De differentiis pulsuum

Galen

Galen, De differentiis pulsuum

Εὐξαίμην μὲν ἂν καὶ μαθεῖν καὶ διδάξαι δύνασθαι τὰ πράγματα, χωρὶς τῶν ἐπ’ αὐτοῖς ὀνομάτων, ἵνα μὴ πρὸς τῷ μακρὰν εἶναι τὴν τέχνην διὰ τὴν οἰκείαν θεωρίαν, ἐξ ἐπιμέτρου γένοιθ’ ἡμῖν ἡ περὶ τὴν λέξιν ἀσχολία. ἐπεὶ δὲ ἀνάγκη διὰ τῶν ὀνομάτων δηλοῦν ἃ βουλόμεθα, τοῖς μὲν σοφισταῖς ἀφθονία κᾀνθάδε σοφισμάτων, καὶ διατριβῆς ἀχρήστου, τοῖς δὲ ἄλλοις ὅσοι πραγμάτων ἐπιστήμην, οὐκ ὀνομάτων ἐμπειρίαν ἐζηλώκαμεν ἄκουσι μὲν, ἐξ ἀνάγκης δὲ ὅμως,

494
προσγίνεται διὰ τὰς τῶν σοφιστῶν ἐπηρείας ἡ περὶ τὴν λέξιν ἀσχολία. κάλλιστον μὲν γὰρ ἦν ὁπωσοῦν περὶ τῶν ὀνομάτων συνθέμενον ἐπὶ τὴν θεωρίαν σπεύδειν, ὡς ἐπὶ τοῦ προγραφέντος ἡμῖν περὶ σφυγμῶν τοῖς εἰσαγομένοις ἐποιήσαμεν, τῶν δὲ ἐν ὀνόμασι μόνων δεινῶν, ἐπ’ αὐτῶν δὲ τῶν ἔργων τῆς τέχνης ἀμαθεστάτων ἐνοχλούντων ἀεὶ, καὶ μηδὲ ἀναπνεῦσαι χωρὶς ἐπηρείας ἐπιτρεπόντων, ἀναγκαία σχεδὸν ἤδη καὶ ἡ περὶ τὴν λέξιν ἀσχολία. τοὺς μὲν οὖν παλαιοὺς ἁπλῶς ἔστιν εὑρεῖν χρωμένους τοῖς ὀνόμασιν, ἑνὸς μόνου φροντίζοντας ἀεὶ τοῦ δηλῶσαι τὸ νοούμενον. οἱ δὲ νεώτεροι μόνον καθ’ ἑκάστην συλλαβὴν σοφίζονταί τε καὶ φιλονεικοῦσι, καὶ οὐδὲ παύονται περὶ τῶν ὀνομάτων ἐρίζοντες, οἷον εὐθέως, ἵν’ ἐξ ἑνὸς μορίου τῆς προκειμένης πραγματείας τὸ πᾶν ἐπιγνῶμεν, ὁ μέν τίς φησι τὸν ἰσχυρῶς πλήττοντα σφυγμὸν σφοδρὸν εἶναι. παρελθὼν δὲ ἕτερος οὐ τοῦτον, ἀλλ’ ὃς ἂν καὶ μέγας ᾖ καὶ πλήρης καὶ ταχὺς, ἐκεῖνον εἶναί φησι τὸν σφοδρόν. ἄλλος δέ τις τὸν ἰσχυρὸν ἅμα καὶ ταχύν· καί τις μάλα σεμνῶς ἐπιτιμήσας τούτοις τὸν μέγαν ἅμα καὶ ταχὺν σφοδρὸν
495
εἶναί φησιν. οὐκ ἀνασχόμενος δὲ τούτου πέμπτος τις ἄλλος ἔτι σεμνότερον ἐπιπλήξας, τὸν πλήρη τε ἅμα καὶ παχὺν σφοδρὸν εἶναί φησι. καὶ ναὶ μὰ Δία γε ἕκτος τις ἄλλος ἐπ’ αὐτοῖς τὸν μέγαν ἅμα καὶ πλήρη, τοῦτον εἶναί φησι τὸν σφοδρόν. εἰ δὲ καὶ ἕβδομός τις καὶ ὄγδοος παρεῖεν ἐν τούτοις, ὁ μὲν μηδὲν διαφέρειν λέγων τοῦ πλήρους αὐτὸν, ὁ δὲ τῷ σκληρῷ τὸν αὐτὸν εἶναι, πηλίκην οἴει μάχην ἔσεσθαι; ἢ δηλονότι τηλικαύτην, οἵαν πολλάκις ὁρῶμεν ἔν τε τῷ τῆς εἰρήνης τεμένει καὶ ἐπ’ αὐτῶν τῶν ἀῤῥώστων; ὥστε τινὰς μηδὲ τὼ χεῖρε κατέχειν ἔτι· τοσοῦτον ἀποδέουσιν αἰσχροῦ ῥήματος ἀποσχέσθαι. καὶ τὰ μὲν τούτων τῶν νῦν ἡμῖν ὀχλούντων ἧττον δεινὰ, καί περ ὄντα δεινότατα. τὰ δὲ τῶν συγγράφειν ἐπιχειρησάντων οὐκ ἀνασχετά. πρόχειρος μὲν γὰρ ὁ τῆς ἀχρηστίας τοῦ ζητήματος ἔλεγχος. οἱ δὲ οὐχ ὁρῶσιν αὐτὸν, ἀλλὰ πάντες ὡδί πως γράφουσιν· ὁ τοιόσδε σφυγμὸς σφοδρός ἐστι, καὶ ὁ τοιόσδε πλήρης ἐστὶ, καὶ ὁ τοιόσδε πυκνός ἐστι, δέον ἀφελεῖν μὲν τὸ ἐστὶ, προσθεῖναι δὲ μάλιστα μὲν, εἰ οἷόν τε, τὸ καλεῖται. τούτου δ’ ἀποροῦντας τὸ καλείσθω, καὶ οὕτως ἤδη διδάσκειν, οἷόν τι
496
δηλοῦν πέφυκεν ὁ σφυγμὸς ὁ τοιοῦτος, ὃν ἐκάλεσαν, εἰ τύχοι, σφοδρόν. οὐ γὰρ δὴ τοῦ καλέσαι γε χάριν, οὐδὲ τοῦ θέσθαι τοὔνομα κυρίως, τὴν περὶ τοὺς σφυγμοὺς τέχνην αὐτοὶ μετεχειρισάμεθα, ἢ ἑτέρους διδάσκειν ἐπιχειροῦμεν, ἀλλ’ ὅπως ἡμῖν γνωρίζοιτό τε τὰ παρόντα καὶ προγιγνώσκοιτο τὰ μέλλοντα συμβήσεσθαι τοῖς ἀῤῥωστοῦσι. ταῦτα δὲ ἐκ τῶν πραγμάτων, οὐκ ἐκ τῶν ἐπ’ αὐτοῖς ὀνομάτων εὑρίσκεται. καθόλου γὰρ πρὸς μὲν τὴν τῶν πραγμάτων ἐπιστήμην οὐδὲν ἡμᾶς ὠφελεῖ τὰ ὀνόματα, πρὸς δὲ τὴν διδασκαλίαν μόνον, ἣν καὶ κατὰ τὴν συνθήκην περαίνεσθαι δυνατόν. εἴτε γὰρ μηδόλως τις ὀνόματα θέμενος τοῖς πράγμασιν, γνωρίζειν τε αὐτὰ ἱκανὸς εἴη καὶ ὅ τι δηλοῦν πέφυκεν ἀκριβῶς ἐπίσταιτο, τῶν ὀνομαζόντων οὐδὲν ἂν ἧττον φαίνοιτο τούτου γ’ ἕνεκα· εἴ τε διδάσκειν ἐπιχειρήσας ὀνόματα τίθεται τὰ δόξαντα αὐτῷ, καὶ οὕτως οὐδὲν ἂν ἔχοι μεῖον. ἐμοὶ μὲν οὖν οὐδ’ εἰ Δίωνα, ἢ Θέωνά τις καλεῖν σφοδρὸν σφυγμὸν ἐθέλοι, μὴ σφάλλοιτο δ’ ἐν τῷ διδάσκειν τίνες αἰτίαι γεννῶσιν αὐτὸν, καὶ τίνος διαθέσεώς ἐστι γνώρισμα, καὶ ἐς ὅ τι τελευτήσει, οὐδὲν οὐδὲ οὗτος δοκεῖ σφαλήσεσθαι. τῷ μὲν
497
δὴ οὕτω μέλλοντι διδάσκειν ὁτιοῦν ἀρκεῖ νομοθετεῖν ὀνόματα, τῷ δ’ ἐπὶ τοὺς παλαιοὺς ἀναπέμποντι τὸ ἐκείνων ἔθος διδακτέον, οὐδὲν πάλιν οὐδ’ ἐνταῦθα πολυπραγμονοῦντα πότερον κυρίως, ἢ ἀκύρως ὠνόμασαν, ἢ ὑπαλλάττειν τολμῶντα, ἢ καταμεμφόμενον, οἷα δὴ δρῶσιν οἱ σοφισταί. περιττὰ γὰρ ταῦτα ἅπαντα καὶ ἔξω τῆς ἡμετέρας τέχνης. οὐ γὰρ ὀνομάτων αὕτη γε ὀρθότητος ἐπιστήμη ἐστὶν, ἀλλὰ πραγμάτων, οὐδὲ τοὺς μὴ καλῶς ὀνομάζοντας εἰς ἰατροὺς πέμπουσιν οἱ ἄνθρωποι, ἀλλὰ τοὺς ὑγείας δεομένους. οὐκοῦν οὐδὲ ὁ λόγος ὅδε πλέον τῶν εἰθισμένων ἡμῖν τε καὶ τοῖς ἄλλοις ἰατροῖς ὀνομάτων ἐπαγγέλλεται διδάξειν, ἀλλ’ ἀγαπῴη ἂν, εἰ τούτου μετρίως τυγχάνοι.

Πρῶτος μὲν οὖν ἁπάντων ὧν ἴσμεν Ἱπποκράτης τό τε ὄνομα τοῦ σφυγμοῦ γράφει καὶ τὴν ἐν αὐτῷ τέχνην οὐκ ἀγνοεῖν ἔοικεν, οὐ μὴν οὔτ’ ἐπὶ πλέον ἐξειργάσατο τοῦτο τὸ μέρος τῆς τέχνης οὔτ’ ἐπὶ πάσης ἀρτηριῶν κινήσεως τοὔνομα φέρει. παραπλήσιον δέ τι φαίνεται ποιεῖν αὐτῷ καὶ ὁ Ἐρασίστρατος. ἀλλ’ ἐνταῦθα μὲν τοῖς ἰδίοις 

498
περὶ τῶν ἀνδρῶν λόγοις εἰρήσεται, καθ’ ὅτου τε μάλιστα τοὔνομα τίθενται καὶ ὅπῃ διαφέρουσι πρὸς ἀλλήλους, ἢ ὁμολογοῦσιν. ὁ δὲ τὸ περὶ παλμῶν ἐπιγεγραμμένον Αἰγιμίου βιβλίον συνθεὶς, εἴτ’ αὐτὸς ἦν ὁ Ἠλεῖος Αἰγίμιος εἴτ’ ἄλλος τις, ἰδίως κέχρηται τῷ ὀνόματι, καὶ πολὺ παρὰ τὸ τῶν ἄλλων οὐκ ἰατρῶν μόνον, ἀλλὰ καὶ ἰδιωτῶν ἔθος ἅπασαν ἀρτηριῶν κίνησιν παλμὸν ὀνομάζει. ἡ δὲ Πραξαγόρου τε καὶ Ἡροφίλου χρῆσις ἔτι καὶ εἰς τάδε κρατεῖ. σφυγμὸν γὰρ οὗτοι πᾶσαν ἀρτηριῶν κίνησιν τὴν αἰσθητὴν καλοῦσιν. οὕτως δὲ καὶ οἱ μετ’ αὐτοὺς ἅπαντες, εἰ καὶ τοῖς ὁρισμοῖς διαφέρονται. δειχθήσεται δὲ τοῦτο ἑτέρωθι. ὥστε καὶ ἡμεῖς ἑπόμενοι τῇ κρατούσῃ συνηθείᾳ σκοπῶμεν ἤδη, πόσαι μὲν αἱ πᾶσαι τῶν σφυγμῶν διαφοραὶ, τί δ’ ἑκάστης αὐτῶν τοὔνομα. καίτοι καὶ κατ’ αὐτὴν τὴν εἰρημένην ῥῆσιν φιλονεικοῦσιν, οἱ μὲν ᾧδέ πως ἀξιοῦντες προβάλλειν, πόσα γένη τῶν σφυγμῶν, οἱ δὲ οὐ γένη φασὶ χρῆναι καλεῖν, ἀλλ’ εἴδη, ποιότητας δ’ ἄλλοι, καὶ διαφορὰς ἄλλοι. καὶ ὅ τι ἂν ἑκάστῳ δόξῃ, τοῦτ’ ὄνομα θέμενος, ἐρίζει μακρὰ καὶ ἀπέραντα
499
περὶ τῆς ὀρθότητος αὐτοῦ. καὶ ὡς περὶ γενῶν, οὕτω καὶ εἰδῶν καὶ διαφορῶν καὶ ποιοτήτων οὐκ ἀναγκαίαν ἐπεισάγουσι ζήτησιν, ἐπιλαθόμενοι τῆς χρείας τοῦ τοιούτου προβλήματος. ἧκον μὲν γὰρ ἐπ’ αὐτὸ πάντες, ὡς οἶμαι, τοὺς σφυγμοὺς ἐρευνῆσαι βουλόμενοι, τί δηλοῦν πεφύκασι. τυχεῖν δὲ οὗ προὔθεντο καὶ χωρὶς τῆς περὶ γενῶν καὶ εἰδῶν ζητήσεως δυνάμενοι, πάντα μᾶλλον ἢ τοῦτο δρῶσιν. ἀλλ’ ἡμεῖς κᾀνταῦθα τὴν φλυαρίαν αὐτῶν φυγόντες, καὶ προβάλλειν ὅπως ἂν ἐθέλωσιν ἐπιτρέψαντες, ἐχώμεθα τοῦ χρησίμου, τοσοῦτον ἔτι προειπόντες, ὡς τοῖς βουλομένοις περὶ τῶν κατὰ τοὺς σφυγμοὺς ὅρων, ἢ καὶ περὶ τῶν ὀνομάτων αὐτῶν τῆς ὀρθότητος ἐκμαθεῖν, ἐν τοῖς μετὰ τοῦτο τὸ πρῶτον βιβλίον ἅπαντα γέγραπται. τουτὶ γὰρ αὐτὸ μόνον ἔχει τὸ χρήσιμον, οὐδενὸς τῶν σοφιστικῶν ζητημάτων ἐφαπτόμενον, ὥστ’ εἰ καὶ τελέως τις ἐθέλοι παραλιπεῖν ἐκεῖνα, δύναιτ’ ἄν. εἰς γὰρ τὰς ἄλλας πραγματείας, τήν τε περὶ διαγνώσεως τῶν σφυγμῶν καὶ τὴν περὶ τῶν αἰτίων, καὶ ἔτι τὴν περὶ τῆς δι’ αὐτῶν προγνώσεως, τοῦτο μόνον ἀναγκαῖόν ἐστι τὸ βιβλίον. ἐκεῖνα δὲ πρός τε τὰς τῶν σοφιστῶν ἐνοχλήσεις γέγραπται
500
καὶ πρὸς τὸ παρακολουθεῖν τοῖς τῶν ἄλλων συγγράμμασιν, εἰδότας καθ’ ὅτου σημαινομένου φέρουσιν ἕκαστον τῶν ὀνομάτων. λέγωμεν οὖν ἤδη πόσα μὲν τὰ πρῶτα γένη τῶν σφυγμῶν, ἐφεξῆς δὲ τὰς διαφορὰς αὐτῶν, ἀρχὴν τῷ λόγῳ τήνδε ποιησάμενοι.

