De locis affectis

Galen

Galen, De locis affectis

Ὅτι μὲν γὰρ ἐν τοῖς τοιούτοις λόγοις ἀκουστέον ἐστὶ τὴν βλάβην, εἰ καὶ μὴ παντελῶς ἀπολωλὸς εἴη τὸ κατὰ φύσιν ἔργον ἅπαν τοῦ μορίου, πολλάκις εἴρηταί μοι, χεῖρον δ’ οὐδὲν ἀναμνησθῆναι καὶ νῦν. ὅτι δ’ οὐ ταὐτόν ἐστι φωνὴ καὶ διάλεκτος, ἀλλ’ ἡ μὲν φωνὴ τῶν φωνητικῶν ὀργάνων ἔργον, ἡ διάλεκτος δὲ τῶν διαλεκτικῶν, ὧν τὸ μὲν

267
κυριώτατόν ἐστιν ἡ γλῶττα, συντελεῖ δ’ οὐ σμικρὸν ἥ τε ῥὶς καὶ τὰ χείλη καὶ οἱ ὀδόντες, ἐπισταμένους ὑμᾶς ἀναμιμνήσκω· καθάπερ γε καὶ περὶ τῶν φωνητικῶν ὀργάνων, ὅτι λάρυγξ ἐστὶ καὶ οἱ κινοῦντες αὐτὸν μύες, ὅσα τε τούτοις νεῦρα τὴν ἐξ ἐγκεφάλου παρακομίζει δύναμιν. ἐὰν μὲν οὖν οἱ κλείοντες ἢ οἱ ἀνοίγοντες τὸν λάρυγγα μύες ἀκίνητοι γενηθῶσιν, ἀφωνία παντελὴς καταλήψεται τὸν οὕτω παθόντα· καθάπερ γε κᾂν δυσκίνητοί πως, ἤ τινα παλμώδη κίνησιν ἢ τρομώδη λάβωσι, κατὰ τὸ τοῦ πάθους εἶδος ἡ φωνὴ βλαβήσεται· παραπλησίως δὲ κᾂν σπασμωδῶς ἢ κλονωδῶς κινῶνται· καὶ μέντοι κᾂν ἀῤῥωστήσῃ ποθ’ ἡ δύναμις αὐτῶν, ἤτοι δι’ οἰκεῖόν τι πάθος, ἢ διά τι τῶν κινούντων αὐτοὺς νεύρων, ἀμυδρὰν καὶ μικρὰν ἐργάσεται τὴν φωνήν. ἐὰν δ’ ἄλλός τις τῶν κινούντων τὸν λάρυγγα μυῶν ὁτιοῦν πάθῃ, βλαβήσεται μέν πως ἡ φωνὴ βλάβην μικρὰν, οὔτε δὲ ἄφωνος ὁ οὕτως παθὼν ἔσται παντάπασιν, οὔτε σμικρόφωνος ἱκανῶς. ὥσπερ δ’ οἱ κυριώτατοι μύες τῶν τὸν λάρυγγα κινούντων εἰσὶν οἵ τ’ ἀνοιγνύντες αὐτὸν καὶ οἱ κλείοντες, οὕτω καὶ τῶν φωνητικῶν νεύρων τὰ παλινδρομοῦντα, μορία μὲν ὄντα καὶ αὐτὰ τῆς
268
ἕκτης συζυγίας τῶν ἐξ ἐγκεφάλου πεφυκότων νεύρων, ὥσπερ καὶ τἄλλα τὰ εἰς αὐτὸν ἐμφυόμενα, διαφέροντα δ’ αὐτῶν τοσοῦτον, ὡς μὴ κατὰ τὸν τράχηλον ἀποσχίζεσθαι τῶν ἐκ τῆς ἕκτης συζυγίας, ἀλλ’ ὅταν εἰς τὴν τοῦ θώρακος ἀφικνῆται χώραν. αὐτὴν μὲν οὖν τὴν ἕκτην συζυγίαν ὅλην οὐδεὶς οὕτως ἀφυής ἐστι χειρουργὸς ὡς ἄκων τέμνειν, τὰ παλινδρομοῦντα δ’ ἐνίοτε διασπῶσιν ὑπ’ ἀγνοίας· ἔστι δ’ ὅτε καὶ τέμνεται μετὰ τῆς τραχείας ἀρτηρίας ἢ τὸ ἕτερον αὐτῶν, ἢ ἀμφότερον, κατὰ τὰς μεγάλας τρώσεις αὐτῆς· καὶ ψυχθέντα δ’ ἐν χειρουργίαις ἐμποδίζει τῷ φωνήματι, μέχρις ἂν ἐκθερμανθέντα τὴν φυσικὴν εὐκρασίαν ἀνακτήσηται. βλάπτεσθαι δ’ ἔτι συμβαίνει τὴν φωνὴν εἰς ὀξύτητά τε καὶ μέγεθος οὐκ ἀφανῶς, κᾀπειδὰν οἱ τῆς φάρυγγος μύες ἀδυνατῶσι συντείνειν αὐτήν· καὶ μέντοι καὶ διάβροχος ὑγρότητι πολλῇ γενόμενος ὁ κοινὸς χιτὼν τῆς φάρυγγος καὶ τοῦ λάρυγγος, ἰσχυρῶς βλάπτει τὴν φωνήν. ὅτι δὲ καὶ οἱ κατάῤῥοι κατὰ τὸν αὐτὸν λόγον βραγχώδη τὴν φωνὴν ἐργάζονται, τῶν πᾶσι γινωσκομένων ἐστί· καθάπερ γε καὶ τὸ πολλὰ βοῆσαι, καὶ
269
γὰρ καὶ τοῦτο φλεγμονῇ τι παραπλήσιον ἐργάζεται πάθημα κατά τε τὸν εἰρημένον χιτῶνα καὶ τοὺς μῦς τοῦ λάρυγγος, (εὔδηλον δ’ ὅτι καὶ τῶν ἔνδον τοῦ λάρυγγος μυῶν φλεγμαινόντων, ἡ κυνάγχη τὸ πάθημα γίνεται, τήν τε φωνὴν ἅμα καὶ τὴν ἀναπνοὴν βλάπτουσα) καὶ ὅλως ἅπαντες οἱ παρὰ φύσιν ὄγκοι κατά τε τὰς ὁδοὺς τοῦ πνεύματος γενόμενοι καὶ θλίβοντες ἔξωθεν αὐτάς. οὕτω γοῦν καὶ ὁ στόμαχος φλεγμήνας, εἶτα θλίβων τὸν χιτῶνα τῆς τραχείας ἀρτηρίας, ᾧ συνάπτεται τὰ σιγμοειδῆ πέρατα τῶν κατ’ αὐτὴν χόνδρων, εἰς ἀναπνοήν τε καὶ φωνὴν βλάπτει· καὶ ἡ τῶν κατ’ αὐχένα σπονδύλων εἰς τὸ πρόσω μετακίνησις, ὑπὲρ ὧν ἔμπροσθεν εἴρηται. ταῦτα μὲν ἅπαντα τὰ πάθη γίνεται τῇ φωνῇ, τῶν ἰδίων αὐτῆς ὀργάνων οἰκείαν τινὰ βλάβην ἐχόντων, εἴτε κατὰ πρωτοπάθειαν, εἴτε κατὰ συμπάθειαν, οὐδὲν γὰρ διαφέρει πρὸς τὸν ἐνεστῶτα λόγον· ἕτερα δὲ πάσχει, τῷ τῆς οἰκείας ὕλης στερίσκεσθαι· δέδεικται δ’ ἐν τοῖς περὶ φωνῆς οἰκεία τῆς ἐνεργείας ταύτης ὕλη γενικῶς μὲν εἰπεῖν ἡ ἐκπνοὴ, κατ’
270
εἶδος δὲ καὶ τὴν οἰκείαν διαφορὰν ἡ ἐκφύσησις, ἥτις ἐστιν ἀθρόα τοῦ πνεύματος ἔξω φορὰ κατὰ τὴν μεσοπλευρίων μυῶν ἐνέργειαν γιγνομένη. οὕτω δὲ καὶ αἱ μεγάλαι τοῦ θώρακος τρώσεις, ἢ ὅλως αἱ παραλύσεις θατέρου μέρους αὐτοῦ, πρώτως μὲν ἡμίπνουν, κατὰ συμβεβηκὸς δὲ καὶ ἡμίφωνον ἐργάζεται τὸ ζῶον. ὅσα δ’ ἐν ἀποπληξίαις καὶ κάροις ἐπιληψίαις τε καὶ κατοχαῖς ἡ φωνὴ βλάπτεται, ταῦτα τῷ κοινῷ λόγῳ γίνεται τῶν καθ’ ὁρμὴν ἐνεργειῶν, ἤτοι τῶν πρώτων μερῶν τοῦ νωτιαίου παθόντων, ἢ καὶ σὺν αὐτοῖς τοῦ ἐγκεφάλου. συνημμένων δ’ ἀλλήλαις τῶν πέντε τούτων ἐνεργειῶν, ἐκπνοῆς, ἐκφυσήσεως ἀψόφου, ψοφώδους΄ ἐκφυσήσεως, φωνῆς, διαλέκτου, τῇ πρώτῃ μὲν εἰρημένῃ συμβλάπτονται πᾶσαι, τῇ δ’ ὑστάτῃ τῶν ἄλλων οὐδεμία· τῇ δευτέρᾳ δὲ αἱ μετ’ αὐτὴν τρεῖς, τῇ τρίτῃ δ’ ἔσχατα δύο, τῇ τετάρτῃ δὲ ἡ τελευταία μία μόνη. εἰ μὲν γὰρ οὐδ’ ὅλως ἐκπνεῖ τὸ ζῶον, ἤτοι κατ’ ἄμφω τὰ μέρη τοῦ θώρακος, ἢ κατὰ θάτερον μόνον· εἰ μὲν κατ’ ἄμφω, πνιγήσεται διὰ ταχέων· εἰ δὲ κατὰ 
271
θάτερον, ἡμίπνουν καὶ ἡμίφωνον ἔσται μετὰ τοῦ καὶ τῶν ἐφεξῆς ἐνεργειῶν αὐτῆς δυοῖν ἀπολωλέναι τὸ ἥμισυ μέρος, ὧν τὴν μὲν ἑτέραν ἄψοφον ἐκφύσησιν ὀνομάζειν εἴωθα, τὴν δὲ ἑτέραν ψοφώδη. εἰ δ’ ἡ μὲν ἐκπνοὴ σώζοιτο, διαφθαρείη δὲ ἡ ἐκφύσησις, αἱ λοιπαὶ τρεῖς ἐνέργειαι διαφθείρονται, ψοφώδης ἐκφύσησις καὶ φωνὴ καὶ διάλεκτος· ἀπολομένης δὲ τῆς ψοφώδους ἐκφυσήσεως, καὶ φωνὴ καὶ διάλεκτος συναπόλλυται· καθάπερ γε καὶ φωνῆς ἀπολομένης ἡ διάλεκτος. ἐπισταμένοις οὖν ἡμῖν τοὺς τῶν εἰρημένων ἐνεργειῶν δημιουργοὺς μῦς ὑπάρξει συλλογίζεσθαι, τίνες μὲν ἔπαθον ἐξ αὐτῶν ἴδιόν τι πάθημα, τίνων δὲ τοὔργον ἐβλάβη κατὰ συμβεβηκός. εἰ δέ τι τῶν ἐν ταῖς ἀνατομαῖς ὀφθέντων ἐπελάθεσθε, τά τε περὶ τῶν τῆς ἀναπνοῆς αἰτίων ὑπομνήματα καὶ τὰ περὶ φωνῆς ὑμᾶς ἀναμνήσει· λέλεκται δὲ περὶ αὐτῶν κᾀν τῷ δευτέρῳ περὶ τῆς ἐπὶ τῶν ζώντων ἀνατομῆς. ἐκπνοὴν μὲν γὰρ ἅπαντες οἱ συστέλλοντες τὸν θώρακα μύες· ἐκφύσησιν δὲ, οὖσαν ἐκπνοὴν σφοδρὰν, οἱ μεσοπλεύριοι μάλιστα· τὴν ψοφώδη δὲ οἱ τῆς φάρυγγος· αὐτὴν δὲ τὴν φωνὴν οἱ τοῦ λάρυγγος
272
ἐργάζονται μύες· ἡ δὲ γλῶττα, διαρθροῦσα τὴν φωνὴν, εἰς τὸ διαλέγεσθαι χρήσιμος ὑπάρχει, συντελούντων δ’ εἰς τοῦτο καὶ τῶν ὀδόντων καὶ τῶν χειλῶν, ἔτι τε τῶν κατὰ τὴν ῥῖνα συντρήσεων, οὐρανίσκου τε καὶ γαργαρεῶνος, ἐπὶ τούτοις τε τοῦ συμμέτρου δεσμοῦ τῆς γλώττης αὐτῆς. οἱ μὲν οὖν τραυλοὶ, καὶ ψελλοὶ, καί τι τοιοῦτον κατὰ τὸ διαλέγεσθαι σφαλλόμενοι, τῶν διαλεκτικῶν ὀργάνων ἔχουσί τι βεβλαμμένον, ἢ κατὰ τὴν φυσικὴν διάπλασιν, ἢ μετὰ ταῦθ’ ὕστερον· ὥσπερ οἱ τὸν τῆς ῥινὸς πόρον ὑπὸ πολύποδος, ἢ καὶ ἄλλως φραχθέντες, ἤ τινα τῶν προσθίων ὀδόντων ἀπολέσαντες, ἢ χεῖλος κολοβωθέντες· οἱ δ’ ἰσχνόφωνοι καλούμενοι ὅπως γίνονται, καὶ τἄλλα ὅσα φωνῆς ἐστι εἴδη τε καὶ πάθη, βραγχώδους τε καὶ κλαγγώδους, καὶ λεπτῆς, καὶ τραχείας, καὶ μελαίνης, ἐν τοῖς περὶ φωνῆς ὑπομνήμασιν αὐτάρκως εἴρηται.

