De differentiis pulsuum

Galen

Galen, De differentiis pulsuum

Εἴρηταί μοι καὶ κατὰ τὴν ἀρχὴν εὐθέως τοῦ δευτέρου γράμματος, ὅσον εἰς τὰ τῆς τέχνης ἔργα χρήσιμον ἐν τῷ πρώτῳ πεπλήρωται βιβλίῳ· καὶ γὰρ ὁπόσον ἐστὶ τὸ πᾶν πλῆθος τῶν σφυγμῶν, ἐδείχθη, καὶ τὰς προσηγορίας, ὅσον γέ εἰσι προσηγορίαι, διήλθομεν, ἠξίωσά τε τὸν βουλόμενον τοῦ ἐπὶ τὸ χρήσιμον ἰέναι τῆς θεωρίας τὴν περὶ τῆς διαγνώσεως τῶν σφυγμῶν πραγματείαν, ἐφεξῆς τῇδε γεγραμμένην ἐν τέτταρσι βιβλίοις, ἀναλεξάμενον, εἶτ’ ἐπ’ ἐκείνῃ τὴν περὶ τῶν αἰτίων ἐν

696
τέτταρσιν ἄλλοις, οὕτως ἐπὶ τὴν ἐξ αὐτῶν ἡμῖν γινομένην ἀφικνεῖσθαι πρόγνωσιν, γεγραμμένην καὶ αὐτὴν ἐν τέτταρσιν ἄλλοις βιβλίοις. τὰ δὲ μετὰ τὸ πρῶτον ἐν τῇδε τῇ πραγματείᾳ τῇ περὶ τῆς διαφορᾶς τῶν σφυγμῶν εἰρημένα, καθάπερ καὶ ταυτὶ τῇ νῦν γραφησόμενα, διὰ τὴν περίεργον φλυαρίαν τῶν νεωτέρων ἰατρῶν εἴρηται, δεηθέντων τινῶν ἑταίρων, καίτοι γ’ ἀντιτείνοντος αὐτοῖς ἐμοῦ μέχρι πολλοῦ. βέλτιον γὰρ ἐνόμιζον εἶναι μηδόλως ἄχρηστα γράφειν καὶ περιττὰ, μήθ’ ἑκόντα μήτ’ ἄκοντα τοῖς φλυαροῦσιν ἀντιφλυαρεῖν. ἀλλὰ γὰρ ὄντως ἀφόρητόν ἐστιν ἐνίων τὸ θράσος, ἀγνοούντων μὲν ὁπόσας ἀπορίας ἔχει τὰ κατὰ τοὺς ὁρισμοὺς, προχείρως δ’ ὁριζομένων οὐ τοὺς σφυγμοὺς μόνον, ἀλλὰ καὶ τἄλλα ξύμπαντα. καίτοι γε οὐδεμιᾶς χρείας οὔσης τῶν ὅρων, ὅταν καὶ πρὸ ἐκείνων σαφῶς νοῆται τὰ πράγματα, καθάπερ ἐπὶ τῆς τοῦ σφυγμοῦ προσηγορίας, ἣν οὐ μόνον ἰατροὶ νοοῦσιν, ἀλλὰ καὶ πάντες ἄνθρωποι. ὅταν γοῦν ἐκτείνοντες τὴν χεῖρα παρέχωσιν αὐτοῖς τὸν καρπὸν, ἅψασθαι κελεύοντες τοῦ σφυγμοῦ τὸν ἰατρὸν, ἆρ’ οὕτως αὐτοὺς οἰηθῆναι χρὴ λέγειν τοῦ σφυγμοῦ τὴν προσηγορίαν, ὡς εἰ καὶ σκινδαψὸν
697
εἶπον, ἢ πρᾶγμά τι σημαίνοντες ἐφθέγξαντο τὴν φωνὴν τήνδε; δοκεῖ μοι βέλτιον εἶναι φάναι, νοοῦντάς τι πρᾶγμα, κατ’ ἐκείνου τίθεσθαι τοὔνομα τοῦ σφυγμοῦ. πότερον οὖν οὕτω λέγουσι τὸν σφυγμὸν, ὡς τὸν Ἱπποκένταυρον καὶ τὰς Σειρῆνας, ἢ τὴν Σκύλλαν, ἢ κατά τινος πράγματος ὑπάρχοντος ἐπιφέρουσι τοὔνομα; ἐμοὶ μὲν κᾀνταῦθα βέλτιον εἶναι δοκεῖ φάναι, κατά τινος ὑπάρχοντος πράγματος ὑπ’ αὐτῶν λέγεσθαι τὸ τοῦ σφυγμοῦ ὄνομα, καὶ τοῦτ’ εἶναι τὸ πρᾶγμα τὴν κίνησιν τῶν ἀρτηριῶν, ἣν ὁρῶνται κινουμένην δι’ ὅλου τοῦ βίου πᾶσιν ἀνθρώποις, ἐν ἅπαντι μορίῳ τοῦ σώματος, ἔνθα περ ἂν οὖσαι τύχωσι. καὶ μέντοι καὶ κατὰ τὰ φλεγμαίνοντα μόρια σφυγμοῦ τινος αἰσθάνεσθαί φασι καὶ κροτάφων σφυζόντων, ἔν τε πυρετοῖς διαπύροις καὶ πλέονος ἀκράτου πόσει καὶ κεφαλαλγίαις τισὶ καὶ μάλιστα ταῖς ἔξ ἐγκαύσεως ἡλίου. καὶ ταῦτα ἀλλήλοις ἑρμηνεύοντες, οὐ δέονται μακρῶν λόγων, ὧν ἐπλήρωσαν οἱ νεώτεροι τῶν ἰατρῶν τὰ βιβλία, μετὰ τῶν θαυμαστῶν ἀντιλογιῶν ὧν πρὸς ἀλλήλους ποιοῦνται περί τε τοῦ κατ’ αὐτὸν τὸν σφυγμὸν ὅρου καὶ τῶν ἐν μέρει διαφορῶν αὐτοῦ πασῶν, οἷον τοῦ σφοδροῦ
698
καὶ μεγάλου καὶ πλήρους, ὁμαλοῦ τε καὶ τεταγμένου τῶν ἄλλων, ὑπὲρ ὧν ἐπὶ πλέον εἴρηται δι’ ἐκείνων καὶ τῶν ὑπομνημάτων, ἐν οἷς ἐξηγοῦμαί τε ἅμα καὶ κρίνω τὸ περὶ σφυγμῶν Ἀρχιγένους βιβλίον, ἐπεὶ καὶ τοῦτον τὸν ἄνδρα σὺν τοῖς ἄλλοις ἰατροῖς τοῖς νεωτέροις τὸ τῆς φιλοριστίας ἐπενείματο νόσημα· καινὴν γὰρ ἐγὼ τήνδε τὴν προσηγορίαν ἐπὶ τῷ καινῷ πράγματι τέθειμαι· καίτοι γε οὐκ ἦν ἄξιος Ἀρχιγένης παθεῖν τοῦτο τὸ κακὸν, οὐκ ἀμελῶς ἐσχηκὼς ἀνὴρ περὶ τὰ τῆς τέχνης ἔργα. ἀλλ’ ὥσπερ ψώρας καὶ ὀφθαλμίας ἀπολαύουσιν ἔνιοι τῶν πλησιαζόντων ἄκοντες, οὕτω καὶ ὁ ἀνὴρ οὗτος εἰς τὴν περὶ τῶν ὁρίσεων φλυαρίαν ὑπεσύρη, καίτοι μᾶλλον τῶν ἄλλων ἀντιποιούμενος τῶν ἔργων τῆς τέχνης. ὅτι τοίνυν ὧν μάλιστα ἀγνοοῦσι, τούτων ἐφίενται, δείκνυμι διὰ συντόμων αὐτοῖς, ἀξιῶν ὧν βούλονται προβάλλειν ὄνομα, ἐπειδὰν δὲ τοῦτο πράξωσι, κελεύων αὖθις ἀριθμὸν ἐπῶν εἰπεῖν, ἐν ὁπόσῳ βούλονται μέτρῳ ἐλθεῖν ὑπὲρ τοῦ κατὰ τὸ προβληθὲν ὁρισμοῦ. τιτρώσκονται γὰρ ἐκ τῆς τοιαύτης ἐπιδείξεως, καίτοι γε ἀναισθησίας ἐπὶ πλεῖστον ἥκοντες. ὣς γὰρ ἐγχωρεῖ μὲν ὑπὲρ ἑκάστου τῶν ὀνομάτων ἓν ὅλον ποιεῖσθαι
699
βιβλίον, ἔσται δὲ ἔπη πλείω τῶν χιλίων. ταῦτα περὶ πάντων ἡμῶν ὁμοίως διερχομένων, ἀλλὰ νῦν γε δεινὸν ἔοικα πείθεσθαι, προβάλλειν ἀναγκαζόμενος ἐμαυτῷ τι τῶν κατὰ τοὺς σφυγμοὺς, εἰς ἐπίδειξιν αὐτῶν τῆς ματαίας φλυαρίας.

    Ἔστω δὴ τοῦτ’ αὐτὸ τὸ πρῶτον καὶ σαφέστατον ὁ σφυγμός. εἰ γὰρ ἐπὶ τούτου δείξαιμι, πόσην ἐποιήσαντο ματαιολογίαν, οὐδὲ περὶ τῶν ἄλλων ἔτ’ ἄδηλος ὁ λόγος μενεῖ. τὸν γοῦν σφυγμὸν κίνησιν ἀρτηριῶν ὡρίσαντό τινες, οἷς ἀντιλέγοντες ἔνιοι πρῶτον μὲν ἡμαρτῆσθαι τὸν ὅρον ἔφασαν, ἐπειδὴ παραλέλειπται τὸ, καὶ τῆς καρδίας. ἐχρῆν γὰρ οὕτως ὁρίσασθαι· σφυγμός ἐστιν ἀρτηριῶν καὶ καρδίας κίνησις. ἔνιοι δὲ οὐ καρδίας φασὶ δεῖν, ἀλλὰ τοῦ τῆς καρδίας ἀρτηριώδους μέρους προστιθέναι, ὡς γίνεσθαι τὸν ὅρον τοιοῦτον, σφυγμός ἐστι κίνησις ἀρτηριῶν καὶ τῆς κατὰ τὴν καρδίαν ἀρτηριώδους κοιλίας, ἢ νὴ Δί’ οὕτως· σφυγμός ἐστι κίνησις ἀρτηριῶν καὶ τῆς ἀρτηριώδους κοιλίας τῆς καρδίας. οἷς αὖθις ἕτεροι μεμφόμενοι κακῶς εἰρῆσθαί φασι τὸν σφυγμὸν κίνησιν ἁπλῶς· εἶναι γὰρ καὶ ἄλλας κινήσεις ἀρτηριῶν καὶ καρδίας, οἶον τήν τε πεπτικὴν τοῦ 