Τῆς ἀρτηρίας σώματος οὔσης κοίλου καὶ μακροῦ καὶ περιφεροῦς, κινουμένης τε διὰ παντὸς διπλῆν κίνησιν ἐξ ἐναντίων σύνθετον μορίων, ἢ γὰρ εἰς ἑαυτὴν συνιζάνει πανταχόθεν, ἢ διαστέλλεται πανταχόσε, καὶ ταύτης τῆς διπλῆς κινήσεως ὀνομαζομένης σφυγμοῦ, διττὰς ἀναγκαῖον αὐτῇ συμπίπτειν ἠρεμίας ἐφ’ ἑκατέρᾳ· ἑτέραν μὲν ἐπὶ τῷ διασταλῆναι πρὸ τοῦ συστέλλεσθαι, δευτέραν δὲ ἐπὶ τῷ συσταλῆναι πρὸ τοῦ διαστέλλεσθαι, καὶ ταύτας τὰς δύο ἡσυχίας ἥ τε τῶν γεγυμνασμένων ἁφὴ γνωρίζει καὶ ὁ λόγος οὐδὲν ἧττον ἀποδείκνυσι. πρὶν γὰρ καταπαῦσαι τὴν προτέραν κίνησιν, οὐκ ἂν ὑπάρξαιτο τῆς ἐναντίας ἡ ἀρτηρία. ἀλλὰ μὴν τὸ καταπαῦσαι στῆναί τε καὶ ἡσυχάσαι ἐστίν. ὥστε ἡσυχία μεταξύ ἐστι τῶν κινήσεων. ἀνάγκη οὖν πᾶσα τὸν μέν τινα χρόνον αὐτῶν εἶναι τῶν κινήσεων ἴδιον ἑκατέρας,

501
τὸν δέ τινα τῶν ἡσυχιῶν, καὶ τούτων πάλιν ἑκατέρας ἴδιον. ἐπεὶ δὲ καὶ τρεῖς διαστάσεις ἡ ἀρτηρία κέκτηται, καθάπερ πᾶν ἄλλο τι σῶμα, μῆκος καὶ πλάτος καὶ βάθος, ἀνάγκη πᾶσα καθ’ ἑκάστην τῶν διαστάσεων γίγνεσθαί τινα ποσότητα τῆς διαστολῆς καὶ τῆς συστολῆς. καὶ μὲν δὴ καὶ τόνου πὼς αὐτὴν ἔχειν ἀναγκαῖον, ὥστε ἢ μόγις καὶ ἀῤῥώστως, ἢ ἑτοίμως τε καὶ εὐρώστως ἐνεργεῖν, εἶναι δὲ καὶ αὐτὸν τὸν χιτῶνα τῆς ἀρτηρίας ἢ μαλακὸν, ἢ σκληρὸν, ἀλλὰ καὶ τὴν εὐρύτητα τὴν ἐντὸς ἢ διάκενόν πως, ἢ πλήρη, καὶ κατὰ ταῦτα πάντα ποτὲ μὲν ὁμαλότητα, ποτὲ δὲ ἀνωμαλίαν συνίστασθαι, καί τινα λόγον τοῦ χρόνου τῆς διαστολῆς πρὸς τὸν τῆς συστολῆς, καὶ παρὰ ταύτας μηδεμίαν ἄλλην δύνασθαι συστῆναι καθ’ ἕνα σφυγμὸν διαφοράν. εἴτε γὰρ ἐξετάσαι χρὴ τὸν χρόνον τῶν κινήσεων ἢ τῶν ἡσυχιῶν, εἴτε τῶν διαστάσεων, καθ’ ὧν κινοῦνται, τὸ ποσὸν, εἴτε τῆς ἐνεργείας τὸ ποιὸν, ἢ τοῦ χιτῶνος τῶν ἀρτηριῶν, ἢ τῆς κοιλότητος, ἢ τοῦ πὼς ἔχειν πρὸς ἄλληλα τὰ δυνάμενα παραβάλλεσθαι, δύναται δὲ δηλονότι τὰ ὁμογενῆ, πάντ’ εἴρηται ταῦτα, καὶ
502
οὐδὲν ἔτι λείπει τῷ λόγῳ κατ’ οὐδένα τρόπον, ἀλλ’ εἰσὶν αἱ πᾶσαι καθ’ ἕνα σφυγμὸν συνιστάμεναι διαφοραὶ γενῶν αἱ νῦν εἰρημέναι. δύο δὲ ἄλλαι προσέρχονται συστηματικαὶ καλούμεναι, καθ’ ἃς ἐπὶ πλειόνων σφυγμῶν ἀλλήλοις παραβαλλομένων, ὁμαλότητά τε καὶ ἀνωμαλίαν, καὶ τάξιν, ἢ ἀταξίαν σκοποῦμεν.

Ἑκάστου δὲ τούτων τῶν γενῶν αἱ κατ’ εἶδος διαφοραὶ πλείους εἰσὶν, ἃς ἤδη διέξιμεν, ἀπὸ τοῦ κατ’ αὐτὴν τὴν κίνησιν ἀρξάμενοι γένους. ἀνάγκη γὰρ ταύτην ἢ σύμμετρόν τε καὶ κατὰ φύσιν ὑπάρχειν, ἢ ὠκυτέραν πως, ἢ βραδυτέραν γεγονέναι, ὡς εἶναι κατὰ τοῦτο τὸ γένος τρεῖς τὰς πάσας διαφορὰς σφυγμῶν, ταχὺν μὲν τὸν ἐν ὀλίγῳ χρόνῳ κινουμένης τῆς ἀρτηρίας γενόμενον, βραδὺν δὲ τὸν ἐν πολλῷ, σύμμετρον δὲ τὸν ἐν συμμέτρῳ. αἱ δὲ κατὰ τὸ ποσὸν τῆς διαστολῆς διαφοραὶ σφυγμῶν, αἱ μὲν κατὰ μίαν νοούμεναι διάστασιν ἐννέα τὸν ἀριθμόν εἰσι, καθ’ ἑκάστην τῶν τριῶν διαστάσεων τρεῖς, κατὰ μὲν τὸ μῆκος τῆς ἀρτηρίας, ὅστις σύμμετρος ἐν αὐτῷ, καὶ ὅστις ἂν ὑπερβάλλῃ τοῦδε, ἢ ἐλλείπῃ· 

503
καλεῖται δὲ ὁ μὲν ὑπερβάλλων μακρὸς, ὁ δὲ ἐλλείπων βραχύς. κατὰ δὲ τὸ πλάτος ὅ τε σύμμετρος ἐν αὐτῷ καὶ οἱ ἄμετροι δύο, πλατὺς μὲν ὁ ὑπὲρ τὸ σύμμετρον, ὁ δ’ ἐναντίος αὐτῷ στενός. κατὰ ταῦτα δὲ κᾀν τῇ κατὰ βάθος διαστάσει τῆς ἀρτηρίας ὁ μὲν ἔσται σύμμετρος, ὁ δὲ ὑψηλὸς, ὁ δὲ ταπεινός. αὗται μὲν ἐννέα διαφοραὶ σφυγμῶν τῶν κατὰ μίαν διάστασιν νενοημένων, αἱ δὲ κατὰ τρεῖς ἅμα διαστάσεις διαφοραὶ σφυγμῶν ἑπτὰ καὶ εἴκοσίν εἰσιν. γνώσῃ δ’ αὐτὰ σαφῶς ἐπὶ διαγράμματος, εἷς μὲν γὰρ ἔσται μακρὸς ἅμα καὶ πλατὺς καὶ ὑψηλὸς καὶ γεγράφθω πρῶτος ἁπάντων. ἕτερος δὲ μακρὸς ἅμα καὶ πλατὺς καὶ κατὰ βάθος σύμμετρος καὶ γεγράφθω δεύτερος. ἄλλος δὲ μακρὸς καὶ πλατὺς καὶ ταπεινὸς καὶ γεγράφθω τρίτος. ἑξῆς δὲ τούτοις οἱ λοιποὶ πάντες ὁμοίᾳ μεθόδῳ γνωριοῦνται, τῶν δύο μὲν τῶν πρώτων διαστάσεων τῶν αὐτῶν μενουσῶν, τρὶς δὲ τῆς ἐσχάτης ὑπαλλαττομένης, οἷον οὕτως, ὁ μὲν τέταρτος μακρὸς καὶ σύμμετρος τῷ πλάτει καὶ ὑψηλός· ὁ δὲ πέμπτος μακρὸς καὶ σύμμετρος τῷ πλάτει καὶ σύμμετρος τῷ βάθει. ὁ δὲ ἕκτος μακρὸς καὶ σύμμετρος τῷ πλάτει καὶ ταπεινὸς, εἶτ’ ἄλλοι πάλιν τρεῖς ἐφεξῆς, τῆς μὲν πρώτης διαστάσεως τὸ μακρὸν φυλαττούσης,
504
τῆς δὲ δευτέρας τὸ στενὸν, τῆς δὲ τρίτης ὑπαλλαττομένης τριχῶς. οὗτοι μὲν ἐννέα, τῆς μιᾶς διαστάσεως τῆς κατὰ τὸ μῆκος μακρᾶς μενούσης, τῶν δὲ ἄλλων δυοῖν παντοίως ὑπαλλαττομένων. ἕτεροι δὲ ἑξῆς ἐννέα, τῆς μὲν κατὰ τὸ μῆκος διαστάσεως συμμέτρου μενούσης, τῶν λοιπῶν δ’ ὑπαλλαττομένων. καὶ αὖθις ἐννέα, τῆς μὲν κατὰ μῆκος διαστάσεως βραχείας μενούσης, τῶν δ’ ἄλλων ὑπαλλαττομένων.

Ὄντων δὴ τούτων ἑπτὰ καὶ εἴκοσι σφυγμῶν, τῶν κατὰ τὸ ποσὸν, ἐν ταῖς τρισὶν ἅμα διαστάσεσι συνισταμένων, δύο μὲν ἔχουσιν ἐξ αὐτῶν ὀνόματα πρὸς ἁπάντων ὁμολογούμενα, ὅ τε πρῶτος ἐν αὐτοῖς γεγραμμένος καὶ ὁ ἔσχατος. ὁ μὲν γὰρ μέγας, ὁ δὲ μικρὸς καλεῖται, τὸ δ’ ἄλλο πᾶν πλῆθος οὐκ ἔχει. οὐδὲ γὰρ οἱ ἰσχνοί τε καὶ οἱ ἁδροὶ λεγόμενοι σφυγμοὶ ἕνα τινὰ τῶν ἐκ τοῦ διαγράμματος δηλοῦσι, ἀλλὰ κατὰ πολλῶν ἅμα γενικῶς κατηγοροῦνται. ἐφ’ ὧν γὰρ ἂν ἡ κατὰ τὸ μῆκος διάστασις πλεονεκτῇ πως τῶν λοιπῶν δυοῖν, τούτους πάντας ἰσχνοὺς καλοῦσιν· ἐφ’ ὧν δ’ ἂν αἱ λοιπαὶ δύο ταύτης, ἅπαντας αὖ πάλιν ἐκείνους ἁδρούς. ὥστε καὶ τὸν πέμπτον ἐν τῷ διαγράμματι καὶ τὸν ἕκτον, ἔτι δὲ πρὸς αὐτοῖς τὸν ὄγδοόν τε καὶ ἔννατον καὶ ιη΄ ἰσχνοὺς καλεῖσθαι, ἔμπαλιν δὲ τούτοις ἁδροὺς τόν τε δέκατον ἐν τῷ διαγράμματι καὶ τὸν ἐννεαδέκατον καὶ τὸν εἰκοστὸν καὶ προσέτι

507
τὸν δεύτερον καὶ εἰκοστὸν καὶ τὸν τρίτον καὶ εἰκοστόν. ὥστε γενικώτερα ταῦτ’ ἐστὶ τὰ ὀνόματα καὶ πλειόνων κοινά. καλοῦσι δὲ ἤδη τοὺς αὐτοὺς τούτους σφυγμοὺς καὶ ἑτέρως, λεπτὸν μὲν ἰσχνὸν, παχὺν δὲ τὸν ἁδρόν. ἀλλ’ οὐδὲ τοῦ συμμέτρου κατὰ τὰς τρεῖς διαστάσεις, ὅσπερ μόνος ἐστὶν ὁ κατὰ φύσιν ἐν τοῖς ἑπτὰ καὶ εἴκοσιν, ἴδιον ἔχομεν ὄνομα. λόγῳ δὲ καὶ τοῦτον δηλοῦμεν, ἤτοι σύμμετρον εἶναι λέγοντες ἐν ταῖς τρισὶ διαστάσεσιν, ἢ μέσον μεγάλου τε καὶ μικροῦ, ἢ κατὰ φύσιν ἐν τῷ ποσῷ τῆς διαστολῆς, ἢ σύμμετρον ἐν τῷ ποσῷ τῆς διαστολῆς, ἢ ὅπως ἂν μάλιστα ἄλλως σαφὲς ἐλπίσωμεν ἔσεσθαι τὸ λεγόμενον. διό μοι καὶ θαυμάζειν ἐπέρχεται τῶν ἐν ὀνόμασι μόνον δεινῶν, καὶ τί χρὴ καλέσαι τὸν τοιοῦτον σφυγμὸν ἀεὶ ζητούντων, εἰ μὴ κᾂν διὰ τοῦτο τῆς ἔριδος παύσαιντο, πολλοὺς ὁρῶντες σφυγμοὺς ὄνομα μὲν ἴδιον οὐκ ἔχοντας, οὐδὲν δ’ ἐκ τούτου τὴν διδασκαλίαν βλάπτοντας, ὅταν γε λόγῳ δηλοῦσθαι δύνωνται. τὸ γοῦν σφυγμὸν ὀνομάζειν τινὰς βραχὺν καὶ στενὸν καὶ ταπεινὸν ὅμοιόν ἐστι τῷ λέγειν ζῶον πεζὸν δίπουν. ὡς γὰρ ἐνταῦθα ὁ λόγος μὲν τὸ ζῶον πεζὸν δίπουν, τὸ δὲ ὄνομα τοῦ πράγματος, οὗ 
508
ὁ λόγος, ἄνθρωπος, οὕτω κᾀν τοῖς σφυγμοῖς ὄνομα μὲν ὁ μέγας, λόγος δ’ αὐτοῦ μακρὸς καὶ πλατὺς καὶ ὑψηλός. καὶ αὖθις ἑτέρου σφυγμοῦ λόγος μὲν, βραχὺς, πλατὺς, ταπεινὸς, ὄνομα δὲ οὐδέν ἐστιν ἀλλὰ περὶ μὲν τούτων καὶ αὖθις ἐροῦμεν.