Εἴρηται μὲν ἤδη καὶ πρόσθεν ἱκανῶς περὶ δυσπνοίας, ἡνίκα τὰ τοῦ νωτιαίου πάθη διηρχόμην· ἀναμνήσας δὲ καὶ νῦν αὐτῶν, ὅσον ὑπόλοιπον ἔτι τῆς θεωρίας ταύτης ἐστὶ, προσθήσω. καθόλου μὲν οὖν ὑμᾶς ἀξιῶ

273
πάντων ὧν ἐθεάσασθε κατὰ τὰς ἀνατομὰς μυῶν τῶν κινούντων τὸν θώρακα πρόχειρον ἔχειν τὴν μνήμην, ἅμα τοῖς εἰς αὐτοὺς ἀφικνουμένοις νεύροις· εἰσελθόντας δὲ πρὸς τὸν δυσπνοοῦντα, πρῶτον μὲν θεάσασθαι πότερον ἅπαντας κινεῖ τοὺς τοῦ θώρακος μῦς, ἢ τοὺς κατὰ τὰ μεσοπλεύρια μόνους χωρὶς τῶν ὑψηλῶν, ἢ καὶ τὰς φρένας ἅμα τοῖς μεσοπλευρίοις. ἐὰν γὰρ εἰδῆτε πάντας κινουμένους, ἕν τι τῶν τριῶν ἐννοήσαντες ὧν ἐρῶ τῆς τοιαύτης κινήσεως αἰτίων, ἐφεξῆς διορίζεσθαι πειρᾶσθε, τί ποτ’ αὐτῶν ἐστι τὸ νῦν ὑπάρχον αἴτιον· ἐὰν δὲ μὴ πάντας, ἐφ’ ἕτερον ἀφικνεῖσθε διορισμόν. ὑποκείσθω δή τις ἅπαντας κινῶν τοὺς μῦς, ὡς καὶ τὸ στέρνον ἐξαίρεσθαι σαφῶς ἅμα ταῖς ὠμοπλάταις· ἐπὶ τούτου τῶν τριῶν τούτων ἀναγκαῖον ἕν γέ τι πάντως ὑπάρχειν, ἤτοι τὴν δύναμιν ἄῤῥωστον, ἢ στενοχωρίαν τῶν τοῦ πνεύματος ὁδῶν, ἢ θερμασίαν παμπόλλην ἐν καρδίᾳ καὶ πνεύμονι, δυναμένου δηλονότι καὶ δύο αἰτίας ἐξ αὐτῶν ἅμα γενέσθαι, καὶ τάχα ποτὲ σπανίως καὶ τὰς τρεῖς. ἀλλὰ τῶν μὲν τριῶν ἅμα γινομένων, ὁ κάμνων αὐτίκα τεθνήξεται· τῶν δὲ δύο, δυσκόλως
274
σωθήσεται· μιᾶς δὲ, μετὰ τῶν οἰκείων διορισμῶν εἰς ὄλεθρον ἢ σωτηρίαν τελευτήσει τὸ πάθος. ἡ τοίνυν τῆς δυνάμεως ἀῤῥωστία μόνη γενομένη, διὰ τοῦτ’ ἐπὶ τὰ τρία γένη τῶν κινούντων μυῶν ἔρχεται, καὶ πάντας αὐτοὺς ἐπεγείρει πρὸς τὴν κίνησιν, ὅτι σφοδρῶς κινεῖν ἓν ἐξ αὐτῶν γένος ἀδυνατεῖ· ὡς εἴγε τὸ διάφραγμα μόνον ἱκανῶς ἐκίνει, καθάπερ ὅτ’ εἶχε κατὰ φύσιν, οὐκ ἂν οὔτε τῶν μεσοπλευρίων οὔτε τῶν ὑψηλῶν ἐδεήθη μυῶν· ἐπεὶ δ’ ἄῤῥωστός ἐστιν, ἅπαντάς τε βραδέως κινεῖ, καὶ πυκνὴν οὐκ ἐργάζεται τὴν ἐνέργειαν αὐτῶν, ὥσπερ οὐδ’ ἀραιὰν πάνυ. καὶ τούτοις μάλιστα προσέχετε τὸν νοῦν τοῖς γνωρίσμασι, διορίζεται γὰρ ὑπ’ αὐτῶν ῥᾳδίως τἄλλα. θερμασίας γοῦν πολλῆς ἠθροισμένης ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις, ἅπασι μὲν ἐνεργεῖ τοῖς μυσὶ τοῦ θώρακος τὸ ζῶον, ἀλλὰ καὶ ταχεῖαν αὐτῶν ποιεῖται καὶ πυκνὴν τὴν ἐνέργειαν καὶ σφοδρὰν, ὅτ’ ἂν ἄνευ δυνάμεως ἀῤῥωστίας συμπέσῃ τὰ τῆς θερμασίας· ἡ δ’ ἄῤῥωστος δύναμις οὔτε ταχεῖαν οὔτε πάνυ πυκνὴν ἔχει τὴν κίνησιν, ὅτ’ ἂν ἄνευ θερμασίας ᾖ φλογώδους, ὅθεν οὐδ’ ἐπὶ πλεῖστον
275
ἅπαντα διαστέλλει τὰ μέρη τοῦ θώρακος· ὥστε κοινὸν ἓν ἔχει μόνον τῇ κατὰ φλόγωσιν πολλὴν γινομένῃ δυσπνοίᾳ, τὸ τοὺς μῦς ἅπαντας τοῦ θώρακος ἐνεργεῖν. ἔτι δὲ καὶ τοῦτο πρόσεστι τῇ διὰ θερμασίαν πολλὴν δυσπνοίᾳ κατὰ μέγεθος καὶ πυκνότητα καὶ τάχος γινομένῃ, τὸ μετ’ ἐκφυσήσεως γίνεσθαι τὴν ἐκπνοὴν θερμοῦ καὶ ζέοντος πνεύματος· ἐπὶ δὲ τῇ τῇς δυνάμεως ἀῤῥωστίᾳ, χωρὶς ἐκφυσήσεως τῆς διὰ στόματος, ἡ διὰ τῆς ῥινὸς μόνης ἔξοδος γίνεται τοῦ πνεύματος, ἥτις ῥὶς καὶ κατὰ τὰς εἰσπνοὰς ἐναργῶς ἔχει προστελλόμενα τὰ πτερύγια, σημεῖον καὶ τοῦτο μέγα δυνάμεως ἀῤῥωστούσης. ἐπὶ δὲ ταῖς στενοχωρίαις τῶν ἀναπνευστικῶν ὀργάνων ὅλος μὲν ὁ θώραξ ἐπὶ πλεῖστον διαστέλλεται ταχέως καὶ πυκνῶς, τὴν δὲ ἐκπνοὴν χωρὶς ἐκφυσήσεως οἱ κάμνοντες οὕτως ἴσχουσιν. ὅταν δ’ ἐς ταὐτὸν ἀφίκηται θερμασία τε καὶ στενοχωρία τῶν ἀναπνευστικῶν ὀργάνων, ὥσπερ ἐν περιπνευμονίαις, οὐδ’ ἡ μεγίστη καὶ πυκνοτάτη καὶ ταχίστη τούτοις αὐτάρκης ἀναπνοὴ, καὶ διὰ τοῦτο καὶ ἀνακαθίζουσιν, αἰσθανόμενοι τοῦ θώρακος ὅλου διϊσταμένου ῥᾷον οὕτως· κατακειμένων μὲν 
276
γὰρ αὐτῶν, εἰς ἑαυτὸν συμπίπτει, καταφερομένων τῶν κατὰ τὰ στήθη μερῶν ἐπὶ τὴν ῥάχιν, ἀναταθείσης δὲ ταύτης ὀρθῆς, συναναφέρεται καὶ ὁ θώραξ ταύτῃ, μηκέτι βαρύνων ἑαυτόν. ὁμοίως τούτοις ἀναπνέουσι καὶ οἱ τὰς τραχείας ἀρτηρίας τοῦ πνεύμονος ὑπὸ πολλοῦ κατάῤῥου πληρωθέντες, ἤ τινος ἐκ τῶν πλησίων χωρίων εἰς αὐτὰς γενομένου ῥεύματος, ἑνὶ μόνῳ διαλλάττοντες, τῷ μήτ’ ἐκφυσᾷν μήτ’ ἐκπνεῖν θερμόν. ὡσαύτως δὲ καὶ ὅσοις ἐν τῷ μεταξὺ θώρακός τε καὶ πνεύμονος ἤθροισται πῦον δαψιλὲς, οὓς ὀνομάζουσιν ἐμπύους, ὅλον ἐξαίρουσι τὸν θώρακα, θερμὸν δ’ οὐκ ἐκπνέουσιν οὐδ’ ἐκφυσῶσι, πλὴν εἰ μὴ πυρετὸς αὐτοῖς προσέλθῃ διακαής· ἀλλ’ οὗτοί γε τάχιστα πνίγονται, διά τε τὸ πάθος αὐτὸ καὶ ὅτι προκέκμηκεν ἡ δύναμις ἐξ ἀνάγκης ἅπασι τοῖς ἐμπύοις, οὐκ ἐξ ἀνάγκης προκεκμηκυῖα τοῖς τὸν πνεύμονα ῥεύμασι, ἢ πεπεριπνευμονίαιςριπευμονίαις, ἢ ἄσθμασιν, ἀλλὰ τοὐναντίον ἰσχυρὰ καὶ ἀκμαία καθεστηκυῖα κᾀν τοῖς ἀσθματικοῖς παθήμασι, γλίσχρων καὶ παχέων ὑγρῶν ἐμπεπλασμένων τῷ πνεύμονι. κᾂν εἰ φῦμα δύσπεπτον ἐν αὐτῷ συσταίη ποτὲ, συμβαίνει μεγίστην μὲν
277
ἴσχειν διαστολὴν τὸν θώρακ, οὐ πολὺν δὲ εἰσπνεῖσθαι τὸν ἀέρα, καὶ διὰ τοῦτο συνεχῶς ἀναπνεῖν ἀναγκάζεσθαι χωρὶς ἐκφυσήσεως· ἴδιον γὰρ τοῦτο θερμασίας πολλῆς. καθ’ ἕτερον δὲ τρόπον ἐς ταὐτὸν εἶδος ἀφικνοῦνται δυσπνοίας οἱ κυναγχικοὶ, στενοχωρίας οὔσης οὐκ ἐν ταῖς ὑποδεχομέναις κοιλότησι τὴν εἰσπνοὴν, ἀλλ’ ἐν ταῖς παραπεμπούσαις. ἐφ’ ὧν δ’ ἀπόστημα καὶ φλεγμονὴ καὶ πλῆθος ὑγρῶν ἐστιν ἢ ἐν τοῖς κενοῖς τοῦ θώρακος, ἢ κατὰ τὸν πνεύμονα, μενόντων ἀφράκτων τοῦ λάρυγγός τε καὶ τῆς τραγείας ἀρτηρίας, ἐν ταῖς ὑποδεχομέναις δηλονότι κοιλότησι τὸν εἰσπνεόμενον ἀέρα στενοχωρίας γενομένης, ἐξ ἀνάγκης ἀκολουθεῖ μεγάλην μὲν διαστολὴν γίνεσθαι τοῦ θώρακος, ὀλίγον δ’ ἕλκεσθαι τὸ πνεῦμα, καὶ διὰ τοῦτ’ ἀναγκάζεσθαι τὸν κάμνοντα ταχέως τε καὶ πυκνῶς ἀναπνεῖν. πρὸ πάντων γὰρ ὑμᾶς μεμνῆσθαι βούλομαι τῆς κατὰ τὴν μεγάλην ἀναπνοὴν διαφορᾶς διττῶς γινομένης, ποτὲ μὲν τῷ μεγέθει τῆς διαστολῆς τοῦ θώρακος, ποτὲ δὲ τῷ πλήθει τῆς εἰσπνεομένης οὐσίας τοῦ πνεύματος. ἰστέον δ’ ὅτι τῶν τοιούτων ὑμᾶς ἀναμιμνήσκω πολλάκις, ὅσα