    700
    περιεχομένου κατ’ αὐτὰς αἵματος, ἑλκτικήν τε τούτου καὶ προσθετικὴν, ἀποκριτικήν τε τῶν περιττωμάτων. ἐχρῆν οὖν, φασὶ, προσκεῖσθαι τῷ ὅρῳ τὸ τῆς τῶν σφυγμῶν κινήσεως εἶδος, ἵν’ ἴδιος αὐτῶν ᾖ καὶ μὴ πολλῶν κινήσεων κοινός. καὶ τοίνυν αὐτοὶ τὸν ὅρον ἐποιήσαντο τοιόνδε· σφυγμός ἐστιν ἀρτηριῶν καὶ καρδίας διαστολή τε καὶ συστολὴ, καὶ δηλονότι καὶ τούτου πάλιν αὐτοῦ τοῦ ὅρου τοσαῦται γεγόνασιν ἐπανορθώσεις, ὅσαι τοῦ πρόσθεν, ἐνίων μὲν αὐτῷ προστιθέντων καὶ τὸ τῆς καρδίας, ἐνίων δ’ οὐχ ἁπλῶς καρδίας, ἀλλὰ τοῦ κατ’ αὐτὴν ἀρτηριώδους γένους, ἐνίων δὲ τῆς ἀρτηριώδους κοιλίας τῆς ἀριστερᾶς. εἰσὶ γὰρ οἳ καὶ τοῦτο προσέθεσαν, ὡς γίνεσθαι τοὺς ὅρους τοσούτους· σφυγμός ἐστιν ἀρτηριῶν καὶ καρδίας διαστολή τε καὶ συστολή. σφυγμός ἐστιν ἀρτηριῶν, καὶ τοῦ τῆς καρδίας ἀρτηριώδους μέρους διαστολή τε καὶ συστολή. σφυγμός ἐστιν ἀρτηριῶν καὶ τῆς ἀρτηριώδους κοιλίας τῆς καρδίας διαστολή τε καὶ συστολή. πολεμοῦσι δὲ τούτοις ἅπασιν ἕτερος χορὸς ἀνδρῶν, οὐ ταῦτα μόνον, ἀλλὰ καὶ τὰς μήνιγγας σφύζειν λέγοντες· ἔνιοι δὲ καὶ τὸν ἐγκέφαλον·
    701
    ἄλλοι δὲ ἀμφότερον· τινὲς δὲ πρώτως μὲν τὸν ἐγκέφαλον, κατὰ συμβεβηκὸς δὲ τὰς μήνιγγας· ἄλλοι δὲ αὖ πάλιν οὔτε τὰς μήνιγγας οὔτε τὸν ἐγκέφαλον ἡγοῦνται σφύζειν πρώτως, ἀλλὰ ταῖς μὲν ἀρτηρίαις ὑπάρχειν τοῦτο, κατὰ συμβεβηκὸς δ’ ἐκείνοις. συνεξαίρεσθαι γὰρ αὐτὰ ταῖς ἐν αὐτοῖς ἀρτηρίαις φασὶ, παμπόλλαις οὔσαις. εἰ μὲν οὖν συνεξαίρεται μόνον, οὐδεμίαν αὐτὰ δύναμιν ἔχοντα τῆς προειρημένης τοιαύτης κινήσεως, οὐδὲν ἔτι δεήσει προστιθέναι τοῖς προειρημένοις ὅροις· εἰ δ’ ἔχει τινὰ δύναμιν οἰκείαν ὁμοίαν ταῖς ἀρτηρίαις, ἀναγκαῖον ἔσται μνημονεύειν κατὰ τὸν ὅρον ἐγκεφάλου καὶ μηνίγγων, ὡς γενέσθαι τὸν ὅλον ὁρισμὸν τοιόνδε, σφυγμός ἐστι διαστολὴ καὶ συστολὴ καρδίας καὶ ἀρτηριῶν ἐγκεφάλου τε καὶ μηνίγγων. εἰ δὲ τὸ ἕτερον αὐτῶν μόνον ἔχει τὴν τοιαύτην δύναμιν, ἐκείνου μόνου μνημονεύσομεν, ἤτοι γ’ οὕτω ποιοῦντες τὸν ὅρον· σφυγμός ἐστι διαστολὴ καὶ συστολὴ καρδίας καὶ ἀρτηριῶν καὶ μηνίγγων, ἢ οὕτω· σφυγμός ἐστι διαστολὴ καὶ συστολὴ καρδίας καὶ ἀρτηριῶν καὶ ἐγκεφάλου, καὶ καθ’ ἕκαστον γένος τῶν ἔμπροσθεν
    702
    εἰρημένων ὅρων ὁμοία προσθήκη γενήσεται. τινὲς μὲν γὰρ, ὡς ἔφην, ἠρκέσθησαν εἰπεῖν· σφυγμός ἐστι διαστολὴ καὶ συστολὴ καρδίας καὶ ἀρτηριῶν· ἔνιοι δὲ οὐχ ἁπλῶς οὕτως, ἀλλ’ ἤτοι τῆς ἀρτηριώδους ἐν τῇ καρδίᾳ κοιλίας, ἢ τῆς ἀριστερᾶς, ἢ τοῦ μέρους αὐτῆς τοῦ ἀρτηριώδους προσέθεσαν. ἑκάστου δὴ τούτων τῶν ὅρων οἱ μὲν ἐγκέφαλον, οἱ δὲ μήνιγγας, οἱ δ’ ἀμφότερα προσθήσουσι· καὶ γενήσεται πλῆθος ὅρων οὐκ ὀλίγων. ἠμφισβήτηται δὲ οὐδὲν ἧττον αὐτοῖς καὶ περὶ τῶν τῆς καρδίας κοιλιῶν· ἔνιοι γὰρ ἡγοῦνται μὴ σφύζειν τὴν δεξιάν· εἰσὶ δὲ οἳ σφύζειν μὲν, οὐ μὴν πρώτως οὐδὲ δι’ αὑτὴν, ἀλλὰ τῇ πνευματικῇ καλουμένῃ συγκινουμένην· ὥσθ’ ὅσοι τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας, ἢ τῆς ἀρτηριώδους, ἢ ὁπωσοῦν ἄλλως ὀνομάζοντες μνημονεύουσι, διενεχθήσονται τοῖς κατὰ τὴν δεξιὰν ἡγουμένοις σφύζειν. ἔτι δὲ μείζων ἄλλη διαφορὰ τοῖς ἰατροῖς ἐκ παλαιοῦ περὶ τῶν ἀρτηριῶν ἐγένετο, τινῶν μὲν ἡγουμένων αὐτὰς ἐξ ἑαυτῶν σφύζειν, σύμφυτον ἐχούσας ὁμοίως τῇ καρδίᾳ τὴν τοιαύτην δύναμιν, ὧν ἐστι καὶ ὁ Πραξαγόρας, ἐνίων δὲ σφύζειν μὲν αὐτοῦ,
    703
    τοῦ χιτῶνος αὐτῶν διαστελλομένου τε καὶ συστελλομένου, καθάπερ ἡ καρδία, τὴν δύναμιν δὲ οὐκ ἐχουσῶν σύμφυτον ᾗ τοῦτο δρῶσιν, ἀλλὰ παρὰ καρδίαν λαμβανουσῶν. ἧς γνώμης ἔχεται καὶ Ἡρόφιλος. Ἐρασιστράτῳ δὲ οὐδέτερον ἀρέσκει· βούλεται γὰρ ἔμπαλιν τῇ καρδίᾳ τὰς ἀρτηρίας σφύζειν, ἐκείνης μὲν, ὅτε διαστέλλεται πληρουμένης τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ, τῶν δὲ ἀρτηριῶν, ὅτε πληροῦνται διαστελλομένων, πληροῦσθαι δὲ αὐτὰς τοῦ παρὰ καρδίας ἐπιπεμπομένου πνεύματός φησιν. ἅμα μὲν οὖν ἀναγκαῖόν ἐστιν ἀμφότερα γίνεσθαι, τήν τε διαστολὴν καὶ τὴν πλήρωσιν αὐτῶν, ἡγεῖσθαι δὲ τὸ ἕτερον θατέρου λόγον αἰτίας ἔχον ἐν μὲν τῇ καρδίᾳ τὴν διαστολὴν, ἐν δὲ ταῖς ἀρτηρίαις τὴν πλήρωσιν, ὥσπερ ὁρᾶται κᾀπὶ τῶν ἐκτός. αἱ μὲν γὰρ τῶν χαλκέων φῦσαι διότι διαστέλλονται, διὰ τοῦτο πληροῦνται, οἱ σάκκοι δὲ καὶ οἱ θύλακοι καὶ οἱ ἀσκοὶ διότι πληροῦνται, διὰ τοῦτο διαστέλλονται. τὸν ὁρισμὸν οὖν εἴπερ ὅλην τὴν οὐσίαν ἀκριβῶς τοῦ πράγματος μέλλει δηλώσειν, οὐδὲν αὐτῆς τῶν κυριωτάτων παραλείπειν προσήκει· τῆς δ’ οὐσίας ἀμφισβητουμένης, ἀναγκαῖον ἔσται καθ’ ἑκάστην αἵρεσιν ἴδιον
    704
    ὁρισμὸν γίνεσθαι· ὥστε τοῖς Ἐρασιστρατείοις οὕτως ὁριστέον ἐστὶν, ὡς ἐνδείκνυσθαι τὸ ἴδιον ἐξ Ἐρασιστράτου δόγμα περὶ τῆς τῶν σφυγμῶν οὐσίας, τοῖς δ’ Ἡροφιλείοις, ὡς τὸ ἴδιον Ἡροφίλῳ, καὶ τοῖς ἄλλοις ἅπασιν ὡσαύτως οἰκεῖον ἑκάστοις ἐστὶν ὅρον ποιητέον τῷ σφετέρῳ δόγματι. τοῦτο δὲ εὐθέως αὐτὸ οὐδεὶς σχεδὸν αὐτῶν ἐπίσταται, καὶ τούτου γ’ ἔτι μᾶλλον ἀναγκαῖον ἐγνῶσθαι δύο γένη τὰ πρῶτα τῶν ὁρισμῶν εἶναι, τὸ μὲν ἕτερον ἐξηγούμενον σαφῶς τὴν τοῦ πράγματος ἔννοιαν, ἣν ἔχουσιν οἱ ὀνομάζοντες αὐτὸ, τὸ δ’ ἕτερον, ὡς εἴρηται, τὸ τὴν οὐσίαν διδάσκον. ἀρετὴ δ’ ἑκατέρου τῶν ὅρων ἰδία τοῦ μὲν τὴν ἔννοιαν ἑρμηνεύοντος ὁμολογεῖσθαί τε πᾶσι τοῖς ὁμοφώνοις καὶ μὴ προσάπτεσθαι τῆς οὐσίας τοῦ πράγματος, τοῦ δὲ τὴν οὐσίαν διδάσκοντος ὁμολογεῖν μὲν τῷ κατὰ τὴν ἔννοιαν, ἕτερον δὲ ὑπάρχειν αὐτῷ. πρῶτον οὖν τοῦτό σοι γιγνέσθω γνώρισμα τῶν εἰκῆ φλυαρούντων, ὅταν ἕνα τοῦ προκειμένου πράγματος ἀκούσῃς αὐτῶν λεγόντων ὅρον. ἐπὶ τινῶν μὲν γὰρ οὐ δύο μόνον, ἀλλὰ καὶ τρεῖς καὶ τέτταρας ἄμεινόν ἐστι ποιεῖσθαι· πρῶτον μὲν 
    705
    τὸ ὁμολογούμενον ἅπασι τοῖς ὁμοφώνοις, ὅστις οὐδὲν ἀποφαίνεται περὶ τῆς τοῦ πράγματος οὐσίας, ἐπὶ ψιλῆς καταμένων τῆς ἐννοίας· ἕτερον δ’ ἐπ’ αὐτῷ, βραχύ μέν τι τῆς ἐννοίας ἀποχωροῦντα, βραχὺ δέ τι καὶ τῆς οὐσίας ἐφαπτόμενον· καὶ τρίτον ἐπὶ τῷδε, πλέον μὲν ἤδη τῆς ἐννοίας, πλέον δὲ καὶ τῆς οὐσίας ἑρμηνεύοντα· καὶ τέταρτον ἐπ’ αὐτοῖς τὸν τὴν οὐσίαν ὅλην διδάσκοντα. τοῦτον μὲν οὖν δείκνυσθαι δεῖ τὴν ἀναφορὰν ἐπὶ τὸν τρίτον ἔχοντα, τοῦτον δ’ αὖ πάλιν ἐπὶ τὸν δεύτερον, κᾀκεῖνον αὖθις ἐπὶ τὸν πρῶτον, αὐτὸν δὲ τὸν πρῶτον ἐξ αὐτοῦ πιστεύεσθαι, φαινομένων ἐναργῶς πραγμάτων ἑρμηνείαν ἔχοντα. διὸ καὶ λόγον αὐτὸν ὀνοματώδη κέκληκεν ὁ Ἀριστοτέλης, ὡς εἰ καὶ λόγον ὀνόματος ἑρμηνευτικὸν εἰρήκει. τὸν δ’ ἕτερον ὅρον, οὐσιώδη τινὲς ἐκάλεσαν, λόγον εἶναί φησιν τὸν τί εἶναι δηλοῦντα. τί μὲν γάρ ἐστιν ἑκάστῳ τῶν ὁριζομένων τὸ εἶναι τοῦτον ἑρμηνεύειν φησὶ, τὰ συμβεβηκότα δὲ ἰδίως αὐτῷ συνδιέρχεσθαι τὸν ἐννοηματικόν. ὑπολαμβάνει δὲ καὶ ἄλλον ὁρισμὸν εἶναι τὸν καὶ τὴν οὐσίαν τοῦ πράγματος διδάσκοντα. καὶ τί με δεῖ λέγειν μακρότερον ἔτι περὶ τηλικούτων πραγμάτων, ἃ δυοῖν
    706
    ἐδεήθη βιβλίων, τοῦ τρίτου καὶ τετάρτου τῶν ὑπομνημάτων ὧν ἐποιησάμην εἰς τὸ δεύτερον Ἀριστοτέλους τῶν δευτέρων ἀναλυτικῶν. ἐπ’ αὐτοῦ δέ σοι τοῦ σφυγμοῦ πειράσομαι δεῖξαι τούτων ἕκαστον ὅσον οἷόν τέ μοι διὰ βραχυτάτων· ὅστις δὲ οἷς εἶπον ὑπομνήμασι πρότερον ὡμίλησεν, οὗτος ῥᾷον ἀκολουθήσει τοῖς λεχθησομένοις. αἰσθανόμεθα κατ’ ἔνια μόρια τοῦ δέρματος κινήσεώς τινος, οὐ μόνον ἐπιβάλλοντες αὐτῷ τὴν ἁφὴν, ἀλλὰ καὶ τοῖς ὀφθαλμοῖς ἐνίοτε. καὶ ἥδ’ ἡ κίνησις ἐπὶ πάντων φαίνεται τῶν ὑγιαινόντων ἐν πολλοῖς μέρεσι τοῦ σώματος, ὧν ἔν ἐστι καὶ τὸ κατὰ τὸν καρπὸν τῆς χειρός. ἐναργῶς μὲν οὖν ἀνιόντος τινὸς ἐκ βάθους ἐπὶ τὸ δέρμα καὶ πλήττοντος ἡμᾶς αἰσθανόμεθα, μετὰ δὲ τὴν πληγὴν ἐνίοτε μὲν ἀποχωροῦντος αὐτοῦ σαφῶς, εἶθ’ ἡσυχάζοντος, ἐνίοτε δ’ εὐθέως ἀπ’ ἀρχῆς ἡσυχάζοντος ἔμφασις γίγνεται, καὶ μετὰ ταῦτα πάλιν ἀνιόντος τε καὶ πλήττοντος, εἶτ’ αὖθις ἀπιόντος τε καὶ ἡσυχάζοντος, καὶ τοῦτο διὰ παντὸς ποιοῦντος, ἀφ’ ἧς ἂν ἡμέρας γεννηθῇ τις, ἕως θανάτου. τὴν τοιαύτην κίνησιν οἱ ἄνθρωποι πάντες ὀνομάζουσι σφυγμόν.
    707
    καὶ ὅστις ἂν αὐτὴν διὰ ταχέως ἑρμηνεῦσαι δυνηθῇ, κάλλιστα τὸν ἐννοηματικὸν ὅρον ὁ τοιοῦτος ἐργάσεται, μήτε παραλιπὼν δηλονότι μήτε προστιθεὶς ἐκ περιττοῦ παρ’ ἃ διῆλθον ἀρτίως. εἰ δέ γέ τι προσθείη, κᾂν ᾖ σμικρὸν, εἰ μὲν ἄχρηστον εἴη τὸ προστιθέμενον, ἀδολεσχήσει μάτην, εἰ δὲ χρήσιμον, ἀποχωρήσει κατ’ ἐκεῖνο τῆς ἐννοίας ἐπὶ τὴν οὐσίαν τοῦ πράγματος· οἷον εἰ φαίη τὴν τῶν ἀρτηριῶν τοιάνδε κίνησιν εἶναι σφυγμόν. ὁ γὰρ τοιοῦτος ὅρος οὐ τὴν κίνησιν μόνον, ἀλλὰ καὶ τίνων ἐστὶν ἑρμηνεύει, καίτοι τῶν ἰδιωτῶν ὅτι μέν ἐστί τις ἐν τῷ σώματι τοιάδε κίνησις ἐναργῶς αἰσθανομένων, ἀγνοούντων δ’ αὐτὸ τὸ κινούμενον σῶμα. εἰ δέ τις οὐ μόνον εἶδε τὴν ἀρτηρίαν γυμνώσας τοῦ δέρματος ἁπλῶς οὑτωσὶ κατὰ τὴν ἔξωθεν αὐτῆς περιγραφὴν, ἀλλὰ καὶ τοὺς χιτῶνας, ὁπόσοι τέ εἰσι καὶ ὁποῖοι, κατεσκέψατο, περαιτέρω προὐχώρησεν οὗτος ἢ κατὰ τὴν ἔννοιαν, ἔτι καὶ μᾶλλον ἐκείνου τοῦ πρόσθεν, ὃς ἔξωθεν αὐτὴν ἑώρα μόνον. εἰ δὲ δὴ καὶ τὴν δύναμιν εὕροι, καθ’ ἣν αἱ ἀρτηρίαι σφύζουσι, καὶ πότερον ἐξ ἑαυτῶν ἔχουσι τὴν ἀρχὴν τῆς κινήσεως, ἢ παρὰ τῆς καρδίας, καὶ εἰ παρὰ ταύτης, ὅπως ἆρά γε πνευματικὴν
    708
    ὕλην ἐπιπεμπούσης κατὰ τὴν ἐντὸς κοιλότητα τῶν ἀγγείων, ἢ δύναμίν τινα διὰ τῶν χιτώνων αὐτῶν, ἔτι τε πρὸς τούτοις, ἥ τίς ποτέ ἐστιν ἡ χρεία τῆς κινήσεως αὐτῶν, οὗτος ἀκριβῶς εἴσεται τὴν οὐσίαν ὅλην τῆς τῶν σφυγμῶν γενέσεως. οὐ μὴν ἅπαντά γε ταῦτα δυνατὸν ὅρῳ περιλαβεῖν· οὐ γὰρ βούλονται μακροὺς εἰς τοσοῦτον γίνεσθαι τοὺς ὅρους οἱ χαίροντες αὐτοῖς· ὥστε οὐδέ ἐστι πᾶς ὄρος σφυγμῶν οὐσιώδης ἀκριβῶς, ἢ πάνυ μακρὸς ἔσται. πρόσκειται δὲ τῷ λόγῳ τὸ ἀκριβῶς, ὅτι τῶν κατὰ τὴν οὐσίαν ἄλλος ἄλλο προσθέντες ἔνιοι τῶν νεωτέρων ἰατρῶν οὐσιώδη νομίζουσιν ὅρον εἰρηκέναι τοῦ σφυγμοῦ, πρὸς τῷ κᾀκεῖνο μέγιστον ἡμαρτηκέναι, τὸν μόνον εἰρηκέναι τὸ ὁριζόμενον ὑπ’ αὐτῶν οὐσιώδη, μὴ προειρημένου τοῦ κατὰ τὴν ἔννοιαν, ὃς ἐν τοῖς περὶ τούτων λογισμοῖς ἡμῖν ἐπιδέδεικται κριτήριον γενόμενος τοῦ κατὰ τὴν οὐσίαν. ἀλλ’ οὐδὲ τοῦτ’ αὐτὸ γινώσκοντες, εἰκότως ἀποφαίνονται τὸ δόξαν ἀλόγως ἑαυτοῖς. ἀρξώμεθα οὖν αὖθις ἀπὸ τῶν ἐννοηματικῶν ὅρων, οὓς οὐδὲν ἔφαμεν ἑρμηνεύειν πλέον ὧν ἅπαντες ἄνθρωποι
    709
    γινώσκουσιν. ἔοικε δ’ οὐδεὶς εἰρῆσθαι τοιοῦτος οὐδ’ ὑπὸ τῶν ἐμπειρικῶν, οἷς ἔπρεπε μάλιστα πάντων ὅροις χρῆσθαι τοιούτοις, οὓς οἱ δεινοὶ περὶ τὰς προσηγορίας οὐδ’ ὅρους ἀξιοῦσιν, ἀλλ’ ὑπογραφάς τε καὶ ὑποτυπώσεις ὀνομάζειν. ἐγένοντο δ’ ἂν αἱ ὑπογραφαὶ τοιαίδε τινές. κίνησις ἀπροαίρετος ἔν τισι μορίοις ὑπάρχουσα τῶν ἐναίμων ζώων ἡσυχίᾳ διακοπτομένη. καὶ μὲν δὴ καὶ εἰ φυσικὴν εἴποι τις τὴν κίνησιν, ἢ οὐχ ἑκουσίαν, ἢ οὐ καθ’ ὁρμὴν, οὐ διοίσει. εἰ δὲ καὶ ὅτι κατὰ τὰ σμικρὰ μόρια γίνεται τοῦ δέρματος, ἢ ὅτι βραχυχρόνιος, ἐν τῷ τῆς ὑπογραφῆς λόγῳ περιλάβοι, τελεώτερον ἀποδώσει τὴν ἔννοιαν. εἰ οὐδὲ καὶ τὰς τῶν σοφιστῶν ἐπηρείας φυλάττοιτο, προσθήσει τῷ τῆς κινήσεως ὀνόματι τὸ αἰσθητή· καίτοι γε αἱ τοιαῦται προσθῆκαι δειλίας ἀλόγου μᾶλλόν εἰσιν ἢ ἀσφαλείας εὐλόγου σημεῖον. τὸ γὰρ τῆς κινήσεως ὄνομα πάντες ἄνθρωποι κατὰ τῆς ἐναργῶς φαινομένης αἰσθήσει λέγειν εἰώθασιν, ἐπεί τοι τὰς λόγῳ θεωρητὰς ἔστι τις λόγος πιθανὸς ἐπιδεικνὺς ὑπάρχειν ἀεὶ τοῖς σώμασιν 
    710
    ἅπασιν, κᾂν μὴ φαίνηται κινούμενα. καὶ αὐτὸ δὲ τοῦτο τὸ αἰσθητὸν ὄνομα δύο σημαίνει, τό θ’ ὑποπίπτειν αἰσθήσει πρᾶγμα νῦν ἤδη, καθ’ ὃν ἂν λέγοιτο χρόνον, ἕτερόν τε πρὸς τούτῳ τὸ δυνάμενον αἰσθητὸν γενέσθαι, κᾂν νῦν ᾖ μηδέπω· καθ’ ὃ καὶ τὸν ἐν τῷ βυθῶ λίθον αἰσθητὸν εἶναι λέγομεν ὅσον ἑαυτῷ, διὰ τὸ τῆς φύσεως εἶναι δηλονότι τῶν αἰσθητῶν. ἡ τοίνυν αἰσθητὴ κίνησις, ἔν τισι μέρεσι τοῦ σώματος ἕως ἂν ζῶμεν ἡμῖν φαινομένη, σφυγμὸς ὀνομάζεται· διακόπτεται δὲ, ὡς ἔφην, ἡσυχίᾳ. τοῦτο γὰρ ἀσφαλὲς εἶναι νομίζουσι λέγειν μᾶλλον ἔνιοι τῶν ἰατρῶν ἤπερ ἐκ διαστολῆς τε καὶ συστολῆς συγκεῖσθαι τὴν ὅλην κίνησιν, καίτοι γε οὕτως ἔχει τὸ φαινόμενον ἐναργῶς, εἰς ὕψος τε καὶ πλάτος καὶ μῆκος ἐκτεινομένης τῆς κινήσεως ἐπὶ τῶν ἰσχνῶν τε καὶ μεγαλοσφύκτων. ἕτεροι δὲ τούτων ἀτολμότεροι τῶν ἰδίων παθῶν τῆς ἁφῆς αἴσθησιν αὐτοῖς εἶναί φασι, δεδιότες ἀποφήνασθαι περί τινος τῶν ἐκτὸς ὡς ὑπάρχοντος, ἐκ τῆς τῶν σκεπτικῶν καὶ ἀπορητικῶν ὀνομαζομένων ἀγωγῆς ἐπὶ τοῦτό γε ἠγμένοι. τούτους μὲν οὖν ἀπολειπτέον ἡμῖν ἐστιν. ἴσως γὰρ οὐδ’ ὅτι φαίνεταί τις αὐτοῖς κίνησις ἀποφήνασθαι τολμήσουσιν, εἰ τὰ
    711
    πάντα πείθοιντο τοῖς ἀπορητικοῖς. ἐκείνων γοῦν ἔνιοι φασὶν οὐδὲ τὰ σφῶν αὐτῶν πάθη βεβαίως γινώσκειν, οὓς καλοῦσιν εἰκότως ἀγροικοπυῤῥωνείους. ἐπὶ δὲ τοὺς ὁμολογοῦντας πεπεῖσθαι κίνησιν ὁρᾷν ἐναργῶς ὑπὸ τῷ δέρματι σώματός τινος εἰς μῆκος καὶ πλάτος καὶ βάθος ἐκτεινομένου μεταβάντες, ἐπειδὴ μετριώτεροι τῶν ἄλλων εἰσὶ, παρακαλέσομεν αὐτοὺς διαιρεθέντος τοῦ δέρματος, ἢ κατὰ τὴν ἡμετέραν προαίρεσιν, ἢ κατὰ τύχην ποτὲ, σκέψασθαι, τί ποτ’ ἐστὶ τὸ φαινόμενον ὑπ’ αὐτῷ κινεῖσθαι. δῆλον γὰρ ὅτι παραπλήσιον ἀγγεῖον ὄψονται τῇ φλεβὶ, πλὴν ὅσῳ τὸν χιτῶνα διττόν τε καὶ πολὺ ῥωμαλεώτερον ἔχον, ὃ καλοῦμεν ἀρτηρίαν. ὄψονται δὲ ἐναργῶς καὶ τὸ πρόσθεν αὐτοῖς ἀμυδρῶς ὁρώμενον, ὡς κατὰ κύκλον τοῦτο τὸ ἀγγεῖον διαστέλλεται. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἥ τε καρδία γυμνωθεῖσα φανεῖται κινουμένη καὶ ὁ ἐγκέφαλος, ὥστε τολμῆσαί ποτε λέγειν αὐτοὺς, τὴν ὁρωμένην κίνησιν ἐν τῇ τῶν σφυγμῶν γενέσει περὶ σώματα γίνεσθαι τὰ προειρημένα. πότερα δὲ πρώτως τε καὶ καθ’ αὑτὸ ἡ δεξιὰ κοιλία τῆς καρδίας, ἢ συγκινουμένη τῇ ἀριστερᾷ,
    712
    κατὰ τὸν αὐτὸν ἐκείνῃ ῥυθμὸν φαίνεται σφύζουσα, παραιτήσεται ζητεῖν ὁ κατὰ τὴν πρώτην μετάβασιν ἀπὸ τῆς ἰδιωτικῆς ἐννοίας ἐπὶ τὴν οὐσίαν προερχόμενος. ὡσαύτως δὲ κᾀπὶ τοῦ κατὰ τὸν ἐγκέφαλον φαινομένου σφυγμοῦ παραιτήσεται ζητεῖν, εἴτε πρώτως τε καὶ ἐξ ἑαυτοῦ τὴν ἐνέργειαν ἔχει ταύτην εἴτε συνεξαιρόμενος ταῖς κατ’ αὐτὸν ἀρτηρίαις, πολλαῖς καὶ μεγάλαις οὔσαις. ὁ δ’ ἐπὶ μᾶλλον τοῦδε τολμῶν ἀποφήνασθαι περὶ τῆς τῶν σφυγμῶν οὐσίας καὶ τοῦτο προσθήσει. τέλεον δ’ ἄν τις ὁρισμὸν ποιοῖτο τοῦ σφυγμοῦ προσθεὶς τοῖς εἰρημένοις τὴν χρείαν τῆς γενέσεως αὐτῶν, ἣν ἡμεῖς ἐν τῷ περὶ χρείας σφυγμῶν ὑπομνήματι φυλακήν τε τῆς ἐμφύτου θερμασίας ἔφαμεν εἶναι, γινώσκοντος δηλονότι τοῦ τὸν τοιοῦτον ὅρον ποιουμένου, κατὰ τίνα τρόπον γίνεται τὸ φυλάττεσθαι τὴν συμμετρίαν τῆς ἐμφύτου θερμασίας, ἆρά γε τῷ ῥιπίζεσθαι κατὰ τὴν κίνησιν, ἢ διὰ τὴν πρόσπτωσιν τοῦ ψύχοντος ἀέρος συναγομένης, ὡς μὴ διαφορεῖσθαι ῥᾳδίως, ἢ καθαιρομένης τὸ καπνῶδές τε καὶ λιγνυῶδες περίττωμα. χρεία δ’ ἐδείχθη τῆς κατὰ τὰς ἀρτηρίας πνευματικῆς οὐσίας καὶ πρὸς τὴν τοῦ ψυχροῦ πνεύματος γένεσιν. τῆς δ’ οὐσίας
    713
    τῶν σφυγμῶν ἐστι καὶ πότερον, ὅταν αἱ ἀρτηρίαι διαστέλλωνται, τηνικαῦθ’ ἕλκεσθαι συμβαίνει τὰς ὕλας αὐτὰς, ἢ ὅταν συστέλλωνται. καὶ πάλιν περὶ τοῦ ἐκκρίνεσθαί τι τῶν ἀρτηριῶν ὁ αὐτὸς λόγος. ἡμεῖς γὰρ ἐδείξαμεν, ἕλκεσθαι μὲν διαστελλομένων, ἐκκρίνεσθαι δὲ συστελλομένων. οἱ δ’ ἀπὸ τῆς πνευματικῆς καλουμένης αἱρέσεως συστελλομένων μὲν ἕλκεσθαι νομίζουσι, διαστελλομένων δ’ ἐκκρίνεσθαι. προσθήσει δ’ ἄλλος τούτοις ὁριζόμενος τὸν σφυγμὸν καὶ τὴν ποιητικὴν αἰτίαν αὐτοῦ. περὶ ἧς αὐτῆς ἐζήτηται, πότερον ζωτική τίς ἐστιν, ἢ ψυχικὴ δύναμις, ἢ ὅλως οὐδὲ δύναμις, ὡς Ἀσκληπιάδης κατασκευάζει. δῆλον οὖν ἐστιν, ὡς ὁ οὐσιώδης ὀνομαζόμενος ὅρος, ὅσπερ ἐστὶ λόγος διδασκαλικὸς τῆς τοῦ πράγματος οὐσίας, τό τε γένος ἐρεῖ τοῦ σφυγμοῦ καὶ τὰς διαφορὰς, τήν τε χρείαν τῆς γενέσεως καὶ τὴν ποιητικὴν αἰτίαν, ἔτι τε πρὸς τούτοις ὑλικὴν, ἢ ὀργανικὴν, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ· οἷον τὸ μὲν γένος ἤτοι κίνησιν, ἢ ἐνέργειαν, ἢ πάθος ἀρτηριῶν, τὰς δὲ διαφορὰς, ὅτι κατὰ διαστολὴν καὶ συστολὴν καὶ ὅτι χωρὶς προαιρέσεως, τὴν δὲ χρείαν, ὅτι τῆς ἐμφύτου θερμασίας ἕνεκεν, ἢ πνεύματος
    714
    ζωτικοῦ γενέσεως, ἢ καὶ νὴ Δία ψυχικοῦ, τὴν ποιητικὴν δ’ αἰτίαν, ὅτι δύναμίς τίς ἐστι διαστέλλουσα τήν τε καρδίαν καὶ τὰς ἀρτηρίας, ἤτοι ζωτική τις, ἢ ψυχικὴ, ἢ ἀμφότερα, τὴν ὑλικὴν δὲ καὶ ὀργανικὴν, τὴν κατασκευὴν τῶν ἀρτηριῶν, εἰς ἣν εἶπον ἐνέργειαν ἐπιτηδείαν δεῖξαι. καὶ γενήσεται δηλονότι καθ’ ἑκάστην αἵρεσιν λογικὴν ἴδιος ὅρος. ὁ μὲν γὰρ Ἐρασίστρατος ἐρεῖ τὸν σφυγμὸν εἶναι κίνησιν ἀρτηριῶν κατὰ διαστολὴν καὶ συστολὴν ὑπὸ ζωτικῆς τε καὶ ψυχικῆς δυνάμεως γινομένην, ἐπιπληρώσεως ἕνεκεν ἀρτηριῶν, ἐχουσῶν ἐν αὑταῖς πνεῦμα ζωτικόν· ὁ δ’ Ἀσκληπιάδης κίνησιν ἀρτηριῶν κατὰ διαστολὴν καὶ συστολὴν, πληρουμένων μὲν πνεύματος τῇ πρὸς τὸ λεπτομερὲς φορᾷ, κενουμένων δὲ τῇ καταπτώσει τοῦ χιτῶνος αὐτῶν. ἡμεῖς δὲ φήσομεν, ἐνέργειαν εἶναι τὸν σφυγμὸν ἰδίαν, πρώτως μὲν τῆς καρδίας, δευτέρως δὲ τῶν ἀρτηριῶν κατὰ διαστολὴν καὶ συστολὴν κινουμένων ὑπὸ ζωτικῆς δυνάμεως, ἕνεκα τοῦ φυλάττεσθαι μὲν τὴν συμμετρίαν τῆς ἐμφύτου θερμασίας, γεννᾶσθαι δὲ ἐν ἐγκεφάλῳ πνεῦμα ψυχικόν. ἀνάλογον δὲ τοῖς ὅροις τοῖσδε καὶ οἱ ἀπὸ 
    715
    τῶν ἄλλων αἱρέσεων ὁριοῦνται τὸν σφυγμὸν, ἕκαστος δηλονότι κατὰ τὰς οἰκείας ὑποθέσεις. ἐὰν μὲν οὖν τελέως ὁρίζωνται, συμφωνήσουσιν ἀλλήλοις· ἐὰν δὲ ἐλλιπῶς, ἤ περιττῶς, ἢ κατά τι μοχθηρῶς, διενεχθήσονται. τούτου δέ σοι πίστις μεγίστη τὸ τοὺς Ἡροφιλείους, οἵπερ δὴ καὶ πρῶτοι τὸν σφυγμὸν ἐπεχείρησαν ὁρίζεσθαι, διενεχθῆναι πρὸς ἀλλήλους, ἀντιπαρεξάγοντας δὲ αὐτοῖς καὶ τοὺς Ἐρασιστρατείους, ἤκμασε γὰρ ἄμφω ταῦτα τὰ διδασκαλεῖα μετὰ τὸν Ἡροφίλου θάνατον, ἑτέρως πάλιν καὶ αὐτοὺς ποιεῖσθαι τὸν ὅρον τοῦ σφυγμοῦ, διαφωνοῦντας ἀλλήλοις τε καὶ τοῖς Ἡροφιλείοις. αὐτοὶ μὲν γὰρ οἱ παλαιοὶ χωρὶς ὅρων ἐποιοῦντο τὰς διδασκαλίας, ἐνδεικνύμενοι τὰ σημαινόμενα τῶν ὀνομάτων ὧν ἔλεγον αὐτῇ τῇ κατὰ τὴν ἑρμηνείαν ἰδέᾳ, καθ’ ἣν δηλονότι καὶ τὰς παρ’ Ὁμήρῳ λέξεις ἅπασί τε τοῖς ἄλλοις παλαιοῖς οἱ γραμματικοὶ σαφηνίζουσι. τὸ γὰρ τῇδε τῇ ἑρμηνείᾳ μήπω σαφὲς ἐξ ἑτέρας εὔδηλον γίνεται, καθάπερ ἐπὶ τοῦ πίσυρες. ἐν μὲν γὰρ τῷ,