Νυνὶ δὲ μεταβάντες ἐπὶ τὸ τρίτον γένος τῶν σφυγμῶν τὸ κατὰ τὸν τόνον, εἴπωμεν καὶ τὰς τούτου διαφοράς. εἰσὶ δὲ τρεῖς, ὁ μέν τις εὔρωστος τῷ τόνῳ. καλεῖται δὲ σφοδρός. ὁ δέ τις ἄῤῥωστος, ὃν ἀμυδρὸν ὀνομάζουσι. τοῦ μέσου δ’ αὐτῶν οὐκ ἔστιν ἴδιον ὄνομα, ἀλλὰ καὶ τοῦτον τῷ λόγῳ δηλοῦμεν. τὸ δὲ τέταρτον τῶν γενῶν τὸ κατὰ τὸ σῶμα τῆς ἀρτηρίας συνιστάμενον εἰς τρεῖς τέμνεται καὶ αὐτὸ διαφορὰς καὶ καλεῖται παρὰ μὲν τοῖς πλείστοις τῶν ἰατρῶν, καὶ μάλιστα τοῖς νεωτέροις, τῷ τοῦ πλήρους ὀνόματι καὶ τῷ τοῦ κενοῦ. τὸ γὰρ μέσον ἀμφοῖν ἀνώνυμον κᾀνταῦθα. παρ’ ἡμὶν δ’ οὐχ οὕτως. ἀλλ’ ὁ μὲν ἕτερος αὐτῶν σκληρὸς, ὁ δὲ ἕτερος μαλακὸς ὀνομάζεται, καὶ δηλοῦσιν ἀμφότεροι τῆς ἀρτηρίας τὴν σύστασιν. εἰ δ’ ὀρθότερον οὕτως, ἢ ἐκείνως ὀνομάζειν, ὅτῳ καὶ τούτων μέλει, διὰ

509
τῶν ἑξῆς μαθήσεται. νυνὶ δὲ τὸ προκείμενον περαντέον. ἄλλο γένος ἦν σφυγμῶν, ἐμφαῖνον, ὥς φασι, τὸ τῆς ἀρτηρίας ἔγχυμα, μακροῦ δεόμενον, ὡς ἐμοὶ δοκεῖ, εἰς διάγνωσιν ἀκριβῆ λόγου. τὸ δ’ οὖν εἴς τε τὰ παρόντα χρηστὸν καὶ τοῖς εἰσαγομένοις ἱκανὸν εἰρήσεται κᾀνταῦθα, τρεῖς νοεῖσθαι τούτου τοῦ γένους διαφορὰς σφυγμῶν, ὀνομάζεσθαι δὲ τὸν μέν τινα πλήρη, τὸν δὲ κενόν. ὁ γὰρ μέσος ἀμφοῖν οὐδὲν ἴδιον ὄνομα κέκτηται. πλήρης μὲν οὖν ἐστι σφυγμὸς, ὡς ὁ Ἀρχιγένης ὁρίζεται, ὁ ναστοτέραν ἐπιδεικνὺς τὴν ἀρτηρίαν καὶ τὴν ὑπόπτωσιν αὐτῆς διασεσαγμένην ἐγχύλως, κενὸς δὲ ὁ πομφολυγώδη τὴν ἔγερσιν τῆς ἀρτηρίας ποιούμενος, ὥστε κατὰ τὸν ἐπιπιεσμὸν τῶν δακτύλων κενεμβάτησιν ὑποπίπτειν. ταῦτα μὲν οὖν τὰ πέντε γένη τῶν σφυγμῶν κατὰ μίαν κίνησιν τῆς ἀρτηρίας συνίσταται, καὶ ἡ καθ’ ἕκαστον ὁμαλότης αὐτῶν τε καὶ ἀνωμαλία, ἧς τὰς διαφορὰς ἐροῦμεν, ὅταν καὶ περὶ τῆς ἑτέρας ἀνωμαλίας τῆς ἐν πλείοσι συνισταμένης σφυγμοῖς λέγωμεν.

Αἱ δ’ ἄλλαι διαφοραὶ τῶν σφυγμῶν τοῖς μὲν μηδ’ ὅλως αἰσθάνεσθαι λέγουσι τῆς συστολῆς, ἔν τε τῷ

510
χρόνῳ συνίστανται τῶν διαλειμμάτων, οὕτω γὰρ ὀνομάζουσι τὸν μεταξὺ χρόνον τῶν αἰσθητῶν κινήσεων, καὶ προσέτι τῷ λόγῳ τοῦ τε τῆς κινήσεως αὐτῆς χρόνου καὶ τοῦ τῆς ἡσυχίας. καλοῦσι γὰρ καὶ οὕτως τὸ διάλειμμα. τοῖς δὲ καὶ τῆς συστολῆς αἰσθάνεσθαι λέγουσι, καὶ δηλονότι τῶν μεταξὺ δυοῖν ἠρεμήσεων, ἃς ἡσυχίας τε καὶ ἠρεμίας καὶ ἀκινησίας καλοῦσιν, ἕτεραί τε συνίστανται καὶ πολλῷ πλείους γίνονται. δίκαιον οὖν ὑπὲρ ἑκατέρων ἰδίᾳ σαφέστερον εἰπεῖν, καὶ περὶ προτέρου γε τῶν μόνης τῆς διαστολῆς αἰσθάνεσθαι φασκόντων· ἵν’ ἐν τοῖς ἑτοιμοτέροις γνωσθῆναι γυμνασάμενοι ῥᾷον ἑπώμεθα τοῖς χαλεπωτέροις. πληττομένης δὴ τῆς ἁφῆς κατὰ τὴν προσβολὴν τῆς ἀρτηρίας, τῶν τε ἄλλων ὧν εἶπον ἔμπροσθεν αἰσθανόμεθα καὶ χρόνου τοῦ παρεκτεινομένου τῇ κινήσει. δευτέρας δ’ αὖ κινήσεως ὑπαρξαμένης, ἄλλος ἡμῖν χρόνος ἐφωράθη μεταξὺ τοῦ τε τῆς προτέρας κινήσεως τέλους καὶ ἀρχῆς τῆς δευτέρας, ὥστε εἶναι δύο χρόνων διάγνωσιν ἐν τῇ τοῦ σφυγμοῦ συμπληρώσει, προτέρου μὲν τοῦ τῆς κινήσεως, ἣν καὶ πληγὴν καὶ διαστολὴν ὀνομάζουσι, δευτέρου δὲ τοῦ τῆς ἡσυχίας, ἣν καὶ διάλειμμα
511
καὶ συστολὴν καλοῦσιν, γίγνεσθαι δὲ κατὰ μὲν τὸ τοῦ προτέρου χρόνου ποσὸν ἢ ταχὺν, ἢ βραδὺν, ἢ τὸν μέσον αὐτῶν σφυγμὸν, κατὰ δὲ τοῦ δευτέρου πυκνὸν, ἢ ἀραιὸν, ἢ τὸν μέσον αὐτῶν, ὥστ’ εἶναι ταχὺν μὲν σφυγμὸν τὸν ἐν ὀλίγῳ χρόνῳ τῆς ἀρτηρίας διαστελλομένης γιγνόμενον, πυκνὸν δὲ τὸν δι’ ὀλίγου, καὶ βραδὺν μὲν τὸν ἐν πολλῷ χρόνῳ τῆς ἀρτηρίας διαστελλομένης γινόμενον, ἀραιὸν δὲ τὸν διὰ πολλοῦ, καὶ μέσον μὲν ὠκέος καὶ βραδέος τὸν ἐν συμμέτρῳ χρόνῳ τῆς ἀρτηρίας διαστελλομένης γιγνόμενον, μέσον δὲ πυκνοῦ καὶ ἀραιοῦ τὸν διὰ συμμέτρου χρόνου τῆς ἀρτηρίας διαστελλομένης ἀποτελούμενον. εἴτε δὲ διαστελλομένης, εἴτε διϊσταμένης εἴποιμεν, εἴτε ἐξαιρουμένης, εἴτε κινουμένης, οὐδὲν διαφέρειν ἡγοῦμαι. δῆλον οὖν ἤδη τίς τε ὁ πυκνὸς σφυγμὸς κατ’ αὐτοὺς καὶ ὅπη τοῦ ταχέος ἕτερος, ὅς τίς τε ἀραιὸς καὶ ὅπῃ βραδέος διαφέρει. παραβαλλομένου δὲ τοῦ τῆς πληγῆς χρόνου τῷ τῆς ἡσυχίας, ὁ ῥυθμὸς γεννᾶται, λόγος ὢν τοῦ χρόνου τῆς πληγῆς πρὸς τὸν τῆς ἡσυχίας. εἴπομεν δὲ ὅτι μηδὲν κατὰ τούτους διαφέρει πληγὴν λέγειν, ἢ
512
διαστολὴν, ἢ κίνησιν. καὶ ἡσυχίαν, ἢ διάλειμμα, ἢ συστολήν. καὶ μὲν δὴ καὶ ἀντὶ τοῦ λόγον φάναι τοῦ χρόνου τῆς διαστολῆς πρὸς τὸν τῆς συστολῆς τὸν ῥυθμὸν εἶναι, τάξιν τινὲς ἔφασαν, ἕτεροι δὲ σχέσιν εἶναι δυοῖν χρόνοιν πρὸς ἀλλήλους, τοῦ τῆς πληγῆς πρὸς τὸν τοῦ διαλείμματος. αὕτη μὲν ἡ κατὰ τοὺς προτέρους διδασκαλία.

Μεταβῶμεν δ’ ἐπὶ τοὺς αἰσθάνεσθαι φάσκοντας τῆς συστολῆς, βραδύτητα μὲν καὶ τάχος ὁμοίως ἐκείνοις ἐν τῷ τῆς διαστολῆς χρόνῳ τιθεμένους, ἤδη δὲ κᾀν τῷ τῆς συστολῆς, οὐ μὴν τήν γε πυκνότητα καὶ τὴν ἀραιότητα καὶ τὸν ῥυθμὸν ἔθ’ ὡσαύτως ἐκείνοις, ἀλλὰ τὴν μὲν πυκνότητα καὶ τὴν ἀραιότητα κατὰ τὰς ἠρεμίας ἑκατέρας, τὸν ῥυθμὸν δὲ κατὰ τὸν τῆς διαστολῆς χρόνον ἅμα τῷ τῆς μετ’ αὐτὴν ἡσυχίας παραβαλλόμενον τῷ τῆς συστολῆς ἅμα τῷ τῆς μετ’ αὐτὴν ἠρεμίας. ἔσθ’ ὅτε δὲ καὶ τὸν τῆς διαστολῆς μόνης χρόνον τῷ τῆς συστολῆς μόνης παραβάλλοντες, οὕτω τὸν ῥυθμὸν γεννᾶσθαι λέγουσι. καὶ γὰρ περὶ τῆς πυκνότητος ἔνιοι μὲν αὐτῶν, ὡς εἴρηται, τινὲς δὲ τοῖς πρόσθεν 

513
παραπλησίως ἐν τῷ τῆς διαστολῆς χρόνῳ τὸ τάχος καὶ τὴν βραδύτητα γεννᾶσθαι φήσαντες, ἐν τῷ λοιπῷ παντὶ τῷ συγκειμένῳ ἔκ τε τῶν δυοῖν ἡσυχιῶν καὶ τῆς συστολῆς τὴν πυκνότητα καὶ τὴν ἀραιότητά φασι συνίστασθαι. τινὲς δὲ καὶ τὸν ῥυθμὸν ὁμοίως τοῖς πρόσθεν οὐκ ὤκνησαν ἐν τῷ λόγῳ τοῦ τῆς διαστολῆς χρόνου πρὸς τὸν λοιπὸν ἅπαντα συνίστασθαι φάσκειν. οὐ μὴν οὐδ’ ἐν τῷ πάσης αἰσθάνεσθαι τῆς διαστολῆς ἢ τῆς συστολῆς ὁμολογοῦσιν ἀλλήλοις, ἀλλ’ εἰσὶ μὲν οἳ πάσης ἑκατέρας, εἰσὶ δὲ οἳ μήτε τῶν πρώτων τῆς διαστολῆς μήτε τῶν ἐσχάτων τῆς συστολῆς, εἶτα καὶ περὶ τῶν ὀνομάτων ἐρίζουσιν ἀλλήλοις. ἵν’ οὖν ἡμεῖς μήτε τι τῶν πραγμάτων αὐτῶν παραλείπωμεν μήτ’ ἐν τοῖς ἀχρήστοις ἐπὶ πλέον διατρίβωμεν, εἰπόντες τὸ ἀληθές τε ἅμα καὶ χρήσιμον, ἐπιτρέψωμεν ὀνόματα θέσθαι τοῖς τοῦτο ἔργον πεποιημένοις, τῶν δὲ ὄντως ἔργων τῆς τέχνης ἀμελοῦσιν, οὔτε τῆς διαστολῆς τῶν πρώτων οὔτε τῆς συστολῆς τῶν ἐσχάτων δυνατοῖς αἰσθάνεσθαι. πόσον δ’ ἑκατέρου τὸ αἰσθητὸν καὶ διὰ τί, δείκνυμεν
514
ἐν τοῖς περὶ τῆς τῶν σφυγμῶν διαγνώσεως. ἔστι δὲ δηλονότι χρήσιμον ἰατρῷ τὸ ὑπὸ τὴν αἴσθησιν ἐρχόμενον· ὥστε καὶ χρόνον διαστολῆς ἢ συστολῆς τὸν αἰσθητὸν ἀναγκαῖον γνωρίζειν αὐτῷ. τὴν μὲν οὖν ἠρεμίαν τὴν ἄνω καλουμένην, τὴν ἐπὶ τῇ διαστολῇ πρὸ τῆς συστολῆς, ἀκριβῶς δυνατὸν ἡλίκη τίς ἐστι γνῶναι διὰ τῆς ἁφῆς, τὴν κάτω δὲ οὐκ ἔτι ἀκριβῶς, διὰ τὸ προσλαμβάνειν ἑκατέρωθεν μόρια, κατὰ μὲν τὴν ἀρχὴν τὸ τῆς συστολῆς πέρας, κατὰ δὲ τὴν τελευτὴν τὰ πρῶτα τῆς διαστολῆς. μεμνῆσθαι δὲ χρὴ τῶν χρόνων τούτων τό τε κατὰ φύσιν ἑκάστου μέγεθος καὶ τὸν πρὸς ἀλλήλους λόγον, καὶ γνωρίζειν δύνασθαι πόσον ἐν τῷ νοσεῖν ἀλλοιοῦνται, καὶ τί δηλοῦν ἑκάστη τροπὴ πέφυκεν, ὃ τῇ τε τῆς αἰτίας εὑρέσει καὶ τῇ μακρᾷ πείρᾳ λαμβάνεται, καὶ ἡμεῖς περὶ αὐτῶν ἑτέρωθι λέγομεν.

