλησιν ἔφησεν εἶναι τὴν τῶν σφυγμῶν θεωρίαν, ὀρθότατα λέγων, τῷ πολλὰς μὲν φωνὰς φθέγγεσθαι, μηδὲν δὲ χρηστὸν διδάσκειν. ἀλλ’ εἰ μὴ κᾀν ταῖς διαλέξεσιν, ἐν γοῦν τοῖς συγγράμμασιν ἐχρῆν αἰδεῖσθαι παθεῖν ὅπερ ὁ Κωμικὸς ἔφη,

  1. Λαλεῖν ἄριστος, ἀδυνατώτατος λέγειν.
  2. εἶτα γράφεις μοι πλήρη σφυγμὸν, μηδ’ ἄχρι τοσούτου σαφῶς ἐξειπεῖν δυνάμενος ὃ φαντάζῃ, πότερα τοῦ χιτῶνος τῆς

    944
    ἀρτηρίας ποιότητα δηλοῖς, ἢ τὸ ποσὸν τῆς ἐγκεχυμένης οὐσίας αὐταῖς, ἢ τὸ ποιὸν, ἢ τοῦ πνεύματος, ἢ καὶ τῆς θερμασίας δύναμίν τινα, ἢ ποιότητα. πάντα γὰρ ταῦτα δοκεῖς μοι λέγειν ἀδιαρθρώτως τε καὶ συγκεχυμένως. ἢ τί σοι βούλεται πληρότητος οἴνου μνημονεύειν ὡς ἐν παραδείγματι; τί δ’ ἐν τῷ περὶ πληρότητος λόγῳ ποτὲ μὲν λέγειν αὐτοῖς ὀνόμασιν οὕτως, ὥστε καὶ εἴ τις τὸν πλήρη μὴ κατ’ οὐσίαν, ἀλλὰ κατὰ δύναμιν θεωρεῖν βούλοιτο. καὶ μετ’ ὀλίγον· τάχα δὲ τὸ ἐν δυνάμει Καρῶδες ἐπὶ τῶν τοιούτων τὸν πλήρη σφυγμὸν χαρακτηρίζει, ὀνόματα ὄντα τῆς δυσκρασίας τοῦ πνεύματος. καὶ ὃν τρόπον διαγευσάμενοι οἴνου τὸν πλήρη διαγινώσκουσιν οἱ οἰνογεῦσται, οὕτω καὶ οἱ σφυγμῶν ἔμπειροι τὸν πλήρη κατὰ τὸ Καρῶδες τῆς δυνάμεως, κᾂν μεσόκενος ᾖ, διαθεωροῦσιν. ἐν τούτοις μὲν ἐπὶ τὴν δύναμιν ἀναφέρων, τὸν πλήρη σφυγμὸν δοκεῖ μοι νοεῖν, ἐν αὐτοῖς δὲ τοῖς περὶ τῆς πληρότητος λόγοις πάνθ’ ὁμοῦ συγχεῖ καὶ ταράττει. μάθοι δ’ ἄν τις ἐξ αὐτῆς τῆς λέξεως ἐχούσης οὕτως· ὃν τρόπον δὲ καὶ ἐρίων ἡ σύστασις αὐτόθεν ἐστὶ ληπτὴ, καθ’ ἣν
    945
    κενὰ καὶ πλήρη λέγεται, καὶ οἴνου ποιότης οὐ προστάττουσα, ἀλλ’ αὐτόθι παρακειμένη τῇ γλώττῃ διαγινώσκεται, καθ’ ἣν τοὺς πλήρεις καὶ κενοὺς οἴνους διαχωρίζομεν, καὶ τοῦ σώματος δ’ αὐτοῦ κενοῦ καὶ πλήρους ἀντιλαμβανόμεθα, ἔν τε τῷ κατὰ φύσιν τι ἔχειν ἄλλο ἔν τε ταῖς παρὰ φύσιν διαθέσεσιν, καὶ ἐπὶ φλεγμονῆς, οἰδήματος, ἐμφυσήματος, οὕτω καὶ τὰς ἀγυμνάστους σάρκας τῶν γεγυμνασμένων διακρίνομεν. ἐν ταύτῃ πάλιν τῇ ῥήσει τὰ μὲν περὶ τοῦ οἴνου λεγόμενα τῇ κατὰ τὴν δύναμιν πληρότητι δόξειεν ἂν ὁμολογεῖν, τὰ δὲ περὶ φλεγμονῆς καὶ οἰδήματος τῇ κατὰ τὸ σῶμα τῆς