  1. — — Πίσυρες ἐριαύχενες ἵπποι,
  2. 716

    σαφὲς οὐδέπω τὸ σημαινόμενόν ἐστιν, ἐν μέντοι τῷ,

  3. Ἔνθεν τέσσαρα μὲν σάκε’ εἷλον, δούρατα δ’ ὀκτὼ,
  4. — — καὶ πίσυρας κυνέας,
  5. εὔδηλον ἐγένετο. τεττάρων γὰρ ὄντων τῶν καθοπλιζομένων, ὥσπερ σάκη τέσσαρα λαβεῖν αὐτούς φησιν, οὕτω καὶ περικεφαλαίας τέσσαρας. ὡσαύτως οὖν ὅταν ἀναγνῶμεν ἔν τινι τῶν παλαιῶν ἰατρῶν βιβλίῳ, σφύζειν τὸ φλεγμαῖνον μόνον μόριον, ἢ τὴν ἐπὶ φλεγμονῇ κίνησιν τῶν ἀρτηριῶν σφυγμὸν ὀνομάζοντας μόνην, ἐπὶ δὲ τοῦ κατὰ φύσιν ἔχοντος τοῦ σώματος οὐδέποτε χρωμένους τῇ προσηγορίᾳ, λογιζόμεθα μὴ πᾶσαν ἀρτηριῶν κίνησιν, ἀλλ’ ἤτοι τὴν μεγάλην καὶ σφοδρὰν, ἢ τὴν αἰσθητικὴν αὐτῷ τῷ κάμνοντι, προσαγορεύεσθαι σφυγμόν. οὕτω δὲ δοκεῖ τῇ προσηγορίᾳ τοῦ σφυγμοῦ κεχρῆσθαι καὶ ὁ Ἐρασίστρατος. ὅταν δ’ αὖ πάλιν ἀναγνῶμεν Αἰγιμίου τὸ περὶ παλμῶν βιβλίον, εὑρίσκομεν, ὃ νῦν ἡμεῖς καλοῦμεν σφυγμὸν, ὑπ’ ἐκείνου παλμὸν ὀνομαζόμενον. ἐναντίως δ’ αὐτῷ τὸν Ἡρόφιλον εὕροις ἂν εὐθὺς ἐν ἀρχῇ τῆς περὶ σφυγμῶν πραγματείας διορίζοντα σφυγμὸν παλμοῦ.

    717
    φαίνεται γὰρ ὁ ἀνὴρ οὗτος ἅπασαν ἀρτηριῶν κίνησιν, ἣν ὁρῶμεν ἐξ ἀρχῆς ἡμῖν ἕως τέλους ὑπάρχουσαν, ὀνομάζων σφυγμὸν, ἐξ οὗ καὶ τὰς διαγνώσεις τῶν παρόντων καὶ τὰς προγνώσεις τῶν ἐσομένων ποιούμεθα, μηδὲν τοῦ κατὰ τὴν καρδίαν, ἢ τὸν ἐγκέφαλον, ἢ τὰς μήνιγγας δεόμενοι σφυγμοῦ. κυριωτάτη μὲν οὖν ἔννοια τοῦ σφυγμοῦ πᾶσι τοῖς νῦν ἰατροῖς ἐστιν ἡ εἰρημένη· καὶ γὰρ δέονται ταύτης, ὡς εἶπον ἄρτι. τὸ δ’ ἐπὶ τῇδε πᾶν ἤδη σοφιστικόν. ὅθεν οὐδὲ ὁρίζεσθαι προσήκει τὰ τοιαῦτα τῶν πραγμάτων, οὐδ’ αὑτὸν ἐμβάλλειν εἰς λόγους καὶ παρ’ αὐτοῖς τοῖς διαλεκτικοῖς διαπεφωνημένους ἕξεώς τε μεγάλης δεομένους, ἵν’ ἀκριβῶς τις αὐτοὺς κατορθώσῃ, πρὸς τῷ μηδ’ ἀναγκαῖον εἶναι δι’ ὅρων οὐσιωδῶν ποιεῖσθαι τὰς διδασκαλίας. οἱ δ’ ἐννοηματικοὶ καλούμενοι τῶν ὅρων τοῖς μὲν ἤδη γινώσκουσι τὸ πρᾶγμα περιττοὶ, τοῖς δ’ ἀγνοοῦσιν οὐκ ἀναγκαῖοι, δυναμένης γε δὴ τῆς διδασκαλίας διὰ μακροτέρου λόγου γενέσθαι σαφέστερον. εἰ μὲν γάρ τις δύναται διὰ βραχέος θ’ ἅμα καὶ σαφοῦς λόγου περιλαβεῖν ἀκριβῶς τὴν ἔννοιαν τοῦ δηλουμένου πράγματος ὑπὸ τῆς
    718
    προσηγορίας, ἄριστος ἂν εἴη διδάσκαλος, οὐ μὴν ὅ γ’ ἀπολειπόμενος τῆς τοιαύτης ἕξεως ἄχρηστος, ὥσπερ οὐδ’ ὁ μὴ καλῶς ἑρμηνεύων. ἄριστον μὲν γὰρ οὕτω σαφῶς ἑρμηνεύειν, ὡς οἱ περὶ Λυσίαν τε καὶ Δημοσθένη ῥήτορες· οὐκ ἄχρηστοι δέ εἰσι καὶ οἱ νῦν ἐν τοῖς δικαστηρίοις λέγοντες· οὐκ οὖν κωλύω τοὺς δυναμένους τὰ σημαινόμενα πράγματα πρὸς ἑκάστου τῶν ὀνομάτων ἐναργῶς τε ἅμα καὶ ταχέως ἑρμηνεύειν τοῖς ἀγνοοῦσιν, ὥς γε καὶ αὐτὸς ἔργῳ φαίνομαι τοῦτο σπουδάζων, ἀλλ’ ὅτι περιττόν ἐστι πράττειν οὕτως, ἐν οἷς ἤδη γινώσκουσι τὸ ἑρμηνευθησόμενον ἅπαντες, οὐδ’ ὅλως τε χρὴ τοὺς οὐσιώδεις ὅρους λέγεσθαι τοῖς ἀρχομένοις ἡστινοσοῦν μαθήσεως, ἀλλ’ ὅταν ἀπὸ τῆς ἐννοίας ἀρξάμενοι προσάγωμεν αὐτοὺς ἐπὶ τὴν τῆς οὐσίας γνῶσιν, εἴη ἂν ἤδη χρήσιμον ἐν βραχεῖ λόγῳ περιλαβεῖν τὸ σύμπαν, ἕνεκα προχείρου μνήμης. ὅσοι τοίνυν ἰατροὶ καὶ φιλόσοφοι τοῖς ἀρχομένοις ὁτιοῦν μανθάνειν ἀπὸ τῶν οὐσιωδῶν ὅρων τὴν ἀρχὴν τῆς διδασκαλίας ποιοῦνται, κᾂν ὅτι μάλιστα δυνατοὶ λέγειν ὦσι, κᾂν σαφῶς ἑρμηνεύσωσιν, ὅμως ἀσαφεῖς γίνονται, μὴ δυναμένων
    719
    νοεῖν τῶν ἀκουόντων ἐν ὅροις βραχέσι λεγόμενα πράγματα, μακρᾶς ἑρμηνείας εἰς νόησιν δεόμενα. προαποδειχθῆναι γὰρ χρὴ διὰ λόγων πολλῶν τὴν οὐσίαν τοῦ ζητουμένου πράγματος, ἵνα γνωσθεῖσά τε και πιστευθεῖσα νοηθῇ ποθ’ ὕστερον ἐν βραχείᾳ λέξει. ταῦτα οὖν εἰκότως μεμφόμενος ἀεὶ τοῖς ἐπιχειροῦσιν ἅπαντα δι’ ὅρων διδάσκειν εἵνεκα παραδείγματος ἐπὶ τόνδε τὸν λόγον ἧκον, ἔργῳ πολλάκις ἐπιδειξάμενος, ὡς ὅ τι περ ἂν προβάλλῃ τις ὄνομα, βιβλίον ὅλον ποιεῖν ἐπιδεικνύντα πῶς ὁριστέον ἐστὶ τὸ δηλούμενον ὑπ’ αὐτοῦ πρᾶγμα. λέγωμεν οὖν αὖθις ἀναλαβόντες ὑπὲρ τοῦ κατὰ τὸν σφυγμὸν ὅρου, μνημονεύοντες ὀνομαστὶ τῶν δοξάντων αὐτὸν ὡρίσθαι καλῶς. ἤρξαντο μὲν οὖν, ὡς ἔφην, τῆς τοιαύτης περιεργίας οἱ Ἡροφίλειοι· διεδέξαντο δ’ αὐτοὺς ἔνιοι τῶν Ἐρασιστρατείων· εἴθ’ οἵ τε πνευματικοὶ καλούμενοι καί τινες τῶν μεθοδικῶν. εἰ μὲν οὖν ἁπάντων μνημονεύω, δυοῖν, οὐχ ἑνὸς, ἔσται χρεία βιβλίων. βουλομένῳ δέ μοι τὴν οὐκ ἀναγκαίαν ταύτην πολυλογίαν ἐν ἑνὶ καταπαῦσαι γράμματι, τοσούτους αὔταρκές ἐστι διελθεῖν ὅρους, ἅμα τοῖς εἰποῦσιν ἀνδράσιν αὐτοὺς, ὅσους ἂν ὑποδέξασθαι 
    720
    δύνηται τὸ βιβλίον. ἐκ τούτων γὰρ οὖν ἐνέσται καὶ τοὺς ἄλλους ἅπαντας κρίνειν.

Ὁ μὲν Ταραντῖνος Ἡρακλείδης ἐμπειρικῷ πρέπουσαν ὑπογραφὴν ποιούμενος τὸν σφυγμὸν εἶναί φησι κίνησιν ἀρτηριῶν καὶ καρδίας. ἴσμεν δ’ ὅτι τὴν ἀρχὴν οὐδ’ ὁρίζεσθαι σπουδάζουσιν οἱ ἀπὸ τῆς ἐμπειρικῆς αἱρέσεως, ἀλλ’ ὑποτυπώσεσί τε καὶ ὑπογραφαῖς χρῶνται. καλοῦσι δ’ οὕτως αὐτοὶ τοὺς λόγους, ὅσοι διὰ βραχέων ἑρμηνεύουσι τὴν ἔννοιαν τοῦ πράγματος, οὗ τὴν προσηγορίαν φθεγγόμεθα. ταύτην οὖν ἡγεῖται τοὺς ἀνθρώπους ἔχειν ἔννοιαν περὶ τὴν τοῦ σφυγμοῦ προσηγορίαν, αὐτούς τε προτείνοντας ἐνίοτε τὴν χεῖρα καὶ τῶν σφυγμῶν ἀξιοῦντας ἅψασθαι τὸν ἰατρόν. ὅταν δέ τινα λέγωμεν ἄσφυκτον, ἐκ τῆς φωνῆς ταύτης ἡγούμεθα σημαίνεσθαι τὸν οὕτω διακείμενον ἄνθρωπον, ὡς μηδεμίαν ὑποπίπτειν κίνησιν ἐν μηδενὶ μέρει τοῦ σώματος ἀρτηρίας μηδεμιᾶς. εἰ δ’ ἔστι τις ἄλλη κίνησις ἐν ταῖς ἀρτηρίαις αὐξανομέναις τε καὶ τρεφομέναις καὶ πληρουμέναις καὶ κενουμέναις, οὐδὲν αὐτῷ μέλει, διότι μηδ’ ὑποπίπτει μηδεμιᾷ τῶν