Ἐν δὲ τῷ παρόντι τὰς διαφορὰς ἔτι προσθέντες τῶν δύο τούτων γενῶν τῶν νῦν εἰρημένων, τοῦ τε κατὰ τὴν ἠρεμίαν καὶ τοῦ κατὰ τὸν ῥυθμὸν, ἐπὶ τὰ συνεχῆ τοῦ λόγου μεταβαίνωμεν. ἐν μὲν δὴ τῷ κατὰ τὴν ἡσυχίαν τῆς ἀρτηρίας γένει

515
τρεῖς διαφοραὶ συνίστανται σφυγμῶν, ἀραιὸς, πυκνὸς, μέσος, ὧν καὶ τοὺς λόγους ὀλίγῳ πρόσθεν ἐμάθομεν. ἐν δὲ τῷ κατὰ τὸν ῥυθμὸν οὐχ ἁπλῶς οὕτως ἐγχωρεῖ εἰπεῖν τὰς συνισταμένας διαφορὰς, ἀλλὰ πρῶτον, ὅτι πᾶς σφυγμὸς ῥυθμὸν ἔχει, δηλωτέον, ἵνα μή τινα τὸ τῶν ἀρύθμων καλουμένων σφυγμῶν ἐξαπατῆσαν ὄνομα ψευδῶς ὑπολαμβάνειν ποιήσῃ, παντὸς ἐστερῆσθαι ῥυθμοῦ τοὺς τοιούτους σφυγμούς. ὡς γὰρ ἀτράχηλος ἄνθρωπος καὶ κιθαρῳδὸς ἄφωνος, οὕτω καὶ σφυγμὸς ἄρυθμος καλεῖται, κάκωσιν τοῦ κατὰ φύσιν ῥυθμοῦ δηλούσης τῆς προσηγορίας, οὐ στέρησιν παντελῆ. καὶ ἔστιν ἐναντίος τῷ ἀρύθμῳ οὐχ ὁ ἔνρυθμος, πᾶς γὰρ σφυγμὸς ἔν τινι ῥυθμῷ, ἀλλ’ ὁ εὔρυθμος καλούμενος. ἀμφοτέρων δὴ τούτων, ἀρύθμου λέγω καὶ εὐρύθμου, καινὸν γένος ἐστὶν ὁ ἔνρυθμος σφυγμός. ὁ μὲν οὖν εὔρυθμος εἷς μένει καὶ ἄτμητος. τοῦ δὲ ἀρύθμου τρεῖς εἰσι διαφοραὶ, παράρυθμος, ἑτερόρυθμος, ἔκρυθμος. οἷος δ’ ἐστὶν ἕκαστος, ἐπὶ παραδείγματος μάθοις ἄν. ἑκάστῃ τῶν ἡλικιῶν
516
ἐστί τις κατὰ φύσιν σφυγμός. τούτων οὖν ὁ μὲν σώζων τὸν ῥυθμὸν εὔρυθμος καλεῖται, ὁ δὲ διαφθείρων ἄρυθμος. καὶ τοῦ διαφθείροντος ὁ μὲν τὸν τῆς πλησίον ἡλικίας ῥυθμὸν μεταλαμβάνων παράρυθμος, ὁ δὲ τὸν τῆς ἑτέρας ἡστινοσοῦν ἑτερόρυθμος, ὁ δὲ μηδεμιᾶς ὅλως ἡλικίας ἀποσώζων ῥυθμὸν ἔκρυθμος ὀνομάζεται. οὕτω δὲ καὶ περὶ φύσεων καὶ ὡρῶν καὶ χωρῶν καὶ τῶν ἄλλων ἁπάντων χρὴ νοεῖν. ἑκάστου γὰρ αὐτῶν ἐστί τις οἰκεῖος ῥυθμὸς, οὗ διαφθειρομένου τό τ’ ἄρυθμον χρὴ νοεῖν καὶ τὰς εἰρημένας ἐν αὐτῷ διαφοράς. ἁπάντων δὲ τῶν ῥυθμῶν οἱ μὲν ἐν ἴσῳ λόγῳ συνίστανται, οἱ δὲ ἐν ἀνίσῳ· ἐν ἴσῳ μὲν, ὅταν ὁ τῆς διαστολῆς χρόνος ἴσος ὑπάρχῃ τῷ τῆς συστολῆς· ἐν ἀνίσῳ δὲ, ὅταν θάτερος αὐτῶν ὑπερέχῃ. γίνεται δὲ τοῦτὸ ποτὲ μὲν ἐν ῥηταῖς, ποτὲ δὲ ἐν ἀῤῥήτοις ταῖς ὑπεροχαῖς· καὶ ἐν ῥηταῖς μὲν διχῶς, ἢ ὡς ἐν πολλαπλασίῳ λόγῳ, ἢ ὡς ἀριθμοῦ πρὸς ἀριθμὸν, ὅσπερ καὶ ἐπιμόριος ὀνομάζεται. πολλαπλάσιος μὲν οὖν λόγος ἐστὶν ὁ διπλάσιος, ἢ τριπλάσιος, ἢ τετραπλάσιος, ἤ τις τῶν ἑξῆς.
517
ὡς ἀριθμοῦ δὲ πρὸς ἀριθμὸν, ὅταν ἡλίκων ἡ διαστολὴ δυοῖν ᾖ χρόνων, τηλικούτων ἡ συστολὴ, πέντε, ἢ ἑπτὰ, ἢ ἐννέα, ἢ ἕνδεκα· ἀῤῥήτοις δὲ τριχῶς μὲν καθόλου· ἢ γὰρ ὁ τῆς διαστολῆς χρόνος ἄῤῥητός ἐστιν, ἢ ὁ τῆς συστολῆς, ἢ ἀμφότεροι. κατὰ μέρος δὲ τούτων ἕκαστος ποτὲ μὲν ἐπ’ ὀλίγον παρηυξημένους ἔχει τοὺς ἀῤῥήτους χρόνους, εἴτε πλείους εἶεν, εἴθ’ εἷς ὁ πρῶτος, ποτὲ δὲ ἐπὶ πλέον, ποτὲ δὲ ἐπὶ πλεῖστον. ὅτι δὲ πρῶτον χρόνον οὐ πρὸς τὴν φύσιν αὐτὴν, ἀλλὰ πρὸς αἴσθησιν ἀκούειν χρὴ, πρόδηλον. οὕτω γὰρ ἔχει καὶ παρὰ τοῖς μουσικοῖς. ταῦτ’ ἀρκεῖ τὸ νῦν περὶ ῥυθμῶν. ὅσον γὰρ ἐκ τούτου τοῦ γένους τῶν σφυγμῶν, τὸ δυνατόν τε καὶ χρήσιμον, ἢ ἀδύνατόν τε καὶ ἄχρηστον, ἔν τε τοῖς περὶ διαγνώσεως αὐτῶν καὶ ἐν τοῖς περὶ προγνώσεως εἰρήσεται.

Ἀλλ’ ἐπὶ τὰ λοιπὰ δύο γένη μεταβαίνωμεν ἤδη· τὸ μὲν ἕτερον ἐν ᾧ τήν τε ὁμαλότητα καὶ τὴν ἀνωμαλίαν ἐπισκοπούμεθα, τὸ δ’ ἕτερον ἐν ᾧ τάξιν τε καὶ ἀταξίαν. ὁμαλότης μὲν οὖν καὶ ἀνωμαλία καθ’ ἕνα τε σφυγμὸν καὶ 

