De locis affectis

Galen

Galen, De locis affectis

Καιρὸς οὖν ἤδη μεταβαίνειν ἐπὶ τὴν γλῶτταν. ἑώραται δ’ ἡμῖν ἐπ’ αὐτῆς ἐνίοτε μὲν ἡ κίνησις, ἐνίοτε δὲ ἡ τῆς γεύσεως αἴσθησις βεβλαμμένη, καί ποτε μὲν σὺν αὐτῇ καὶ ἡ τῆς ἁφῆς. οὐκ ἔστι δ’ ἄλλα μὲν ἁφῆς, ἄλλα δὲ γεύσεως νεῦρα, καθάπερ τὰ τῆς κινήσεως· τὰ γὰρ ἀπὸ τῆς τρίτης συζυγίας οὐ μόνον τῶν ἁπτῶν, ἀλλὰ καὶ τῶν γευστῶν ἐστι διαγνωσικά. πλεονάκις δὲ βλάπτεται τῶν γευστῶν ἡ αἴσθησις ἤπερ ἡ τῶν ἁπτῶν, καίτοι τῶν αὐτῶν οὖσα νεύρων, ὡς ἂν ἀκριβεστέρας δεομένη διαγνώσεως. παχυμερέστατον μὲν γὰρ τὸ τῆς ἁφῆς αἰσθητήριον, ὥσπερ τὸ τῆς ὄψεως λεπτομερέστατον· δεύτερον δὲ μετὰ τὴν ὄψιν ἐν λεπτομερείᾳ μὲν τὸ τῆς ἀκοῆς, ἐν παχυμερείᾳ δὲ μετὰ τὴν ἁφὴν τὸ τῆς γεύσεως, ὥσπερ ἐν μέσῳ τῶν τεττάρων τὸ τῆς ὀσφρήσεως. ἡ δὲ κίνησις τῆς γλώττης παρὰ τῆς ἑβδόμης ἐστὶ συζυγίας τῶν ἐξ ἐγκεφάλου πεφυκότων νεύρων, ἐγγὺς τῆς