721
ἡμετέρων αἰσθήσεων τὸ γένος τοῦτο τῶν κινήσεων, ἀλλ’ ἔστι λόγῳ θεωρητόν. ᾧ λόγῳ καὶ τὰ φυτὰ πάντα φασὶν οἱ φυσιολογοῦντες ἀεὶ κινεῖσθαι, καὶ τό γε τούτου μεῖζον, ὅτι καὶ τἄλλα πάντα μέχρι τῶν σκληροτάτων λίθων, καὶ γὰρ καὶ τούτων ἀποῤῥεῖ τι διαπαντός. ἔνιοι δὲ καὶ προσκρίνεσθαί φασιν αὐτοῖς ἐκ τοῦ περιέχοντος. τὴν μὲν οὖν τοιαύτην κίνησιν οὐ μόνον ἔτι ζῶντος, ἀλλὰ καὶ τεθνεῶτος ἤδη τἀνθρώπου, κατὰ τοὺς ταῦτα φυσιολογοῦντας, ἀναγκαῖον ὑπάρχειν, ὥστε οὐκ ὀρθῶς ἐροῦμεν ἀκινήτους ὑπάρχειν τὰς ἀρτηρίας ἐπὶ τῶν τεθνεώτων, οὐδ’ ἀσφύκτους ἐνίοις φαίνεσθαι τῶν ἔτι ζώντων. εἰ δὲ λέγοιντο πρὸς ἁπάντων οὕτως, εὔδηλον εἶναι κίνησιν ἡμᾶς νοεῖν τε καὶ ὀνομάζειν, οὐ τὴν λόγῳ θεωρητὴν, ἀλλ’ ἥ τις ἂν εἰς ἐναργῆ γνῶσιν ἥκῃ διαθέσεως. ἐκ τοιούτων μὲν οὖν λογισμῶν ὅ τε Ταραντῖνος Ἡρακλείδης καὶ ἄλλοι τινὲς τῶν ἐμπειρικῶν ἑαυτοὺς πείσαντες ὑπεγράψαντο τὸν σφυγμὸν εἶναι κίνησιν ἀρτηριῶν καὶ καρδίας, ἐπειδὴ καὶ ταύτην ἑώρων αἰσθητῶς κινουμένην ὡσαύτως ταῖς ἀρτηρίαις. ἀντεῖπον δ’ αὐτοῖς ἔνιοι τῶν δογματικῶν, οὐκ ἀξιοῦντες αἰσθήσει μόνῃ κρίνεσθαι τὴν κίνησιν, ἀλλ’ ἐνίοτε
722
καὶ τῷ λόγῳ· τὸν γοῦν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας ἅπαντας ὁμολογεῖσθαι μὲν ἅπασιν ἀνθρώποις κινεῖσθαι, μὴ γὰρ ἂν ἀπ’ ἀνατολῆς εἰς δύσιν ἀφικνεῖσθαι τοσαύτην φορὰν ἄνευ κινήσεως, οὐ φαίνεσθαι δὲ κινουμένους. ἐχρῆν οὖν, φασὶν, εἰ καὶ μηδὲν ἄλλο, τοῦτο γοῦν προσκεῖσθαι τῷ λόγῳ τῶν ἐμπειρικῶν, τὸ τὴν κίνησιν τῶν ἀρτηριῶν καὶ τῆς καρδίας αἰσθητὴν εἶναι, καὶ λέγειν αὐτοὺς, τὸν σφυγμὸν εἶναι κίνησιν τῶν ἀρτηριῶν καὶ καρδίας αἰσθητήν. ἔνιοι δ’ ἀντιλέγοντες αὐτοῖς κινήσεις αἰσθητάς φασι κατά τε τὴν καρδίαν καὶ τὰς ἀρτηρίας οὐ τὰς σφυγμώδεις μόνον, ἀλλὰ καὶ τὰς παλμώδεις φαίνεσθαι, καὶ ταύτας οὖν ἐχρῆν περιλαμβάνεσθαι κατὰ τὴν ὑπογραφὴν τῶν σφυγμῶν, ἐάν θ’ ἁπλῶς εἴπωσιν ἀρτηριῶν καὶ καρδίας εἶναι τὸν σφυγμὸν κίνησιν ἐάν τε προσθῶσι τὴν αἰσθητήν. ἔνιοι δὲ καὶ σπασμῶν καὶ τρόμων μνημονεύουσιν, ὡς καὶ τοιούτων τινῶν κινήσεων ἔστιν ὅτε γινομένων ἐν ἀρτηρίαις τε καὶ καρδίᾳ, παρὰ φύσιν δηλονότι. καὶ διὰ τοῦτο ἀξιοῦσι προσκεῖσθαι τῷ ὅρῳ τὸ φυσικὴ, τοιοῦτον ὅλον αὐτὸν ἐργαζόμενοι·
723
σφυγμός ἐστιν ἀρτηριῶν τε καὶ καρδίας κίνησις φυσική. τούτοις ἀντιλέγοντες οἱ συναγορεύοντες τῷ τοῦ Ταραντίνου ὅρῳ, φασὶ, μηδέποτ’ ἐν ἀρτηρίαις, ἢ καρδίᾳ τὰς τοιαύτας γίνεσθαι κινήσεις, μόνον τῶν νευρωδῶν σωμάτων οὔσας. ἀλλ’ ὅτι μὲν ὅ τε σπασμὸς καὶ ὁ τρόμος ἐν νεύροις μόνον γίνονται, κᾀγὼ σύμφημι. παλμὸς δὲ προφανῶς ὁρᾶται καὶ περὶ τὸ δέρμα συνιστάμενος. ἐναργῶς δὲ κᾀν τοῖς σαρκώδεσι μορίοις, ἅπερ ἐστὶ μυῶν μέρη, καὶ κατά γε τοὺς φόβους καὶ τὰς ἀγωνίας ἐναργῶς ἡ καρδία φαίνεται παλλομένη. οὐ σμικρὰ δ’ ἀντιλογία περὶ τῶν παθῶν τούτων γέγονεν Ἡροφίλῳ πρὸς τὸν διδάσκαλον Πραξαγόραν, οὐκ ὀρθῶς ἀποφηνάμενον ἀρτηριῶν πάθος εἶναι καὶ παλμὸν καὶ τρόμον καὶ σπασμὸν, οὐ γένει διαφέροντα τῆς σφυγμώδους ἐν αὐτοῖς κινήσεως, ἀλλὰ μεγέθει. κατὰ φύσιν μὲν γὰρ ἐχόντων ἄνευ πάσης περιστάσεως γίνεσθαι τοὺς σφυγμοὺς, αὐξηθείσης δὲ τῆς κινήσεως αὐτῶν εἰς τὸ παρὰ φύσιν πρῶτον μὲν σπασμὸν ἀποτελεῖσθαι, δεύτερον δ’ ἐπ’ αὐτῷ τρόμον, καὶ τρίτον τὸν παλμὸν, ἀλλήλων διαφέροντα μεγέθει πάντα ταῦτα τὰ πάθη. διὰ τοῦτ’ οὖν
724
Ἡρόφιλος εὐθέως ἐν ἀρχῇ τῆς περὶ σφυγμῶν πραγματείας ἀνατρέπειν πειρᾶται τὴν τοῦ διδασκάλου δόξαν, ἀλλ’ ὡς ἔθος Ἡροφίλῳ, δι’ ἑρμηνείας ἀσαφοῦς, ἣν ἐπὶ τὸ σαφὲς οἱ ἀπ’ αὐτοῦ μεταλαμβάνοντες ἔγραψαν ἐν αἷς ἐποιήσαντο πραγματείαις περὶ τῆς Ἡροφίλου αἱρέσεως. ὥστε εἰ μνημονεύω νῦν αὐτῆς Ἡροφίλου ῥήσεως, ἣν ἐν ἀρχῇ τοῦ πρώτου περὶ σφυγμῶν ἔγραψεν, ἢ τῶν εἰρημένων τοῖς ἀπ’ αὐτοῦ, μέγεθος ἑνὸς βιβλίου γενήσεται, περὶ μόνων τούτων ἐπιμελῶς διερχομένου, ὅπου καὶ χωρὶς τοῦ μνημονεῦσαι τούτων ἓν ὅλον ἐμόν ἐστιν ὑπόμνημα περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους. ἀρκεῖ δέ μοι κᾀνταῦθα τὸ πλῆθος ἐνδεδειγμένῳ τῶν ἐπεισαχθησομένων λόγων εἰς τὸ προκείμενον ζήτημα καταλιπεῖν αὐτὸ, τοσοῦτον μόνον εἰπόντι, κατὰ φύσιν μὲν ἐχόντων ἡμῶν, αἱ κατὰ τὴν καρδίαν τε καὶ τὰς ἀρτηρίας κινήσεις, διαστελλομένων τε κατὰ κύκλον αὐτῶν καὶ αὖθις εἰς ἑαυτὰς συναγομένων, γίνονται, παρὰ φύσιν δὲ ἐχόντων, κᾂν παλμώδης, ἢ κλονώδης, ἢ σπασμώδης, ἢ τρομώδης ἡ κίνησις φαίνοιτο τῶν ἀρτηριῶν, οὐδὲν ἄτοπον εἶναι τὸν σφυγμὸν ὀνομάζεσθαι ποτὲ 
725
μὲν σπασμώδη, ποτὲ δὲ κλονώδη, ποτὲ δὲ παλμώδη, ποτὲ δὲ τρομώδη. καὶ γὰρ οὖν καὶ καλεῖν ἔθος ἡμῖν ἐστί τινα κλονώδη σφυγμὸν, οὐκ ὀλιγάκις φαινόμενον ἐναργῶς, οὗ τὴν φύσιν ἡρμήνευσα κατὰ τὸ πρῶτον γράμμα τῆσδε τῆς πραγματείας, ὥστε καὶ κατὰ τοῦτον τὸν λόγον οὐκ ὀρθῶς ἄν τις προσθείη τῷ ὅρῳ τοῦ σφυγμοῦ τὸ φυσική. περὶ δὲ τῆς αἰσθητῆς, ἐπειδὴ καὶ ταύτην ἔνιοι τὴν προσθήκην ἀξιοῦσι ποιεῖσθαι, τὸ πολλάκις εἰρημένον ὑπ’ Ἀριστοτέλους ἄξιον εἰπεῖν. ἐκεῖνος γὰρ ὁ ἀνὴρ αὐτάρκως ἐνίοτε διελθὼν, τὶ προστιθέναι φησὶ δεῖν αὐτῷ διὰ τὰς σοφιστικὰς ἐνοχλήσεις ἔξωθεν ἄλλο τὸ δοκοῦν ἑκάστοτε συμφέρειν τῷ λόγῳ, καὶ διὰ τοῦτο κᾀγὼ τοὐπίπαν ὑπογράφομαι τὸν σφυγμὸν ἀρτηριῶν καὶ καρδίας κίνησιν αἰσθητὴν, καὶ μάλισθ’ ὅτι καλοῦμεν ἀσφύκτους οἷς οὐκ ἔστιν ἡ κίνησις αἰσθητὴ, καίτοι σωζομένης αὐτῆς πολλάκις, ὡς πρὸς τὴν οἰκείαν ὕπαρξιν. οὐ γὰρ ἂν ἔζησαν εἰ παντάπασιν ἡ κίνησις ἀπωλώλει τῆς καρδίας καὶ τῶν ἀρτηριῶν.

Ὅ γε μὴν Ἡροφίλειος Ἀλέξανδρος, ὁ

726
Φιλαλήθης ἐπικληθεὶς, διττὸν ἐποιήσατο διὰ τὰς τοιαύτας ἐπηρείας τὸν ὁρισμὸν τοῦ σφυγμοῦ, τὸν μὲν ἕτερον ἐξ αὐτοῦ τοῦ πράγματος ἐξ οἰκείας φύσεως, ὃν ὡς ἐν ὑποκειμένοις ὀνομάζει, τὸν δὲ ἕτερον ὡς ἐν ἐπισκέψει. τὸν μὲν οὖν ὡς ἐν ὑποκειμένοις σφυγμὸν εἶναί φησι καρδίας καὶ ἀρτηριῶν συστολὴν καὶ διάστασιν ἀπροαιρέτως, οἵαν τε φαίνεσθαι· τὸν δὲ ὡς ἐν ἐπισκέψει τὴν ἐκ τῆς τῶν ἀρτηριῶν διαπαντὸς ἀπροαιρέτου κινήσεως πρὸς τὴν ἁφὴν πληγὴν καὶ τὸ μετὰ τὴν πληγὴν γινόμενον διάλειμμα. καὶ λέγει γέ τινας λογισμοὺς ἐπ’ αὐτοῖς, ὡς οἴεται, πιθανοὺς ἐν τῷ έ τῶν ἀρεσκόντων, ὥσπερ καὶ ὁ Ταραντῖνος Ἡρακλείδης ἐν οἷς ἀντιλέγει πρὸς τὸ περὶ σφυγμῶν Ἡροφίλου. ἀντιλογίαι δ’ οὐχ ἥκιστα πρὸς τοὺς τοῦ Φιλαλήθους ὅρους ἐγένοντο τοῖς μετ’ αὐτὸν, ἔνιαι μὲν ἀπίθανοι πάνυ καὶ προφανῶς ἐριστικαὶ,τινὲς δὲ ἧττόν τε καὶ μᾶλλον πιθαναὶ, πρὸς ἃς ἀπήντησάν τινες τῶν ἀπ’ αὐτοῦ, καὶ μακρός γε λόγος ἑκατέροις περαίνεται. διὰ κεφαλαίων δὲ κᾀγὼ περὶ αὐτῶν ἴσως ὀλίγον ὕστερον ὅλως ἐρῶ, πρότερόν γε παραγράψας τοὺς
727
τοῦ Δημοσθένους ὅρους, ὡσαύτως τῷ διδασκάλῳ Φιλαλήθους ἐπικληθέντος,

οὗ καὶ τὰ τρία περὶ σφυγμῶν ἐστι συγγράμματα, παρὰ πολλοῖς εὐδοκιμοῦντα. διαιρεῖται δ’ οὖν καὶ οὗτος τὸν σφυγμὸν ὁμοίως τῷ Ἀλεξάνδρῳ, καί φησιν εἶναι τὸν μὲν κατὰ τὸ ὑποκείμενον καρδίας καὶ ἀρτηριῶν διαστολὴν, ἢ συστολὴν φυσικὴν, φαίνεσθαι δυναμένην· τὸν δὲ ἐξ οὗ ποιούμεθα τὰς ἐπισκέψεις, καρδίας ἢ ἀρτηριῶν πρὸς τὴν ἁφὴν πλῆξιν φυσικὴν καὶ τὸ μετὰ τὴν πληγὴν γενόμενον διάλειμμα. χρῆται δὲ κατὰ τοὺς ὅρους τῷ ἤ συνδέσμῳ παραδιαζευκτικῷ, νομίζων τὸν καί συμπλεκτικὸν ὄντα τὸ μὲν συγκείμενον ἐξ ἀμφοῖν ὁρίζεσθαι μόνον, ἰδίᾳ δ’ ἑκάτερον οὐχ ὁρίζεσθαι. βούλεται δ’ αὐτὸς τὴν τῶν ἀρτηριῶν κίνησιν εἶναι σφυγμὸν αὐτὸν καθ’ ἑαυτὸν μόνον, εἶναι δὲ δηλονότι καὶ τὴν τῆς καρδίας, αὐτὴν καθ’ ἑαυτὴν μόνην καὶ ταύτην, εἶναι δὲ καὶ τὸ συναμφότερον σφυγμόν· ὡσαύτως δὲ καὶ τὴν διαστολὴν μόνην σφυγμὸν ὀνομάζεσθαι καὶ τὴν συστολὴν καὶ τὸ συναμφότερον. ἐπείσθη δ’ οὕτως ὀνομάζεσθαι τὸν σφυγμὸν, ἐπειδὴ κατὰ τὴν διαστολὴν μέγας τε

728
καλεῖται καὶ μικρὸς καὶ σφοδρὸς καὶ ἀμυδρὸς καὶ ταχὺς καὶ βραδὺς, κατὰ δὲ τὴν συστολὴν ἀραιὸς καὶ πυκνός. ὅταν μὲν οὖν κατὰ τὸ ὑποκείμενον τὰ μέρη λέγῃ τοῦ σφυγμοῦ, διαστολὴν ὀνομάζει καὶ συστολήν· ὅταν δ’ ὡς ἐν ἐπισκέψει, πληγὴν καὶ διάλειμμα, νομίζων ἀδιάγνωστον αἰσθήσει τὴν συστολὴν εἶναι. μεγάλη δὲ πάλιν ἐνταῦθα γέγονεν ἐναντιολογία τοῖς ἰατροῖς, οὐ περὶ ὀνόματος μόνον ἔτι, καθάπερ ἔνιαι τῶν εἰρημένων, οὐ μὴν οὐδὲ περίεργός τε καὶ περιττὴ ταῖς πολλαῖς αὐτῶν ὁμοίως, ἀλλὰ τὸ μέγιστον αὐτὸ καὶ κυριώτατον ἐπισκεπτομένη τῆς θεωρίας. καὶ κρῖναι ἀδεκάστως ἐγὼ, καθάπερ καὶ τἄλλα περὶ ὧν διεφώνησαν οἱ ἰατροὶ, προελόμενος, οὕτως καὶ τοῦτο παμπόλλοις ἔτεσιν ἀπορῶν διετέλεσα· χρόνῳ δ’ ὕστερον οὐκ ὀλίγῳ τήν τ’ αἰτίαν τῆς διαφωνίας αὐτῶν εὗρον, ἕν τε περὶ τούτου μόνου βιβλίον ἔγραψα, τὸ πρῶτον περὶ τῆς τῶν σφυγμῶν διαγνώσεως. ἐν ᾧ διώρισται, τίνες μὲν σφυγμοὶ τὴν συστολὴν αἰσθητὴν ἔχουσι, τίνες δ’ οὔ. φαίνεται δ’ οὖν ὁ κατ’ ἐκεῖνο τὸ βιβλίον ἅπας λόγος ἐπεισαγόμενος τοῖς οἰομένοις αὐτὸν ἐκ πληγῆς τε καὶ
729
διαλείμματος συγκεῖσθαι. τινὲς γὰρ καὶ χωρὶς τοῦ διελέσθαι τὸν ὡς ἐν ὑποκειμένῳ τοῦ κατὰ τὰς ἐπισκέψεις ἁπλῶς ἀπεφήναντο τὸν σφυγμὸν ἐκ πληγῆς καὶ διαλείμματος συγκεῖσθαι. καίτοι κᾂν ἐκ διαστολῆς τε καὶ συστολῆς λέγηται συγκεῖσθαι, ζήτημά τι γίνεται περὶ τῶν ἠρεμιῶν, ἥν τ’ ἐπὶ τῇ διαστολῇ πρὸ τῆς συστολῆς καὶ ἣν ἐπὶ τῇ συστολῇ πρὸ τῆς διαστολῆς ἥ τε καρδία καὶ αἱ ἀρτηρίαι ποιοῦνται. κᾂν παραλίπωμεν δέ ποτε τὸ τῆς καρδίας ὄνομα, μόνον τῶν ἀρτηριῶν μνημονεύσαντες, ὑπακούειν χρὴ κατ’ ἐκείνης εἰρῆσθαι τὰ αὐτά· καθάπερ κᾂν ἐπὶ τῆς καρδίας εἴπωμέν τι παραλιπόντες τὰς ἀρτηρίας, ἡγεῖσθαι χρὴ καὶ ἐπ’ ἐκείνων λελέχθαι τὸ αὐτό. τὴν δ’ αὐτὴν ἀπορίαν ἔσχηκε καὶ ἡ κατὰ τὴν ἀναπνοὴν ἠρεμία διττὴ τῶν ἀναπνευστικῶν ὀργάνων. ἡσυχάζει γὰρ ὅ τε θώραξ ὅ τε πνεύμων ἐν τῷ μεταξὺ χρόνῳ τῆς εἴσω τε καὶ ἔξω φορᾶς τοῦ πνεύματος, καὶ κατά γε τὸν χρόνον τῶν ἡσυχιῶν τούτων ἀραιὰν, ἢ πυκνὴν ὀνομάζουσι τὴν ἀναπνοήν. ἥ γε μὴν διάγνωσις οὐχ ὁμοία τούτων ἐστὶ τῶν ἡσυχιῶν καὶ τῶν ἐν τοῖς σφυγμοῖς ἐναργῶς μὲν γὰρ ἀεὶ ἐπὶ τῆς ἀναπνοῆς 
730
φαίνονται, τῶν δ’ ἐν τοῖς σφυγμοῖς ἠρεμιῶν ἐνίοις μὲν ἔδοξεν οὐδ’ ὅλως εἶναι διάγνωσιν, ἐνίοις δὲ τοῖς ἐκτὸς μόνοις. ἥν περ δὴ αἰσθητὴν καὶ ἡμεῖς εἶναί φαμεν, οὐ μὴν ἐπὶ πάντων γε τῶν σφυγμῶν. ὅτι μὲν οὖν, ὥσπερ ἀναπνοὴ πυκνὴ καὶ ἀραιὰ τῶν ἐπικαίρων ἐστὶ σημείων, οὕτω καὶ σφυγμὸς πυκνὸς καὶ ἀραιὸς, ὡς ἐν τῇ δι’ αὐτῶν προγνώσει μαθήσῃ. τὸ δὲ μέρη τὰς ἡσυχίας εἶναι τῆς ὅλης ἀναπνοῆς τε καὶ τῶν σφυγμῶν, ἀμφισβητεῖται. καὶ γὰρ οἱ δοξάζοντες οὕτως οὐ πρώτως, ἀλλὰ κατὰ συμβεβηκὸς εἶναι μέρη φασὶν ἐν ταῖς ἐνεργείαις ταύταις τὰς ἡσυχίας. ἐν μὲν γὰρ ταῖς εἰσπνοαῖς τε καὶ ἐκπνοαῖς ἐνεργεῖ προφανῶς τὰ τῆς ἀναπνοῆς ὄργανα, κατὰ δὲ τοὺς σφυγμοὺς διαστελλομένης τε καὶ συστελλομένης τῆς καρδίας, τὰς μεταξὺ τῶν ἐνεργειῶν τούτων ἡσυχίας παραπλήσιόν τι πρᾶγμα εἶναι τῇ κᾀπὶ τῶν τεθνεώτων αὐτοῖς ὑπαρχούσῃ· ὥσπερ καὶ οἱ λέγοντες ἐνέργειαν εἶναι ἀρτηριῶν τε καὶ καρδίας τὸν σφυγμὸν, ἢ κίνησιν ἀρτηριῶν τε καὶ καρδίας, ἢ διαστολὴν καὶ συστολὴν ἀρτηριῶν τε καὶ καρδίας, δόξουσι παραλιπεῖν τὰς ἡσυχίας, οὐ μικρὰν μοῖραν ἐχούσας
731
εἰς πρόγνωσιν. οἱ γοῦν ἀραιὸς καὶ πυκνὸς σφυγμὸς κατὰ τοῦτο τὸ γένος εἰσὶ, μετὰ τῆς ἐν αὐτοῖς ὁμαλότητός τε καὶ ἀνωμαλίας, ἀταξίας τε καὶ τάξεως, οὐ σμικρὰ δηλοῦντες, ὥσπερ καὶ ὁ διαλείπων καὶ ὁ παρεμπίπτων, κατ’ αὐτὸ τὸ γένος τοῦτο συνιστάμενοι, σημεῖον οὐ σμικρὸν οὐδ’ αὐτοὶ τῶν ἐσομένων ὄντες. ἐὰν οὖν τις ἐθέλῃ τὸν σφυγμὸν ὁριζόμενος ἐπεισάγειν αὐτῷ τὸν περὶ τῶν ἡσυχιῶν λόγον, εἴτε μέρη τίθεσθαι χρὴ τῶν σφυγμῶν αὐτὰς, εἴτε μὴ, καὶ εἰ μέρη, πότερον πρῶτα καὶ κατὰ τὸν ἴδιον αὐτῶν λόγον, ἢ κατὰ συμβεβηκὸς, οὐκ ὀλίγον ἀναλώσει χρόνον. ἀλλ’ ἡμεῖς ὥσπερ ἐπὶ τῶν ἄλλων ἄχρι τοῦ δεῖξαι τὴν καθ’ ἕκαστα μακρολογίαν ἀφικόμενοι μετέβημεν ἐφ’ ἕτερόν τι, καὶ νῦν οὕτω πράξομεν, ἐπανελθόντες ἐπὶ τοὺς Ἀλεξάνδρου καὶ Δημοσθένους ὅρους, οὓς ἐποιήσαντο τοῦ σφυγμοῦ. φαίνεται γὰρ, εἰ καὶ μὴ τῇ λέξει, τῇ γε δυνάμει ταὐτὰ τῷ διδασκάλῳ βουλόμενος ὁ Δημοσθένης. ὁ μὲν γὰρ Ἀλέξανδρος ἀπροαίρετον ἔφη τὴν τῶν σφυγμῶν ἐνέργειαν ὑπάρχειν, ὁ δὲ φυσικήν· καὶ ὁ μὲν οἵαν τε φαίνεσθαι, ὁ δὲ φαίνεσθαι δυναμένην. οὕτως μὲν οὖν ἐν τῷ κατὰ τὸ ὑποκείμενον ὅρῳ τοῦ σφυγμοῦ φαίνεται τῷ διδασκάλῳ
732
συμφερόμενος ὁ Δημοσθένης, ὡσαύτως δὲ κᾀν τῷ κατὰ τὰς ἐπισκέψεις. εὔδηλον γὰρ ὡς οὐδὲν διαφέρει πληγὴν ἢ πλῆξιν εἰπεῖν, ὥσπερ οὐδ’ ἀπροαίρετον ἢ φυσικήν. ὅτι δὲ μόνῳ τῷ τὸν ἤ σύνδεσμον εἰς τὸν ὅρον παραλαβεῖν ἀπέστη τοῦ διδασκάλου, πρόσθεν εἴρηται, καὶ καθ’ ὅν τινα λογισμὸν οὕτως ἔπραξεν. ἑξῆς οὖν ἐπισκεψώμεθα τοὺς ὑπὸ τῶν ἄλλων Ἡροφιλείων εἰρημένους ὅρους.