278
παραλέλειπται τοῖς πρὸ ἐμοῦ· τὰ γὰρ ὑπὸ τῶν ἔμπροσθεν εἰρημένα, διὰ τὸ πολλοὺς εἶναι τοὺς εἰπόντας αὐτὰ, πρόχειρον ἔχει τὴν μνήμην· ὅσα δὲ μήθ’ ὑφ’ Ἱπποκράτους διωρίσθη τοῦ κάλλιστα περὶ δυσπνοίας γράψαντος, ἄλλός τ’ οὐδεὶς τῶν μετ’ αὐτὸν ἐξειργάσατο καὶ διωρίσατο τὰ λείποντα, διὰ τοῦτ’ ἀναγκαῖόν μοι γίνεται πολλάκις ἀναμιμνήσκειν αὐτῶν. ὅσοι μὲν οὖν ἄνευ φλεγμονῆς, ἤ τινος ὅλως ὄγκου παρὰ φύσιν, ἢ στενοχωρίας ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις, δυσπνοοῦσιν ἐν πυρετοῖς καυσώδεσι, τούτοις ἀνάλογον τῷ μεγέθει τῆς διαστολῆς τοῦ θώρακος αὐξάνεται τὸ πλῆθος τῆς εἰσπνεομένης οὐσίας τοῦ πνεύματος· ἐφ’ ὧν δ’ ὄγκος ἢ στενοχωρία τίς ἐστιν ἐν τοῖς ἀναπνευστικοῖς ἄνευ θερμασίας φλογώδους, ἡ μὲν διαστολὴ τοῦ θώρακος μεγίστη γίνεται, τὸ δ’ εἰσπνεόμενον οὐ μόνον ἀπολείπεται τῆς κατὰ τὴν διαστολὴν ἀναλογίας, ἀλλὰ καὶ τοῦ κατὰ φύσιν ἔλαττον εἰσπνεῖται. χωρὶς δὲ διορισμοῦ μίαν ἐνδείκνυται διάθεσιν ἡ μεγάλη διαστολὴ τοῦ θώρακος ἀραιότητα προσλαβοῦσα. προσέχειν δ’ ὑμᾶς χρὴ κᾀνταῦθα, μή ποτ’ ἐξαπατηθῆτε, τὴν ἁπάντων τῶν μυῶν
279
ἐνεργούντων γινομένην ἀναπνοὴν, ὅτ’ ἂν ἐπ’ ἀῤῥωστίᾳ δυνάμεως γίνηται, τὴν αὐτὴν ἡγεῖσθαι τῇ μεγάλῃ· βουληθεὶς γὰρ αὐτὴν ἐγὼ σαφῶς ἑρμηνεῦσαί ποτε, μετέωρον ἐκάλεσα· παρέστη δέ μοι τηνικαῦτα ἐννοῆσαι τὸν Ἱπποκράτην μετέωρον ὀνομάζειν πνεῦμα τὸ τοῖς μετεώροις μέρεσι τοῦ θώρακος εἰσπνεόμενον, ὥσπερ ὅτ’ ἂν εἴπῃ, μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ χρόνου, παραφροσύνην σημαίνει· εὔδηλός ἐστι μέγα λέγων τὸ πολὺ, διττῶς γίνεσθαι δυνάμενον, ἄνευ τε τῆς τῶν μετεώρων μυῶν ἐνεργείας καὶ σὺν αὐτῇ· πολλάκις γὰρ ἥ τε τῶν μεσοπλευρίων μυῶν ἐνέργεια καὶ ἡ τῶν φρενῶν, ἐπιπλεῖστον διαστέλλουσαι τὸν θώρακα, τῶν ὑψηλῶν μυῶν οὐ χρῄζουσιν εἰς τὴν τοῦ πολλοῦ πνεύματος εἰσπνοήν. ὅτι δὲ τὸ τοιοῦτον εἶδος τῆς διαστολῆς ἐνδείκνυται παραφροσύνην, ἐν τοῖς περὶ δυσπνοίας ὑπομνήμασι δέδεικται, καθ’ ἃ καὶ τῶν ἄλλων ἁπασῶν δυσπνοιῶν αἱ διαθέσεις ἐῤῥέθησαν. ἀλλὰ νῦν γε καθάπερ τῶν ἄλλων παθῶν, ὅσα προείρηται δι’ ἑτέρων πραγματειῶν, οἷον ἐπιτομή τις ἐνταυθοῖ λέγεται, κατὰ τὸν αὐτὸν τρόπον καὶ περὶ τῆς ἐν ταῖς δυσπνοίαις διαφορᾶς
280
τὰ μὲν εἴρηται μέχρι δεῦρο, τὰ δ’ εἰρήσεται κατὰ τὸν ἐφεξῆς λόγον· ὡς γὰρ ἐπὶ τῆς μεγάλης ἀναπνοῆς ἡ μέν τίς ἐστι πυκνὴ, διαφορὰς ἔχουσα πλείους, ἄλλην ἄλλης διαθέσεως ἐνδεικτικὴν, ἡ δέ τις ἀραιὰ, μίαν ἐνδεικνυμένη διάθεσιν, οὕτως ἐπὶ τῆς μικρᾶς ἡ μὲν ἀραιὰ ψύξιν ἐνδείκνυται τῶν ἀναπνευστικῶν ὀργάνων, ἡ πυκνὴ δὲ πόνον οὐ μόνον τῶν ἀναπνευστικῶν, ἀλλὰ καὶ τῶν συγκινουμένων αὐτοῖς, ἥπατος δηλονότι, καὶ γαστρὸς, καὶ σπληνὸς, καὶ στομάχου. πλεόνων δ’ οὐσῶν διαθέσεων, αἷς ἕπεται πόνος ἐν τῷ κινεῖσθαι σφοδρότερον, ἐπισκεπτέον τε καὶ διοριστέον ἐκ τῶν ἄλλων σημείων, εἴτε φλεγμονή τίς ἐστιν, εἴτ’ ἐρυσίπελας, εἴθ’ ἕλκος, εἴτ’ ἀπόστημα, τὸ τὴν ὀδύνην ἐργαζόμενον. ἐμάθετε δ’ ὅτι καὶ δυσκρασίαις ἀνωμάλοις ἀλγήματα πολλάκις ἐπιγίγνεται, καὶ πνεύματος ἀπέπτου τε καὶ φυσώδους πλήθει, ποτὲ μὲν αὐτῷ τῷ στέγεσθαι κατά τι διατείνοντος τὰ περιέχοντα, ποτὲ δὲ βιαίως διεξιόντος. ὁμοίως δὲ καὶ χυμοῦ πλήθει θερμοῦ καὶ δριμέος, ἢ ψυχροῦ καὶ γλίσχρου, στεγομένου 
281
τε κατά τι καὶ μὴ διεξιόντος, ὀδύναι γίνονται· μειζόνως μὲν πεπονθότων τῶν ὀργάνων, ἐν οἷς περιέχεται ταῦτα, κᾂν μὴ κινῆται· βραχέως δ’, ὅταν κινῆται. εἴρηται δ’ ἐν τοῖς περὶ δυσπνοίας ἡ αἰτία, δι’ ἣν τοῦ μικροῦ πνεύματος τὸ μὲν πυκνὸν πνεῦμα πόνον σημαίνει τῶν κινουμένων ὀργάνων ἐν ταῖς ἀναπνοαῖς, τὸ δ’ ἀραιὸν ἰσχυρὰν ψύξιν αὐτῶν μόνον τῶν ἀναπνευστικῶν, καὶ τούτων μάλιστα πνεύμονος καὶ καρδίας. ἔστι δὲ καὶ ἄλλό τι δυσπνοίας εἶδος, οἷον ἐγκοπτομένης τῆς ἐνεργείας τοῦ θώρακος ἡσυχίᾳ βραχείᾳ, ποτὲ μὲν ἐν ταῖς εἰσπνοαῖς, ποτὲ δὲ ἐν ταῖς ἐκπνοαῖς, ἤτοι γ’ ἐν σπασμώδει διαθέσει τῶν τοῦ θώρακος μυῶν γινομένου τοῦ τοιούτου συμπτώματος, ἢ διὰ πλῆθος θερμασίας, εἰσπνεῖν, ἢ ἐκπνεῖν ἀναγκαζομένου συνεχέστερον τοῦ κάμνοντος. καὶ μέντοι καὶ ἄλλό τι πάθος ἀναπνοῆς ἔστι, ἣν ἄπνοιαν ὀνομάζουσιν, ὡς μὲν πρὸς τὴν ὄψιν μηδ’ ὅλως γιγνομένης, ὡς δὲ πρὸς τὴν φύσιν ἀπιστουμένης μὴ γίνεσθαι· δοκεῖ γὰρ ἀδύνατον μὲν εἶναι, στερηθὲν ἀκριβῶς ὅλης τῆς ἀναπνοῆς τὸ ζῶον ἔτι διασώζεσθαι, φαίνεται δὲ καὶ τὰ φωλεύοντα μηδ’ ὅλως
282
κινοῦντα τὸν θώρακα. δυοῖν οὖν θάτερον, ἢ βραχεῖαν οὕτω γίνεσθαι τὴν ἀναπνοὴν ὑποληπτέον, ὡς λανθάνειν τὴν αἴσθησιν, ἢ μηδ’ ὅλως δεῖσθαι τηνικαῦτα τὸ ζῶον ἀναπνοῆς, ἀλλ’ ἀρκεῖσθαι τῇ καθ’ ὅλον τὸ σῶμα διαπνοῇ· γίνεται γὰρ αὕτη μὲν ὑπὸ τῆς καρδίας διὰ τῶν ἀρτηριῶν, ἡ δ’ ἀναπνοὴ διὰ τοῦ θώρακος ὑπὸ τοῦ ἐγκεφάλου. ἥτις δ’ ἂν ἡ διάθεσις εἴη ἡ τὴν ἄπνοιαν ἐργαζομένη, κοινὴ φαίνεται εἶναι πάντων τῶν τοῦ ζώου μορίων, ὡς ἐν ἀποπληξίαις καὶ κάροις, ἐπιληψίαις τε καὶ καταλήψεσιν· ἐν τούτοις γὰρ ἅπασιν οὐδὲν ἴδιον ἐξαίρετον πάθημά ἐστι τῶν ἀναπνευστικῶν ὀργάνων, οὐ μᾶλλον ἢ τῶν φωνητικῶν, ἢ διαλεκτικῶν, ἢ βαδιστικῶν· ἀλλὰ τῆς ἀρχῆς πασχούσης, ἅπαντα συμπάσχειν ἀναγκαῖον, ὅσοις παρ’ ἐκείνης ἐχορηγεῖτο τὰ τῶν διοικουσῶν αὐτὰ δυνάμεων. εἴρηται δὲ ἡμῖν ἰδίᾳ περὶ ἀπνοίας καθ’ αὑτὴν, ὥστε νῦν ἤδη μεταβαίνειν ἐφ’ ἕτερόν τι καιρός.