ἀρτηρίας αὐτό· τὸ δὲ τῶν ἐρίων παράδειγμα ἐγὼ μὲν οὐδ’ ἐννοῶ τὴν ἀρχήν. οὐδὲ γὰρ ἤκουσά τινος λέγοντος πλῆρες καὶ κενὸν ἔριον, ἵν’ ἔρωμαι πῶς λέγει. καίτοι τὰ περὶ φλεγμονῆς καὶ οἰδήματος οὐδ’ αὐτὰ πρός τινος ἤκουσα λεγόμενα, πλὴν Ἀρχιγένους. ἀλλ’ ἐν τούτοις ἐπινοῆσαι δύναμαι, τί βούλεται δηλοῦν αὐτὸ τὸ πλῆρες ὄνομα. τὸ γὰρ ἐναντίον τῷ χαύνῳ πλῆρες καλεῖται. κενὰ δέ τινα καὶ πλήρη σώματα καὶ τὰ τῶν ἀνδραποδοκαπήλων
    946
    καὶ τῶν παιδοτριβῶν ἤκουσα λεγόντων, ἀλλ’ οὐκ ἀνάλογον οἰδήμασι καὶ φλεγμοναῖς, ἀλλ’ ὥσπερ καὶ κυριώτατα καὶ συνηθέστατα λέγεται, παραπλησίως τοῖς ἀγγείοις τοῖς πλήρεσί τε καὶ κενοῖς ὠνόμαζον, καὶ ἀπολαμβάνοντές γε τοῦ δέρματος ἐπεσπῶντο, διαγινώσκοντες, εἰ χαλαρὸν, ἢ ἐσφιγμένον εἴη, καὶ οὕτως ἐκ μὲν τοῦ χαλαροῦ τὸ κενὸν, ἐκ δὲ τοῦ περιτεταμένου τὸ πλῆρες ἐτεκμήραντο. καὶ πολλάκις γε τὸν ἰσχνότερον τοῦ ἁδροτέρου πληρέστερον ἐκάλουν ἀπὸ τῆς τοιαύτης διαγνώσεως. ταῦτα ἀναγκαζόμεθα ληρεῖν διὰ τὸ τοὺς πρώτους τὰ μηδὲν πρὸς ἔπος ληρήσαντας. ὥσπερ γὰρ ὀνομάτων ἐξήγησιν γράφων ὁ Ἀρχιγένης, οὐ πράγματα διδάσκειν ἐπιχειρῶν, συνεφόρησεν εἰς ταὐτὸ πολλὰ παραδείγματά τε καὶ ὀνόματα, μήτε πάντα καθ’ ἑνὸς πράγματος ἁρμόττειν δυνάμενα μήτε συνήθως τοῖς Ἕλλησιν ὠνομασμένα· παρά τισι γὰρ Ἑλλήνων ἢ οἶνον, ἢ ἔρια πλήρη καὶ κενὰ δυνατὸν εὑρεῖν γεγραμμένα. δεῖ τοίνυν ἡμᾶς ἐπί τε τοὺς τῶν οἴνων καπήλους καὶ τὰς γυναῖκας ἰέναι, καὶ πυνθάνεσθαι, τί βούλονται δηλοῦν, καὶ ποῦ τοῦτο χρήσιμον. ἐνῆν γὰρ, εἴπερ ὅλως ἐπεθύμει χρήσασθαι τῷ τοῦ πλήρους ὀνόματι, μηνύσαντα τὸ 
    947
    πρᾶγμα σαφῶς καθ’ οὗ τοὔνομα ἐπέφερε, μηδὲν ἔτι παραδειγμάτων δεηθῆναι. ἀλλὰ περὶ τῆς κατὰ τοὔνομα χρήσεως κᾀν τῷ τρίτῳ τῆς περὶ τῶν σφυγμῶν διαφορᾶς αὐτάρκως εἴρηται, καὶ νῦν ἐμνήσθημεν αὐτοῦ χάριν τοῦ δεῖξαι τὸ τεταραγμένον ἐν τῇ διδασκαλίᾳ τοῦ Ἀρχιγένους. οὐ γὰρ ἐχρῆν περιπλέκειν μακρὰ καὶ λαβεῖν ἀπέραντα, δι’ ὀλίγων ἐπῶν δυναμένης τῆς διδασκαλίας ῥᾳδίως προϊέναι τόνδε τὸν τρόπον. εἰρήσεται γὰρ ὑφ’ ἡμῶν διὰ βραχέων σαφῶς, ἃ διὰ πολλῶν ἐκεῖνος ἀσαφῶς ἔγραφεν.