Ὁ μὲν οὖν Βακχεῖος ἐν ταῖς ἄλλαις ἀκροάσεσι τὸν σφυγμὸν εἶναί φησι συστολὴν καὶ διαστολὴν ἅμα ἐν ἁπάσαις ταῖς ἀρτηρίαις γιγνομένην. πρὸς ὃν ὅρον ἐπηρεαστικῶς μὲν ἀντεῖπον οἱ Ἐρασιστράτειοι, τὸ σφέτερον ἁμάρτημα κατηγορίας ἀρχὴν ποιησάμενοι. δοκεῖ γὰρ αὐτοῖς ἡ μὲν καρδία πρώτη διαστέλλεσθαί τε καὶ συστέλλεσθαι τῶν ἀρτηριῶν ἁπασῶν, ἐπιπεμπομένου δὲ τοῦ πνεύματος ἀπ’ αὐτῆς εἰς τὰς ἀρτηρίας, κατὰ τὴν ἐπιπλήρωσιν αὐτῶν γίνεσθαι τὴν διαστολὴν, πρῶτον μὲν τῶν πλησίον αὐτῆς τῆς καρδίας, δεύτερον δὲ τῶν ἐφεξῆς ταύταις, εἶθ’ ἑξῆς τῶν ἐπὶ ταῖσδε, καὶ οὕτω κατὰ τὸ συνεχὲς ἐπὶ τὰς ἐσχάτας ἁπασῶν ἀρτηριῶν

733
διϊκνεῖσθαι τὴν κίνησιν, οὐδεμίαν αὐτῶν τῶν ἀρτηριῶν ἐχουσῶν δύναμιν οὔτε ἰδίαν οὔτε παρὰ καρδίας ἐπιπεμπομένην αὐταῖς, ᾗ χρώμεναι διαστέλλουσί τε καὶ συστέλλουσιν ἑαυτὰς, ὥσπερ ἡ καρδία. τοῖς δὲ περὶ τὸν Ἡρόφιλον ἀρέσκει τὰς ἀρτηρίας συνεχεῖς οὔσας τῇ καρδίᾳ διὰ τῶν χιτώνων ἐπιῤῥέουσαν ἔχειν τὴν παρ’ αὐτοῖς δύναμιν, ᾗ χρώμεναι παραπλησίως αὐτῇ τῇ καρδίᾳ διαστελλόμεναι μὲν ἕλκουσι πανταχόθεν, ὅθεν ἂν δύνωνται, τὸ πληρῶσον αὐτῶν τὴν διαστολὴν, συστελλόμεναι δὲ ἐκθλίβουσι, καὶ διὰ τοῦτο φαίνεσθαι καθ’ ἕνα χρόνον ἅμα πάσας αὐτὰς διαστελλομένας τε καὶ συστελλομένας, τὴν αὐτὴν προθεσμίαν τῇ καρδίᾳ τῶν κινήσεων ἀμφοτέρων φυλαττούσας. Ἐρασιστράτῳ δὲ ἀκολουθεῖ μὲν, οὐχ ἅμα φαίνεσθαι τήν τε καρδίαν καὶ τὰς ἀρτηρίας διαστελλομένας τε καὶ συστελλομένας. ἔχει δ’ οὐχ οὕτως τὸ φαινόμενον· ὥστ’ οὐκ ὀρθῶς ἐνεκάλεσαν οἱ Ἐρασιστράτειοι τῷ Βακχείῳ τὸ φαινόμενον εἰπόντι. βέλτιον δ’ ἀντεῖπον ὅσοι φασὶ μόνων τῶν κατὰ φύσιν σφυγμῶν ὑπ’ αὐτοῦ γεγονέναι τὸν ὁρισμόν· ἐν γὰρ τῷ παρὰ φύσιν ἔχειν τὸ ζῶον ἐνίοτε φαίνεσθαι μὴ πάσας ἅμα διαστελλομένας τὰς ἀρτηρίας.

734

Ἀριστόξενος δὲ ὁ Ἡροφίλειος οὐ τοῦτο μόνον ἐνεκάλεσεν, ἀλλὰ καὶ τὸ παραλελεῖφθαι μὲν τὸ γένος τῶν σφυγμῶν κατὰ τὸν ὅρον, ἐκ διαιρέσεως δ’ αὐτοῦ λελέχθαι τι περὶ διαστολῆς καὶ συστολῆς· αὐτὸς γὰρ ἀξιοῖ τὸν σφυγμὸν λέγειν ἐνέργειαν ἀρτηριῶν. τοῦτο γὰρ εἶναι τὸ πρῶτον γένος. εἶτ’ ἐπεὶ καὶ ἄλλαι τινὲς ἐνέργειαί εἰσι τῶν ἀρτηριῶν, αὐξανομένων τε καὶ τρεφομένων, προστίθησι τὴν ἰδίαν, ὡς εἶναι τὸν ὅλον ὅρον τοιόνδε· σφυγμός ἐστιν ἐνέργεια καρδίας καὶ ἀρτηριῶν ἴδιος. ὅτι μὲν οὖν τὸ γένος τοῦ πράγματος, οὗ περ ἂν ὁριζόμενοι τύχωμεν, ἁπάντων πρῶτον λέγεσθαι χρὴ κατὰ τὸν ὅρον, ὀρθῶς εἶπεν ὁ Ἀριστόξενος· ἐπεὶ δ’ ἐστὶ τὸ μέν τι προσεχὲς αὐτοῦ γένος, οὕτω γὰρ ὀνομάζουσι τὸ διὰ μηδενὸς ἑτέρου μέσου, τὸ δέ ἔτι δι’ ἑνὸς, ἢ δυοῖν μέσων, ἢ καὶ τὸ πάντων ἀνωτάτω, ζήτησις οὐ μικρὰ γέγονε, ποῖον χρὴ γένος λέγεσθαι πρῶτον ἁπάντων κατὰ τὸν ὅρον, ἆρά γε τὸ ἀνωτάτω, μεθ’ ὃ μηδέν ἐστιν ἔτι γενικώτερον, ἢ τὸ προσεχὲς, ἢ καί τι τῶν μεταξὺ τούτων, ὅταν ἀμφοτέρων τῶν εἰρημένων ᾖ σαφέστερον. εἰκότως οὖν ἐνίοις ἤρκεσε τὸ 

735
προσεχὲς γένος τῶν σφυγμῶν κίνησιν εἰπεῖν. οὐσῶν δὲ κινήσεων πολλῶν, ἥ τε γὰρ φορὰ καὶ ἡ ἀλλοίωσις, ἥ τε αὔξησίς τε καὶ φθίσις, ἔτι τε πρὸς τούτοις γένεσίς τε καὶ φθορὰ, κινήσεις εἶναι δοκοῦσιν, ἀκόλουθον ἦν εἰπεῖν ἥν τινα κίνησιν εἶναι βούλοιντο τὸν σφυγμόν. εἶπον γὰρ ἂν δηλονότι φοράν. εἶτα τῆς φορᾶς πολλὰς ἐχούσης διαφορὰς, ἐχρῆν ἐφεξῆς εἰπεῖν ἥν τινα φορὰν εἶναι βούλονται τῶν τοὺς σφυγμοὺς ἀποτελούντων ὀργάνων. ἄνωθεν δέ τις ἀρξάμενος ἀπὸ τοῦ πρώτου γένους, εἰ τοῖς διαλεκτικοῖς ἕπεσθαι βούλοιτο, τὸν σφυγμὸν ἂν ὡρίσατο καρδίας καὶ ἀρτηριῶν ἐνέργειαν εἶναι κατὰ κίνησιν τὴν κατὰ φορὰν γινομένην ἐν τῷ διαστέλλεσθαι καὶ συστέλλεσθαι. τάχα δὲ ἀξιώσει τις τούτοις προσθεῖναι καὶ τὰς ἠρεμίας, ὥσπερ οὖν καὶ ἠξίωσαν ἔνιοι· τινὲς δ’ ἀφαιροῦσιν, ὡς κατὰ συμβεβηκὸς, οὐ πρώτως αὐτῶν γινομένων. ἀλλὰ πρὸς Ἀριστόξενον ἱκανὰ καὶ ταῦτα, διαλεκτικῶς μὲν ὁρίζεσθαι βουλόμενον, οὐ φυλάττοντα δὲ τοὺς διαλεκτικοὺς νόμους οὐδ’ αὐτόν. ἀξιοῦσι γὰρ οἱ δεινοὶ περὶ τοὺς ὁρισμοὺς ἀπὸ τοῦ πρώτου γένους ἀρξαμένους ἡμᾶς, εἶτα διὰ τῶν μεταξὺ προϊόντας ποιεῖσθαι τὸν ὅλον ὅρον. ἔγραψα δ’ ἂν ἴσως τὸ
736
παράδειγμα τοῦ τοιούτου τρόπου τῶν ὅρων, εἰ μὴ τὰ Πλάτωνος ἦν δύο βιβλία πᾶσι γνώριμα, καθ’ ἃ διδάσκει τε καὶ γυμνάζει τῇ διαιρετικῇ μεθόδῳ χρωμένους ποιεῖσθαι τοὺς ὁρισμούς. ἐπιγράφει δὲ τῷ βιβλίῳ τούτῳ, τῷ μὲν ἑτέρῳ Σοφιστὴς, τὸ δ’ ἑτέρῳ Πολιτικός.

Ἐπὶ δὲ τὸν ὑπὸ τοῦ Ζήνωνος εἰρημένον ὅρον ἔλθωμεν, ἀνδρὸς οὐδενὸς δευτέρου τῶν Ἡροφιλείων. οὗτος δὴ τὸν σφυγμόν φησιν εἶναι τῶν ἀρτηριωδῶν μερῶν μικτὴν ἐνέργειαν ἐκ συστολῆς καὶ διαστάσεως, καθ’ ἣν ἐν ἅπασι τοῖς μέρεσι τὴν αὐτὴν ὑπάρχειν τάξιν ἠκολούθησεν, ἐάν τε ἐν τοῖς ἴσοις ἐάν τε ἐν τοῖς ἀνίσοις ἐκείνη συντελῆται χρόνοις. καὶ οὕτως οὖν ἐνέργειαν μὲν εἰπὼν εἶναι μικτὴν, οὐ μόνον τὸ γένος ἀπεφήνατο τῶν σφυγμῶν, ἀλλὰ καὶ τὴν, ὡς οἴεται, προσεχῆ διαφορὰν, ὑπερβὰς μὲν, ὅτι κατὰ κίνησιν ἡ ἐνέργεια γίγνοιτο, καὶ τῆς κινήσεως κατὰ φορὰν, τῶν δὲ τῆς φορᾶς εἰδῶν ἢ διαφορῶν μνημονεύσας, συστολῆς τε καὶ διαστολῆς. εὔδηλον γὰρ ὅτι τὴν διάστασιν ἀντὶ τῆς διαστολῆς εἴρηκεν. οὐ κακῶς δ’ εἶπε μικτὴν εἶναι τὴν κίνησιν, οὐχ ἁπλῆν,

737
οὐδὲ μονοειδῆ, σύνθετος γάρ ἐστιν ἐξ ἐναντίων μορίων, ὡσαύτως τῇ κατὰ τὴν ἀναπνοήν. εὔδηλον δὲ καὶ ὅτι τὸ ἕτερον μέρος μόνον τῆς συνθέτου ταύτης κινήσεως οὐ βούλεται σφυγμὸν ὀνομάζειν, ἀλλὰ μέρος σφυγμοῦ. τὸ γὰρ οἴεσθαι διὰ τοῦτο καὶ τὴν διαστολὴν ὅλην ὀνομάζεσθαι σφυγμὸν, ὅτι μέγας σφυγμὸς λέγεται κατ’ αὐτὴν, οὐκ ἐννενοηκότων ἐστὶν, ὡς ἀπὸ τῶν ἐν τοῖς μέρεσι συμβεβηκότων ἐνίοτε τὴν ἐπωνυμίαν ἴσχει τὸ σύμπαν. ἐν γοῦν τῷ σιμὸς ἄνθρωπος καὶ γρυπὸς καὶ γλαυκὸς καὶ χαροπὸς καὶ φαλακρὸς ἑτέροις τε παμπόλλοις ἀπὸ τῆς κατὰ τὰ μόρια διαθέσεως ἐπωνυμία τῷ ὅλῳ γίγνεται. τῶν δ’ ἄλλων σχεδὸν ἁπάντων Ἡροφιλείων ἢ ἀρτηριῶν, ἢ καρδίας, ἢ ἀμφοτέρων τούτων τὴν διαστολὴν καὶ συστολὴν σφυγμὸν ὀνομαζόντων, οὗτος οὐ καρδίας καὶ ἀρτηριῶν, ἀλλὰ τῶν ἀρτηριωδῶν μερῶν ἔφη, διὰ τὴν περὶ τῆς καρδίας ζήτησιν, ἣν ἔμπροσθεν εἶπον. ἐκπέφυκε γὰρ ἡ μεγίστη τῶν κατὰ τὸ ζῶον ἀρτηριῶν ἐκ τῆς ἀριστερᾶς κοιλίας αὐτῆς. αὐτὸ δὲ τὸ σῶμα τῆς κοιλίας ταύτης ὅτι μὴ ταὐτόν ἐστι τῷ τῶν ἀρτηριῶν, ὁμολογεῖται καὶ αὐτοῖς τοῖς ἀρτηριώδη καλοῦσιν αὐτήν.
738
ὡς γὰρ νευρῶδές τι σῶμα λέγομεν ἕτερον ὂν νεύρου, οὕτω καὶ ἀρτηριώδη τὴν κοιλίαν ταύτην ἐκάλεσαν ἑτέραν προφανῶς ἔχουσαν οὐσίαν τῶν ἀρτηριῶν. οὐ συγχωρεῖται δ’ αὐτοῖς ὑπὸ τῶν ἀντιλεγόντων οὐδ’ ἀρτηριώδης ὀρθῶς ὀνομάζεσθαι. τὴν αὐτὴν γὰρ ἔχει φύσιν τῇ δεξιᾷ, σαρκοειδεῖ τὴν οὐσίαν οὔσῃ. διὸ κᾀν τοῖς μυσὶν ἔνιοι τὴν καρδίαν ἐνηρίθμησαν. ἀλλ’ οὗτοι μὲν ὅπως σφάλλονται, δι’ ἑτέρων δέδεικται· λέγειν δ’ οὕτως ἐτόλμησαν διὰ τὴν ὁμοιότητα τῆς σωματικῆς οὐσίας αὐτῶν. ὁμοιότατον γάρ ἐστι τὸ τῆς καρδίας σῶμα τῷ τῶν σκληρῶν μυῶν. καὶ μέντοι καὶ φαίνεται σαφῶς ἀμφοτέραις ταῖς κοιλίαις σφύζουσα, καὶ καθ’ ὃν ἔγκειται καιρὸν ἔτι τῷ ζώῳ καὶ μετὰ τὴν ἐξαίρεσιν ἄχρι χρόνου τινός. ἀλλὰ καὶ ὅτι τὸν κατὰ φύσιν μόνον ὥρισται σφυγμὸν ὁ Ζήνων, καὶ κατὰ τοῦτο εἰκότως ἐγκέκληται· τὸ γὰρ ἐν ἅπασι τοῖς μέρεσι τὴν αὐτὴν ὑπάρχειν τάξιν τῆς κινήσεως τῶν ἀρτηριῶν, ἐπὶ μὲν τῶν κατὰ φύσιν ἐχόντων ἀληθὲς, ἐπὶ δὲ τῶν παρὰ φύσιν ἐνίοτε ψεῦδος. ἐγκαλεῖ δ’ Ἀριστόξενος εἰκότως τῷ Ζήνωνι, καθάπερ καὶ ἄλλοις πολλοῖς, τῆς περιττῆς προσθήκης ἐν τῷ φάναι, ἐάν τε ἐν τοῖς ἴσοις ἐάν τε ἐν τοῖς
739
ἀνίσοις ἐκείνη συντελῆται χρόνοις. κατὰ γὰρ τὴν κοινὴν καὶ γενικὴν ἔννοιαν τῶν σφυγμῶν μὴ περιέχεσθαι μήτε τοῦτο μήθ’ ὅλως ἄλλο τι τῶν κατὰ τὴν διαίρεσιν τοῦ προκειμένου πράγματος εἰς τὸν ὁρισμόν. ὁ γοῦν εἰπὼν τὸν ἄνθρωπον εἶναι ζῶον, εἶτα προσθεὶς αὐτῷ διαφορὰν τὸ πεζὸν, εἶθ’ ἑξῆς τὸ δίπουν, οὐκέτι δεῖται τὰς ἐν αὐτοῖς τοῖς ἀνθρώποις προσθεῖναι διαφορὰς, ὡς γενέσθαι τὸν ὅρον τοιοῦτον· ἄνθρωπός ἐστι ζῶον πεζὸν δίπουν, καθ’ ὃ τεχνῖται καὶ ἄτεχνοι καὶ σοφοὶ καὶ ἀμαθεῖς γίνονται. μόνων μὲν γὰρ ἀνθρώπων ὄντως εἰσὶν αἱ τοιαῦται διαφοραὶ, περιτταὶ δὲ ὡς πρὸς τὸν οἰκεῖον ὁρισμόν. ἀρκεῖ γὰρ ἤτοι ζῶον πεζὸν δίπουν εἰπεῖν, ἢ ζῶον λογικὸν θνητόν. οὐ γὰρ τὸ προκείμενον εἰς τὸν ὁρισμὸν πρᾶγμα τέμνεσθαι χρὴ, καθάπερ ἔφην, ἀλλὰ τὸ γένος αὐτοῦ, καὶ μέχρι τοσούτου τέμνεσθαι, μέχρις ἂν ἐπὶ τὸ προκείμενον ἀφικώμεθα πρᾶγμα. συμπληρωθείσης δ’ ἀκριβῶς αὐτοῦ τῆς ἐννοίας καὶ τοῦ λόγου τὴν οὐσίαν αὐτάρκως δηλοῦντος, ἄχρηστος ἡ μετὰ ταῦτα προσθήκη πᾶσα, καὶ μάλισθ’ ἡ κατὰ τὴν διαίρεσιν αὐτοῦ τοῦ μέλλοντος ὁρίζεσθαι πράγματος 
740
γιγνομένη. τὸ γὰρ κοινὸν ἁπάντων σφυγμῶν προσήκει δηλοῦσθαι κατὰ τὸν ὅρον, ὅπερ ἐστὶ καθ’ ὃ σφυγμοὶ νοοῦνταί τε καὶ λέγονται, οὐ καθ’ ὃ τοιοίδε τινὲς σφυγμοί. ὡς ἐάν γέ τινος ἐφάψηται διαφορᾶς ὁ κατὰ τὸν ὅρον λόγος, ὑποκάτω τοῦ προκειμένου πράγματος οὔσης, ἀφορμὴν παρέξει τοῖς ἐγκαλεῖν βουλομένοις ὡς κακῶς τῶν ἄλλων παραλελειμμένων. ὡς γὰρ ὁ Ζήνων προσέθηκεν, ἐάν τε ἐν τοῖς ἴσοις ἐάν τ’ ἐν τοῖς ἀνίσοις χρόνοις συντελῆται, τὴν κατὰ χρόνον ἔν γε τοῖς σφυγμοῖς διαφορὰν ἐνδεικνύμενος, οὕτως ἄλλος προσθήσει τὴν κατὰ μέγεθος, εἶτ’ ἄλλος τὴν κατὰ σφοδρότητα, καὶ ἄλλος μέν γε τὴν κατὰ πυκνότητα, τὴν κατ’ ἀριθμὸν δ’ ἄλλος, ἁπάσας δὲ τὰς ὑπολοίπους διαφορὰς ἄλλος τις καὶ ἄλλος. ταῦτα μὲν οὖν εἰκότως ἐμέμψαντο τῷ τοῦ Ζήνωνος ὅρῳ, πλεονασθέντι περιττῶς. εἶχον δ’ ἐγκαλεῖν, εἴπερ ἐβούλοντο, καὶ τὰ παρὰ τοῖς διαλεκτικοῖς εἰρημένα περὶ τῶν πλεοναζόντων ὅρων κατὰ τὴν λέξιν. ἐπιδεικνύουσι γὰρ οἱ ἄνδρες ἐκεῖνοι τὴν τῆς λέξεως αὔξησιν, μείωσιν ἐργαζομένην τοῦ κατὰ τὸν ὁρισμὸν πράγματος, καθάπερ εἰ καὶ τὸν ἄνθρωπόν τις εἴποι πεζὸν δίπουν ζῶον γεωμετροῦν. οἱ γὰρ μὴ γεωμετροῦντες οὐκ ἔσονται
741
ἄνθρωποι. προδήλου γεγονυίας ἤδη καὶ τῆς κατὰ τοῦτον τὸν ὅρον ἀντιλογίας αὐτῶν, εἰς ὅσον ἐκτείνεσθαι δύναται, μεταβῶμεν ἀπὸ τοῦ Ζήνωνος ἐπὶ τὸν Χρύσερμον, ὁριζόμενον οὑτωσὶ τὸν σφυγμόν·