Διττῆς δὲ οὔσης ὁδοῦ τοῖς γυμναζομένοις περὶ τὰς διαγνώσεις τῶν πεπονθότων τόπων, ἑτέρας μὲν ἀπὸ τῶν

283
φαινομένων συμπτωμάτων, ἑτέρας δ’ ἀπὸ τῶν τοῦ σώματος μορίων, ἐὰν κατ’ ἀμφοτέρας τις γυμνάζηται, δὶς μὲν ἐρεῖ τὰ αὐτὰ, καθ’ ἕτερον δὲ καὶ ἕτερον τρόπον. οἷον εὐθέως ἐπὶ τῶν τοῦ πνεύμονος παθῶν εἴρηται μέν τι κᾀν τῷ περὶ τῶν ἀλγημάτων λόγῳ, λέλεκται δὲ κᾀν τῷ περὶ αἵματος ἀναγωγῆς, ὥσπερ κᾀν τῷ περὶ δυσπνοίας, εἰρήσεται δὲ καὶ νῦν. ἄλγημα μὲν γὰρ αὐτῷ βίαιον οὐδέποτε συμπίπτει, βάρους δ’ αἴσθησις γίνεται, καί τινος ἐνίοτε τάσεως εἰς τὸ στέρνον ἢ τὴν ῥάχιν διηκούσης· ἐνταῦθα γὰρ οἱ περιέχοντες αὐτὸν ὑμένες ἀνήρτηνται. καὶ μέν γε καὶ στενοχωρίας αἰσθάνονται πολλάκις οἱ κάμνοντες, καὶ διὰ τοῦτ’ ἀναπνέουσι πυκνὸν καὶ ταχὺ, διαστέλλοντες μὲν ἐπὶ πολὺ τὸν θώρακα, πολὺν δ’ οὐκ εἰσπνέοντες ἀέρα. χωρὶς μὲν οὖν πυρετοῦ ταῦτα γινόμενα, φύματα, ἢ γλίσχρων, ἢ παχέων χυμῶν, ἤ τινων ἄλλων πολλῶν ἐν αὐτῷ πλῆθος ὑπάρχειν, ἢ περικεχύσθαι τι πῦον, ἤ τινα χυμὸν ἄλλον ἢ γλίσχρον, ἢ παχὺν, ἢ πολὺν, ἐνδείκνυται· διορισθήσεται δ’ ἀλλήλων ταῦτα τοῖς προηγησαμένοις συμπτώμασιν. ἐὰν μὲν γὰρ ὑγιαίνων τε καὶ τὰ συνήθη πράττων,
284
οὕτως ἄρξηται δυσπνοεῖν, αὐξάνηταί τε τὸ σύμπτωμα αὐτῷ χωρὶς τοῦ κερχνῶδές τι κατὰ τὴν ἀναπνοὴν ἐμφαίνεσθαι, φύματος ἀπέπτου γένεσιν ἐπισκοπεῖσθαι χρή· κερχνῶδες δέ τι τῆς ἀναπνοῆς ψοφούσης, ὑγρῶν γλίσχρων ἢ παχέων πλῆθος ἐμπεπλασμένων δυσαπολύτως τοῖς βρογχίοις τοῦ πνεύμονος ἐνοχλεῖν δηλοῦται· ἐὰν δὲ ἐξαίφνης ἐπὶ στενοχωρίας αἰσθήσει δυσπνοῶσι, ῥεύματος εἰς τὸν πνεύμονα κατασκήψαντος, ἤτοι γ’ ἐκ κεφαλῆς, ἢ ἐκ τῶν γειτνιώντων χωρίων, ἔνδειξίς σοι γινέσθω. ὅταν δ’ ἤτοι γλίσχρων ὑγρῶν ἢ παχέων ἢ πολλῶν ἐπιῤῥυέντων τῷ πνεύμονι, δυσπνοεῖν εἴπω τὸν ἄνθρωπον, ἐν τοῖς βρογχίοις τὰ τοιαῦτα περιέχεσθαι νόει· κατασχιζομένης γὰρ εἰς ὅλον τὸ σπλάγχνον, ὥσπερ τῆς λείας ἀρτηρίας, οὕτω καὶ τῆς τραχείας, ἡ τῶν βρογχίων οὐσία καθ’ ὅλον ἐστὶ τὸν πνεύμονα· βρογχία δὲ καλοῦσιν οἱ ἀνατομικοὶ τοὺς χόνδρους τῆς τραχείας ἀρτηρίας, σιγμοειδεῖς ὑπάρχοντας τῷ σχήματι. προηγησαμένης δὲ πλευρίτιδος, εἶτα τοῦ μὲν σφοδροῦ τῶν πυρετῶν παυσαμένου, βάρους δ’ αἰσθήσεως ὑπολειπομένης ἔνδον τῶν πλευρῶν ἐν τῷ βάθει τοῦ θώρακος,
285
ἅμα τῷ καὶ μεταῤῥεῖν τι φαίνεσθαι κατὰ τὰς ἀθρόας μεταλλαγὰς τῆς κατακλίσεως, καὶ μάλισθ’ ὅταν ἀπὸ τῆς ἑτέρας πλευρᾶς ἐπὶ τὴν ἑτέραν μετασχηματίζωνται, πύου τηνικαῦτα πλῆθος ἐμφαίνεται, καὶ κλύδωνός γε πολλάκις αἰσθητῶς ἀκούειν ἐστὶν ἐπ’ αὐτῶν. ἐνδείκνυται δὲ τοῦτο σὺν τοῖς εἰρημένοις καὶ τὸ μηδὲν ἀξιόλογον ἀναπτύεσθαι, σφοδρᾶς προηγησαμένης πλευρίτιδος. ἐὰν δὲ ἄλλός τις χυμὸς ὀῤῥώδης ἢ φλεγματώδης ἐξαίφνης ἄνευ πυρετοῦ ῥυεὶς εἰς τὰ κενὰ τοῦ θώρακος ἐργάζηται τὴν δύσπνοιαν, ἀναπτύουσιν οὐ παχέα, κατ’ ἀρχὰς μὲν ὀλίγα σὺν πολλῇ βηχὶ, πεττομένων δὲ αὐτῶν πλείω καὶ παχύτερα σὺν ἐλάττονι. κατὰ διττὸν γάρ τοι τρόπον ἐπὶ πολλῇ βηχὶ πτύουσιν ὀλίγα, διὰ πάχος μὲν ἢ γλισχρότητα χυμῶν ἕτεροι, διὰ λεπτότητα δ’ ἄλλοι· τὸ μὲν γὰρ λεπτὸν ἀναφερόμενον ὑπὸ τοῦ κατὰ τὴν βῆχα πνεύματος, ἀντικαταῤῥεῖ περισχιζόμενον αὐτῷ· τὸ δὲ γλίσχρον ἢ πάνυ παχὺ δυσχερῶς ἀναφέρεται, μήτ’ ἀποῤῥυπτόμενον ἑτοίμως τῶν σωμάτων οἷς ἐμπέπλασται μήθ’ ὑπὸ τῆς τυχούσης βίας τοῦ πνεύματος ὠθεῖσθαι δυνάμενον· εἰ μὴ γὰρ πολύ τε καὶ σφοδρὸν 
286
ἀναβηττόμενον εἴη τὸ πνεῦμα, συναναφέρειν οὐδὲν ἑαυτῷ δύναται. ὅσον οὖν δὴ μήθ’ ὑγρὸν ἄγαν ἐστὶ καὶ ὑδατῶδες, ἀλλὰ μηδὲ παχὺ λίαν ἢ γλίσχρον, εὐπετῶς ἀναφέρεται, καὶ μάλισθ’ ὅταν ἡ δύναμις ἐῤῥωμένη τυγχάνῃ· χωρὶς γὰρ τοῦ σφοδρὰν γενέσθαι συστολὴν τοῦ θώρακος, οὐχ οἷόν τε βῆξαι σφοδρῶς· ἄνευ δ’ ἰσχυρᾶς βηχὸς ἀδύνατόν ἐστιν ἀνενεχθῆναι τοῖς παχέσι καὶ γλίσχροις χυμοῖς. ὅτ’ ἂν δὲ τῇ μετὰ στενοχωρίας τε καὶ βάρους δυσπνοίᾳ πυρετὸς ὀξὺς συνεισβάλλῃ, φλεγμονὴ τὸ πάθημά ἐστι τοῦ πνεύμονος· εἰ δ’ ἀφόρητος μὲν ἡ φλόγωσις εἴη, τοῦ βάρους δὲ καὶ τῆς στενοχωρίας ἐλάττων αἴσθησις, ἐρυσιπέλατι κάμνει τὸ σπλάγχνον· ἀφωρισμένων δὲ τῶν ἄκρων, οὐδὲν ἔτι χαλεπὸν, ἤτοιγ’ ἐρυσίπελας φλεγμονῶδες ἢ φλεγμονὴν ἐρυσιπελατώδη διαγνῶναι. γίνεται δὲ καὶ ἄλλα πάθη τῷ πνεύμονι χωρὶς ἐπιῤῥοῆς χυμῶν, κατὰ δυσκρασίαν ἤτοι γ’ ἀνώμαλον ἢ ὁμαλήν. ἡ μὲν οὖν ἀνώμαλος βῆχα ἐργάζεται· ἡ δ’ ὁμαλὴ μετρία μὲν οὖσα τὸν ῥυθμὸν τῆς ἀναπνοῆς ὑπαλλάττει, γενομένη δ’ ἰσχυρὰ, θερμότητος μὲν ἐπικρατούσης, ἐπιθυμίαν ἀέρος καὶ πόματος
287
ἐργάζεται ψυχροῦ, τῷ χρόνῳ δ’ εἰς πυρετὸν τελευτᾷ· τῇ ψυχρᾷ δὲ δυσκρασίᾳ τἀναντία συμβαίνει, θερμοῦ μὲν ἀέρος, θερμοῦ δὲ πόματος ἐπιθυμία, μέχρις ἂν εἴη μετρία, μείζονος δὲ γινομένης, ῥευμάτων ἐμπίπλαται τὸ σπλάγχνον. περὶ δὲ τῆς κατὰ ῥῆξιν, ἢ διάβρωσιν, ἢ ἀναστόμωσιν, ἐξ αὐτοῦ γενομένης αἵματος ἀναβήξεως εἴρηται μέν τι καὶ πρόσθεν ἐν τῷ περὶ τῆς τοῦ αἵματος πτύσεως λόγῳ, λεχθήσεται δὲ καὶ νῦν ἔτι διὰ βραχέων. αἱ μὲν ῥήξεις αἱ κατ’ αὐτὸν ἔκ τε τοῦ πολὺ φέρεσθαι τὸ αἷμα γνωρίζονται κᾀκ τοῦ μέγα προηγούμενον αἴτιον αἰσθητὸν εὐθέως ἐπιγενέσθαι· λέγω δ’ αἴτια προηγησάμενα τὴν ἐξ ὑψηλοῦ πτῶσιν ἢ κατὰ παλαίστραν, ἢ ἐν ἄθλοις, ἢ ἑτέρου τινὸς ἐμπεσόντος ἑτέρῳ, καθάπερ γε ἂν ἐπιπέσῃ τῷ θώρακι βαρὺ σῶμα τῶν ἀψύχων ὁτιοῦν, οἷον ἤτοι λίθος ἢ ξύλον· ἐνίοις δὲ ὀξυθυμία μετὰ κραυγῆς προηγήσατο, καί τισιν ἑτέροις ἀγωνιζομένοις κιθαρῳδίαν, ἢ τραγῳδίαν, ἡ ὀξεῖα καὶ μεγάλη φωνὴ διέῤῥηξεν ἀγγεῖα, καὶ μάλισθ’ ὅτ’ ἂν ἄνευ τοῦ προμαλάξαι ταῖς ἀναφωνήσεσι τὰ κατὰ τὸν πνεύμονα βιαίως κραυγάσωσιν. ὡς γὰρ καὶ τοῖς παλαίουσιν,
288
ὅταν ἄνευ τοῦ προθερμανθῆναι καὶ ὁμαλυνθῆναι τρίψεσί τε καὶ μετρίαις κινήσεσιν τοὺς μῦς ἐπ’ ἐνεργείας ἀφικνῶνται σφοδρὰς, ῥήγματά τε καὶ σπάσματα γίνεται, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τοῦ πνεύμονος εἴωθε συμπίπτειν, ὃν διὰ τρίψεων μὲν οὐχ οἷόν τε παρασκευάσαι πρὸς τὰς σφοδρὰς κινήσεις, ἀνάλογον δέ τι ταῖς τρίψεσιν αἱ ἀναφωνήσεις ἐργάζονται. ἄνευ δὲ φανερᾶς ἔξωθεν αἰτίας πλῆθος αἵματος ἀναῤῥήγνυσιν ἀγγεῖον ἐν πνεύμονι, καθάπερ καὶ κατ’ ἄλλό τι μόριον τοῦ σώματος, ὅτ’ ἂν δυσεπέκτατον τύχῃ διὰ ψύξιν ὑπόγυον ἢ δυσκρασίαν σύμφυτον. οὕτως καὶ Ἱπποκράτης τὸ ψυχρὸν εἴρηκε φλεβῶν ῥηκτικὸν, οὐκ αὐτὸ δήπου καθ’ αὑτὸ τὰς ῥήξεις ἐργαζόμενον, ἀλλ’ ὅτι τῇ ψύξει σκληροὺς καὶ δυσεπεκτάτους τοὺς χιτῶνας τῶν ἀγγείων ἐργαζόμενον ἐπιτήδεια πρὸς ῥῆξιν αὐτὰ παρασκευάζει· τῆς ῥήξεως δ’ αὐτῆς τὸ αἴτιον ἥ τε σφοδρὰ κίνησίς ἐστι καὶ τὸ πλῆθος τῶν χυμῶν αὐτῶν τε καθ’ ἑαυτοὺς καὶ σὺν ἀπέπτῳ καὶ ψυχρῷ καὶ φυσώδει πνεύματι συνδιατείνοντι τοῖς χυμοῖς τὰς φλέβας. ἀλλὰ καὶ τῆς ἐπὶ τούτων ῥήξεως οὐ σμικρὸν γνώρισμά ἐστι κένωσις
289
αἵματος ἐξαίφνης ἀθρόου, τῆς δ’ ἀναστομώσεως, ἔμπαλιν τῶν ψυχρῶν, αἱ θερμαὶ διαθέσεις προηγοῦνται, λουτροῖς τε θερμοῖς πολλοῖς κεχρημένου τἀνθρώπου, καὶ κατὰ χώραν ὄντος θερμὴν, ὥραν τε τοῦ ἔτους ὁμοίαν, ἐδέσμασί τε καὶ πόμασι θερμοῖς χρωμένου. αἱ δ’ ἐξ ἀναβρώσεως ἀθρόαι κενώσεις αἵματος ἐπί τε προηγουμέναις γίνονται βραχείαις πτύσεσι καὶ τοῖς εἰς τὸν πνεύμονα δριμέσι ῥεύμασιν ἀπὸ τῆς κεφαλῆς ἐπιῤῥέουσιν· ἐνίοτε δὲ καὶ συναναφέρεταί τι μόριον τοῦ πνεύμονος, ἢ ἐφελκὶς, ὥστε λαθεῖν ἀδύνατον εἶναι τὸ τοιοῦτον πάθημα τοῦ σπλάγχνου. κατὰ δὲ τὴν τραχεῖαν ἀρτηρίαν ἕλκους γενομένου, πρὸς τοῖς ἀναβηττομένοις πυώδεσιν οὖσιν, ἔτι καὶ τοῦ πεπονθότος μέρους ἀλγοῦντος αἴσθησις γίνεται τῷ κάμνοντι· καὶ ἡ βραχύτης δὲ τοῦ κενουμένου διορίζει τὴν τοιαύτην ἕλκωσιν τῆς ἐν τῷ πνεύμονι, πλεῖον γὰρ ἐπὶ τοῖς ἐν πνεύμονι γεγενημένοις ἕλκεσιν ἀναπτύεται τὸ πῦον. ὥσπερ δὲ τοῦ πνεύμονός τι μόριον συνανενεχθὲν ἐνδείκνυται τὸ σπλάγχνον ἡλκῶσθαι, κατὰ τὸν αὐτὸν. τρόπον ἐκ τοῦ λάρυγγος εἴδομεν ἐνίοτε τὸ κατὰ τὴν ἐπιγλωττίδα σῶμα δι’ ἕλκωσιν ἀναπτυσθὲν, οἷς οὐ μόνον τοῦτο σημεῖον
290
ὑπῆρξε τοῦ τόπου τοῦ πεπονθότος, ἀλλὰ καὶ ἡ κατὰ τὸ χωρίον αἴσθησις τὸ ἡλκωμένον, ὡς κᾀπὶ τῆς τραχείας ἀρτηρίας ἐῤῥέθη· τὰ μὲν γὰρ ἐν τῷ πνεύμονι χωρὶς ὀδύνης συνίσταται, τὰ δ’ ἐν τούτοις τοῖς χωρίοις ὀδύνην μέν τινα φέρει, βραχεῖαν δὲ ταύτην, ὡς τοῖς φύσει δυσαισθήτοις μηδὲ σαφῶς αἰσθητὴν γίνεσθαι. ταῦτα μὲν οὖν ἅπαντα τὰ μέχρι δεῦρο λεγόμενα πάθη κατά τε τὸν πνεύμονα καὶ τὰ κενὰ τοῦ θώρακος, ἔτι τε τὴν τραχεῖαν ἀρτηρίαν καὶ λάρυγγα, καὶ γὰρ καὶ τούτων ἐμνημόνευσα τῇ κοινωνίᾳ τοῦ λόγου προαχθεὶς ἐπ’ αὐτὰ, πολλάκις ἑώραταί μοι· ταυτὶ δὲ τὰ νῦν εἰρησόμενα σπανίως. ἐξαίφνης τις ἀνέβηξε χυμὸν ὁμοιότατον ὑγρᾷ χολῇ, τῇ μὲν χρόᾳ μεταξὺ ξανθῆς τε καὶ ὠχρᾶς, δριμύτητα δ’ οὐδεμίαν ἔχοντα· κᾀκ τούτου καθ’ ἑκάστην ἡμέραν ἀνέπτυεν ἀεὶ πλεῖον· ὕστερον δὲ καὶ πυρετῶν ἐπιγενομένων αὐτῷ λεπτῶν, ἔφθινεν, ὡς καὶ πυῶδες ἀναβήττειν. καὶ μετὰ χρόνον ὡς τεττάρων μηνῶν αἷμα συνανήνεγκεν ὀλίγον σὺν τῷ πύῳ, μετὰ τοῦ συντήκεσθαί γε καὶ πυρέττειν μᾶλλον· εἶτα πλέον αὖθις ἔπτυσεν, εἶθ’ ἱκανῶς δαψιλές· ἐφ’ ᾧ τῶν τε 
291
πυρετῶν αὐξηθέντων καὶ τῆς δυνάμεως ἐκλυθείσης, ἀπέθανεν ὡσαύτως τοῖς φθόην νοσήσαι. μετὰ τοῦτον ἄλλον ἐθεασάμην ὁμοίῳ τρόπῳ νοσηλευθέντα μησὶν ἕξ, εἶτ’ ἄλλον πλείοσιν. ὁ μὲν οὖν πρῶτος ἡμῖν ὀφθεὶς οὐδὲν ἔχειν ἐδόκει τό γε κατ’ ἀρχὰς κακὸν, ὕστερον δὲ δηλονότι μοχθηρῶς ἐφαίνετο διακεῖσθαι· τοῦ δευτέρου δ’ ὀφθέντος εὐθὺς ἐξ ἀρχῆς ἔγνωμεν ἐπιμελῶς προνοήσασθαι, καὶ μετ’ αὐτὸν ἔτι καὶ μᾶλλον τοῦ τρίτου. ἀλλ’ ὅμως, οὐκ ὀλίγα πραγματευσαμένων ἀμφ’ αὐτοὺς ἡμῶν, οὔτε τούτων τις οὔτ’ ἄλλος ἐσώθη μετ’ αὐτούς· ἀνέπτυσαν δὲ πάντες οὗτοι τελευτῶντες αὐτοῦ τοῦ πνεύμονος μέρη σεσηπότα, δι’ ἃ καὶ σαφῶς ἔγνων ὅμοιόν τι πάθος συμβαίνειν αὐτοῖς τῷ κᾀπὶ τῶν ἐκτὸς ὁρωμένων μορίων, ὑγρότητι σηπεδονώδει διαβρόχων γινομένων· ἀλλὰ ταῦτα μὲν ἐκκόπτειν ἐγχωρεῖ καὶ πρός γε τούτῳ καὶ καίειν, πνεύμονι δ’ οὐδὲν τοιούτων ποιεῖν οἷόν τε, διὸ καὶ πάντες ἀπόλλυνται. τοῦ τελευταίου δ’ αὐτῶν ὀφθέντος μοι κηδόμενος, ἐπὶ τὸ ξηραίνειν ἰσχυρῶς τὸ σπλάγχνον ἐτραπόμην ὀσμαῖς τε καὶ πόμασιν ἐπιτηδείοις εἰς τοῦτο·