Ἔστι τι γένος σφυγμῶν αὐτὸ τὸ σῶμα τῆς ἀρτηρίας, ὡς ἔχει συστάσεως, ἐνδεικνύμενον· ἕτερον δὲ τῆς ἐν αὐτῇ περιεχομένης οὐσίας ποιότητα· καὶ τρίτον τοῦ συμφύτου πνεύματος αὐτῆς τὴν δύναμιν γνωρίζον. ὄνομα δὲ τοῖς τρισὶ τούτοις γένεσι πληρότης. ταῦτα γράψας, καὶ σαφῶς ἂν ἔγραψε καὶ ταχέως καὶ οὐκ ἂν νῦν ἡμᾶς ἐπέτριβε, ζητοῦντας πρότερον μὲν, τί λέγει, δεύτερον δὲ, εἰ κακῶς λέγει, ἀλλ’ ἄντικρυς ἂν ὃ λέγει γνόντες ἐπὶ τὸ ζητεῖν εἰ κακῶς λέγει μεταβαίνομεν, ᾧδέ πως πάλιν καὶ

948
αὐτοὶ τὸν λόγον ποιούμενοι. τούτων τῶν τριῶν γενῶν, ὦ Ἀρχίγενες, τὸ μὲν πρῶτον ἔστι τε καὶ διαγινώσκεται τὸ κατὰ τὴν σύστασιν τῆς ἀρτηρίας, οὐ μὴν πληρότης γε πρὸς τῶν Ἑλλήνων ὀνομάζεται, καθάπερ ἐδείξαμεν ἐν τῷ τρίτῳ περὶ τῆς τῶν σφυγμῶν διαφορᾶς. ἐν ἐκείνοις γὰρ περὶ ὀνομάτων ἦν ἡμῖν ὁ λόγος, ἐνταυθοῖ δὲ, οὐ γὰρ ἔτι περὶ ὀνομάτων, ἀλλὰ περὶ διαγνώσεως αὐτῶν τῶν σφυγμῶν σκοπούμεθα, σὺ μὲν ὡς ἐθέλεις αὐτὸ κάλει, συγχωρήσεις δ’ ἡμῖν τοῖς τῶν Ἑλλήνων ὀνόμασι χρῆσθαι, σκληρόν τέ τινα σφυγμὸν ὀνομάζουσι καὶ μαλακὸν ἕτερον ἐναντίον αὐτῷ, καί τινα τρίτον ἀμφοῖν μεταξὺ τὸν σύμμετρόν τε καὶ κατὰ φύσιν ἐν τῇ συστάσει τοῦ τῆς ἀρτηρίας σώματος. τοῦτον οὖν ὃν σὺ μὲν πλήρη καλεῖς, ἐγὼ δὲ σκληρὸν, τίσιν αἰσθητοῖς παθήμασι τῆς ἁφῆς γνωριοῦμεν; ὅτι μὲν γὰρ ἀναγκαῖόν ἐστιν ἤτοι πεπιλημένον εἶναι τὸ σῶμα τῆς ἀρτηρίας, ἢ χαῦνον, οὐδεὶς ἀμφισβητεῖ. ἀλλ’ οὐ τοῦτο νῦν ἐστι τὸ προκείμενον, ἀλλὰ πῶς αὐτὸ διαγνωσόμεθα. τοῦτ’ οὖν ἡμᾶς δίδαξον σαφῶς, μὴ περιπλέκων. ἀλλ’ οὐ ποιεῖς, οὐ μὴν ἡμεῖς γέ σοι μεμφόμεθα τούτου χάριν, οὐδ’ ὅτι σαφῶς
949
ἐξηγησάμεθα τὸ πάθημα τῆς ἁφῆς, ἕτερον μὲν ἐπὶ τοῖς σφοδροῖς, ἕτερον δὲ ἐπὶ τούτοις τοῖς σφυγμοῖς γιγνόμενον, ἀγαλλόμεθα. δι’ ὑμᾶς γὰρ τοὺς πρεσβυτέρους, τοὺς περὶ τούτων ἐπιμελῶς ζητήσαντας, ἐξεύρηταί τι καὶ πρὸς ἡμῶν χρηστὸν, οὐκ ἂν ἄλλως εὑρεθὲν, εἰ μὴ πρὸς ὑμῶν τῶν προπονησάντων ἐν αὐτοῖς καὶ προκαμόντων ἐγυμνάσθημεν. τοῦτο μὲν δὴ καταλελείφθω τῷ θλιπτικῷ τῆς ἁφῆς παθήματι, διαγινωσκόμενόν τε καὶ διακρινόμενον τοῦ σφοδροῦ. τὸ γὰρ ἀνατρεπτικόν τε καὶ ἀντιβατικὸν ἀπεδώκαμεν ἐκείνῳ. ζητήσωμεν δ’ ἑξῆς ἐκείνῳ τὰ λοιπὰ δύο γένη τῆς πληρότητος, καὶ πρότερόν γε τὸ κατ’ αὐτὸ τὸ πνεῦμα νοούμενον, ὥς φατε, τί δή ποτ’ ἐστὶν, οὐδ’ αὐτὸ μὲν οἷόν τε ἐννοῆσαι, καθάπερ καὶ τοῦτο ἐν τῷ τρίτῳ περὶ τῆς τῶν σφυγμῶν διαφορᾶς ἐδείξαμεν. ἀλλ’ ἐπειδὴ νῦν συντέμνειν βούλομαι τὸν λόγον ἐν ἐκείνοις διὰ μακροτέρων εἰρημένον, ἤτοι τὸ τῆς θερμασίας πυρῶδες, ἢ τὸν τόνον αὐτοῦ λέγετε. ταῦτα γὰρ ἐκ τῶν ῥήσεων ὑμῶν ὥσπερ Λοξίου χρησμῶν ἐξευρεῖν ἠδυνήθημεν. νῦν οὖν ἤδη καιρὸς διδάσκειν αὐτῶν τὰ γνωρίσματα. τοῦ μὲν δὴ τόνου μεμαθήκαμέν τε καὶ χάριν ἴσμεν· ἀντιβαίνει μὲν γὰρ