Σφυγμός ἐστι διάστασις καὶ συστολὴ ἀρτηριῶν, πάντοθεν τοῦ χιτῶνος ἐπανισταμένου καὶ πάλιν εἰς ἑαυτὸν συντρέχοντος ὑπὸ ψυχικῆς καὶ ζωτικῆς δυνάμεως, παρεπομένη διαπαντὸς ἐν τῷ ὑγιαίνειν καὶ νοσεῖν, πρὸς αἴσθησιν ληπτή. φαίνεται δὲ καὶ οὗτος ὁ ἀνὴρ παραλελοιπὼς μὲν τὴν καρδίαν, τὴν δὲ τοῦ χιτῶνος τῶν ἀρτηριῶν κατὰ κύκλον ἐπανάστασίν τε καὶ συνίζησιν ὀνομάζων σφυγμὸν, ἅσπερ οἱ πλεῖστοι συστολήν τε καὶ διαστολὴν ἐκάλεσαν. ὃ δ’ ἄλλοι τινὲς ἐκ τῶν Ἡροφιλείων παρέλιπον, αὐτὸς προσέθηκεν· ὑπὸ γὰρ ψυχικῆς καὶ ζωτικῆς δυνάμεως ἔφη γίνεσθαι τὴν εἰρημένην τῶν ἀρτηριῶν κίνησιν, ἐκ περιττοῦ μὲν προστιθέμενον, εἰ τὸν ἐννοηματικὸν ὀνομαζόμενον ὅρον ἀποδιδοίη τις, οὐκ ἐκ περιττοῦ δὲ τοῖς ἀξιοῦσι τοὺς ὅρους οὐσιώδεις λέγεσθαι. τῶν γὰρ ἐν γενέσει πραγμάτων ὁ περιέχων τὸ ποιοῦν

742
αἴτιον ὅρος ἄριστος εἶναι δοκεῖ. τῶν τοιούτων δ’ ἐστὶ καὶ ὁ σφυγμὸς, ἐν τῷ γίνεσθαι τὴν ὕπαρξιν ἔχων, ὥσπερ καὶ πᾶσα κίνησις. εἰ δ’ ἀληθῶς, ἢ οὐκ ἀληθῶς ὑπὸ ψυχικῆς καὶ ζωτικῆς δυνάμεως ἔφη γίνεσθαι τὸν σφυγμὸν, οὐ μικρὰ ζήτησις ἐκδέχεται τὸν λόγον, ἣν ὁ πάντ’ ἐν πᾶσι λέγειν βουλόμενος ἐπεισάξει τῇ προκειμένῃ σκέψει, καίτοι γ’ οὐκ οὔσης ἀνάγκης· οἱ γὰρ τὴν οὐσίαν τοῦ πράγματος ἑρμηνεύοντες ὅροι κατὰ τὰ δόγματα τῶν ὁριζομένων γίγνονται, πρὸς ἃ τὴν μὲν ἀντιλογίαν ἰδίᾳ χρὴ ποιεῖσθαι, δι’ αὐτὰ δὲ τὸν ὅρον, ὡς οὐ νομίμως γεγονότα μὴ συκοφαντεῖν. ἐν δὲ τῇ περὶ τῆς ἀληθείας σκέψει τῶν εἰρημένων, ἐν αὐτῇ περιέχεται καὶ ἡ τοιαύτη πᾶσα μακρολογία εἰ δ’ ἐγκαλεῖν τις ἐθέλοι διότι συνέχεεν εἰς ἔνα λόγον ἀμφοτέρους τοὺς ὅρους, τόν τε ἐννοηματικὸν ὀνομαζόμενον, ὃς κατὰ τὴν κοινὴν ἔννοιαν προέρχεται, καὶ τὸν οὐσιώδη καλούμενον, ὃς τὴν οὐσίαν ἑρμηνεύει τοῦ πράγματος, ὀρθῶς τ’ ἐγκαλέσει καὶ πολλοὺς τῶν εἰρημένων ὅρων ὑπευθύνους ἀποδείξει τῇ τοιαύτῃ κατηγορίᾳ. τὴν ἀρχὴν μὲν γὰρ ἁπάσης τῆς διδασκαλίας ἀπό τινος κατὰ τὴν ἔννοιαν ὁρισμῶν γίγνεσθαι προσῆκεν, ἀπ’ ἐκείνης δ’ ἤτοι
743
κατὰ βραχὺ μεταβαίνειν ἐπὶ τοὺς οὐσιώδεις, ἢ ἀθρόως ἐπὶ τὸν ἀκριβῶς ἑρμηνεύοντα τὴν οὐσίαν τοῦ προκειμένου πράγματος. εἴρηται δέ μοι κατὰ τὴν ἀρχὴν εὐθέως τοῦδε τοῦ πράγματος, ὁποῖον μέν τινα τὸν ἀκριβῶς τὸν ἐννοηματικὸν ὅρον προσῆκεν εἶναι, ὁποίους δὲ τοὺς ἀποχωροῦντας αὐτοῦ κατὰ βραχύ. διόπερ οὐδὲ χρονίζειν ἔτι κατὰ τὸν λόγον ἀναγκαῖον. ὥσπερ γὰρ τοῦτο λέλεκται πρόσθεν, οὕτω καὶ περὶ τῶν ἄλλων ὅλων, ὅσα κατὰ τὸν ὅρον ὁ Χρύσερμος εἶπεν.

Ὅ γε μὴν Ἐρυθραῖος Ἡρακλείδης, ἐνδοξότατος τῶν μαθητῶν αὐτοῦ γενόμενος, οὐ πάνυ φαίνεται προσιέμενος τοῦ διδασκάλου τὸν ὅρον. συστολὴν γὰρ ἔφη καὶ διαστολὴν ἀρτηριῶν καὶ καρδίας εἶναι τὸν σφυγμὸν ὑπὸ ζωτικῆς καὶ ψυχικῆς δυνάμεως πλειστοδυναμούσης ἀποτελούμενον. τὸ μὲν οὖν διαστολὴν ἀντὶ διαστάσεως εἰπεῖν ἐν φωνῇ μόνον, οὐκ ἐν πράγματι διαφωνοῦντός ἐστι, τὸ δ’ ἀφελεῖν ἐξ αὐτοῦ τὸ παρεπομένην διαπαντὸς ἐν τῷ ὑγιαίνειν καὶ νοσεῖν ἐν πράγματι. παραλείπει γὰρ ὡς περιττὸν τοῦτο, καθάπερ γε καὶ τὸ πρὸς αἴσθησιν ληπτὴν εἶναι τὴν εἰρημένην κίνησιν τῶν ἀρτηριῶν καὶ τῆς καρδίας, καίτοι τὸ

744
μὲν διαπαντὸς ἐν τῷ ὑγιαίνειν φαίνεσθαι τὸν σφυγμὸν κατὰ τὴν ἔννοιάν ἐστιν αὐτοῦ μάλιστα, καὶ μέντοι καὶ κατὰ τὰς πλείστας τῶν νόσων, οὐ γὰρ δὴ πάσας γε. τὸ δὲ πρὸς αἴσθησιν ληπτὴν εἶναι τὴν κίνησιν αὐτῶν εἴρηταί μοι πρόσθεν, ὁποίου χρῄζει διορισμοῦ κατὰ τὸν λόγον ἐκεῖνον, ἐν ᾧ περὶ τῶν ὑπ’ Ἀλεξάνδρου τε καὶ Δημοσθένους εἰρημένων ὅρων ἐσκοπούμην. ἀφεῖλε δὲ καὶ τὸ πάντοθεν τοῦ χιτῶνος ἐπανισταμένου καὶ πάλιν εἰς ἑαυτὸν συντρέχοντος, ὡς ἐν τῷ διαστέλλεσθαί τε καὶ συστέλλεσθαι δεδηλωμένων αὐτῷ. τῷ δ’ ὑπὸ ζωτικῆς καὶ ψυχικῆς δυνάμεως γίνεσθαι τὸν σφυγμὸν ὑπὸ Χρυσέρμου λελεγμένῳ προσέθηκεν ὁ Ἡρακλείδης τὸ πλειστοδυναμούσης, ἐπειδὴ καὶ ἄλλα τινα συντελεῖν εἰς τὴν τῶν σφυγμῶν γένεσιν ὁ Ἡρόφιλος αὐτός φησι καὶ πάντες οἱ ἀπ’ αὐτοῦ κληθέντες Ἡροφίλειοι. μέμφεταί γε μὴν ὁ Ἀριστόξενος καὶ τούτῳ καὶ Ἀπολλωνίῳ τῷ Μυῒ, προσθέντι καὶ αὐτῷ τὸ πλειστοδυναμούσης. οὐ γὰρ ἐχρῆν, φησὶ, τὸ κοινὸν ἁπάσης ἐνεργείας φυσικῆς ὡς ἴδιον τῶν σφυγμῶν λέγεσθαι. μέμφεται δὲ καὶ τῷ πάντῃ τὸν χιτῶνα τῆς ἀρτηρίας κυκλοτερῶς 
745
διΐστασθαι λελέχθαι κατὰ τὸν ὅρον, οὐ μόνον, ὥσπερ ὁ Ἡρακλείδης, ὡς περιττῷ, ἀλλ’ ὅτι καὶ τῶν παρὰ φύσιν σφυγμῶν ἔνιοι τὴν διαστολὴν τῆς ἀρτηρίας οὐχ ὁμαλὴν ποιοῦνται, καθάπερ ἑαυτῶν μέρος. ἐπηρεάζει δὲ τῷδε προδήλως· εἰ γὰρ αὐτὸς ὁ Χρύσερμος ἐνεγεγράφει τῷ ὅρῳ τὸ ὁμαλῶς, εἰκότως ἂν ἤλεγχεν αὐτὸν ἀναμιμνήσκων τῶν ἀνώμαλον ἐχόντων τὴν κίνησιν σφυγμῶν, ἐπεὶ δ’ ἁπλῶς ἔφη, πάντοθεν τοῦ χιτῶνος ἐπανισταμένου καὶ πάλιν εἰς ἑαυτὸν συντρέχοντος, οὐκέτ’ εὐλόγως ἐγκαλεῖ. βέλτιον δ’ ἦν, εἴπερ ὅλως ἐφιλοτιμεῖτο διελέγχειν τὸν Χρύσερμον, ἐπὶ τοὺς τοιούτους τῷ λόγῳ ἀφικέσθαι σφυγμοὺς, ἐν οἷς ὁ χιτὼν τῆς ἀρτηρίας ὥσπερ χορδὴ φαίνεται τεταμένος, ἄνω μὲν καὶ κάτω τῆς ἀρτηρίας ὅλης φερομένης, οὐ μὴν διαστελλομένης γε. τοῦτο γὰρ εἴρηταί τισιν εἰς μὲν ἐξήγησιν τοῦ τοιούτου σφυγμοῦ χρησίμως, οὐ μὴν εἰς ἀκριβῆ γε ἐπιστήμην. ἀδύνατον γοῦν ἐστι μηδ’ ὅλως διαστέλλεσθαί τε καὶ συστέλλεσθαι τὰς ἀρτηρίας ἔτι ζῶντος τοῦ ζώου. δυνατὸν δὲ μὴ φαίνεσθαι τοῦτο πασχούσας ἐναργῶς διά τε τὴν βραχύτητα τῆς διαστολῆς
746
καὶ τὸν ἐζευγμένον κλόνον ταῖς τοιαύταις ἀρτηρίαις. ἐλέγομεν γοῦν τηνικαῦτα ταῖς τεταμέναις χορδαῖς ὁμοίως φαίνεσθαι τὰς ἀρτηρίας ἀνιούσας τε καὶ κατιούσας, οὐ μὴν διαστελλομένας τε καὶ συστελλομένας σαφῶς. ὥστε οὐδὲ κατὰ τοῦτον τὸν λόγον εἰκότως ἄν τις ἐγκαλέσειεν ὡς ψευσαμένῳ τῷ Χρυσέρμῳ περὶ τῆς κατὰ κύκλον διαστολῆς τε καὶ συστολῆς τῶν ἀρτηριῶν, οὐ περὶ τῆς αἰσθητῆς κινήσεως αὐτῶν ποιησαμένῳ τὸν ὅρον, ἀλλὰ περὶ τῆς οὐσιώδους ὑπάρξεως τοῦ σφυγμοῦ. ἀλλὰ γὰρ εἴ τις βούλοιτο καὶ περὶ τούτων ἢ αὐτὸς γνῶναι τὰ λελεγμένα τοῖς ἀνδράσιν, ἢ μεταστρέφειν εἰς ὑπομνήματα, τοῦ μὲν Ἐρυθραίου τὸ ἕβδομον ἀναγνώτω περὶ τῆς Ἡροφίλου αἱρέσεως, τοῦ Ἀπολλωνίου δὲ τὸ εἰκοστὸν ἔννατον, Ἀριστοξένου δὲ τὸ τρισκαιδέκατον. ἐμοὶ δ’ ἀρκεῖ καθ’ ἑκάστην ἀντιλογίαν ἐνδεικνυμένῳ τὰ κεφάλαια τῶν λόγων ἐφ’ ἕτερόν τι μετέρχεσθαι· καὶ γὰρ καὶ οὕτω πράττοντι τὸ βιβλίον ὅλον ὑποπληρώσεται. κάλλιον δὲ ἴσως μηδὲ τοῦτο παραλιπεῖν, ὡς αὐτὸς ὁ Ἀριστόξενος, Ἀλεξάνδρου τοῦ Φιλαλήθους γεγονὼς μαθητὴς, ἐλέγξας τε τοὺς τῶν πρεσβυτέρων ἑαυτοῦ πάντας ὅρους, ὡς οἴεται, κάλλιστα δ’
747
ἔχειν εἰπὼν τόνδε· σφυγμός ἐστι καρδίας καὶ ἀρτηριῶν ἐνέργεια ἴδιος, ὅμως αὐτὸς ἐφεξῆς, οὐδὲν κωλύει, φησὶ, καὶ τοιοῦτον ὅρον ποιήσασθαι· σφυγμός ἐστι καρδίας καὶ ἀρτηριῶν ἐνέργεια ἴδιος, μικτὴ, ἀπροαίρετος. ἐπαινεῖ δὲ τοῦτον τὸν ὅρον ὡς σαφέστερον τοῦ πρόσθεν, ἐκείνῳ μαρτυρῶν τὸ σύντομόν τε καὶ τεχνικόν. οἴεται γὰρ ἀπροαιρέτους κινήσεις πολλάκις ὅμως ἔχειν τι καὶ προαιρετικόν· ὅπερ εὔδηλόν ἐστιν ὁπόσας ἀντιλογίας ἔχει καὶ ζητήσεις. ἀλλὰ τὰ μὲν τοιαῦτα πρὸς τοὺς ἀφ’ ἑτέρων αἱρέσεων ἀμφισβητεῖται καὶ τούτῳ καὶ τοῖς ἄλλοις Ἡροφιλείοις, αὐτῷ δὲ τῷ Ἡροφίλῳ φαίνοιτ’ ἂν διαφερόμενος ἐν τῷ τὸν σφυγμὸν ἐνέργειαν μὲν εἶναι νομίζειν ἀρτηριῶν καὶ καρδίας, μέρη δ’ αὐτῷ τίθεσθαι τὴν διαστολήν τε καὶ συστολὴν καί ποτε καὶ τὰς ἠρεμίας. ἐὰν γὰρ ἀκριβῶς ἕπηται τοῖς Ἡροφίλου δόγμασιν, ἡ συστολὴ μὲν ἐνέργεια τῶν ἀρτηριῶν ἐστιν, ἡ διαστολὴ δὲ εἰς τὴν οἰκείαν τε καὶ φυσικὴν κατάστασιν τοῦ σώματος αὐτῶν ἐπάνοδος. βούλεται γὰρ, ὥσπερ ἐπὶ τῶν τεθνεώτων ὁρᾶται διεστὼς ὁ χιτὼν τῆς ἀρτηρίας, οὕτω κᾀπὶ τῶν ζώντων
748
ὅσον ἐφ’ ἑαυτῷ διεστάναι, τοὐναντίον Ἀσκληπιάδου δοξάζοντος· οἴεται γὰρ ὁ ἀνὴρ οὗτος καὶ τὴν καρδίαν καὶ τὰς ἀρτηρίας διαστέλλεσθαι πληρουμένας πνεύματος, εἰσρέοντος αὐταῖς διὰ λεπτομέρειαν, ἣν ἐντὸς ἑαυτῶν ἔχουσιν, ὅταν δὲ πληρωθεισῶν εἰς τὸ ἔμπροσθεν οὐκέτι ῥέῃ, καταπίπτειν αὖθις εἰς τὴν ἔμπροσθεν ὑπάρχουσαν ἑαυταῖς κατάστασιν φύσει τὸν χιτῶνα. καὶ τοῦτο ἐν παρέργῳ τὸ ζήτημα παρεισέρχεσθαι δύναται τοῖς ἀπέραντα μακρολογεῖν ἐθέλουσι σοφισταῖς. ὥσπερ δ’ ἐνταῦθα πολλῶν λόγων ὑπόθεσιν ἑαυτῷ τις πορίσασθαι δύναται, κατὰ τὸν αὐτὸν τρόπον, ἐὰν τὰ γεγραμμένα Φιλωνίδῃ τῷ Σικελῷ κατὰ τὸ περὶ τῆς ἰατρικῆς ὀκτωκαιδέκατον προχειρίζηταί τις, ὧν ἐπὶ βραχὺ καὶ Ἀγαθῖνος ἐμνημόνευσε μεμφόμενος αὐτῷ πρῶτον μὲν ὡς μοχθηρῶς ἀποφηναμένῳ τὸν σφυγμὸν ἐν ἀρτηρίαις μόναις γίγνεσθαι, δεύτερον δὲ ὡς καὶ τὸν Βακχεῖον οὐκ ὀρθῶς ἑαυτῷ συνεπισπωμένῳ, τὴν πολυλογίαν αὐξήσεις δηλονότι κᾀκ τοῦ τοιούτου τρόπου τῷ λόγῳ. πρῶτον μὲν γὰρ δεήσει τὰ ἐπιχειρήματα λέγειν οἷς πεισθεὶς ὁ Φιλωνίδης ἀρτηριῶν μόνων τὸν σφυγμὸν οἴεται εἶναι, δεύτερον δ’ ἐξελέγχειν αὐτὰ, καὶ τρίτον ἐπιδεικνύναι
749
τὸν Βακχεῖον ἐν μὲν ταῖς ἀκροάσεσιν οὕτως εἰρηκέναι τὸν σφυγμὸν εἶναι συστολὴν καὶ διαστολὴν ἐν ἁπάσαις ταῖς ἀρτηρίαις γινομένην. ἐν δὲ τῇ τῶν σφυγμῶν ἐπιτομῇ κατὰ λέξιν οὕτως γράφει· σφυγμὸς δὲ καὶ πᾶν πάθος σφυγμοῦ μόνον ἐν ἀρτηρίαις καὶ καρδίᾳ συμβαίνει. καὶ μετ’ ὀλίγα πάλιν· ὁ μὲν γὰρ σφυγμὸς, καθάπερ ἐῤῥέθη, διάστασίς τέ ἐστι τῆς ἀρτηρίας, ἢ τοῦ ἀρτηριώδους μέρους τῆς καρδίας. καὶ πρὸ πάντων ἐκείνου μέμνησο τοῦ μέχρι δεῦρο μόνων σχεδὸν τῶν Ἡροφιλείων ἡμᾶς τοὺς ὅρους προκεχειρίσθαι, πολλῶν καὶ τοῖς Ἐρασιστρατείοις καὶ τοῖς Ἀσκληπιαδείοις γεγονότων· ὥσπερ γε καὶ τοῖς ἀπ’ Ἀθηναίου τοῦ Ἀτταλέως, οὓς πνευματικοὺς ὀνομάζουσιν, εἰ καὶ μὴ τοσούτων ὅρων, ὅμως γοῦν οὐ τοσούτων εἰρημένων. ὁ γοῦν Ἀγαθῖνος, οὗ σμικρὸν ἔμπροσθεν ἐμνημόνευσα, καίτοι τοῖς δι’ ὅρων ἐπιχειροῦσιν ἅπαντα διδάσκειν ἐπιτιμῶν, ὅμως καὶ αὐτὸς ἓν ἔγραψεν ὅλον βιβλίον τὸ πρῶτον περὶ σφυγμῶν, ἐξηγούμενος ἕκαστον τῶν ἐν τοῖς σφυγμοῖς ὀνομάτων ἅμα τοῖς οἰκείοις ὅροις τῶν πραγμάτων. ἀλλὰ περὶ μὲν τῶν ἄλλων σιωπῶ. πρόκειται γὰρ ἐν τῷδε τῷ γράμματι τοῦ κατὰ τὸν σφυγμὸν 
750
ὅρου μόνου μνημονεύειν, ἐπιδεδειχότος μου πολλάκις, οὐδὲν ἧττον τοῦδε καθ’ ἑκάστην διαφορὰν σφυγμῶν ὁμοίως δύνασθαι πληρωθῆναι βιβλίον, ἐάν τέ τις ὁρίζηται τὸν μέγαν σφυγμὸν, ἅμα τοῖς παρακειμένοις αὐτῷ, κατὰ τὸ πηλίκον τῆς διαστολῆς, ἐάν τε τὸν μικρὸν, ἅμα τοῖς κατὰ τοῦτο παρακειμένοις. οὕτω δὲ καὶ τοὺς ἄλλους ἅπαντας· καὶ νῦν, ὡς ἔφην, ὑπὲρ αὐτοῦ μόνου τοῦ σφυγμοῦ πρόκειται διελθεῖν ἐπὶ κεφαλαίων.