518
περὶ πλείονας γίνεται. τάξις δὲ καὶ ἀταξία περὶ πλείονας μόνον. ἐπεὶ δὲ χαλεπὴ καὶ δυσθεώρητός ἐστιν ἡ καθ’ ἕνα σφυγμὸν ἀνωμαλία, περὶ τῆς ἐν πλείοσι συνισταμένης πρότερον εἴπωμεν συναποδόντες αὐτῇ καὶ τὸν περὶ τάξεως καὶ ἀταξίας λόγον, ἐπειδὴ παράκειταί τε καὶ οἰκεῖός ἐστιν, οὕτω καὶ ἐπὶ τὴν καθ’ ἕνα σφυγμὸν ἀνωμαλίαν ἐπανελθόντες, ἁπάσας αὐτῆς εἰπεῖν πειρασόμεθα τὰς διαφοράς. ἡ τοίνυν ἐν πλείοσιν σφυγμοῖς θεωρουμένη ὁμαλότης τε καὶ ἀνωμαλία, ἃς καὶ συστηματικὰς καλοῦσιν, ἐν τῷ παραβάλλειν τὰς ἐν τῷ πρώτῳ σφυγμῷ διαφορὰς τὰς ἁπάσας ταῖς ἐν τοῖς ἐφεξῆς νοοῦνται. εἰ μὲν γὰρ ἴσαι φυλάττοιντο κατὰ πάντα, ὁμαλὸς ἁπλῶς ὁ τοιοῦτος καλεῖται σφυγμός· εἰ δὲ ἄνισοι κατὰ πάντα, ἀνώμαλος ἁπλῶς. εἰ δὲ κατὰ τινὰ μὲν, ἢ τινὰς ἴσαι, κατὰ τινὰ δὲ, ἢ τινὰς ἄνισοι, καθ’ ἃς μὲν ἴσαι, κατὰ ταύτας ὁμαλὸς ὁ σφυγμὸς ῥηθήσεται, καθ’ ἃς δ’ ἄνισοι, κατ’ ἐκείνας ἀνώμαλος, πολὺ διαφέροντος, ἢ ἁπλῶς ὁμαλὸν καὶ ἀνώμαλον εἰπεῖν, ἢ καθ’ ἓν ὁτιοῦν γένος. ὁ μὲν γὰρ ἁπλῶς ὁμαλὸς οὔτε μέγεθος οὔτε τάχος οὔτ’ ἄλλο οὐδὲν ἄνισον
519
ἔχει. ὁ δὲ καθ’ ἓν ὁτιοῦν ἅμα τῇ ἐκείνου προσηγορίᾳ λέγεσθαι βούλεται κατὰ μέγεθος ὁμαλὸς, κατὰ τάχος, κατὰ σφοδρότητα, καθ’ ἓν ὁτιοῦν ἄλλο. καὶ μέντοι καὶ ἀνώμαλος, ἤτοι κατὰ μέγεθος, ἢ τάχος, ἤ τι τῶν ἄλλων, ἔσθ’ ὅτε δὲ καὶ κατὰ δύο τούτων, ἢ τρία, ἢ πλείω, ἢ καὶ πάνθ’ ὁμοῦ πολλάκις, ὅταν ἁπλῶς ὁμαλὸς, ἢ ἀνώμαλος λέγηται. τοιοῦτοι μὲν ὅ τε ὁμαλὸς καὶ ἀνώμαλος. ὁ δὲ τεταγμένος καὶ ἄτακτος, τμηθέντος τοῦ ἀνωμάλου εἴς τε τὸ κατὰ περιόδους ἴσον καὶ εἰς τὸ παντοίως ἄνισον, καθ’ ἑκάτερον τῶν τμημάτων τὴν γένεσιν ἴσχουσι· κατὰ μὲν τὸ τῶν περιόδων ἴσον ὁ τεταγμένος, κατὰ δ’ αὖ τὸ παντοίως ἄνισον ὁ ἄτακτος. ᾧδε γὰρ δὴ τὸ πᾶν αὖθις ἀναλαβόντες εἴπωμεν, ὑπὲρ τοῦ μηδὲν ἔτι διαφεύγειν ἀσαφές. αἱ καθ’ ἕνα σφυγμὸν ἅπασαι διαφοραὶ ταῖς ἐν τοῖς ἐξῆς ἴσαι καθ’ ἕκαστον γένος ἔστωσαν, ὁμαλὸς ἁπλῶς ὁ τοιοῦτος λεχθήσεται σφυγμός. ἀλλὰ πᾶσαι πάσαις ἄνισοι τυγχανέτωσαν οὖσαι, ἀνώμαλος ἁπλῶς ὁ τοιοῦτος. ἀλλὰ τὶς μὲν, ἢ τινὲς ἴσαι, τὶς δ’, ἢ τινὲς ἄνισοι, κατὰ τινὰ μὲν, ἢ τινὰς, ὁ σφυγμὸς ὁμαλὸς ἔσται, κατὰ τινὰ δ’, ἢ τινὰς ἀνώμαλος.
520
ὁ μὲν οὖν ἁπλῶς ὁμαλὸς, ἢ ὁ κατὰ τινὰ διαφορὰν μίαν, ἢ καὶ πλείους, οὐ δέχεται τομήν. τὸν δ’ ἁπλῶς ἀνώμαλον, ἢ κατὰ τινὰς ἰδέας, ἢ τινὰ τέμνοντες, τῷ κατὰ περιόδους ἴσῳ τε καὶ ἀνίσῳ τὸν τεταγμένον τε καὶ ἄτακτον εὑρήσομεν, ἢ ἁπλῶς, ἢ κατὰ τινὰς διαφορὰς, ἢ τινά. τὸ δὲ κατὰ περιόδους ἴσον οἶμαι μὲν ἤδη σαφὲς ὑπάρχειν, ἀπὸ τῶν ἐφεξῆς ἴσων διωρισμένον, οὐ μὴν ἀλλὰ ὑπὲρ τοῦ μηδὲν ἐλλείπειν τῷ λόγῳ καὶ τοῦτο προσκείσθω παραδείγματος ἕνεκα, προχειρισαμένοις ἓν γένος σφυγμοῦ τὸ κατὰ τὸ μέγεθος. ἔστωσαν γὰρ ὁ μὲν πρῶτος σφυγμὸς καὶ ὁ δεύτερος καὶ ὁ τρίτος ἴσοι κατὰ τὸ μέγεθος, ἄνισος δ’ αὖ τοῖς ἐφεξῆς ἑπέσθω ὁ τέταρτος. δῆλον ὡς ἀνώμαλος κατὰ μέγεθος ὁ τοιοῦτός ἐστι σφυγμὸς, οὐ μὴν ἤδη πω δῆλον, εἰ καὶ ἄτακτος, ἀλλὰ χρὴ περιμένειν ἄλλους τέτταρας, ἵν’ εἰ μὲν οἱ τρεῖς οἱ δεύτεροι καὶ ἀλλήλοις καὶ τοῖς ἐκ τῆς προτέρας περιόδου γεννηθεῖεν ἴσοι, καὶ μετ’ αὐτοὺς ὁ τέταρτος τῷ τετάρτῳ, τεταγμένος ὁ τοιοῦτος λέγοιτο σφυγμὸς κατὰ μέγεθος, εἴ γε ὡσαύτως τὰς πρώτας δύο περιόδους καὶ τὰς ἑξῆς ἁπάσας ἴσας διαφυλάττει. εἰ δὲ μὴ πάντες οἱ ἐκ τῆς δευτέρας περιόδου
521
τοῖς ἐκ τῆς προτέρας ἴσοι γίγνοιντο, τηνικαῦτα ἤδη καὶ ὁ σφυγμὸς ἄτακτος λέγοιτο κατὰ μέγεθος. οὕτω δὲ καὶ κατὰ τάχος καὶ πυκνότητα καὶ τὰς ἄλλας διαφοράς. ἔσθ’ ὅτε δὲ δύο μὲν ἢ τρεῖς περίοδοι σφυγμῶν ἄνισοι κατὰ πᾶν ἀλλήλαις εἰσὶν, αἱ δὲ ἑξῆς οὐκ ἔτι· τὸν τοιοῦτον σφυγμὸν ὅτι μὲν οὐ χρὴ καλεῖν τεταγμένον ἁπλῶς, ἄντικρυς δῆλον, οὐ μὴν οὐδὲ ἁπλῶς ἄτακτον, ἀλλ’ ἐπισκοπεῖσθαι χρὴ καὶ διορίζεσθαι μή τις τῶν κατὰ περιόδους ἐστὶ τεταγμένων. ἔσθ’ ὅτε γὰρ τρεῖς, ἢ τέτταρες περίοδοι ἀλλήλαις ἄνισοι γενόμεναι τὰς ἑξῆς ἴσας ἀνάλογον ἴσχουσιν. ὥστ’ εἰ τύχοι τὴν μὲν τετάρτην τῇ πρώτῃ, τὴν δὲ πέμπτην τῇ δευτέρᾳ, τὴν δ’ ἕκτην τῇ τρίτῃ κατὰ πᾶν ἐξισοῦσθαι, τοιοῦτον τὸν σφυγμὸν εἰώθαμεν τεταγμένον κατὰ περίοδον καλεῖν, μέσον ὄντα τῶν ἁπλῶς λεγομένων τεταγμένων τε καὶ ἀτάκτων. τούτων μὲν γὰρ ἑκάτερος οὐδαμῇ τοῦ ἐναντίου μετέχει, οὔτ’ οὖν ὁ τεταγμένος ἀταξίας οὔθ’ ὁ ἄτακτος τῆς τάξεως. ὁ δὲ κατὰ περίοδον τεταγμένος ἔστιν ᾗ τάξεως, ἔστι δὲ ᾗ ἀταξίας μετέχει, τάξεως μὲν τῆς ἐν ἁπάσαις ταῖς περιόδοις, ἀταξίας δὲ τῆς
522
καθ’ ἑκάστην αὐτῶν. ὁ μὲν γὰρ ἁπλῶς τεταγμένος ἴσας ἁπάσας ἔχει τὰς περιόδους, ὁ δὲ κατὰ περιόδους τεταγμένος οὐχ ἁπάσας ἴσας, ἀλλὰ διά τινος ἀριθμοῦ. πάλιν δὲ ὁ μὲν ἄτακτος οὔτε πάσας ἐφεξῆς ἴσας ἔχει τὰς περιόδους οὔτε διά τινος ἀριθμοῦ. ὁ δὲ κατὰ περίοδον τεταγμένος ἑκάτερον μὲν αὐτῶν οὐκ ἔχει, θάτερον δ’ ἔχει. καὶ οὕτω μέσος τε ἀμφοῖν γίνεται, τεταγμένου τε καὶ ἀτάκτου, καὶ τὸ μὲν ἔχει κοινὸν ἑκατέρου, τὸ δ’ οὔ. δύναιτο δ’ ἄν τις καὶ ἁπλῶς τεταγμένους τοὺς τοιούτους ἡγεῖσθαι σφυγμοὺς, εἰ τὰς κατὰ μέρος περιόδους τὰς διά τινος ἀριθμοῦ ταῖς ἑξῆς ἴσας εἰς μίαν ἁπάσας μεγάλην συναριθμοίη περίοδον. ὅση δὲ καὶ οἵα ποικιλία καὶ πλοκὴ γένοιτ’ ἂν τῶν περιόδων, ἐν διαφέρουσιν ἀριθμοῖς συνισταμένων, οὐ χαλεπὸν συνιδεῖν, καὶ μάλιστα τοῖς γεγυμνασμένοις τὰς ἐν τοῖς πυρετοῖς περιόδους ἐπιπλέκειν ἀλλήλαις. οὔκουν ἐπὶ πλέον ἡμᾶς δεήσει ἔτι τὰς διαφορὰς αὐτῶν ἐπεξιέναι, ἀλλ’ ἐπὶ τὰς κατὰ τὴν ἀνωμαλίαν ἐλθόντας εἰπεῖν προτέρας μὲν τὰς συστηματικὰς, ἑξῆς δὲ τὰς καθ’ ἕνα σφυγμόν.

523

Αἱ μέντοι συστηματικαὶ τῶν ἀνωμαλιῶν, ἐν ἀθροίσματι δ’ αὗται πλειόνων, ὡς ἔφαμεν, σφυγμῶν συνίστανται, πρώτην μὲν ἔχουσι διαφορὰν, καθ’ ἣν ὁτὲ μὲν ὁμαλῶς, ὁτὲ δὲ ἀνωμάλως γίγνονται, καὶ οὐ χρὴ θαυμάζειν εἰ ὁμαλήν τινα καλοῦμεν ἀνωμαλίαν. ἔχει γὰρ οὕτως οὐκ ἐν σφυγμοῖς μόνον, ἀλλὰ κᾀν τοῖς ἄλλοις σχεδὸν ἅπασιν, ὅσα τρέποντα τὴν ἐξ ἀρχῆς φύσιν, εἴτε κατὰ μέγεθος εἴτε κατὰ ποιότητα, ἢ ὁμαλὰς ποιεῖ τὰς αὐξήσεις, ἢ ἀνωμάλους. καθόσον μὲν γὰρ τρέπει διαφθείροντα τὴν ἰσότητα, λέγοιτ’ ἂν ἀνώμαλα, καθόσον δὲ τὸ ἴσον ἀεὶ τῆς τροπῆς ἐπιλαμβάνει, λέγοιτ’ ἂν ὁμαλῶς τρέπεσθαι. τὰ δὲ μήτε ἐν τῷ πρόσθεν μένοντα μήτε τὸ ἴσον ἀεὶ τῆς τροπῆς ἐπιλαμβάνοντα τελέως ἀνώμαλα λέγεται. τοιοῦτον δή τι καὶ κατὰ τούσδε τοὺς σφυγμοὺς συμβέβηκεν, ἤτοι κατὰ βραχὺ καὶ ὁμαλῶς ἐκλυομένης αὐτῶν τῆς ἰσότητος, ἢ ἀθρόως καὶ κατὰ μεγάλα. γένοιτο δ’ ἂν ἐφ’ ἑνὸς γένους, ὡς ἐπὶ παραδείγματος, ὁ λόγος σαφής. ἔστω τοίνυν ὁ μὲν δεύτερος σφυγμὸς τοῦ πρώτου βραχὺ μικρότερος, ὁ δὲ τρίτος τοῦ δευτέρου τοσούτῳ πάλιν, ἀλλὰ καὶ ὁ τέταρτος τοῦ τρίτου τῷ ἴσῳ, καὶ τοῦτ’.

524
ἄχρι πλείονος ἐφεξῆς γενέσθω, τοὺς τοιούτους σφυγμοὺς μειουρίζοντάς τε καὶ μειούρους καλοῦσιν, ἀπὸ τῶν εἰς ὀξὺ τελευτώντων σχημάτων τοὔνομα μεταφέροντες. ὅσοι μὲν διὰ παντὸς αὐτῶν μειοῦνται καὶ οὐδέποτε παύονται τοῦδε τοῦ παθήματος, εἰς ἀκινησίαν παντελῆ τελευτῶσιν, καὶ καλοῦμεν αὐτοὺς ἐκλείποντας μυούρους· ὅσοι δὲ παύονται, διττὴν ἔχουσι τὴν διαφοράν. τινὲς μὲν γὰρ αὐτῶν ἐν ᾗ περ πρῶτον ἐπαύσαντο μειούμενοι σμικρότητι, ταύτην διὰ παντὸς φυλάττουσιν, τινὲς δ’ αὐξάνονται πάλιν, οὓς μυούρους παλινδρομοῦντας καλοῦσι. τούτων δ’ αὐτῶν οἱ μὲν εἰς ἴσον τῷ καταρχὰς ἐπανέρχονται μέγεθος, οἱ δ’ εἰς ἔλαττον· καὶ τινὲς μὲν ἐν αἷς ἔμπροσθεν ἐμειώθησαν ὑπεροχαῖς, ἐν ταύταις αὖθις αὐξάνονται· τινὲς δ’ ἐλάττοσιν ἢ μείζοσι προσθέσεσι χρῶνται. τοιαῦται μέν τινες αἱ ὁμαλαὶ τῶν ἀνωμαλιῶν εἰσι διαφοραί.

Τῶν δ’ ἀνωμάλων ἀνωμαλιῶν τινὲς μὲν οὐδεμίαν ὅλως φυλάττουσιν ἰσότητα, τινὲς δὲ μέχρι μὲν τριῶν, ἢ τεττάρων, ἢ πέντε σφυγμῶν φυλάττουσι, διαφθείρουσι δ’ ὕστερον. ἐν ἑκατέραις δ’ αὐτῶν ἤτοι τάξις, ἢ ἀταξία συνίσταται·

525
τάξις μὲν, εἰ περιόδους τινὰς ἴσας φυλάττοιεν· ἀταξία δὲ, εἰ καὶ ταύτας διαφθείροιεν. ἐκλείπουσι δὲ κᾀπὶ τούτων πολλάκις αἱ κινήσεις, ὥσπερ κᾀπὶ τῶν ὁμαλῶς κινουμένων, ἀλλ’ ἐκείνους μὲν μυούρους ἐκλείποντας ὀνομάζομεν, τούτους δὲ ἀνωμάλους ἐκλείποντας. ἐν μὲν δὴ τῇ κατὰ τὸ μέγεθος καὶ σμικρότητα ἀνωμαλίᾳ πάνυ σύνηθες τοῖς ἰατροῖς ὄνομα τὸ μύουρον. ἐν δὲ τῇ κατὰ σφοδρότητα καὶ ἀμυδρότητα καὶ τοῖς ἄλλοις γένεσιν οὐκ ἔθ’ ὁμοίως ἐν ἔθει. ἡ μέντοι τῶν πραγμάτων ἀναλογία καθ’ ἕκαστον γένος ἡ αὐτή. ἤτοι γὰρ ὁμαλῶς διαφθείρουσι τὴν ἰσότητα, ἢ ἀνωμάλως. καὶ τὰς ἄλλας τὰς ἐν μέρει διαφορὰς, τὰς αὐτὰς ἴσχουσιν ἀνωνύμους τὰς πλείστας αὐτῶν. πλὴν γὰρ τοῦ παρεμπίπτοντός τε καὶ διαλείποντος οὐδενὸς τῶν ἄλλων ἐστὶν ἴδιον ὄνομα. τούτων δὲ ὁ μὲν παρεμπίπτων ἐκ τῆς κατὰ πυκνότητα μόνης ἐστὶν ἀνωμαλίας, ὁ δὲ διαλείπων ἔν τε τῇ κατὰ ἀραιότητα καὶ μικρότητα συνίσταται, καθ’ ἕτερον ἐν ἑκατέρᾳ τρόπον, ἐν μὲν τῇ κατὰ τὴν ἀραιότητα τῷ τὴν ἡσυχίαν ἐπὶ μήκιστον ἐκτετάσθαι, ἐν δὲ τῇ κατὰ σμικρότητα τῷ τὴν διαστολὴν
526
ἐπ’ ἐλάχιστον διεστάλθαι. μᾶλλον δέ πως ἐπὶ μὲν ταῖς σμικρότησι τῶν σφυγμῶν οἱ ἐκλείποντες, ἐπὶ δὲ ταῖς ἀραιότησιν οἱ διαλείποντες γίνονται. παράκεινται δὲ τοῖς διαλείπουσι σφυγμοῖς οἱ καλούμενοι παλινδρομοῦντες ἐκλείποντες, ὅταν δύο, ἢ καὶ τριῶν, ἢ καὶ πλειόνων ἔτι σφυγμῶν χρόνον ἀκίνητος εἶναι δόξασα παντάπασιν ἡ ἀρτηρία πάλιν ὑπάρξηται κινεῖσθαι. ταυτὶ μὲν καὶ τὰ τῆς συστηματικῆς ἀνωμαλίας εἴδη.