950
θλιβόντων, ὥς φατε, καὶ ἀνατρέπει τὴν ἁφήν· τοῦ δὲ τῆς θερμασίας, τοῦ πυρώδους τούτου, μόνου δεόμεθα μαθεῖν, ἔστ’ ἄν γε τὴν ἁφὴν αἰσθανομένην ἔχωμεν. οὐ γὰρ ἀγνοήσομεν, οἶμαι, ψαύσαντες, οὐδεμίαν ἐν θερμότητι διαφοράν. ἐκεῖνο δὲ θαυμάζομεν ἡμῶν, εἰ τὰ τοιαῦτα ἐν ταῖς τῶν σφυγμῶν διαφοραῖς, ἀλλ’ οὐκ ἐν ταῖς τῶν πυρετῶν καταριθμεῖσθε. ἀλλ’ ἔα, τό γε νῦν περὶ τούτου μηδὲν διαφερώμεθα, τοῦ δὲ λοιποῦ γένους τῆς πληρότητος ἐπισκεψώμεθα τὴν διάγνωσιν. οὐδὲ γὰρ ἐν τούτῳ διὰ τῆς ἁφῆς οὐδὲν ἔχω συμβαλεῖν, οὔτ’ εἰ πνεῦμα μόνον ἐν ταῖς ἀρτηρίαις οὔτ’ εἰ καὶ χυμοὶ περιέχονταί τινες. ἀλλ’ οὐδὲ δύνασθε, ὡς καὶ πρόσθεν ἔφην, ἐπειδὰν πρὸς Ἐρασίστρατον, ἢ Πραξαγόραν ἀντιλέγητε περὶ τοῦ τὰς ἀρτηρίας αἷμα περιέχειν, τὴν αἴσθησιν ἐπικαλεῖσθαι μάρτυρα, πάντως ἂν αὐτὸ ποιήσοντες, εἴπερ ἐναργὲς ἦν. ἀλλ’ οὐδ’ αὐτῶν ἐκείνων οὐδεὶς ἐπὶ τὴν αἴσθησιν μάρτυρα κατέφυγεν, ὡς εἶεν αἱ ἀρτηρίαι χυμῶν μὲν καθαραὶ, πνεύματος δ’ ὄργανα μόνου δεόντως. ἁφὴ γὰρ οὔτ’ εἰ πνεῦμα περιέχεται μόνον ὑπὸ τῶν ἀρτηριῶν οὔτ’ εἰ
951
καὶ χυμοί τινες ἐνδείξασθαι δύναται. καταλιπόντες οὖν ἤδη τὴν ματαίαν αὐτῶν φλυαρίαν αὐτοὶ κατὰ μόνας εἴπωμεν, ὡς οὐκ ἔστιν ἅμα οὐδὲν τῶν αἰσθήσεων διαγνῶναι τὸ περιεχόμενον ἐν ταῖς ἀρτηρίαις αἷμα πόσον, εἶθ’ ὁποῖόν τί ἐστι. πρῶτον μὲν γὰρ ἀναμνήσομεν ἡμᾶς αὐτοὺς, ὡς οὐδὲ κατὰ τοὺς ὑδέρους ὑγρὸν, ἢ πνεῦμα περιεχόμενον ἐν τοῖς κατὰ γαστέρα χωρίοις ἁφῇ διαγνῶναι δυνάμεθα, μὴ βοθρουμένου γε πιεζόντων τοῦ δέρματος. ὥσπερ οὖν οὐδὲ φαίνεται βοθρούμενον πολλάκις ἔν τε τοῖς ἀσκίταις τοῖς ἀκριβέσι καὶ τοῖς τυμπανίταις καλουμένοις ὑδέροις, ἀλλ’ ἀναγκαζόμεθα πρὸς τὴν ἀκριβῆ διάγνωσιν πρῶτον μὲν κρούειν τὸ ἐπιγάστριον, ἵνα γνῶμεν εἰ οἷον τύμπανον ἐπηχεῖ, δεύτερον δὲ καὶ μετασχηματίζειν καὶ μεταβάλλειν ἐπὶ τὰς πλευρὰς τὸν ἄνθρωπον, ὑπὲρ τοῦ κλύδωνος αἰσθέσθαι τινός. καὶ ἡμῖν ὁ μὲν τυμπανώδης ψόφος πνεύματος σημεῖόν ἐστιν, ὁ δὲ κλύδων ὑγρότητος, τῇ δ’ ἁφῇ μόνῃ κατὰ τὴν ἐπιβολὴν τὸ τεταμένον ἐπιγάστριον οὐκ ἔστι διαγνῶναι, πότερον ἐξ ἀέρος, ἢ ὕδατος τοῦτο πέπονθε. καίτοι συντέτηκεν ἐπὶ τούτων τό τε δέρμα καὶ πᾶν εἴ τι σαρκῶδες ἐπὶ τῷ περιτοναίῳ καὶ 
952
πολύδερμον ἦν, διά τε τὴν λεπτότητα τῶν περικειμένων καὶ τὸ πλῆθος περιεχομένης οὐσίας τεκμαίρεσθαι, διά τε ἁφῆς, εἴθ’ ὑγρὸν εἴτε πνεῦμα τὸ περιεχόμενόν ἐστιν, ἀλλ’ ὅμως οὐδ’ ἐπὶ τούτων ἀσφαλὲς ἁφῇ μόνῃ πιστεύειν. πῶς οὖν ἐπὶ τῆς ἀρτηρίας, οὕτω μὲν παχὺν ἐχούσης χιτῶνα, ὡς ἑξαπλάσιον εἶναι τοῦ περιτοναίου, δέρματος δ’ ἱκανῶς παχέος ἐπικειμένου πολλάκις, οὐ γὰρ δὴ πάντας γε τοὺς νοσοῦντας φθινώδεις ἐπισκοπούμεθα, καὶ τρίτου προσιόντος τοῦ τῆς κινήσεως, οὐ μικρὰν οὐδ’ αὐτοῦ δύναμιν εἰς τὸ συγχέειν μὲν τὴν διάγνωσιν ἔχοντος, εἰσόμεθά τι διὰ τῆς ἁφῆς ἀκριβές; καίτοι πρὸς τὸ συγχυθῆναι περὶ τὸ ὑποκείμενον ἤρκει τὸ διὰ παντὸς ἐν κινήσει τὴν ἀρτηρίαν εἶναι. πόθεν οὖν γνῶναι δυνατὸν ἢ ποσότητα τοῦ περιεχομένου χυμοῦ κατὰ τὰς ἀρτηρίας, ἢ ποιότητα; τῷ μὲν γὰρ μεγέθει τοῦ σφυγμοῦ τὸ πλῆθος τῆς περιεχομένης οὐσίας γνωρίζομεν, ἀλλ’ οὐ πάντως ὑγρὸν εἶναι χυμὸν αὐτὴν ἐντεῦθεν διαγινώσκομεν, τῇ δὲ σκληρότητι τὴν σύστασιν τοῦ τῆς ἀρτηρίας σώματος. τὸ δ’ ἀντιβατικὸν
953
πληγῆς, οὐ πάχους οὐσίας σημεῖον, ἀλλὰ τῆς ῥώμης τοῦ ζωτικοῦ τόνου. καὶ γὰρ ἂν καὶ γελοῖον εἴη, παχεῖαν οὕτως ἐν ταῖς κοιλότησι τῶν ἀρτηριῶν ὑπολαμβάνειν ὑγρότητα περιέχεσθαί ποτε, ὡς θλιβόντων ἀντιβαίνειν. εἰ γὰρ καὶ βόρβορος εἴη, ῥᾳδίως εἴξει θλιβόντων, εἰ μή τι λίθους τε καὶ ψάμμον ἐν ταῖς ἀρτηρίαις περιέχεσθαι νομίζουσιν. οὕτω γὰρ μόνως τὸ πάχος τῆς οὐσίας ἀντιβήσεται θλίβουσιν, ἄλλως δὲ οὐδαμῶς. ἐβουλόμην δ’ ἂν ἀσκὸν πληρώσας ὑγρᾶς οὐσίας τοῖς οὕτως ἀκριβοῦν ἐπαγγελλομένοις τὴν ἁφὴν, ὡς τὴν ἀλήθειαν αὐτὴν ὑπερφθέγγεσθαι παρασχεῖν, εἰς διάγνωσιν ὁποία τίς ἐστιν ἡ περιεχομένη κατ’ αὐτὸν οὐσία. μόνον γὰρ οὐκ ἂν διακρίναιεν ὕδωρ λεπτὸν οἴνου παχέος. ἀλλ’ οὐδ’ εἰ τῶν ἀσκῶν ὁ μὲν εἴη πίττης ὑγρᾶς πλέων, ὁ δὲ ἀέρος, οὐδ’ οὕτως διαγνώσονται. μόνοι γὰρ οἱ κλύδωνές τε καὶ ψόφοι δυνατοὶ διακρίνειν εἰσὶν, ὁποῖόν τι τὸ περιεχόμενόν ἐστιν, ἡ δὲ διὰ τῆς ἁφῆς αἴσθησις ὁμοία κατὰ πᾶν. οὐ μὴν οὐδ’ οἱ κλύδωνες τὰς ποιότητας τῶν ὑγρῶν οἷοί τε δηλοῦν, ἀλλ’ αὐτὸ τοῦτο μόνον
954
τὸ κοινὸν, ὅτι ὑγρὸν τὸ περιεχόμενον, καὶ οὐ πνεῦμα. καίτοι πῶς ἄν τις πιστεύσειε τοῖς δι’ ἑνὸς χιτῶνος τοῦ κατὰ τὸν ἀσκὸν μὴ δυναμένοις διαγνῶναι τοῦ περιεχομένου τὴν ποιότητα δυνατοῖς εἶναι διά τε δέρματος οὐχ ἧττον ἢ κατ’ ἀσκὸν παχέος καὶ ὑμένων τοὐλάχιστον δυοῖν καὶ χιτώνων ἐξ ἀνάγκης δυοῖν τὴν ἐντὸς τῆς ἀρτηρίας διαγνῶναι ποιότητα; ταῦτ’ οὖν αὐτοὶ μὲν λεγέτωσαν, Ἡροφίλου δὲ μὴ καταψευδέσθωσαν, μηδὲ δυσωπείτωσαν ὀνόματι σεμνῷ τοὺς ἀμαθεῖς τῶν Ἡροφίλου γραμμάτων, μηδ’ ἐκ τούτου τὴν πίστιν τῷ λόγῳ ποριζέσθωσαν. αἰσχρὸν γὰρ ἐπὶ μαρτύρων ἀγωνίζεσθαι, καθάπερ ἐν δικαστηρίῳ. εἰ λέγειν ἔχεις εἰς ἀπόδειξιν, ἡδέως ἀκουσόμεθά σου. τὸ δ’ Ἡρόφιλόν τε καὶ Ἡροφιλείους καλεῖν μάρτυρας, ἀποδιδράσκοντός ἐστι τὸν ἐξ εὐθείας ἀγῶνα, καὶ λόγον καὶ διαδύσεις τε καὶ μηχανὰς ἐξευρίσκοντος ἐλέγχου φόβῳ. δῆλον, ὡς ἕνεκα τοῦ μὴ περὶ πράγματος ἔτι ζητεῖν, ἀλλ’ ἱστορίας οἱ κατεψευσμένοι μάρτυρες ἐπεισάγονται. λέγει τοῦθ’ Ἡρόφιλος; οὐ μὲν οὖν. ἀλλὰ οὐδὲ ψεύσῃ; δεῖξον πῶς ψεύδομαι, δεῖξον πῶς λέγει.