Ὁ τοίνυν Ἀγαθῖνος ἐπιτιμῶν τοῖς πάντως ὁρίζεσθαι τὸν σφυγμὸν βουλομένοις, ὅμως καὶ αὐτὸς εἰς μακρολογίαν οὐκ ἀναγκαίαν ἐνέπεσε μετὰ τοῦ καὶ σφάλλεσθαι φανερῶς, οἰόμενος ὁμωνύμως λέγεσθαι τὸν σφυγμόν. ἄλλως μὲν γὰρ, φησὶ, τὴν τῆς καρδίας καὶ τῶν ἀρτηριῶν κίνησιν λέγομεν σφυγμὸν, ἄλλως δὲ τὴν ἐν ταῖς φλεγμοναῖς γινομένην αὐτῷ τῷ κάμνοντι συναίσθησιν. καὶ γὰρ καὶ ταύτην ὁμωνύμως φησὶ καλεῖσθαι σφυγμόν· ἀλλὰ καὶ τὴν διαστολὴν τῆς ἀρτηρίας μόνην, καὶ ταύτην ὀνομάζεσθαι σφυγμὸν, ἐπειδὰν ἤτοι μέγαν, ἢ σφοδρὸν εἶναι λέγωμεν αὐτὸν, οὐ γινομένων τούτων ἐν τῇ συστολῇ. καὶ μέντοι καὶ τὸν Ἀθήναιόν

751
φησιν οἴεσθαι καὶ τὴν συστολὴν ὀνομάζεσθαι σφυγμὸν, ᾧ σημαινομένῳ κελεύει τὸν Ἡρόδοτον ἐπιστῆναι. τούτῳ γὰρ ἀνδρὶ προσεφώνησε τὸ βιβλίον, ἑαυτοῦ μὲν ὄντι μαθητῇ, πάνυ δ’ ἐπιφανῶς ἰατρεύσαντι κατὰ τὴν τῶν Ῥωμαίων πόλιν. ἀλλὰ τὸν σύνθετον ἐκ πλειόνων διαστολῶν ὀνομάζεσθαί φησι σφυγμὸν, ἔτι τε πρὸς τούτοις οὐ μόνον τὸν ἐκ τῶν διαστολῶν, ἀλλὰ καὶ τῶν συστολῶν. ὅρα δὲ, φησὶ, μή τις καὶ ὁ κατὰ τὸν καρπὸν ἴδιος ὀνομάζεται σφυγμός. δοκεῖ δέ μοι, φησὶ, σφυγμὸς λέγεσθαι καὶ ἡ τῶν ἐν προχείρῳ τεταμένων ἀρτηριῶν κίνησις. ἐπὶ τούτοις ἅπασι καὶ τοῦ κατὰ τὰ ὑποχόνδρια γινομένου παλμοῦ μνημονεύει ζητῶν, εἰ καὶ τοῦτον ἄμεινόν ἐστιν ὀνομάζειν σφυγμόν. γίνεσθαι μὲν γὰρ αὐτὸν ἐνίοις τῶν παρακοπτικῶν, εἶναι δὲ τῆς κατὰ τὴν ῥάχιν ἀρτηρίας τῆς παχείας. καὶ εἴπερ καὶ ταύτην, φησὶ, τὴν κίνησιν ὀνομάζομεν οὐ σφυγμὸν, ἀλλὰ παλμὸν, ἔσται τις ἀρτηριῶν κίνησις, οὐ σφυγμὸς, ἀλλὰ παλμὸς ὀνομαζομένη. καθ’ ὃ σημαινόμενον καὶ ὁ Ἡλεῖος Αἰγίμιος ἐπέγραψε τὸ περὶ παλμῶν βιβλίον, ἐν ᾧ περὶ τῶν σφυγμῶν διαλέγεται. παρεισέρχεται δὲ κᾀνταῦθα πάλιν λόγος ἕτερος τοῖς μακρολογεῖν
752
ἐθέλουσι, σκοπουμένοις εἰ γνήσιον ὄντως ἐστὶν Αἰγιμίου τὸ βιβλίον, ἢ εἰ πρῶτος Αἰγίμιος ἁπάντων ἔγραψε περὶ σφυγμῶν βιβλίον, ἢ καὶ τις ἄλλος πρὸ αὐτοῦ. τοῦτο μὲν ὄντως περιττὸν, οὐ περιττὸν δ’ ἴσως δόξει εἶναι, καίτοι περιττὸν ὂν, ἐπισκέψασθαι πότερον ἕν τι σημαίνεται πρὸς τοῦ σφυγμοῦ ὀνόματος, ἢ πολλά. φαίνεται γὰρ καὶ ὁ Ἀρχιγένης ἠκολουθηκέναι κατὰ τοῦτο τῷ διδασκάλῳ, πολλαχῶς οἰόμενος λέγεσθαι τὸν σφυγμόν. ἵνα δέ τις ἐπικρίνῃ τοὺς τοιούτους λόγους, ἀναγκαῖόν ἐστιν αὐτὸν ἐν τῇ τῶν γενῶν εἰς εἴδη τε καὶ διαφορὰς τομῇ γεγυμνάσθαι. μόνως γὰρ οὕτως τὰ κοινὰ σημαινόμενα τῶν ὀνομάτων ἑκάστου δυνατὸν εὑρίσκειν ἐστί. πολλαχόθι γ’ οὖν μοι δοκοῦσι καὶ οἱ δόξαν ἐπὶ διαλεκτικῇ μεγάλην ἔχοντες ἡμαρτηκέναι, τοσαῦτα σημαινόμενα τῶν γενικῶν προσηγοριῶν οἰηθέντες ὑπάρχειν, ὅσαι πέρ εἰσιν αἱ ἑκάστην αὐτῶν οἰκεῖαι διαφοραί. λέγω δὲ, εἴ τις οἰηθείη τὴν, ζῶον, φωνὴν, οὐχ ἕν τι σημαίνειν· ἄλλως μὲν γὰρ λέγεσθαι ζῶον ἀθάνατον, ἄλλως δὲ θνητὸν, καὶ λογικὸν μὲν ἄλλως, ἄλογον δὲ ἄλλως, καὶ δὴ καὶ ἄγριόν τε καὶ
753
ἥμερον, ἀγελαῖόν τε καὶ μονότροπον, ὅσα τ’ ἄλλα τοιαῦτα, ὥστε ἐάν τις ἐπέξεισι τῷ λόγῳ τῷδε καὶ γυμνάζῃ τὸν μαθητὴν ἐπὶ παραδειγμάτων πλειόνων ἑτοίμως ὁρᾷν τό τε κοινὸν ἐν πολλοῖς καὶ τὸ καθ’ ἕκαστον ἴδιον, οὐκ ὀλίγον τριβήσεσθαι χρόνον. καὶ μὴν οὐχ οἷόν τε χωρὶς τοιαύτης διδασκαλίας ἐπιδεῖξαι τὴν τοῦ σφυγμοῦ προσηγορίαν ἕν τι σημαίνειν, ὥσπερ τὴν τοῦ ζώου, κᾂν ὅτι μάλιστα κατὰ τὴν ἑκατέρου τομὴν εὑρίσκωνται διαφοραὶ πολλαί. πρόδηλον οὖν ἤδη κᾀνταῦθα τὸ μῆκος τῶν λόγων καί τινος ἑνὸς ὅλου καὶ αὐτὸ δεόμενον βιβλίου τῷ βουλομένῳ διελθεῖν, ἀφ’ ὧν ὁρμηθέντες οἱ ἄνδρες οἵδε νομίζουσι πολλαχῶς λέγεσθαι τὸν σφυγμὸν, ὅ τι τε τὸ παρακρουσάμενον αὐτούς ἐστιν. εἴρηται μὲν οὖν μοι περὶ τούτων ἐπ’ ὀλίγον κᾀν τῷ πρώτῳ τῶν ἐξηγητικῶν ὧν εἰς τὸ περὶ σφυγμῶν Ἀρχιγένους πεποίημαι, τὸν ἀριθμὸν ὄντων ὀκτώ. καὶ νῦν δὲ ἀρκέσει, καθάπερ ἐπὶ τῶν ἔμπροσθεν, ἓν δεδεῖχθαι τὸ μῆκος τῶν ἐσομένων λόγων, ἐὰν ἅπαντά τις ἐπεξέρχηται τὰ τοιαῦτα. φαίνεται δ’ οὖν καὶ ὁ Ἀγαθῖνος, εἰ καὶ ὅτι μάλιστα τοῖς ἐπιχειροῦσιν ὁρίζεσθαι τὸν σφυγμὸν ἐπιτιμᾷ, δι’ αὐτῶν τῶν λεγομένων ὑπ’ αὐτοῦ
754
ποτὲ μὲν ἐνέργειαν ἀρτηριῶν τε καὶ καρδίας αὐτὸν εἶναι νομίζων, ποτε δὲ κίνησιν ἀρτηριῶν τε καὶ καρδίας, ἔστι δ’ ὅτε καὶ διαστολὴν καὶ συστολὴν ἀρτηριῶν καὶ καρδίας, οὐ μαχομένων ἀλλήλοις τῶν εἰρημένων λόγων, ἀλλὰ τοῦ μὲν, ὡς ἂν εἴποι τις, ὄντος γενικωτέρου, τῶν δ’ εἰδικωτέρων.

Ὁ γοῦν Ἀρχιγένης ἐξειργάσθαι δοκῶν τὸν περὶ τῶν σφυγμῶν λόγον ἐν ἑνὶ μεγάλῳ βιβλίῳ κατὰ τὴν ἀρχὴν αὐτοῦ τόνδε τὸν ὅρον ἔγραψε· σφυγμός ἐστι καρδίας καὶ ἀρτηριῶν διαστολὴ φυσική τε καὶ συστολὴ φυσικὴ, προσθεὶς δηλονότι τὸ φυσικὴ τῷ τοῦ Ἀγαθίνου λόγῳ δι’ ἣν ἔμπροσθεν αἰτίαν εἶπον. ἐκ διαστολῆς τε καὶ συστολῆς ὡς μερῶν συγκεῖσθαι νομίζουσι τὸν σφυγμὸν οἱ πνευματικοὶ πάντες, ἐνεργείας ἡγούμενοι τὰς κινήσεις ἀμφοτέρας εἶναι, τῶν περὶ τὸν Ἡρόφιλόν τε καὶ Ἀσκληπιάδην οὐχ ὁμοίως δοκούντων φέρεσθαι. τὸν μὲν οὖν Ἡρόφιλον περὶ διαστολῆς τε καὶ συστολῆς ἀρτηριῶν ζήτησιν ἰδίαν ἔχειν μακροτέραν· ἐνίοτε μὲν γάρ σοι δόξει καὶ τὴν διαστολὴν καὶ τὴν συστολὴν ἐνέργειαν νομίζειν, ὡς τὸ πολὺ δὲ μόνην τὴν συστολήν· 

755
ὁ δὲ Ἀσκληπιάδης, οὐδεμίαν ὑπολαμβάνων δύναμιν ὑφ’ ἧς ἥ τε καρδία καὶ αἱ ἀρτηρίαι κινοῦνται, ποικίλος ἐστὶ κατὰ τὴν λέξιν ὥσπερ ἐν ταῖς ἄλλαις ἁπάσαις ἐνεργείαις φυσικαῖς τε καὶ ψυχικαῖς, οὕτω κᾀν τῇδε. ποτὲ μὲν γάρ σοι δόξει μὴ ἐνεργείας αὐτὰς τίθεσθαι, καίτοι γε ἀκόλουθον αὐτοῦ ταῖς ὑποθέσεσι τοῦτ’ ἔστι, ἐνίοτε δὲ ἐνεργείας αὐτὰς τίθεσθαι, ὡς καταχρώμενος, ἢ τῷ ἔθει συγχωρῶν. οἱ δ’ ἀπ’ Ἀθηναίου πάντες, ὡς εἴρηται, τὰς κινήσεις ἀμφοτέρας ἐνεργείας ἡγοῦνται, τήν τε ἐν τῷ διαστέλλεσθαι γιγνομένην καὶ τὴν ἐν τῷ συστέλλεσθαι, οὕτω τε καὶ ἡμεῖς ὑπολαμβάνομεν, οὐκ ἐπὶ μόνων τῶν ἀρτηριῶν τε καὶ τῆς καρδίας, ἀλλὰ καὶ τοῦ θώρακος. καὶ γὰρ καὶ τοῦτον ἐνεργεῖν ἐδείξαμεν ἔν τε τῷ διαστέλλεσθαι καὶ συστέλλεσθαι. διορίζομαι δὲ ὡς ἐπὶ τοῦ θώρακος, οὕτω κᾀπὶ τῶν ἀρτηριῶν τὰς ἐπὶ τὴν μέσην κατάστασιν ἀπὸ τῶν ἄκρων φορὰς, ἐνίοτε μὲν ἐνεργείας χωρὶς, ἐνίοτε δὲ σὺν ταύτῃ γινομένας. ἐὰν οὖν καὶ τὰς περὶ τούτων ἀποδείξεις ἐπεισάγῃ τις τῷ λόγῳ, καὶ κατὰ τοῦτ’ αὐτὸν εἰς μῆκος προάξει μακρότερον. ἐὰν δὲ καὶ τῆς τῶν ὀνομάτων ὑπαλλαγῆς,
756
ἣν ἐποιήσατο κατὰ τοὺς ὅρους, ἃς αὖθις προσέθεσαν αἰτίας εὐλόγους διέρχηταί τις, εἶθ’ ἑξῆς ὅπως ἐμέμψαντό τινες αὐτὰς, εἶθ’ ὅπως ἀπελογήσαντο περὶ τῶν εἰπόντων, ἕτερον μῆκος ἔτι κᾀκ τοῦδε περιττὸν τῷ λόγῳ προστεθήσεται.

Μάγνος οὖν οὐ διαστολὴν καὶ συστολὴν, ἀλλὰ καὶ διόγκωσιν καὶ συνίζησιν αἰσθητὴν καρδίας καὶ τῶν ὁμοιοπαθούντων αὐτῇ τὸν σφυγμὸν εἶναί φησιν.