292
τὸ μὲν γὰρ καλούμενον ἡδύχρουν ὀσμᾶσθαι δι’ ὅλης ἡμέρας ἐκέλευον αὐτῷ, προσφέρεσθαί τε τῇ ῥινὶ συνεχῶς· εἰς ὕπνον δ’ ἰόντι καὶ τῶν ἐν Ῥώμῃ σκευαζομένων μύρων πολυτελῶν, ἃ δὴ καλοῦσι φουλίατά τε καὶ σπικάτα, ὑπαλείφειν τινὶ τοὺς κατὰ τὰς ῥῖνας πόρους· ἐδίδουν δὲ καὶ πίνειν αὐτῷ φάρμακα, τήν τε μιθριδάτειον ὀνομαζομένην ἀντίδοτον, ἀμβροσίαν τε καὶ ἀθανασίαν καὶ θηριακήν· ἀλλὰ καὶ οὗτος ἐνιαυτῷ ταῦτα πίνων, ὁμοίως τοῖς φθισικοῖς ὕστερον ἀπέθανεν, ἴσως εἰς χρόνον πλείονα παραταθεὶς διὰ τὴν εἰρημένην ἀγωγήν. ἕτερον δὲ πάθος εἶδον ἐν πνεύμονι τοιόνδε. βήττων τις ἐκ χρόνου πολλοῦ, καὶ πτύων ὀλίγα καὶ γλίσχρα, χαλαζίῳ μικρῷ παραπλήσιον ἀνέβηξέ τι, καί μοι κομίσας ἔδειξεν αὐτὸ, καὶ πάλιν ἕτερον ὅμοιον οὐ μετὰ πολλὰς ἡμέρας. ἐδόκει δή μοι ξηραινόμενος ὁ γλίσχρος ἐκεῖνος χυμὸς, ὃν ἀνέπτυσεν ἔμπροσθεν, εἰς τοιαύτην σύστασιν ἔρχεσθαι· καὶ διὰ τοῦτ’ αὐτῷ φάρμακα ἐδίδουν πίνειν, ὁποῖα καὶ τοῖς ἀσθματικοῖς ἁρμόζει· καὶ πίνων γε αὐτὰ, ἐλάττονα μὲν ἔπτυεν τὰ χαλάζια,
293
καὶ διὰ πλειόνων ἡμερῶν ἢ πρόσθεν, οὐ μὴν ἐπαύσατό γε πολλοῖς ἔτεσι πάσχων οὕτως, ἄχρι τῆς τελευτῆς. μεγέθει δ’ ἦν τὰ χαλάζια τοῖς καλουμένοις ὀρόβοις ἶσα κατὰ τὸ πλεῖστον, ἔστι δ’ ὅτε καὶ μείζω τούτων, ὥσπέρ γε καὶ μικρότερα. καὶ ἄλλους δέ τινας ὁμοίως ἐκείνῳ πτύοντας ἐθεασάμην ἔτη συχνὰ ζήσαντας, ἐνίους μὲν ἄλλως ἀποθανόντας, ἐνίους δ’ ἐκ τῶν ἀναπνευστικῶν ὀργάνων παθόντων· οὐ μὴν αἷμα γέ τις ἐκ τούτων ἔπτυσεν. τὸ δ’ Ἀντιπάτρῳ τῷ ἰατρῷ συμβὰν ἅπαντες ἔγνωσαν, ὡς οὐκ ἀφανῶς ἰατρεύοντι κατὰ τὴν Ῥωμαίων πόλιν. ἦν μὲν ὁ ἀνὴρ οὗτος ἡλικίαν ἄγων ἐτῶν ἐλαττόνων μὲν ἢ ἑξήκοντα, πλεόνων δὲ ἢ πεντήκοντα, συνέβη δ’ αὐτῷ ποτε πυρέξαντι τῶν ἐφημέρων τινὰ πυρετῶν ἐκ φανερᾶς προφάσεως, ἅψασθαι τῶν ἑαυτοῦ σφυγμῶν ἐν τῇ παρακμῇ τοῦ πυρετοῦ, χάριν τοῦ γνῶναι τί ποιητέον ἐστὶν αὐτῷ. πᾶσαν δ’ εὑρὼν ἀνωμαλίαν ἐν τῇ τῶν ἀρτηριῶν κινήσει κατεπλάγη μὲν τὸ πρῶτον, ὡς δὲ σαφῶς ὕστερον ᾐσθάνετο μηκέτι πυρέττειν ἑαυτὸν, ἐλούσατο μὲν εὐθέως· ἐπὶ κόποις τε γὰρ αὐτῷ καὶ ἀγρυπνίαις ἐκεκμήκει τὸ σῶμα·
294
διῃτήθη δὲ πάνυ λεπτῶς ἄχρι τοῦ τὴν τρίτην ἀπὸ τῆς ἀρχῆς ἡμέραν διελθεῖν· ἐν ᾗ μηδενὸς ἔτι γενομένου πυρετοῦ, προῄει μὲν ἑκάστης ἡμέρας, ὥσπερ καὶ πρόσθεν, ἁπτόμενος δὲ ἑαυτοῦ τῆς κατὰ τὸν καρπὸν ἀρτηρίας, ἐθαύμασε διαμενούσης ἐν τοῖς σφυγμοῖς τῆς ἀνωμαλίας. ἀπαντήσας οὖν μοί ποτε, προὔτεινε τὴν χεῖρα γελῶν, ἐκέλευσέ τε τῶν σφυγμῶν ἅψασθαι. κᾀγὼ μειδιάσας, τί τὸ αἴνιγμά ἐστιν, ὃ κελεύεις; ἠρόμην· ὁ δ’ αὖθις ὁμοίως γελῶν ἐδεῖτο πάντως ἅψασθαι. καὶ τοίνυν εὗρον ἁψάμενος ἀνωμαλίαν κατὰ τὸν σφυγμὸν ἅπασαν, οὐ μόνον ἐν ἀθροίσματι γινομένην, ἣν συστηματικὴν ὀνομάζουσιν, ἀλλὰ καὶ κατὰ μίαν διαστολὴν τῆς ἀρτηρίας. ἐθαύμαζον οὖν, ὅπως ἔτι ζῇ τοιοῦτον ἔχων σφυγμὸν, ἐπυνθανόμην τε μή τις αὐτῷ δυσχέρεια κατὰ τὴν ἀναπνοὴν γίνεται· τοῦ δὲ οὐδεμίαν αἰσθητὴν ὁμολογοῦντος, ἐπετήρουν μὲν εἴ τινα μεταβολὴν ἕξοι ποτὲ, συνεχῶς ἁπτόμενος τῆς κατὰ τὸν καρπὸν ἀρτηρίας ἕξ μηνῶν που χρόνῳ. πυνθανομένου δ’ οὖν αὐτοῦ κατ’ ἀρχὰς, ἥ τις εἶναί μοι δοκεῖ διάθεσις ἐν τῷ σώματι, καὶ κατὰ τίνα τρόπον αὐτοῦ τοιοῦτον ἐργάζεσθαι
295
δυναμένη τὸν σφυγμὸν ἄνευ πυρετοῦ, πρὸς τὴν ἐρώτησιν ἀπεκρινάμην, ἐν τῇ περὶ τῶν σφυγμῶν πραγματείᾳ δεδηλῶσθαί μοι περὶ τῆς τοιαύτης ἀνωμαλίας· ἡγοῦμαι γὰρ αὐτὴν ἐπὶ στενοχωρίᾳ τῶν ἐν τῷ πνεύμονι μεγάλων ἀρτηριῶν γίγνεσθαι· τὴν στενοχωρίαν δ’ ἔφην, ἐπὶ μὲν φλεγμονῇ τοῦ σπλάγχνου, τό γε ἐπί σοι νῦν, ἀδύνατον ὑπάρχειν· ἐπύρεττες γὰρ ἄν· ἀπολείπεται δ’ ἤτοι δι’ ἔμφραξιν ὑγρῶν καὶ γλίσχρων καὶ παχέων χυμῶν, ἢ διὰ φύματος ἀπέπτου γένεσιν, εἰς τὴν τοιαύτην ἀφῖχθαί σε διάθεσιν. ὁ δ’ ὑπολαβὼν, ἐχρῆν οὖν, ἔφη, ἀσθματικὴν ὀρθόπνοιαν εἶναί μοι. κᾀγὼ πιθανῶς μὲν εἶπον λέγειν αὐτὸν, οὐ μὴν ἀληθῶς· γίγνεσθαι μὲν γὰρ καὶ τὴν τοιαύτην ὀρθόπνοιαν διὰ τοιαύτην αἰτίαν, οὐ μὴν ἐν ταῖς λείαις ἀρτηρίαις, ἀλλ’ ἐν ταῖς τραχείαις ἀθροιζομένου τοῦ γλίσχρου καὶ παχέος χυμοῦ. καὶ τοίνυν ἔδοξεν ἡμῖν, τήν τε δίαιταν αὐτῷ πᾶσαν ὁμοίαν ποιεῖσθαι τοῖς τῶν ἀσθματικῶν, τά τε φάρμακα προσφέρεσθαι τὴν αὐτὴν ἐκείνοις ἔχοντα δύναμιν. ἓξ δὲ ἐν τῷ μεταξὺ γενομένων, ὡς ἔφην, μηνῶν, ᾔσθετό τινος οὐ μεγάλης δυσπνοίας ἅμα παλμῷ βραχεῖ
296
τῆς καρδίας, τὸ μὲν πρῶτον ἅπαξ, εἶτα δίς που καὶ τρὶς, εἶτα καὶ τετράκις τε καὶ πλεονάκις γινομένου, μετὰ τοῦ συναυξάνεσθαι τὴν δύσπνοιαν, ἐφ’ ἡμέρας ὡς πέντε καὶ δέκα· μεθ’ ἃς ἐξαίφνης δυσπνοήσας σφοδρῶς, εἶτ’ ἐκλυθεὶς, εὐθέως ἀπέθανεν, ὥσπερ ἄλλοι τινὲς ἐπὶ πάθεσι καρδίας, ὑπὲρ ὧν εἰρήσεται κατὰ τὸν ἐφεξῆς λόγον.