955
κᾄπειτα λέξις, εἰ οὕτως ἔτυχεν, ἀμφίβολος προβάλλεται καὶ πόλεμος ἄμφ’ αὐτῇ συνίσταται, τί ποθ’ ἡ λέξις λέγει καὶ τί ποτε βούλεται, καὶ κατὰ ῥητὸν ἤδη καὶ διάνοιαν ἐπιχειρήματα ῥητορικὰ καλινδεῖται, καὶ κατ’ ἀμφιβολίαν ἕτερα καὶ κατὰ συλλογισμοὺς νὴ Δία. ἀλλὰ καὶ πᾶσαν οὕτω μεταφέρουσιν τὴν ῥητορικὴν, ὥσπερ ὑπόθεσιν μελετῶντες, οὐ τὸ προκείμενον περαίνοντες. τί γὰρ οὐκ εἴρηται τοῖς νεωτέροις ἰατροῖς εἰς τὸ πρόβλημα, τοῖς μὲν κατασκευάζουσιν ἐπίστασθαι τὸν Ἡρόφιλον καὶ ταύτην τοῦ σφυγμοῦ τὴν διαφορὰν, τοῖς δ’ ὡς οὐκ οἶδεν ἐγχειροῦσι δεικνύειν; ἀταλαίπωροι μὲν οὖν ἑκάτεροι καὶ ἐλεεῖσθαι δίκαιοι, τῆς μὲν ἀμαθείας οἱ πρότεροι, τῆς φιλονεικίας δ’ οἱ δεύτεροι. ἀταλαίπωροι δὲ καὶ ἡμεῖς, οἷς γε οὐκ ἀρκεῖ τὴν ἰδίαν ἀσκεῖν θεωρίαν τῆς τέχνης, ἀλλὰ τί μὲν Ἡρόφιλος εἶπεν, τί δ’ Ἡρακλείδης τε καὶ Χρύσερμος καὶ Ἡγήτωρ οὐκ ὀρθῶς ἐξηγήσαντο, τί δ’ ἂν εἶπεν Ἀπολλώνιός τε καὶ Βακχεῖος καὶ Ἀριστόξενος εἰδέναι βουλόμεθα. καὶ εἰ μὴ βουλόμεθα δὲ, πάντως ἀναγκαζόμεθα καὶ διττῶν ἀπολαύομεν κακῶν, ὅτι τε φλυαροῦμεν
956
οὐδὲν δέον ὅτι τε μὴ βουλόμενοι τοῦτο δρῶμεν, ὥσπερ ἐκεῖνοι· νῦν γοῦν ἐμὲ δεῖ δυοῖν θάτερον, ἢ δοκεῖν Ἀρχιγένει τε καὶ Ἡροφίλῳ καὶ μυρίοις ἄλλοις τἀναντία λέγειν, ἢ δεικνύειν, ὅτι καθ’ Ἡρόφιλον οὐδείς ἐστι πλήρης σφυγμός. εἰ μὲν οὖν ὡς ἔργον αὐτὸ προὐχειρισάμην, ἦν ἂν ὁμοίως ἐκείνοις ἄξιος μέμψεως ἐπὶ τῇ ματαίᾳ σπουδῇ· νυνὶ δὲ κατ’ αὐτὴν τῶν πραγμάτων τὴν ἀλήθειαν ἐξελέγξας αὐτῶν τὴν δόξαν, τοὺς μὲν πρὸς αὐτὰ τὰ ἔργα τῆς τέχνης σπεύδοντας ἀπολύσω πρὸς ἐκεῖνα, συντετελεσμένης ἡμῖν ἤδη τῆς προκειμένης ζητήσεως. ὅσοι δὲ καὶ ἱστορίαν ἐκμανθάνειν παλαιὰν ἐθέλουσι, καὶ χρόνον εἰς τοῦτ’ ἔχουσιν, ἅπαντα προσθήσω, δεικνὺς ὅτι μηδαμοῦ χρῆται πρὸς μηδὲν Ἡρόφιλος τῷ πλήρει σφυγμῷ. πρῶτον δ’ ἀπ’ αὐτῆς ἄρξομαι τῆς λέξεως ἧς ἐκεῖνοι προβάλλουσιν ἐν τῷ πρώτῳ περὶ τῶν Ἡροφίλου περὶ σφυγμῶν γεγραμμένης, ἣν καὶ μόνην ἀνεγνωκέναι μοι δοκοῦσιν. ἔχει δὲ οὕτως· καθόλου μὲν οὖν δοκεῖ διαφέρειν σφυγμὸς σφυγμοῦ πλήθει, μεγέθει, τάχει, σφοδρότητι, ῥυθμῷ. ταύτην γὰρ προβάλλοντες ἐρωτῶσι τί ποτ’ ἐστὶ τὸ 
957