Αὐτὸς δὲ ὁ τῆς αἱρέσεως αὐτῶν ἡγεμὼν Ἀθήναιος τὸν σφυγμὸν ὁρίζεται κίνησιν κατὰ διαστολὴν φυσικὴν καὶ ἀπροαίρετον τοῦ ἐν ἀρτηρίαις καὶ καρδίᾳ θερμοῦ, ἐξ ἑαυτοῦ τε καὶ εἰς ἑαυτὸ κινουμένου, καὶ συγκινοῦντος καρδίαν καὶ ἀρτηρίας, οὐ μόνον οὐσιώδη τὸν ὁρισμὸν ποιησάμενος, ἀλλὰ καὶ μετὰ τοῦ τῆς αἰτίας λογισμοῦ, καθ’ ὃν τρόπον ὁρίζεσθαι κελεύουσιν οἱ διαλεκτικοὶ τὰ ἐν τῷ γίγνεσθαι τὸ εἶναι κτώμενα. καὶ συντομώτερον δὲ τὸν σφυγμὸν εἶναί φησι διαπνοὴν φανερὰν πρὸς αἴσθησιν ληπτὴν ὅσον ἐφ’ ἑαυτῇ καρδίας καὶ ἀρτηριῶν. ἔστι δὲ καὶ ὅδε ὁ ὅρος Ἀθηναίου·

757
σφυγμός ἐστι διαστολὴ καὶ συστολὴ κατὰ διάπνοιαν καρδίας καὶ ἀρτηριῶν. ἔξεστι δὲ τῷ βουλομένῳ καὶ τὸν περὶ τούτων τῶν ὅρων λόγον ἐκτείνειν ἐπὶ πλεῖστον ἀνασκευάζοντί τε καὶ κατασκευάζοντι. καὶ ἄλλοι δέ τινες τῶν ἀπὸ τῆς πνευματικῆς αἱρέσεως ὅρους ἐποιήσαντο τοῦ σφυγμοῦ βραχὺ τῶν προειρημένων παραλλάττοντας, ὡς εἶπον, ὥστ’ οὐ χρὴ μνημονεύειν αὐτῶν ἐπειγομένους καθ’ ὅσον οἷόν τε διαδραμεῖν τὸν λόγον.

Ὡσαύτως δὲ καὶ τοῖς ἀπ’ Ἀσκληπιάδου διαφωνία ἐγένετο πρὸς ἀλλήλους, τοῖς μὲν προστιθεῖσί τι τοῖς εἰρημένοις ὑπ’ Ἀσκληπιάδου, τοῖς δ’ ἀφαιροῦσι, τοῖς δ’ ὑπαλλάττουσιν. αὐτὸς μὲν γὰρ ὁ Ἀσκληπιάδης τὸν μὲν σφυγμὸν εἶναι συστολὴν καὶ διαστολὴν καρδίας τε καὶ ἀρτηριῶν, οὐκ ὀλίγοι δὲ τῶν ἀπ’ αὐτοῦ γινομένων προστιθέασιν, οὐχ ἅπαξ, ἀλλὰ πολλάκις γιγνομένην κατὰ μίαν εἰσπνοὴν, ὡς εἶναι τὸν ὅλον ὅρον τοιόνδε· σφυγμός ἐστι διαστολὴ καὶ συστολὴ καρδίας τε καὶ ἀρτηριῶν οὐχ ἅπαξ, ἀλλὰ πολλάκις γινομένη κατὰ μίαν εἰσπνοήν. ἐξηπατήθησαν δὲ ὑπὸ

758
τοῦ γεγράφθαι κατὰ τὸ περὶ τῆς ἀναπνοῆς καὶ τῶν σφυγμῶν αὐτοῦ βιβλίον οὕτως τὴν λέξιν, ἐπιλαθόμενοι τοῦ λόγου ἐν ᾧ τοῦτ’ ἔγραψε. πρόκειται γὰρ αὐτῷ δεῖξαι, τίνα μὲν ὁμοίως γίγνεται κατά τε τὰς ἀναπνοὰς καὶ τοὺς σφυγμοὺς, τίνα δὲ ἑτέρως τε καὶ διαφερόντως. ἐν ᾧ τοίνυν ἐπιδείκνυσι τὰ διαφέροντα, καὶ ἡ προκειμένη γέγραπται λέξις, εἰς διορισμὸν ἀναπνοῆς τε καὶ σφυγμῶν ἔχουσα προσκείμενον, οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις γιγνομένη κατὰ μίαν εἰσπνοήν.

Ἔνιοι δὲ καὶ αὐτοῖς τούτοις προσέθεσαν τινα, καθάπερ καὶ Μοσχίων ὁ διορθωτὴς ἐπικληθεὶς, ἐπειδή τινα τῶν ὑπ’ Ἀσκληπιάδου λελεγμένων ἐπηνωρθοῦτο, μὴ πάντῃ πειθόμενος τἀνδρὶ, καθάπερ οὐδ’ ὁ Ἀλέξανδρος Ἡροφίλῳ. τίς οὖν ὁ τοῦ Μοσχίωνος ὅρος εἰπόντες ἀπαλλαγῶμεν ἤδη καὶ τῶν Ἀσκληπιάδου· σφυγμός ἐστι κίνησις ἴδιος καρδίας καὶ ἀρτηριῶν καὶ φλεβῶν καὶ ἐγκεφάλου καὶ τῆς περὶ αὐτὸν μήνιγγος κατὰ μίαν εἰσπνοὴν, οὐχ ἅπαξ δὲ, ἀλλὰ πολλάκις γιγνομένη. καί σοι καὶ τῆς

759
ἐξηγήσεως ἑκάστου τῶν κατὰ τὸν ὅρον εἰρημένων οὐκ οἶμαι δεήσειν, εἰ μέμνησαι τῶν ἄχρι δεῦρο λελεγμένων.

Ἄξιον οὖν ἴσως ἐστὶ καὶ τῶν περὶ τὸν Ἐρασίστρατον μνημονεῦσαι, διενεχθέντων καὶ αὐτῶν πρὸς ἀλλήλους οὐχ ἧττον ἢ οἱ ἄλλοι. τὸ γάρ τοι θαυμάσιον τοῦτ’ ἔστιν, ὅτι μὴ μόνον ἀπὸ διαφερουσῶν αἱρέσεων, ἀλλὰ καὶ αὐτῶν τῶν ἀφ’ ἑνὸς ἀνδρὸς ἀναγομένων οἱ πλεῖστοι διεφώνησαν, ἔνιοι δὲ καὶ δύο καὶ τρεῖς ὅρους ἔγραψαν, ὥσπερ Ἀπολλώνιος ὁ ἀπὸ Στράτωνος ἕνα μὲν τόνδε· σφυγμός ἐστι κατὰ τὴν ἐπιπλήρωσιν τοῦ ἀπὸ καρδίας πνεύματος ἐκπεμπομένου περὶ τὴν ἀρτηρίαν διάστασις γινομένη. δεύτερον δὲ τόνδε· σφυγμός ἐστιν ἡ ἀπὸ τῆς ἀρτηρίας διάστασις καὶ συστολὴ ἀπὸ τῆς ἐν αὐταῖς παρακειμένης καὶ ἀνάλογον δυνάμεως. τρίτον δ’ ἄλλον· σφυγμός ἐστι διάστασις, καθ’ ἣν πρὸς τὴν ἁφὴν ἡ ἀρτηρία προσπίπτει. οὗτος μὲν οὖν ὁ τρίτος ὅρος ὅτι τὴν αὐτὴν ἔχει δύναμιν τῷ κατὰ τὸν ἐν ἐπισκέψει σφυγμὸν ὁρισμῷ πρόσθεν ὑπὸ τῶν περὶ τὸν Ἀλέξανδρον εἰρημένῳ, παντὶ δῆλον· ὁ δὲ πρῶτος ὑπ’ αὐτοῦ γεγραμμένος οὐσιώδης ἐστὶ κατὰ τὴν Ἐρασιστράτου 

760
δόξαν συγκείμενος, ἐπειδὴ καὶ τὰς ἀρτηρίας, ὡς καὶ πρόσθεν ἔφην, οἴεται διαστέλλεσθαι κατὰ τὴν ἐπιπλήρωσιν τοῦ παρὰ τῆς καρδίας ἐπιπεμπομένου πνεύματος. ἀξιοῦσι γὰρ ἡμᾶς ἐπιπλήρωσιν, οὐ πλήρωσιν λέγειν, ἵνα μή τις ὑπονοήσῃ πᾶν ἐκκενοῦσθαι τὸ πνεῦμα τῶν ἀρτηριῶν ἐν ταῖς συστολαῖς. ὁ δὲ δεύτερος ὅρος ἐφάπτεται καὶ τοῦ τῶν δυνάμεων λόγου, βέλτιον ὑπ’ ἄλλων Ἐρασιστρατείων συντεθεὶς, ὅσοι τὸν σφυγμὸν ἔφασαν εἶναι διαστολὴν καὶ συστολὴν ἀρτηριῶν τε καὶ καρδίας, ὑπὸ ζωτικῆς τε ψυχικῆς δυνάμεως ἐπιτελουμένην. αὐτὸς γὰρ ὁ Ἐρασίστρατος ἐν τοῖς περὶ πυρετῶν ἀπεφήνατο σαφῶς, οὐ μόνον ζωτικὴν δύναμιν εἶναι κατὰ τὴν καρδίαν, ἀλλὰ καὶ ψυχικήν. ἐνίοις δ’ αὐτῶν ἤρκεσε τὸν σφυγμὸν εἰπεῖν κοινὴν ἐνέργειαν καρδίας τε καὶ ἀρτηριῶν. ἔνιοι δὲ περιεργότερον ἀντιδιαστολὴν ἀρτηριῶν πρὸς καρδίαν ἔφασαν εἶναι τὸν σφυγμὸν, ἐν ᾧ μὲν χρόνῳ διαστέλλεσθαι συμβαίνει τὴν καρδίαν, ἐν τούτῳ συστέλλεσθαι τὰς ἀρτηρίας οἰόμενοι, καθ’ ὃν δ’ ἐκείνη συστέλλεται, τὰς ἀρτηρίας διαστέλλεσθαι.ὅ γε μὴν πρῶτος τῶν ἀπὸ τοῦ Ἀπολλωνίου ῥηθέντων τὴν διαστολὴν μόνην σημαίνει σφυγμὸν εἶναι, ἣν αὐτὸς ὠνόμασε διάστασιν,
761
ᾧδέ πως γράψας· σφυγμός ἐστι κατὰ τὴν ἐπιπλήρωσιν τοῦ ἀπὸ καρδίας πνεύματος ἐκπεμπομένου περὶ τὴν ἀρτηρίαν διάστασις γιγνομένη. ὅ γε μὴν Ἐρασίστρατος ἔοικεν οὐ τὴν κατὰ φύσιν ἐν ἀρτηρίαις κίνησιν ὀνομάζειν σφυγμὸν, ἀλλὰ μόνην τὴν ἐπὶ φλεγμονῇ. δῆλον δὲ ἐκ τῶν ῥήσεων αὐτοῦ τῶν ἐν τῷ πρώτῳ περὶ πυρετῶν, ἐν αἷς κίνησιν μὲν ἀρτηριῶν ὀνομάζει τὸν κατὰ φύσιν ὑφ’ ἡμῶν καλούμενον σφυγμὸν, ὃν δ’ αὐτὸς ἐπὶ φλεγμονῇ τὴν μεταβολὴν ἔχειν φησὶ, σφυγμὸν φαίνεται καλῶν, ὡς οὐ κατὰ πάσης κινήσεως ἀρτηριῶν ἐπιφέρειν ἡγούμενος χρῆναι τὴν τοῦ σφυγμοῦ προσηγορίαν, ἀλλ’ ἐπ’ ἐκείνης μόνης, ἥ τις ἐξίσταται τοῦ κατὰ φύσιν ὑπὸ τῆς κατὰ τὴν φλεγμονὴν διαθέσεως. εὔδηλον οὖν ἤδη τὸ πλῆθος τῶν ἐσομένων λόγων, ἐάν τις ἐπεξέρχηται ταῦτα πάντα καὶ μνημονεύῃ τῶν τε πρὸς ἀλλήλους εἰρημένων τοῖς Ἐρασιστρατείοις καὶ τῶν πρὸς τοὺς ἄλλους, ὅσα τε πάλιν ἐκεῖνοι πρὸς αὐτοὺς ἀντεῖπον. ὁπότ’ οὖν τὰ κεφάλαια μόνον αὐτὰ λέγων ἐγὼ νῦν ἐπλήρωσα ὅλον βιβλίον, οὐδ’ οὖν οὐδὲ πάντας ἐπελθὼν τοὺς εἰρημένους ὅρους, ἆρ’ οὐ πρόδηλον, ὡς τῷ πάντ’ ἐπεξέρχεσθαι βουλομένῳ καὶ τρία καὶ τέτταρα
762
πληρωθήσεται βιβλία; καὶ τοίνυν νόμιζε πεπληρῶσθαι τὰ τοιαῦτα, καί τι μειράκιον εἰς φλύαρον ἐμπεσὸν σοφιστὴν ἅπαντα λέγειν ἐσπουδακότα καὶ μηδὲν ὅλως παραλιπεῖν τῶν εἰρημένων τοῖς ἰατροῖς ἐν πολλῷ χρόνῳ φιλοπόνως ἐκμαθεῖν αὐτὰ, κᾄπειτα συντυχεῖν ἐπ’ ἀῤῥώστου τινὸς ἑτέρῳ μειρακίῳ παρ’ ἑτέρου διδασκάλου, πῶς τε χρὴ διαγιγνώσκειν ἕκαστον τῶν σφυγμῶν καὶ τί δηλοῦν πεφύκασι μεμαθηκότι, πότερόν σοι δοκεῖ χρήσιμόν τι πρὸς τὴν τέχνην εἰς πρόγνωσιν ἐπὶ τοῦ νοσοῦντος εὑρήσειν; ἢ πότερον εὐδοκιμήσειν παρ’ αὐτῷ τε τῷ κάμνοντι καὶ τοῖς παροῦσι; τὸ μὲν γὰρ ἕτερον μειράκιον ὅπως ὁρίζεσθαι χρὴ τὸν σφυγμὸν διήξει λόγους μακροὺς, εἴτε δ’ ἀκινδύνως, εἴτε κινδυνωδῶς ὁ κάμνων ἔχει, καὶ πότερον εἰς χρόνου μῆκος αὐτῷ προελθεῖν, ἢ διὰ ταχέων κριθῆναι συμβήσεται, παντάπασιν ἀγνοήσει· τὸ δ’ ἕτερον μειράκιον ἀκριβῶς μὲν ταῦτα προγνώσεταί τε καὶ προερεῖ τοῖς παροῦσιν, ἀγνοήσει δὲ πῶς ὁρίζεσθαι χρὴ τὸν σφυγμόν. ἐκ παραβολῆς δ’ οὕτως ἐναργῶς διαγνωσθήσεται ποῖον μέν τι τὸ ἄχρηστόν ἐστι τῆς διδασκαλίας εἶδος, ὁποῖον
763
δὲ τὸ χρήσιμον· ἀλλ’ ὡς ἡ παροιμία φησι, γλυκὺς πόλεμος ἀπείρῳ, οὕτω μοι δοκοῦσι καὶ οἱ πάνθ’ ὁρίζεσθαι προαιρούμενοι μηδόλως ἐγνωκέναι τὰς γεγονυίας ζητήσεις τοῖς διαλεκτικοῖς περὶ τοῦ πῶς ὁρίζεσθαι προσήκει. τὸ μὲν οὖν ἑρμηνεύειν λόγῳ τὸ δηλούμενον ἐκ τοῦ ῥηθέντος ὀνόματος, ὅταν γε μὴ πάνυ τι τοῦ προκειμένου πράγματος ἐναργῆ πάντες ἔχωσι τὴν νόησιν, οὐ μόνον χρήσιμον, ἀλλὰ καὶ ἀναγκαῖόν ἐστιν· ἀναγκαῖον δὲ κᾀπειδὰν ἤτοι γ’ ἑκών τις αὐτὰ ὑπὸ πανουργίας, ἢ ἄκων ὑπὸ ἠλιθιότητος ἐναλλάττῃ τὰ σημαινόμενα πρὸς τῶν ὀνομάτων, ἐπιφέρων αὐτὰ καθ’ ἑτέρων πραγμάτων ἢ πάντες ἄνθρωποι. μηδετέρου δὲ τούτων ὄντος, οὐδὲ λόγῳ χρὴ δηλοῦσθαι τὸ πρᾶγμα, τῆς ἰδίας προσηγορίας αὐτάρκως αὐτὸ σημαινούσης. τὸ δὲ ὁρίζεσθαι πάντως ἐθέλειν ἅπαν πρᾶγμα σοφιστικῆς διδασκαλίας ἔργον ἐστί. καὶ ταῦτα ἔξεστι λέγειν ἐμοὶ μάλιστα πεῖραν ἱκανὴν ἐν αὐτοσχεδίοις προβλήμασι δεδωκότι. περὶ παντὸς γὰρ ἀεὶ τοῦ προβληθέντος εἰς ὁρισμὸν ἔδειξα δι’ ὅλης ἡμέρας δύνασθαί τινα λέγειν. οὐκ οὖν ἀπορίᾳ λόγων εἰς ὅρους ἐπιτηδείων ἐγκαλῶ τοῖς εὐποροῦσιν, ἀλλ’ ἐπιδείξας ἐμαυτὸν ἁπάντων
764
εὐπορώτατον εἰς τὴν τοιαύτην ἀδολεσχίαν, φιλάνθρωπον ἡγησάμην εἶναι, τῶν μανθανόντων ἕνεκα τῆς ὠφελείας τὰς τέχνας, ἐπιδεῖξαι τὴν ἀλήθειαν, οὐχ ὥσπερ οἱ πολλοὶ τῶν ὁτιοῦν ἐπισταμένων ἐπιχειροῦσιν αὐτὸ σεμνύνειν, ἀλλ’ ἐκεῖνοι καὶ σφᾶς αὐτοὺς ἡγούμενοι φανεῖσθαι σεμνοτέρους, ἀλλ’ ἀεὶ τῶν ἐγνωσμένων ἐμαυτῷ, διακρίνειν ἀπὸ τῶν ἀχρήστων τὰ χρήσιμα. πλὴν γὰρ ὀλίγων ἅπαντες οἱ διδάσκοντες τὰς τέχνας ἐν τοῖς ἀχρήστοις πλεονάζουσιν, ὧν ἓν καὶ τοῦτ’ ἔστιν, ὃ νῦν ἐν ἅπαντι τῷ διηνυσμένῳ λόγῳ προεχειρισάμην, ἐπινειμαμένου τοῦ τῆς φιλοριστίας νοσήματος οὐ μόνον τοὺς ἰατροὺς καὶ φιλοσόφους, ἀλλὰ καὶ ῥήτορας καὶ μουσικοὺς καὶ γραμματικούς. ἅπασιν οὖν, ἐὰν σωφρονῶσιν, ἐφ’ ἑνὸς παραδείγματος τοῦ κατὰ τὸν σφυγμὸν ὠφέλιμον ἡγοῦμαι πεποιῆσθαι βοήθειαν. ἐὰν δ’ αὖθίς ποτε δόξῃ κατὰ πολλὴν σχολὴν ἅπαντα τὰ περὶ τῶν ὅρων ἀμφισβητούμενα διελθεῖν τε καὶ κρῖναι, καὶ τοῦτ’ ἀόκνως πράξω. τινὲς μὲν γὰρ αὐτοὺς ἀχρήστους εἶναί φασι, τινὲς δὲ χρησίμους μὲν εἶναι λέγουσιν, ὅπως δ’ ὁρίζεσθαι χρὴ διαφέρονται. καὶ νῦν δὴ ἤδη δύο βιβλία περὶ αὐτῶν ἐστί
765
μοι γεγραμμένα, τῶν εἰς τὰ περὶ ἀποδείξεως Ἀριστοτέλους ὑπομνημάτων τοῦ δευτέρου τὸ τρίτον καὶ τέταρτον. ἐπιγράφεται δ’ ὑπὸ τῶν πλείστων ἀναλυτικῶν δεύτερον ἡ τοιαύτη πραγματεία, καθάπερ ἡ περὶ συλλογισμοῦ προτέρων ἀναλυτικῶν.