Ὑπόλοιπον δ’ ἂν εἴη τῆς καθ’ ἕνα σφυγμὸν ἀνωμαλίας εἰπεῖν τὰς διαφοράς. ἔστι δὲ κᾀνταῦθα παραπλήσιος ὁ λόγος ἐφ’ ἑκάστου τε τῶν γενῶν καὶ πάντων ὁμοῦ. τὸν μὲν γὰρ ἁπλῶς ὁμαλὸν καλέσομεν, τὸν δὲ ἁπλῶς ἀνώμαλον, τὸν δὲ καθ’ ἓν ὁτιοῦν γένος, ἐν ᾧ διαφθείρεσθαι συμβαίνει τὴν ἰσότητα. λέγωμεν οὖν ἐπὶ τοῦ κατὰ τὴν κίνησιν γένους πρώτως τὰς διαφοράς. εἰ γὰρ ἐπὶ τούτῳ γυμνασαίμεθα, ῥᾳδίως ἤδη καὶ περὶ τῶν λοιπῶν συνείσομεν. τῆς οὖν κατὰ τὴν κίνησιν ἀνωμαλίας δύο μὲν χρὴ τὰς πρώτας διαφορὰς τίθεσθαι, τὴν μὲν ἐν ἑνὶ μορίῳ τῆς ἀρτηρίας τὴν γένεσιν ἴσχουσαν, ἐν πλείοσι δὲ τὴν ἑτέραν. ἑκατέρα δ’ αὐτῶν αὖθις εἰς πλείους τέμνεσθαι πέφυκεν, ἃς

527
δίκαιον ἂν εἴη πάσας εἰπεῖν ἀρξαμένους ἀπὸ τῆς καθ’ ἓν μόριον συνισταμένης, οὐ κατὰ τὸν αὐτὸν δηλονότι χρόνον. ἀμήχανον γὰρ ἓν καὶ ταὐτὸ μόριον ἐν ἑνὶ καὶ ταὐτῷ χρόνῳ μὴ ὡσαύτως φαίνεσθαι κινούμενον, ἀλλ’ ἐν διαφέρουσι καιροῖς ἡ τοῦ ἑνὸς μορίου κίνησις οὐχ ἡ αὐτὴ φαίνεται πολλάκις, ὅταν ἀρχομένη μὲν βραδυτέρα, τελευτῶσα δὲ ὠκυτέρα, καὶ ἀνάπαλιν ἀρχομένη μὲν ὠκυτέρα, τελευτῶσα δὲ βραδυτέρα, πάνυ πολλῆς τοιαύτης ἀνωμαλίας καὶ πολλάκις ἐν τοῖς σφυγμοῖς εὑρισκομένης καὶ πολλὰ δηλοῦν πεφυκυίας, ὡς ἑτέρωθι λέγεται. δείξομεν δὲ νῦν αὐτῆς ἁπάσας τὰς κατὰ μέρος διαφοράς. εἰσὶ δὲ τρεῖς μὲν αἱ πρῶται, ποτὲ μὲν ἡσυχίας διακοπτούσης τὴν κίνησιν τοῦ μορίου, ποτὲ συνεχοῦς μὲν φαινομένης αὐτῆς, οὐ μὴν ἰσοταχοῦς, ποτὲ δὲ ἐπανερχομένης. ἐν ἑκάστῃ δ’ αὐτῶν κατὰ μέρος ἕτεραι.

Περὶ πρώτης οὖν εἴπωμεν τῆς πρῶτον ῥηθείσης, ἐν ᾗ διακόπτεσθαι τὴν κίνησιν ὑπὸ τῆς ἠρεμίας συμβέβηκεν. εὑρίσκονται δὲ ἐν αὐτῇ διαφοραὶ σφυγμῶν ἐννέα, τρόπῳ τῷδε συνιστάμεναι. τῆς προτέρας κινήσεως ὠκείας 

528
οὔσης, ἡ δευτέρα τὰς τρεῖς τρεπέσθω τροπὰς, ἢ ὠκεῖα, ἢ βραδεῖα, ἢ σύμμετρος γινομένη. τρεῖς μὲν αὗται διαφοραὶ σφυγμῶν. αὖθις δ’ ἄλλαι τρεῖς, τῆς προτέρας ΄βραδείας μενούσης, ὑπαλλαττομένης δὲ τῆς δευτέρας τριχῶς, καὶ αὖθις δ’ ἄλλαι τρεῖς, τῆς προτέρας μενούσης συμμέτρου, τῆς δὲ δευτέρας τριχῶς τρεπομένης.

Τῶν δὲ μὴ διαλειπόντων κατὰ τὴν διαστολὴν ἀνωμάλων σφυγμῶν ἐν τῇ κινήσει, ἀλλ’ ἑξῆς ἀεὶ μίαν τὴν ἀνωμαλίαν ἐχόντων μηδαμοῦ σχιζομένην ἀκινησίᾳ, τινὲς μὲν ὠκέως ἀρχόμενοι κινήσεως, βραδύνουσι τελευτῶντες, ἄλλοι δ’ ἔμπαλιν ἄρχονται μὲν βραδεῖς, ταχύνονται δὲ ἀεὶ καὶ μᾶλλον, ἑκατέροις δ’ αὐτῶν ἢ ὁμαλῶς ἢ ἀνωμάλως τὸ τοιοῦτο γίνεται. προείρηται γὰρ ὅπως ὁμαλή τις ἡ ἀνωμαλία γίγνεται. τῶν μὲν οὖν ὁμαλῶς ἐκλυόντων τὴν κίνησιν ἢ ἐπιτεινόντων οἱ μὲν ἀπὸ τῆς ἐσχάτης βραδύτητος ἐπὶ τὴν σύμμετρον κίνησιν ἔρχονται, τινὲς δὲ ἀπὸ τῆς συμμέτρου κινήσεως ἐπὶ τὴν ἐσχάτην βραδύτητα, καὶ τινὲς μὲν ἀπὸ τοῦ πρώτου τάχους τῆς συμμέτρου κινήσεως ἐπὶ τὴν ἐσχάτην βραδύτητα, τινὲς δὲ ἀπὸ ταύτης ἐπὶ τὸ ἔσχατον τάχος. ἄλλοι

529
δέ τινες ἐφ’ ἑκάτερα τῆς συμμέτρου κινήσεως βραχὺ ἀποχωροῦσι διχῶς καὶ οὗτοι, ποτὲ μὲν ὠκύτεροι, ποτὲ δὲ βραδύτεροι γιγνόμενοι. ὥστ’ εἶναι τὰς πάσας αὐτῶν ἓξ διαφορὰς, καίτοι πλέονες ἐπινοεῖσθαι δύνανται. ἀλλ’ ἡμεῖς τὰς φαινομένας εἴπωμεν. οὐ γὰρ εὕρομεν οὔτ’ ἀπὸ τῆς ἐσχάτης βραδύτητος εἰς ἔσχατον τάχος ἀφικνούμενον οὐδένα σφυγμὸν τῶν ὁμαλὴν τὴν ἀνωμαλίαν ἐχόντων οὔτ’ ἔμπαλιν ἀπὸ τῆς ταχίστης κινήσεως εἰς τὴν βραδυτάτην. ἀλλ’ ἐν τοῖς ἀνώμαλον τὴν τροπὴν ποιουμένοις σπανίως γίνεται τοῦτο. οὐ γὰρ ἐπὶ τῇ τυχούσῃ διαθέσει τηλικαύτη μεταβολὴ γίνεσθαι πέφυκεν, ὥστε ἀρξαμένην βραδύτατα κινεῖσθαι τὴν ἀρτηρίαν τελευτῶσαν εἰς ἔσχατον ἀφικέσθαι τάχος, ἢ τάχιστα κατὰ τὴν ἀρχὴν κινηθεῖσαν εἰς ἐσχάτην βραδύτητα μεταστρέψαι. καὶ ὅταν τοῦτο γίνηται, καὶ ἡ τροπὴ τηνικαῦτα ἐξ ἀνάγκης ἀνώμαλός τέ ἐστι καὶ ἀθρόα κατὰ μεγάλας μεταβολὰς, καὶ οὐ κατὰ βραχὺ γενομένη, καθάπερ ἐξαλλομένης τῆς ἀρτηρίας, ὅταν ἐκ τῆς βραδύτητος εἰς τὸ τάχος μεταπίπτῃ, καὶ αὖθις οἷον εἰργομένης καὶ δεσμουμένης καὶ κατεχομένης ὑπό τινος,
530
ὅταν ἐκ τοῦ ταχέως κινεῖσθαι μεταπίπτῃ ποτὲ ἀθρόως εἰς βραδύτητα, τὴν ἐν μέσῳ συμμετρίαν ὑπερβᾶσα. τίνες μὲν οὖν αἱ διαθέσεις καὶ τίνες αὐτῶν αἱ αἰτίαι καὶ εἰς ὅ τι τελευτῶσιν οἱ τοιοῦτοι σφυγμοὶ, τηνικαῦτα λεχθήσεται, ὅταν καὶ περὶ τῶν ἄλλων ἁπάντων ἢ τὰς αἰτίας ἢ ὅ τι δηλοῦν πεφύκασιν ἐπισκεπτώμεθα. νυνὶ δὲ τὰς διαφορὰς μόνον ἐπέξιμεν.

Εἰρηκότες οὖν ἱκανῶς, ὅτι τῶν ἀνωμάλων καθ’ ἓν μόριον σφυγμῶν, ὅταν ὁμαλὴν ποιῶνται τὴν ἀνωμαλίαν, ἕξ εἰσιν αἱ πᾶσαι διαφοραὶ, καὶ ὡς οὐχ εὑρήκαμεν οὐδένα τῶν τοιούτων οὔτ’ ἀπὸ τῆς βραδυτάτης κινήσεως εἰς τὴν ταχίστην οὔτ’ ἀπ’ ἐκείνης εἰς τὴν βραδυτάτην τελευτήσαντα, περὶ τῶν ἀνώμαλον τὴν τροπὴν ποιουμένων ἤδη λέγωμεν, ἐν οἷς ποτὲ μὲν δύο, ποτὲ δὲ τρεῖς σαφῶς φαίνονται διαφοραὶ τῆς κινήσεως. ἡμῖν δὲ καὶ τετάρτη ποτὲ ἀμυδρῶς ἐφαντάσθη. τάχα δ’ ἄν τις ἐπὶ πλέον τριβόμενος καὶ προσεδρεύων τῷ πράγματι καὶ ἀσκῶν τὴν ἁφὴν καὶ τέτταρας γνωρίσαι σαφῶς δυνηθείη.

531
ἀλλὰ νῦν περὶ τῶν ἐναργῶς φανεισῶν πολλάκις καὶ ἡμῖν καὶ τοῖς ἄριστα τὴν περὶ τοὺς σφυγμοὺς τέχνην μεταχειρισαμένοις πολλάκις ἐροῦμεν, ὅταν ἤτοι δύο διαφορὰς αἰσθητὰς ἡ κίνησις τῆς ἀρτηρίας, ἢ τρεῖς ποιῆται. δύο μὲν γὰρ οὐσῶν ἓξ ἔσται συμπλοκῶν σχήματα, τριῶν δὲ τέτταρα καὶ εἴκοσι. τί δή ποτε δὲ τριῶν ὄντων σφυγμῶν ἐν ἑκατέρᾳ τῶν διαφερουσῶν κινήσεων, ὠκέος τε καὶ βραδέος καὶ συμμέτρου, τὰς ἐκ τῆς συμπλοκῆς αὐτῶν οὐκ ἐννέα φαμὲν, ἀλλ’ ἓξ γίνεσθαι διαφορὰς, ᾧδ’ ἂν μάθοις, εἰ γνοίης ὅτι τὸν αὐτὸν σφυγμὸν ἐφεξῆς δὶς ὑποθέμενος γίνεσθαι, μηδεμιᾶς ἡσυχίας μέσης αὐτοῖς ὑπαρχούσης, ἕνα τὸν ὅλον ὁμαλὸν ἀπεργάσῃ, καὶ κατὰ τοῦτο τῶν ἐννέα συμπλοκῶν τρεῖς ἀποχωροῦσιν, ἐν αἷς οὐκ ἔτ’ ἀνώμαλος σφυγμὸς, ἀλλ’ ὁμαλὸς γίνεται, ἤτοι ταχὺς, ἢ βραδὺς, ἢ σύμμετρος, ὡς ἐπὶ τοῦ διαγράμματός ἐστι δῆλον. ὁ δεύτερος γὰρ ἐν αὐτῷ καὶ ὁ τέταρτος καὶ ὁ ἔννατος ὁμαλοὶ γίνονται, ταχὺς μὲν ὁ δεύτερος, βραδὺς δὲ ὁ τέταρτος, σύμμετρος δὲ ὁ ἔννατος. εἰ δέ τις καὶ αὐτῶν τούτων πρὸς ἀλλήλους ἐστὶ διαφορὰ, τοῦ ταχέος πρὸς τὸν ταχὺν, ἢ τοῦ βραδέος
532
πρὸς τὸν βραδὺν, τοῦτο νῦν παρείσθω. πλέονα γὰρ ἀσάφειαν παρέξει. ἀλλ’ ὡς τῶν αὐτῶν καὶ ἴσων ἀλλήλοις ὑπαρχόντων ὁ παρὼν λόγος περαινέσθω.

Οὕτω δὲ καὶ εἰ τρεῖς ὑποθέμενος διαφερούσας ἀλλήλων κινήσεις, καθ’ ἑκάστην αὐτῶν τοὺς τρεῖς σφυγμοὺς ὑπαλλάττων 

533
συμπλέκοις, ἑπτὰ μὲν καὶ εἴκοσιν ἔσται τὰ πάντα σχήματα, τρία δ’ ἐξ αὐτῶν εἰς ὁμαλότητα μεταπεσεῖν ἀναγκαῖον. ἔστι δὲ καὶ τοῦτο δῆλον ἐπὶ διαγράμματος.