πλῆθος, ὥσπερ εἰ μὴ γιγνώσκοιμεν ὁποῖόν τι δηλοῖ τῷ πλήθει, τῆς πληρότητος ἐξ ἀνάγκης ὑπ’ αὐτοῦ δηλουμένης. ἐγώ τοίνυν, ὡς νομίζω, χαριέντως ἀποκρίνομαι. τὸ γὰρ πλήθει πυκνότητά φημι δηλοῦν. αὖθις δ’ ἂν ἑτέροις ἀποκριναίμην, τὸ πλήθει σφοδρότητα δηλοῦν, καὶ πάντα μᾶλλον ἢ πληρότητα φήσαιμ’ ἂν, ἵνα γνῶσιν ὅση τοῖς φλυαρεῖν βουλομένοις ἐστὶν ἐξουσία. διὰ τί γὰρ πληρότητι μᾶλλον, οὐ πυκνότητι δηλώσει τὸ πλῆθος; ἢ ὅτι τὴν πρώτην συλλαβὴν ἔν τε τῇ πληρότητι καὶ πλήθει διὰ τῶν αὐτῶν στοιχείων λέγομεν; ἀλλ’ εἰ τοῦτο, καὶ ἡ πληγὴ καὶ τὸ πλησίον καὶ ἡ πλησμονὴ καὶ τὸ πλῆκτρον καὶ μυρία ἕτερα τὴν πρώτην συλλαβὴν ἐκ τῶν αὐτῶν ἔχει στοιχείων συγκειμένην. ἀλλὰ πόῤῥω, φασὶν, ἔστι τὰ τούτων σημαινόμενα τοῦ κατὰ τὸ πλῆθος. τί δ’ οὐ καὶ τὸ τῆς πληρότητος σημαινόμενον πάμπολυ τοῦ κατὰ τὸ πλῆθος διενήνοχεν; ἀλλ’ εὔλογον, φασὶν, ἔστι καὶ τὴν κατὰ πληρότητα διαφορὰν ὑπάρχουσαν ἐν τοῖς σφυγμοῖς εἰρῆσθαι νῦν καὶ γινώσκεσθαι πρὸς
958
Ἡροφίλου. τί δ’ οὐκ εὔλογον καὶ τὴν σκληρότητα γινώσκεσθαι καὶ λέγεσθαι; καὶ γὰρ καὶ αὗται διαφοραί τέ εἰσι σφυγμῶν καὶ πάντως αὐτὰς ἐγίνωσκεν Ἡρόφιλος. πόθεν οὖν τὴν κατὰ πληρότητα λέγει, κάλλιον ἦν, οἶμαι, μακρῷ πρότερον ἀναγνῶναι πάντ’ αὐτοῦ τὰ περὶ σφυγμῶν συγγράμματα. καὶ γάρ μοι καὶ νόμος οὗτος ἐξηγήσεως, ἕκαστον τῶν ἀνδρῶν ἐξ ἑαυτοῦ σαφηνίζεσθαι καὶ μὴ κεναῖς ὑπονοίαις καὶ φάσεσιν ἀναποδείκτοις ἀποληρεῖν, ὅ τι τις βούλεται. ποῦ τοίνυν εὗρες ἀλλαχόθι τὸ τοῦ πλήρους ὄνομα παρ’ Ἡροφίλῳ; τὸ μὲν γὰρ τοῦ πυκνοῦ μυριάκις. ὅταν οὖν ἡ μὲν κατὰ πληρότητα διαφορὰ μήτ’ εἰς διάγνωσιν ἥκει, καθότι δέδεικται, μήθ’ Ἡρόφιλος αὐτῆς ἑτέρωθι μνημονεύει, ἡ δὲ κατὰ πυκνότητα καὶ πρὸς ἁπάντων ὡμολόγηται, καὶ μυριάκις αὐτὴν Ἡρόφιλος εὑρίσκεται γράφων, εὐλογώτερον ἂν εἴη, πυκνότητα νομίζειν εἰρῆσθαι μᾶλλον ἢ πληρότητα, καὶ οὐ τοῦτό φημι νῦν, ὡς τὸ πλήθει γέγραφεν Ἡρόφιλος ἀντὶ τοῦ πυκνότητι, γελοῖος γὰρ ἂν εἴην ὁμοίως
959