297

Ἐν τῷ πρὸ τούτου γράμματι περὶ τῶν κατὰ τὸν πνεύμονα παθῶν διεξερχόμενος, ἐμνημόνευσα τῇ κοινωνίᾳ τοῦ λόγου καὶ θώρακος καὶ καρδίας ἐπ’ ὀλίγον, ἀναβαλλόμενος εἰς τουτὶ τὸ πέμπτον ὑπόμνημα τελέως ἀποδώσειν ἅπαντα τὸν περὶ αὐτῶν λόγον. ἐπεὶ τοίνυν ἐτελεύτησεν ἡ κατὰ τὸ τέταρτον ὑπόμνημα διδασκαλία εἰς τὰ συμβάντα τῷ Ἀντιπάτρῳ τῷ ἰατρῷ, τὴν μὲν διάθεσιν αὐτοῦ ἐν αὐτῷ τῷ πνεύμονι ἴσχοντος τὴν πρώτην, ἐπιδιαβάντος

298
δὲ τοῦ πάθους ἄχρι τῆς καρδίας, ἄμεινον εἶναί μοι δοκεῖ περὶ πάντων αὐτῆς τῶν παθῶν διελθεῖν.

Ὥσπερ οὖν περὶ τῶν ἄλλων τοῦ ζώου μορίων, οὕτως καὶ ἐπὶ τῆς καρδίας διορίσασθαι χρὴ, τίνα μὲν ἰδιοπαθούσης, ἢ πρωτοπαθούσης, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ, γίνεται συμπτώματα, τίνα δ’ ἑτέροις μέρεσι συμπασχούσης. ἔστι δ’ ὁ λόγος ἐπὶ τοῖς προαποδεδειγμένοις ἐν ἑτέραις πραγματείαις, ἐν αἷς ἐδείχθη, τῆς μὲν ἐμφύτου θερμασίας οἷον πηγή τις ὑπάρχειν ἡ καρδία, καὶ πάντως χρῆναι παθεῖν αὐτὴν, εἰ μέλλοι τεθνήξεσθαι τὸ ζῶον. ἀρχῶν οὖν οὐσῶν τριῶν, αἷς διοικεῖται τὸ ζῶον (πρὸς γὰρ τῇ τῆς καρδίας ἀρχῇ ὁ μὲν ἐγκέφαλος αἰσθήσεώς τε καὶ κινήσεως ἐδείχθη χορηγὸς εἶναι πᾶσι τοῖς τοῦ ζώου μέρεσι, τὸ δ’ ἧπαρ ἀρχὴ τῆς θρεπτικῆς εἶναι δυνάμεως), ὁ μὲν θάνατος ἀεὶ ταῖς ἀμέτροις τῆς καρδίας ἕπεται δυσκρασίαις, ἅπαντα γὰρ αὐτῇ συγκακοῦται τὰ μόρια· δεδειγμένου δ’ ἡμῖν, ἐνεργεῖν αὐτὰ

299
διὰ τὴν οἰκείαν καρδίας εὐκρασίαν, ἀναγκαῖόν ἐστιν ἀπολομένης ταύτης συναπόλλυσθαι τὰς ἐνεργείας αὐτῶν, καὶ κατὰ τοῦτο καὶ τὰς ἐγκεφάλου τε καὶ ἥπατος, οὔ μὴν ταῖς ἐκείνων γε τὴν τῆς καρδίας. εἰ γὰρ μήτε τὰς αἰσθητικάς τε καὶ προαιρετικὰς ἐνεργείας ἔτι διασώζοι τὸ ζῶον, ἀλλὰ μηδὲ τρέφοιτο, καθάπερ οὐδὲ τὰ φωλεύοντα, δυνατὸν ἄν τις εἶναι νομίσειεν ζῇν αὐτὸ, μέχρι περ ἂν ἡ καρδία μηδὲν ᾖ πεπονθυῖα· καὶ μέντοι καὶ φαίνεται πολλάκις ἡμερῶν ἐφεξῆς πολλῶν οὔτε φρονῶν τις οὔτ’ αἰσθανόμενος οὔτε κινούμενος, ὅμως ἔτι ζῶν, ὥσπέρ γε καὶ δι’ ἀῤῥωστίαν τῆς ἐν ἥπατι δυνάμεως ἀτροφῶν ἐξαρκεῖν εἰς μακρόν· εἰ δὲ τῆς ἀναπνοῆς στερήσειέ τις τὴν καρδίαν, αὐτίκα διαφθείρεται. ὅσοις οὖν ὁ θώραξ οὐδὲν ὅλως ἐδόκει συντελεῖν εἰς τὴν τῆς ἀναπνοῆς ἐνέργειαν, ἀποροῦσι τὴν αἰτίαν εὑρεῖν, δι’ ἣν ἐν ταῖς ἰσχυραῖς ἀποπληξίαις ἀποθνήσκουσιν εὐθέως οἱ κάμνοντες, ἐπὶ μόνῃ τῇ βλάβη τῆς ἄνωθεν ἀρχῆς· ὑμεῖς δ’ οὐκ ἀπορήσετε, πεπεισμένοι βεβαίως, ὑπὸ μυῶν διαστέλλεσθαι τὸν θώρακα, τὴν ἀρχὴν τῆς κινήσεως ἐχόντων ἐκ τῶν εἰς αὐτοὺς φερομένων νεύρων ἀπὸ
300
τοῦ κατὰ τὸν αὐχένα νωτιαίου, στερουμένων τηνικαῦτα τῆς ἐπιῤῥεούσης ἐξ ἐγκεφάλου δυνάμεως αὐτοῖς κινητικῆς τῶν μυῶν· ὡς εἴγε μὴ συνήπτοντο διὰ τῆς ἀναπνοῆς αἱ δύο ἀρχαὶ, δυνατὸν ἂν ἦν ἐστερημένους ἡμᾶς ἐνίοτε τῆς ἄνωθεν ἀρχῆς ἔτι ζῇν. ἴσως οὖν τις ἐξ ὧν ἡμεῖς εὐπορήκαμεν αἰτίαν, δι’ ἣν ἡ καρδία βλάπτεται παθόντος τοῦ ἐγκεφάλου κατὰ τὰς μεγάλας ἀποπληξίας, ἐκ τούτων αὐτῶν εὐπορήσει καθ’ ἕτερον τρόπον εὑρεῖν τὴν αἰτίαν, δι’ ἣν ἐν ταῖς μικροτέραις ἀποπληξίαις, καταλήψεσί τε καὶ κάροις, ἐπιληψίαις τε καὶ ληθάργοις, οὐκ ἀπόλλυται τὸ πάσχον οὕτως ζῶον· εὑρήσει δὲ καὶ τοῦτο θεασάμενος, ὅπως ἀναπνέουσιν ἐν τοῖς εἰρημένοις πάθεσιν οἱ πάσχοντες· ὄψεται γὰρ ὅτι βιαίως τε καὶ μόγις, ὡς ὑπὸ δεσμοῦ τινος εἰργομένου διαστέλλεσθαι τοῦ θώρακος. λέλεκται δ’ ἱκανῶς περὶ τούτου κατὰ τὰ περὶ μυῶν κινήσεως ὑπομνήματα· κοινὸν γὰρ ἐστι τὸ ζήτημα τῷ γιγνομένῳ κατὰ τοὺς ὕπνους, ἐν οἶς ἁπασῶν τῶν κατὰ τοὺς μῦς ἐνεργειῶν ἐκλελυμένων, ἡ τῶν τὸν θώρακα κινούντων μόνη σώζεται· νυνὶ δ’ ἀρκεῖ μέχρι τοσούτου προῆχθαι τὸν λόγον,
301
ὅσον αὐτοῦ χρήσιμον ἦν εἰς τὰ παρόντα. ᾧ γὰρ λόγῳ κατὰ τοὺς ὕπνους ἀναπνέουσιν οἱ ἄνθρωποι, καίτοι τῶν ἄλλων ἁπάντων μυῶν ἡσυχαζόντων, τούτῳ καὶ κατὰ τὰς ἀποπληξίας, ὅσαι μὴ μέγισται, καὶ κατ’ ἄλλα πάθη τὰ ταύτῃ παρακείμενα· μεγάλης δ’ οὕτως γεγενημένης τῆς ἀποπληξίας, ἢ καὶ τινος ἑτέρου πάθους, ὡς τελέως ἀπολέσθαι τὴν ἐνέργειαν τῶν κατὰ τὸν θώρακα μυῶν, ἀναγκαῖόν ἐστι συνδιαφθαρῆναι τὴν ἀναπνοὴν, ἐφ’ ᾗ καὶ τὴν τῆς καρδίας εὐκρασίαν, ᾗ καὶ πάλιν ἐξ ἀνάγκης ἕπεται τὸ ζῶον ὅλον ἀπόλλυσθαι. κατὰ τοῦτον μὲν οὖν τὸν λόγον ἐν ταῖς τῆς ἄνωθεν ἀρχῆς βλάβαις μεγάλαις ἀπόλλυται τὸ ζῶον· καθ’ ἕτερον δὲ τρόπον ἐφ’ ἥπατι πάσχοντι, διὰ γὰρ ἀτροφίαν νεκροῦται τηνικαῦτα, διὸ καὶ χρόνῳ πλείονι διαρκεῖ τὰ ζῶα κατὰ τὰ τοιαῦτα παθήματα. καὶ μὴν καὶ καθ’ ἕτερόν τινα τρόπον, ἐπί τε στομαχικαῖς συγκοπαῖς, ἀλγήμασίν τε σφοδροῖς, καὶ φόβοις ἰσχυροῖς, ἡδοναῖς τε μεγίσταις, ἀποθνήσκουσί τινες· ὅσοις γὰρ ἀσθενής ἐστιν ὁ ζωτικὸς τόνος, ἰσχυρά τε πάθη ψυχικὰ πάσχουσιν ἐξ ἀπαιδευσίας, εὐδιάλυτος τούτοις ἐστὶν ἡ τῆς ψυχῆς 
302
οὐσία· τῶν τοιούτων ἔνιοι καὶ διὰ λύπην ἀπέθανον, οὐ μὴν εὐθέως ὥσπερ ἐν τοῖς προειρημένοις· ἀνὴρ δ’ οὐδεὶς μεγαλόψυχος οὔτ’ ἐπὶ λύπαις οὔτ’ ἐπὶ τοῖς ἄλλοις ὅσα λύπης ἰσχυρότερα θανάτῳ περιέπεσον· ὅ τε γὰρ τόνος τῆς ψυχῆς αὐτοῖς ἰσχυρός ἐστι τά τε παθήματα σμικρά.