535

Ὁμαλῶν οὖν ἐν τούτοις τριῶν γενομένων, τοῦ δευτέρου κατὰ τὸ διάγραμμα, καὶ τοῦ τρισκαιδεκάτου καὶ ἑβδόμου καὶ εἰκοστοῦ, ταχὺς μὲν ὁ δεύτερος ἔσται, βραδὺς δὲ ὁ τρισκαιδέκατος, μέσος δὲ ὁ ὕστατος. ἤδη δὲ καὶ ἄλλοι δέκα δύο σφυγμοὶ μεταπίπτουσιν εἰς τὸ πρῶτον διάγραμμα. τῷ μὲν γὰρ ἐκ τοῦ πρώτου διαγράμματος πρώτῳ δύο ἂν γενηθεῖεν οἱ αὐτοὶ, τῶν ἐκ τοῦ δευτέρου πρῶτός τε καὶ τέταρτος, ὁ μὲν τάχους τὸ πλέον, ὁ δὲ βραδύτητος ἔχων. τῷ τρίτῳ δὲ ὁ τρίτος καὶ ὁ ἔννατος, ὁ μὲν τάχους τὸ πλέον, ὁ δὲ συμμετρίας ἔχων. τῷ πέμπτῳ δὲ ὅ τε ἑνδέκατος καὶ ὁ τεσσαρεσκαιδέκατος, ὁ μὲν τάχους τὸ πλέον, ὁ δὲ βραδύτητος ἔχων. τῷ ἕκτῳ δὲ ὅ τε πεντεκαιδέκατος καὶ ὁ ὀκτωκαιδέκατος, ὁ μὲν βραδύτητος τὸ πλέον, ὁ δὲ συμμετρίας κεκτημένος. τῷ ἑβδόμῳ δὲ ὅ τε εἰκοστὸς δεύτερος καὶ ὁ εἰκοστὸς πέμπτος, ὁ μὲν τῇ βραδύτητι πλεονεκτῶν, ὁ δὲ τῇ συμμετρίᾳ. λοιποὶ δὲ δύο τῶν ἐκ τοῦ δευτέρου διαγράμματος οἱ αὐτοί εἰσιν τῷ ἐκ τοῦ πρώτου διαγράμματος ὀγδόῳ, εἰκοστός τε καὶ εἰκοστὸς ἕκτος, ὁ μὲν τῷ τάχει πλεονεκτῶν, ὁ δὲ τῇ συμμετρίᾳ. καὶ γένοιτ’ ἂν διαίρεσις ἐνταῦθα τῶν μὲν, εἰ δύο μόνον εἶεν ἐν τῇ διαστολῇ διάφοροι κινήσεις, εἰς τὸ πρότερον διάγραμμα,

536
τοὺς τοιούτους σφυγμοὺς ἅπαντας τιθέντων, τῶν δὲ τὰ μεγέθη προσλογιζομένων, καὶ οὕτως, ἴσων μὲν αὐτῶν ὄντων, εἰς τὸ πρότερον τιθέντων, θατέρου δὲ διπλασίονος, εἰς τὸ δεύτερον. ἐπεχείρησα δ’ ἂν κρῖναι τὴν μάχην, εἴ τι μέγα κερδαίνειν ἤλπιζον· ἐπεὶ δ’ ἀρκεῖ τοσοῦτο διορίσασθαι, τὸ ποτὲ μὲν τὴν ἑτέραν τῶν κινήσεων κατὰ μείζονος ἐνηνέχθαι διαστάσεως, ποτὲ δὲ τὴν ἑτέραν, ἢ καὶ ἀμφοτέρας ἐξ ἴσου, τούτου τις μεμνημένος, ἵν’ αὖθις μάθῃ τί δηλοῦν ἑκάστη πέφυκεν, εἰς ὁπότερον βούλεται τῶν διαγραμμάτων τιθέσθω τοὺς εἰρημένους σφυγμούς. ὅτι δὲ οἱ λοιποὶ δώδεκα, οἱ ἐκ τοῦ δευτέρου διαγράμματος, οἱ κατὰ πᾶν ἀνώμαλοι, κατ’ οὐδὲν τοῖς ἐν τῷ προτέρῳ κοινωνοῦσιν, ἄντικρυς δῆλον, ἐφ’ ὧν αὐτό γε τοῦτο προσγέγραπται τὸ τῆς ἀνωμαλίας, οὐχ ὡς τῶν ἄλλων τῶν δέκα δύο τῶν κοινωνούντων τῷ πρώτῳ διαγράμματι μὴ ὄντων ἀνωμάλων, εἰσὶ γὰρ, ἀλλ’ ὅτι κατὰ τὰς τρεῖς διαφορὰς τῶν κινήσεων οὗτοι τὴν ἀνωμαλίαν ἔχουσι σαφῆ, τῶν ἄλλων κατὰ τὰς δύο διαφορὰς ἐχόντων, καί εἰσιν ἀπὸ τοῦ πρώτου κατὰ τὴν τάξιν ἀριθμοῦντι
537
πέμπτος τε καὶ στ΄ καὶ ζ΄ καὶ η΄ καὶ ι΄ καὶ ιστ΄ καὶ ιθ΄ καὶ κα΄ καὶ κγ΄ καὶ κδ΄.

Ἀρκεῖν μοι δοκεῖ καὶ περὶ τούτων τὰ τοσαῦτα. ἐπὶ γὰρ τὴν ἔτι λοιπὴν καὶ τρίτην διαφορὰν τῶν καθ’ ἓν μόριον ἀνωμάλων σφυγμῶν ἐπάνιμεν αὖθις, οὓς Ἀρχιγένης μὲν ὡς ἕνα γράφει καὶ καλεῖ δίκροτον. εἰσὶ δὲ πλείους. ὅσοι δέ τινες καὶ οἷοι, μετ’ ὀλίγον ἐροῦμεν, ἂν πρότερον ἐπισκεψώμεθα, πότερον τῶν κατὰ μίαν διαστολὴν τῆς ἀρτηρίας συνισταμένων ἐστὶν, ἢ δύο εἰσὶν ἐφεξῆς ἀλλήλων ἄνισοι σφυγμοί. τοῦτο δ’ οὐχ οἷόν τε κρῖναι καλῶς, εἰ μὴ πρότερον ἀκριβῶς μάθωμεν, οἷός ἐστιν ὁ σφυγμὸς οὗτος, ὁ πρὸς Ἀρχιγένους δίκροτος κεκλημένος. ὅτι μὲν γὰρ τῶν δὶς παιόντων τὴν ἁφὴν, ἄντικρυς. δῆλον. ἀλλὰ τοῦτο μὲν καὶ τοῖς διαλείπουσι κατὰ μίαν πληγὴν ὑπάρχει, καὶ εἴ τις μόνῳ τῷ πλήττεσθαι προέχων, δύο σφυγμοὺς τὸν δὶς παίοντα νομίζει, φανερῶς ἁμαρτάνει. τοὺς γὰρ ἐν μιᾷ διαστολῇ διαλείποντας οὐκ ἂν φαίη δύο σφυγμοὺς εἶναι, καί τοι δὶς πλήττουσιν. ἐναργῶς γὰρ ἐπ’ αὐτῶν ἡ κίνησις ἀπολλῦσα 

538
τὸ συνεχὲς ἀκινησίᾳ μέσῃ διακόπτεται. τὸ δὲ γένος τὸ τῶν δικρότων οὐχ οὕτως, ἀλλ’ ἐπειδὰν πληρώσῃ τὴν διαστολὴν ἅπασαν, εὐθὺς ἀποχωρεῖ πρὸς βραχὺ, καὶ αὖθις παίει τὸ δεύτερον, ὥστε τῶν μὲν διαλειπόντων ἡσυχίαν μέσην εἶναι τῶν πληγῶν, τοῦ δὲ δικρότου συστολὴν ἢ σύνοδον, ἢ ὑπονόστησιν, ἢ ὡς ἄν τις ἐθέλῃ καλεῖν. διὰ τοῦτό τινες δύο σφυγμοὺς εἶναί φασι, οὐχ ἕνα, τὸν δίκροτον. ἐροῦσι δὲ αὐτὸ μάλιστα οἱ μὴ παρακολουθοῦντες τῇ συστολῇ τῆς ἀρτηρίας, ἀλλ’ ἐκ πληγῆς καὶ διαλείμματος τὸν σφυγμὸν συνεστάναι φάσκοντες. οὗτοι γὰρ μετὰ τὴν προτέραν προσβολὴν τῆς ἀρτηρίας ἀκινησίαν βραχεῖαν ἐροῦσι γίγνεσθαι, καὶ μετ’ αὐτὴν ἑτέραν προσβολὴν, καὶ φήσουσιν ἀνώμαλον εἶναι τὸν τοιοῦτον σφυγμὸν κατὰ πυκνότητα. τούτους γὰρ ἀνωμάλους κατὰ πυκνότητα νομίζουσιν, ὑφ’ ὧν ἄνισον τὸ μεταξὺ τῶν πληγῶν διάλειμμα, καθάπερ καὶ μετ’ ὀλίγον ἐροῦμεν, ἀλλὰ νῦν γε, ὅτι καὶ κατὰ τούτους διοίσουσιν οἱ δίκροτοι σφυγμοὶ τῶν ἐν μιᾷ διαστολῇ διαλειπόντων, πειραθῶμεν πρότερον ἀποδεῖξαι, συγχωρήσαντες αὐτοῖς τὴν ὑπόθεσιν, καθ’ ἣν οὔ φασιν αἰσθητὴν εἶναι τὴν συστολήν. εἰ
539
γὰρ καὶ τοῦτο δοθείη, τὸ γοῦν οὐκ ἀπὸ τῶν ἴσων διαστημάτων ἀνιοῦσαν φαίνεσθαι τὴν ἀρτηρίαν οὐκ ἄν τις ἀρνήσαιτο. τοῦτο δ’ ἐπὶ τῶν διαλειπόντων ἐναργῶς φαίνεται. κάτωθεν γάρ ποθεν ἀρξαμένη τῆς κινήσεως ἡ ἀρτηρία, κᾄπειτα παυσαμένη, τὴν ἀρχὴν αὖθις τῆς δευτέρας κινήσεως, ἵνα περ ἐτελεύτησεν ἡ προτέρα, ποιεῖται, τῶν δικρότων οὐχ οὕτως πληττόντων, ἀλλὰ φανερῶς ἐκ βάθους πλέονος καὶ κατὰ μείζονος διαστάσεως ἡ προτέρα κίνησις ἐνηνέχθαι φαίνεται, αὐτόθεν δήπουθεν ἐγγύθεν ἡ δευτέρα. τούτους μὲν οὖν τοσοῦτον ὁμολογοῦντας ἕξομεν, ὡς οὐ ταὐτόν ἐστι διαλείπειν ἐν μιᾷ διαστολῇ σφυγμὸν, ἢ δὶς παίειν, ὡς ὁ δίκροτος. οὐ μὴν ἀναγκάσαι γε αὐτοὺς ἄκοντας οἷόν τε, κατὰ μίαν πληγὴν ἀνωμάλους ὀνομάζειν τοὺς δικρότους. ἐροῦσι γὰρ ἀπομαχόμενοι δύο πληγῶν φανερῶς αἰσθάνεσθαι, μήτε τὸ μέγεθος ἴσον μήτε τὸν χρόνον, ἀλλὰ μηδὲ τὸν τόνον. καὶ δι’ ὀλίγου φήσουσι χρόνου τὴν δευτέραν ἐπὶ τῇ προτέρᾳ γίγνεσθαι. καὶ ἀνώμαλον μὲν συγχωρήσουσιν εἶναι τὸν τοιοῦτον σφυγμὸν, οὐ μὴν τὸν κατὰ μίαν πληγήν· ἀλλὰ τὰς ἐν πυκνότητι καὶ σμικρότητι καὶ τόνῳ τῆς ἀνωμαλίας
540
διαφορὰς αὐτῷ προσάψουσιν. τοῖς δὲ καὶ τῆς συστολῆς αἰσθανομένοις φανερῶς ὁ δίκροτος ἐκπίπτει τῆς συστηματικῆς καλουμένης ἀνωμαλίας. ἔοικε γὰρ τὸ ἐπ’ αὐτοῦ γιγνόμενον ταῖς τῆς σφυρᾶς διπλαῖς πρὸς τὸν ἄκμονα πληγαῖς, τῆς μὲν προτέρας ἐκ πολλοῦ μὲν διαστήματος καταφερομένης καὶ σφοδρῶς παιούσης, τῆς δευτέρας δὲ οἷον ἀναπαλλομένης τῆς σφυρᾶς ἀπὸ τοῦ ἄκμονος οὐκ ἐπὶ πολὺ, καὶ αὖθις αὐτῷ προσπιπτούσης ἀῤῥωστότερόν τε ἢ πρόσθεν καὶ ἐξ ὀλίγης διαστάσεως. τοιοῦτον γάρ τοι καὶ οἱ δίκροτοι τυγχάνουσιν ἔχοντες τὸ εἶδος, οἷον ὠθουμένης τῆς ἀρτηρίας εἰς τοὐπίσω κατὰ τὴν προσβολὴν, εἶτ’ αὖθις ἐπανερχομένης. ὃ δ’ ἂν μάλιστα σαφέστατα τὴν τῶν δικρότων σφυγμῶν φύσιν ἐνδείξαιτο καὶ χωρίσειε τῆς συστηματικῆς ἀνωμαλίας, τὸ τῆς ἀποχωρήσεώς ἐστιν εἶδος. οὐδὲ γὰρ συστέλλεται τότε ἡ ἀρτηρία, ἀλλά πως οἷον κλονουμένη καταφέρεται, καὶ τὴν καταφορὰν αὐτῆς ἀπὸ τοῦ πέρατος τῆς πρώτης διαστολῆς, οὐδεμία σαφὴς ἡσυχία διαιρεῖ, καθάπερ ἐπὶ τῆς συστολῆς φαίνεται, ἀλλ’ εὐθὺς ἅμα τῷ παύσασθαι τῆς ἄνω φορᾶς ἡ ὑποχώρησις γίνεται, πρὸς ὀλίγον κλονουμένης αὐτῆς, εἶτ’ αὖθις ἐμπιπτούσης· οἷόν τι
541
καὶ τοῖς πρὸς βίαν ἑλχθεῖσι κλάδοις, εἶτ’ ἀφεθεῖσι γίγνεται. καὶ γὰρ ἐκεῖνοι φέρονται μὲν ἐπὶ τὸν ἐξ ἀρχῆς τόπον, οὐ μὴν εὐθὺς ἐν αὐτῷ μένουσιν, ἀλλ’ αὖθις ἀναχωροῦσιν ἐπὶ ταὐτὸ, ὅθεν ἠνέχθησαν, καὶ οὐδὲ ἴσην γε διάστασιν ἐπιλαμβάνουσι τῇ πρόσθεν, ἀλλ’ ἐλάττονα μικρῷ· καὶ πάλιν ἀπὸ τούτου τοῦ πέρατος ἐπὶ τὸν οἰκεῖον ἀναφέρονται τόπον, καὶ δεύτερόν γε ὑποχωροῦσιν αὖθις· καὶ ἐπανέρχονται πάλιν, καὶ τρίτον τε καὶ τέταρτον καὶ πολλάκις, ἔστ’ ἂν κατὰ βραχὺ μειοῦντες τὴν ἐπάνοδον, εἰς ἡσυχίαν παντελῆ τελευτήσωσι. τοιοῦτόν τι καὶ τῆς ἀρτηρίας κινήσει συμβέβηκεν ἐν τοῖς δικρότοις σφυγμοῖς. ὥστ’ ἔγωγε οὐ μόνον ἅπαξ ἐπανιοῦσαν, ἀλλὰ καὶ δεύτερον εἶδόν ποτε. καὶ τὸ σύμπαν φάναι, κλονώδη πάντως δεῖ τὴν κίνησιν εἶναι τοῦ δικρότου σφυγμοῦ, ὥστε καὶ κατ’ αὐτὴν τὴν προτέραν πληγὴν οἷον ἐπαιρομένην καὶ τὸν τόπον ὅλον ἀλλάττουσαν τὴν ἀρτηρίαν ἄνω φέρεσθαι μᾶλλον ἢ διαστελλομένην· τοιοῦτοι γὰρ οἱ κλονώδεις. καὶ ὅταν γε σφοδρῶς αὐτοῖς τοῦτο τὸ πάθημα συμπίπτῃ, καὶ τὰ μόρια τῆς ἀρτηρίας διαφερόντως κινῶνται, τοῦ μὲν εἰ τύχοι πρώτου, τοῦ δὲ δευτέρου, τοῦ δὲ τρίτου καὶ πολλάκις τετάρτου καὶ πέμπτου μέρους αὐτῆς ἀναφερομένου
542
τε καὶ αὖθις καταφερομένου. ὥστε ἔστιν ὅτε καθ’ ἕνα καὶ τὸν αὐτὸν χρόνον τὰ μὲν ἀναφέρεσθαί σοι δόξει μόρια, τὰ δὲ καταφέρεσθαι. τοιαύτης οὖν οὔσης τῆς τῶν δικρότων σφυγμῶν ἰδέας, αἱ διαφοραὶ γενήσονται κατὰ πάντα τὰ προγεγραμμένα γένη, πληρότητος, σκληρότητος, μεγέθους, σφοδρότητος, τάχους, καὶ τῶν ἐναντίων, ἐν αὐτῇ τε τῇ πρώτῃ κινήσει καὶ τῇ κατὰ τὴν ὑποχώρησιν ἐπανόδῳ. δύναται γὰρ μεγάλη καὶ οὐ μεγάλη, καὶ σφοδρὰ καὶ οὐ σφοδρὰ, καὶ ταχεῖα καὶ οὐ ταχεῖα, καὶ τῶν ἄλλων ἕκαστον εἰδῶν γίνεσθαι, καὶ ἤτοι ὁμαλὴ, ἢ ἀνώμαλος, ὥστε τὰς τοιαύτας ἐπαλλάξεις πολλὰ ποιεῖν εἴδη τῶν δικρότων σφυγμῶν. αὗται μὲν αἱ κατὰ διαστολὴν τῶν δικρότων σφυγμῶν τῆς ἐν ἑνὶ μορίῳ συνισταμένης ἀνωμαλίας διαφοραί.