ἐκείνοις ἐξηγητὴς, εἰ τοῦτο λέγοιμι, ἀλλὰ ὅτι ῥᾷόν ἐστι καὶ πυκνότητα καὶ σκληρότητα καὶ πάντα μᾶλλον ἢ τὴν πληρότητα δεῖξαι δηλούμενα. ἐγὼ δὲ τί μὲν δηλοῖ τὸ πλήθει παρ’ Ἡροφίλῳ, δι’ ἑτέρων οἶμαι σαφῶς ἐξηγήσασθαι, νῦν δὲ, ὅτι οὐ δηλοῖ πληρότητα, πῶς οὖν ἀποδείκνυμεν αὐτό; πρῶτον μὲν ἐπιφέρων εὐθύς φησιν ὡδί· γράψω γὰρ τὴν ῥῆσιν ὅλην, ἵνα μᾶλλον θαυμάσης τὴν ἄνοιαν τῶν ἀνθρώπων, πληρότητι τὸ πλήθει νομιζόντων λέγεσθαι· καθ’ ὅλου μὲν οὖν δοκεῖ διαφέρειν σφυγμὸς σφυγμοῦ πλήθει, μεγέθει, τάχει, σφοδρότητι, ῥυθμῷ. ἐκ τοῦ κατὰ ταῦτα διαφέρειν φανερὸς γίνεται ἐνίοτε ὅ τε οἰκεῖος καὶ οὐκ οἰκεῖος. φαίνεται δὲ διαφέρειν καὶ ἐπιγινώσκεσθαι καθόλου μὲν ἕτερος ἑτέρου σφυγμὸς, ὡς εἴρηται, ῥυθμῷ, μεγέθει, τάχει, σφοδρότητι. εἰ δὲ ἐν τῷ αὐτῷ ῥυθμῷ φαίνεται διαφέρειν ἕτερος ἑτέρου σφυγμὸς σφυγμοῦ τάχει, μεγέθει, σφοδρότητι, τίνα βούλει πιστότερον Ἡροφίλου λαβεῖν μάρτυρα τῆς Ἡροφίλου γνώμης; φαίνεται, φησὶν, ἕτερος ἑτέρου διαφέρειν σφυγμὸς, ὥσπερ εἴρηται, ῥυθμῷ, μεγέθει, τάχει, σφοδρότητι.
960
πῶς οὖν εἴπερ ὅλως διαφοράν τινα σφυγμῶν τὸ πλήθει δηλοῖ, παρέλιπεν αὐτὴν νῦν, ἐπαναλαμβάνων τὸν λόγον, οὐχ ἁπλῶς, οὐδ’ ἀργῶς, ἀλλὰ μετὰ τοῦ προσθεῖναι, ὡς εἴρηται. πῶς δὲ τοὺς ἐν ταὐτῷ ῥυθμῷ σφυγμούς φησι, τάχει καὶ μεγέθει καὶ σφοδρότητι διαφέρειν; πῶς δ’ ἐφεξῆς τὰς καθ’ ἡλικίαν διαφορὰς ἐκτιθέμενος, ταῖς μὲν ἄλλαις διορίζει τοὺς σφυγμοὺς, παρέλιπε δὲ τὴν πληρότητα; καὶ κατὰ τὰ πάθη δὲ καὶ τὰς ὥρας καὶ τὰ ἐπιτηδεύματα καὶ τἄλλα πάντα διορίζων τοὺς σφυγμοὺς τῶν μὲν ἄλλων πασῶν ἀεὶ μνημονεύει διαφορῶν, τῆς πληρότητος δ’ οὐδαμοῦ. καὶ τὸ μεῖζον, αὐτὴν ταύτην τὴν λέξιν σχεδὸν καθ’ ἕκαστον αὐτῶν προσγράφων οὐδαμοῦ τὸ πλήθει προσέθηκεν, ἀλλ’ ἐν τῷ α΄ βιβλίῳ μόνον, οὐκ ἐν τοῖς ἅπασι λόγοις, οὐκ ἂν παραλιπὼν, εἴπερ ὄνομα διαφορᾶς ἦν σφυγμῶν. ταῦθ’ ὥσπερ ἐπιτομὴ τῶν εἰρημένων ἡμῖν ἐν τοῖς περὶ τῆς καθ’ Ἡρόφιλον ἐν τοῖς σφυγμοῖς διαφορᾶς ἔστω λελεγμένα. δι’ ἐκείνων γὰρ ἐπὶ πλέον ἐξηγησάμεθα τὴν Ἡροφίλου τῶν κατὰ
961
σφυγμοὺς ὀνομάτων συνήθειαν. ἤδη τοιγαροῦν καταπαύσω τὸν περὶ τῆς διαγνώσεως τῶν σφυγμῶν λόγον. ὅσα γὰρ ἢ περὶ τῆς διαστρόφου θέσεως τῶν ἀρτηριῶν, ἢ περί τινος ἄλλου τῶν κατὰ μέρος εἰς τόνδε τὸν λόγον ἀνεβαλλόμην, ταῦτ’ ἐν ταῖς ἐχομέναις δύο πραγματείαις εἰρήσεται, τῇ τε περὶ τῶν ἐν σφυγμοῖς αἰτίων κᾀν τῇ δι’ αὐτῶν προγνώσει, τεττάρων ἑκατέρᾳ βιβλίων ἐσομένῃ.