Ἴδιον δὲ πάθος ἐν καρδίᾳ γίνεται κατὰ μὲν ἁπλῆν δυσκρασίαν πολλάκις, εἴτ’ ἀνώμαλος εἴθ’ ὁμαλὴς εἴη, κατὰ τε φλεγμονὴν ἢ ἐρυσίπελας ἀρχόμενον γίγνεσθαι· διαφθείρεται γὰρ παραυτίκα πρὶν αὐξηθῆναι τὰ πάθη τάδε τὸ ζῶον. ἕπονται δὲ πάλιν ταῖς τοιαύταις διαθέσεσιν αἱ καρδιακαὶ συγκοπαὶ, καθάπερ αἱ στομαχικαὶ ταῖς κατὰ τὸ τῆς κοιλίας στόμα, καλοῦσι δ’ ἔνιοι καὶ τοῦτο στόμαχον· ἀλλὰ καὶ αὗται γίγνονται δηλονότι συμπασχούσης τῆς καρδίας. αἱ διαθέσεις δ’ ἀμφοτέρων τῶν μορίων, τοῦ τε στόματος τῆς κοιλίας καὶ τῆς καρδίας, ἤτοι διὰ δυσκρασίαν μόνην ἰσχυρὰν, ἢ δι’ ὑγρότητα φαρμακώδη, καί ποτε καὶ δι’ ἐρυσίπελας εἰώθασι γίγνεσθαι, καὶ διὰ φλεγμονὴν, ἤ τινα παρὰ φύσιν ὄγκον ἕτερον τοιοῦτον. αἱ μὲν οὖν μικραὶ τῆς καρδίας

303
δυσκρασίαι τοὺς σφυγμοὺς ἀλλοιοῦσιν κατὰ τὴν αὐτῶν ἑκάστη φύσιν· εἴρηνται δ’ αὐτῶν αἱ διαγνώσεις ἐν τῇ περὶ σφυγμῶν πραγματείᾳ· ταῖς μεγάλαις δὲ, κατὰ μὲν τὰς ἰδίας τῶν ὁμοιομερῶν δυσκρασίας οὐκ ὀξὺς ὁ θάνατος ἕπεται, κατὰ δὲ τὰς ὀργανικὰς ἐξαιφνίδιος, ἀλλ’ ἐπὶ προηγουμένοις σημείοις, ὧν ἓν μέν ἐστι καὶ τὸ πρὸς Ἱπποκράτους εἰρημένον, οἷον οἱ ἐκλυόμενοι πολλάκις καὶ ἰσχυρῶς ἄνευ φανερῆς προφάσεως, ἐξαπίνης τελευτῶσιν· ἕτερον δὲ παλμὸς τῆς καρδίας, ἤτοι μόνος γιγνόμενος, ἢ μετά τινος ἐμφάσεως ἐν ὑγρῷ κινουμένης αὐτῆς· καὶ θαυμαστὸν οὐδὲν ἀθροίζεσθαί ποτε πλῆθος ὑγροῦ τοσοῦτον ἐν τῷ περιέχοντι χιτῶνι τὴν καρδίαν, ὡς ἐμποδίζειν αὐτῇ διαστελλομένῃ· καὶ γὰρ ἐπὶ τῶν ἀνατεμνομένων ζώων ἐθεασάμεθα πολλάκις ὑγρὸν οὔρῳ παραπλήσιον ἐν τῷ περικαρδίῳ δαψιλές. εἷς δέ ποτέ τις πίθηκος ἰσχνότερος ἑαυτοῦ γιγνόμενος οὐκ ἔφθασεν ἀνατμηθῆναι δι’ ἀσχολίας ἡμῶν ἀναγκαίας· ἀποθανόντος δ’ αὐτοῦ τὰ μὲν ἄλλα πάντα μόρια τοῦ σώματος ἦν ἀπαθῆ, ἐπέκειτο δὲ τῷ περικαρδίῳ χιτῶνι παρὰ φύσιν ὄγκος, ὑγρὸν ἐν ἑαυτῷ περιέχων
304
ὅμοιον τῷ κατὰ τὰς ὑδατίδας· ἐπ’ ἀλεκτρυόνος δέ ποτε χωρὶς ὑγροῦ τοιοῦτος σκιῤῥώδης ὄγκος ἐπέκειτο τῷ περικαρδίῳ, παραπλήσιος ὑμέσι παχέσι πολλοῖς κατ’ ἀλλήλων ἐπιβεβλημένοις. εἰκὸς οὖν ἐστι καὶ τοῖς ἀνθρώποις γίγνεσθαί τινα τοιαῦτα. φλεγμηνάσης δὲ φανερῶς καρδίας ἐπὶ μονομάχων, ἐθεασάμεθα θάνατον ὁμοιότατον ἀκολουθήσαντα τοῖς συγκοπτομένοις καρδιακῶς. ἐὰν μὲν οὖν ἄχρι κοιλίας τινὸς τῶν ἐν αὐτῇ τὸ τρῶσαν ἀφίκηται, παραχρῆμα τελευτῶσιν αἱμοῤῥαγικῶς, καὶ μᾶλλον, ὅταν ἡ ἀριστερὰ κοιλία τύχῃ τρωθεῖσα· μὴ διασχόντος δὲ τοῦ τρώσαντος εἰς κοιλίαν, ἀλλ’ ἐν τῷ σώματι τῆς καρδίας στηριχθέντος, οὐ μόνον αὐτὴν ἐκείνην τὴν ἡμέραν, ἐν ᾗ τρωθέντες ἔτυχον, ἔνιοι διέζησαν, ἀλλὰ καὶ τὴν ἐπιοῦσαν νύκτα, φλεγμονῆς δηλονότι λόγῳ τοῦ θανάτου γενομένου· φρονοῦσί γε μὴν ἅπαντες οὗτοι, μέχρι περ ἂν ζῶσιν, μαρτυροῦντος καὶ τούτου τοῦ φαινομένου τῷ παλαιῷ δόγματι περὶ τοῦ τὸ λογιζόμενον τῆς ψυχῆς οὐκ εἶναι κατὰ τὴν καρδίαν. ὁ δὲ παλμὸς τοῦ σπλάγχνου τούτου πολλοῖς ὑγιαίνουσιν ἀμέμπτως νεανίσκοις
305
τι καὶ παρακμάζουσιν ὤφθη γενόμενος ἐξαίφνης, ἄνευ φανεροῦ συμπτώματος ἑτέρου, καὶ πάντες οὗτοι φλεβοτομηθέντες ὤνηντο, καὶ τελέως αὐτῶν ἔνιοι τοῦ συμπτώματος ἀπηλλάγησαν, ἐπὶ τῇ φλεβοτομίᾳ λεπτυνούσῃ διαίτῃ μετὰ φαρμάκων ὁμοίων θεραπευθέντες· ἔνιοι δὲ αὐτῶν αὖθίς ποτε τοῦ συμπτώματος ἐπιφανέντος ὁμοίως ἐθεραπεύθησαν. οἶδα δέ τινα καὶ κατ’ ἐνιαυτὸν ἦρος ὥρᾳ πάσχοντα τὸ τοῦ παλμοῦ σύμπτωμα· καὶ ἐπειδὴ τρισὶν ἔτεσιν ἐπειράθη τῆς φλεβοτομίας ὠφελούσης, ἔφθασεν ἐπὶ τοῦ τετάρτου φλεβοτομηθεὶς ἁλῶναι τῷ συμπτώματι, καὶ οὕτως ἔπραττε κατὰ τὸ ἑξῆς ἐτῶν πλειόνων, μετὰ τοῦ καὶ τἄλλα ποιεῖν ἐπὶ τῇ φλεβοτομίᾳ προσηκόντως· ἀλλ’ ὅμως καὶ οὗτος ἀπέθανε πρὶν γηρᾶσαι, καθάπερ καὶ οἱ ἄλλοι πάντες, ἔνιοι μὲν ἐν πυρετοῖς ὀξέσιν ἀθρόως συγκοπέντες, ἔνιοι δὲ καὶ κατὰ τὸν τῆς ὑγείας χρόνον, εἷς δέ πού τις ἢ δύο καθ’ ἕτερον τρόπον ἀπέθανον χωρὶς συγκοπῆς. οἱ πλείους δὲ τῶν οὕτω παθόντων. ἡλικίαν εἶχον ἐτῶν ἐλαττόνων μὲν ἢ πεντήκοντα, πλεόνων
306
δὲ ἢ τεσσαράκοντα. τὸ μέντοι περικάρδιον σκέπασμα τῶν ἀκύρων ἐστὶ μορίων, ὅπως ἂν πάθῃ, πλὴν εἰ φλεγμήναντος αὐτοῦ διαδοθείη κατὰ συμπάθειαν ἡ διάθεσις ἐπὶ τὴν καρδίαν· ἀλλ’ ὅταν γε πάσχῃ μόνον, ὁμοίως τοῖς ἄλλοις ἅπασι μορίοις, ὅσα φρουρᾶς ἕνεκα καὶ σκέπης ἑτέρων κυριωτέρων ἐγένετο, κίνδυνον οὐδένα φέρει. δύσπνοιαν δ’ οὐδεμίαν ἐργάζετ’ ἄλλην καρδία παρὰ τὰς εἰρημένας ἐν τῷ πρὸ τούτου γράμματι κατὰ τὸν περὶ τῆς δυσπνοίας λόγον· ἐπὶ μὲν τὸ μέγα καὶ πυκνὸν ὑπερθερμανθεῖσα, μετὰ τοῦ καὶ θᾶττον γίνεσθαι τὴν ἀναπνοὴν ἐκφυσᾶσθαί τε θερμὸν πνεῦμα· τὴν δὲ ἐναντίαν αὐτῇ διὰ ψύξιν, ἐφ’ ᾗ μικρὸν καὶ ἀραιὸν γίνεται τὸ πνεῦμα.