Μεταβάντες δ’ ἐπὶ τὴν ἐν διαφέρουσι μορίοις, εἴπωμεν ἤδη καὶ τὰς ἐκείνης ἁπάσας διαφορὰς, πρώτας μὲν δύο, καθ’ ἃς ἢ συνεχής ἐστιν ἡ κίνησις, ἢ διαλείπουσα κατά τι, τὰς δ’ ἄλλας τὰς κατὰ μέρος ἐκ τῆς τούτων τομῆς συνισταμένας. ἡ μὲν γὰρ συνεχὴς ἤτοι ὁμαλής ἐστιν, ἢ 

543
ἀνώμαλος. ἐμάθομεν γὰρ ὅπως ὁμαλὴς καὶ ἀνώμαλος ἀνωμαλία γίγνεται. τῆς μὲν οὖν ὁμαλοῦς, ἢ ἐκλύεσθαι τὸ τάχος, ἢ ἐπιτείνεσθαι ἀναγκαῖον ἑξαχῇ, καθάπερ μικρῷ πρόσθεν ἐλέχθη, τῆς δ’ ἀνωμάλου πλείους εἰσὶν αἱ διαφοραὶ παρὰ τὸ μακρὸν, ἢ βραχὺν, ἢ σύμμετρον κατὰ τὸ μῆκος εἶναι τὸν σφυγμόν. τοῖς μὲν γὰρ δύο δακτύλοις ὑποπιπτούσης τῆς κινήσεως ἕξ ἔσονται διαφοραὶ, τοῖς δὲ τρισὶ τέσσαρες καὶ εἴκοσι, τοῖς δὲ τέσσαρσιν ὀκτὼ καὶ ἑβδομήκοντα. ὅπως μὲν οὖν εἰ τοῖς δύο δακτύλοις ἡ κίνησις ὑποπίπτοι, τὰς διαφορὰς ἓξ ἀναγκαῖον γενέσθαι, καὶ εἰ τοῖς τρισὶ, τέσσαρας καὶ εἴκοσι, τὰ προγεγραμμένα δύο διαγράμματα διδάσκει. πῶς δὲ καὶ εἰ τοῖς τέσσαρσιν, ὀκτὼ καὶ ἑβδομήκοντα, μάθοις ἂν, εἰ πρότερον γνοίης ὅτι τεττάρων πραγμάτων ὡντινωνοῦν τρεῖς ἑκάστου διαφορὰς ἔχοντος ἀνάγκη τὰς πάσας συζυγίας γενέσθαι μίαν καὶ ὀγδοήκοντα. τοῦτο δ’ οὐ χαλεπὸν εὑρεῖν ἐκ τοῦ γιγνώσκειν, ὅτι τῶν τρεῖς ἐχόντων διαφορὰς ἑπτὰ καὶ εἴκοσι συζυγίαι γίνονται. προσελθόντος γὰρ τοῦ τετάρτου τρεῖς ἔχοντος διαφορὰς, εὔλογόν ἐστι μίαν καὶ ὀγδοήκοντα
544
γενέσθαι τὰς πάσας, ὧν εἰ ἀφέλοιμεν τρεῖς τὰς ὁμαλοὺς ποιούσας τοὺς σφυγμοὺς, οἱ λοιποὶ δηλονότι ὀκτὼ καὶ ἑβδομήκοντα γενήσονται. κατὰ ταὐτὰ δὲ τοῖς προγεγραμμένοις δύο διαγράμμασι δῆλον, ὡς καὶ τούτων τῶν εἴκοσι μὲν καὶ τεττάρων τινὲς τοῖς ἓξ τοῖς πρώτοις οἱ αὐτοὶ γενήσονται, τῶν δὲ ὀκτὼ καὶ ἑβδομήκοντα τοῖς τέσσαρσι καὶ εἴκοσιν, ὅτι τε καθάπερ ἐπ’ ἐκείνων, οὕτω καὶ ἐπὶ τούτων αἱρέσεις δύο γενήσονται, τῶν μὲν οἰομένων κοινωνεῖν ἀλλήλοις τὰ διαγράμματα, τῶν δὲ μή.

Λοιπὸν δ’ ἂν εἴη τὰς διαλειπούσης τῆς κινήσεως γιγνομένης διαφορὰς ἐξαριθμῆσαι. γενήσονται δὲ τέτταρες μὲν αἱ πρῶται, κατὰ μέρος δ’ ἑκάστης αὐτῶν πλείους, αἱ μὲν τέσσαρες ᾧδέ πως. ἢ γὰρ ὁ πρῶτος καὶ τρίτος δάκτυλος αἰσθάνονται τῆς κινήσεως, οὐ μὴν ὁ δεύτερος καὶ ὁ τέταρτος, ἢ ὁ πρῶτος καὶ τρίτος καὶ τέταρτος, οὐ μὴν ὁ δεύτερος, ἢ ὁ πρῶτος καὶ δεύτερος καὶ τέταρτος, οὐ μὴν ὁ τρίτος, ἢ ὁ πρῶτος καὶ τέταρτος, οὐ μὴν οὔθ’ ὁ δεύτερος οὔθ’ ὁ τρίτος. ὅταν μὲν οὖν ὁ πρῶτος καὶ τρίτος αἰσθάνωνται μόνον, ἐννέα γίνονται διαφοραὶ σφυγμῶν καθ’ ἕκαστον γένος, ὅταν δ’ ὁ πρῶτος καὶ ὁ τρίτος

545
καὶ τέταρτος, ἑπτὰ καὶ εἴκοσιν. ἴσαι δὲ τὸν ἀριθμὸν ταῖσδε καὶ ὅταν ὁ πρῶτος καὶ δεύτερος καὶ ὁ τέταρτος. ὅταν δ’ ὁ πρῶτος καὶ ὁ τέταρτος, ἐννέα. σαφὴς δὲ ὁ καθ’ ἑκάστην ἀριθμὸς ἐκ τῶν προγεγραμμένων μεθόδων. αὕτη καὶ ἡ τῆς κατὰ τὰ διαφέροντα μόρια γινομένης ἀνωμαλίας τομή. γίνονται δὲ καὶ μίξεις ἀμφοτέρων τῶν πρώτων διαφορῶν πρὸς ἀλλήλας πολυειδῶς, ὥστε μὴ μόνον ἐν διαφέρουσι μορίοις εἶναι τὴν ἀνωμαλίαν, ἀλλὰ καὶ καθ’ ἕν ὁτιοῦν. εἰ δή τις τῶν ἐκ θατέρου γένους διαφορῶν τὰς ἐνδεχομένας μιγνύναι βούλοιτο ταῖς ἐκ θατέρου, καὶ τοῦτο ποιῶν μὴ κάμνοι πρὶν ἁπάσας συμπλέξαι, γυμνάσαιτ’ ἂν οὐκ ἀχρήστως. ἡγοῦμαι δὲ οὐδ’ ἂν χαλεπῶς δρᾶσαί τινα αὐτὸ, εἰ μὴ ἀργῶς τὰ μέχρι τοῦδε ὑφ’ ἡμῶν γεγραμμένα παρέδραμεν. οὕτως μὲν ἄν τις ἁπάσας μάθοι τὰς κατὰ τὴν κίνησιν ἐν μιᾷ διαστολῇ γινομένας ἀνωμαλίας.

Ἡ δὲ κατὰ τὸ ποσὸν τῆς διαστολῆς ἀνωμαλία περὶ μὲν τοῖς διαφέρουσι μορίοις τῆς ἀρτηρίας καὶ φαίνεται γιγνομένη πολλάκις καὶ νοηθῆναι ῥᾴστη διαλείπουσά τε καὶ συνεχὴς, ὁμαλῶς τε καὶ οὐχ ὁμαλῶς, ἐξ οὗ

546
γένους εἰσὶν οἵ τε μύουροι καλούμενοι κατὰ μίαν διαστολὴν, οἵ τε πρός τινων ἐπινενευκότες τε καὶ περινενευκότες ὀνομασθέντες. ἐν ἑνὶ δὲ μορίῳ τῆς ἀρτηρίας οὐκ ἂν συσταίη κατὰ τοῦτο τὸ μέρος ἀνωμαλία καθ’ ἕνα σφυγμόν. πρὶν γὰρ ἐπὶ τὸ τέλος ἐξικέσθαι τὴν κίνησιν, οὐδέπω τὸ μέγεθος δῆλον, ἀλλὰ μόνον τοῦτο τὸ γένος τῶν σφυγμῶν εἰς τὴν ἐπίγνωσιν τοῦ τέλους προσδεῖται. σφοδρότητα μὲν γὰρ καὶ τάχος καὶ σκληρότητα καὶ τἀναντία τούτων καὶ τὰ μέσα δυνατόν ἐστι κινουμένης τῆς ἀρτηρίας γνωρίσαι, τὴν δὲ κατὰ τὸ μέγεθος καὶ σμικρότητα διαφορὰν οὐχ οἷόν τε πρὸ τοῦ παύσασθαι κινουμένην. ἅμα μὲν γὰρ τῷ παύσασθαι πηλίκος ἐστὶν ὁ σφυγμὸς ἐγνώσθη, πρὸ τούτου δ’ ἔτι ἄδηλον ἦν, μέχρι πόσου κινήσεται. πῶς οὖν οἶόν τε καθ’ ἓν μόριον ἀνώμαλον ἐν τούτῳ γένει συστῆναι σφυγμόν; ὃς γὰρ, ἵν’ οἷός τίς ἐστι γνωσθῇ, δεῖται συμπεπερασμένης τῆς κινήσεως, οὗτος πῶς ἂν γνωσθείη γιγνομένης ἔτι;

Ἡ δὲ κατὰ τὸν ζωτικὸν τόνον ἀνωμαλία τὴν αὐτὴν ἐπιδέχεται τομὴν τῇ κατὰ τὴν κίνησιν. ἢ γὰρ

547
περὶ τὸ αὐτὸ μόριον, ἢ ἐν διαφέρουσι συνίσταται. περὶ μὲν τὸ αὐτὸ, τριχῶς, ἢ διαλειπούσης τῆς κινήσεως, ἢ συνεχοῦς μενούσης, ἢ δικρότου γινομένης, περὶ δὲ τὰ διαφέροντα διχῶς, ἢ συνεχοῦς μενούσης, ἢ διακοπτομένης. ἴσαι δὲ καθ’ ἕκαστον τούτων τῶν γενῶν αἱ κατὰ μέρος διαφοραὶ ταῖς ἐπὶ τῆς κινήσεως εἰρημέναις. καὶ μὲν δὴ καὶ μίγνυσθαι τὰς περὶ ἓν μόριον συνισταμένας ἀνωμαλίας ταῖς ἐν διαφέρουσι γιγνομέναις ὡσαύτως, ἀναγκαῖον.