230
κατὰ τὸν νωτιαῖον ἀρχῆς οὖσα. ὅταν μὲν οὖν ἀμφότερα τὰ μέρη τοῦ ἐγκεφάλου, τό τε δεξιὸν καὶ τὸ ἀριστερὸν, κατὰ τοῦτο τὸ χωρίον ᾖ πεπονθότα, τοὺς ἀποπληκτικοὺς ἐπιφέρει κινδύνους· ὅτ’ ἂν δὲ θάτερον μόνον, εἰς παραπληγίαν τελευτᾷ, ποτὲ μὲν τῇ τῆς γλώττης κινήσει μόνῃ λυμαινομένην κατὰ τὸ ἥμισυ μέρος, ἔστι δ’ ὅτε καὶ τοῖς κάτω τῆς κεφαλῆς μορίοις ἄλλοτ’ ἄλλοις ἐγκατασκήπτουσαν, ποτὲ δὲ καὶ παντὶ θατέρῳ μέρει τοῦ σώματος ἄχρι ποδῶν ἄκρων. ἡ δ’ οὖν γλῶττα πολλάκις ἑώραται βλαπτομένη τὴν εἰρημένην βλάβην μόνη τῶν κατὰ τὸ πρόσωπον μερῶν, μήτε τῆς ἁπτικῆς αἰσθήσεως ἐν αὐτῇ μήτε τῆς γευστικῆς βεβλαμμένων. καὶ ἡ αἰτία πρόδηλος ὑμῖν ἐστιν ἑωρακόσιν τὰς ἐξ ἐγκεφάλου τῶν νεύρων ἀποφύσεις εἰς μὲν τὸ πρόσωπον ἀπὸ τοῦ προσθίου μέρους αὐτοῦ γινομένας, εἰς δὲ τὰ κάτω μέρη τοῦ προσώπου πάντα τὰ καθ’ ὅλον τὸ ζῶον ἀπὸ θατέρου μέρους τοῦ ὄπισθεν, ἐξ οὗ μέρους ἐστὶ καὶ ἡ συζυγία τῶν ἐπὶ τοὺς τῆς γλώττης μῦς ἀφικνουμένων νεύρων, ὑφ’ ὧν αἱ κατὰ προαίρεσιν αὐτῆς γίνονται κινήσεις. ὥστε πάλιν εἰκότως, ὅτ’ ἂν τὸ πρόσθιον ἐγκεφάλου πάθῃ μέρος μόνον, ἡ μὲν τῆς γλώττης 
231
κίνησις ἀβλαβὴς διασώζεται μόνη, τὰ δ’ ἄλλα πάντα τὰ κατὰ τὸ πρόσωπον μόρια τὰς αἰσθητικὰς καὶ προαιρετικὰς κινήσεις ἀπόλλυσι, κατὰ θάτερον δηλονότι μέρος, ἤτοι τὸ δεξιὸν ἢ τὸ ἀριστερόν. ἐὰν γὰρ ὅλον ποτὲ πάθῃ τὸ πρόσθιον ἐγκεφάλου, συμπάσχειν μὲν ἀναγκαῖόν ἐστι καὶ τὰ περὶ τὴν ὑψηλοτάτην αὐτοῦ κοιλίαν, βλάπτεσθαι δὲ καὶ τὰς διανοητικὰς αὐτῶν ἐνεργείας. καὶ κεῖται ἀναίσθητος μὲν καὶ ἀκίνητος ὁ οὕτως παθὼν, οὐδὲν δ’ εἰς τὴν ἀναπνοὴν βλάπτεται, καὶ καλεῖται τὸ πάθος τοῦτο κάρος, ὡς τό γε καὶ τὴν ἀναπνοὴν βλάπτον οὕτως ἰσχυρῶς, ὡς μετὰ πολλῆς βίας ἀναπνεῖν μόγις ὁμοίως τοῖς ῥέγχουσιν ἐν ὕπνοις βαθέσιν ἀποπληξία προσαγορεύεται. καὶ τοίνυν καὶ διαδέχεται τὴν μὲν τῆς ἀποπληξίας λύσιν ἡ καλουμένη παραπληγία πάνυ πολλάκις, ἐπὶ δὲ τοῖς κάροις παυομένοις ὑγεία τοὐπίπαν πολλάκις ἀκολουθεῖν εἴωθεν. γίνεται δὲ κάρος ἐπί τε τοῖς τῶν κροταφιτῶν μυῶν πάθεσιν, ὡς ἱπποκράτης ἐδήλωσεν, κᾀν τοῖς ὀξέσι νοσήμασιν, ὡς καὶ τοῦτ’ ἔγραψεν ὁ αὐτὸς Ἱπποκράτης· ἐν τῷ μέσῳ δέ πως ἀμφοῖν ἐστι, τοῦ τε κάρου καὶ τῆς ἀποπληξίας, ἡ ἐπιληψία, σπασμοὺς μὲν ἐπιφέρουσα παντὸς τοῦ σώματος, οὐ
232
μὴν εἰς παραπληγίαν τελευτῶσα. ψυχρὸς μὲν οὖν καὶ παχὺς ἢ πάντως γε γλίσχρος χυμός ἐστιν αἴτιος τῶν τριῶν τούτων νοσημάτων. ἀλλ’ ἐν μὲν τοῖς κάροις τε καὶ ταῖς ἐπιληψίαις αἱ κοιλίαι μὲν μᾶλλον, ἧττον δὲ αὐτὸ τὸ σῶμα τοῦ ἐγκεφάλου πάσχειν εἴωθεν, ἐν δὲ ταῖς ἀποπληξίαις μᾶλλον τὸ σῶμα· καὶ κατὰ μὲν τοὺς κάρους τὰ πρόσω μᾶλλον, ἐν δὲ ταῖς ἀποπληξίαις τε καὶ ἐπιληψίαις ἀμφότερα· κατὰ δὲ τὰς καταλήψεις τε καὶ κατοχὰς ὀνομαζομένας τὰ ὀπίσω πάσχει μᾶλλον. ὅτ’ ἂν δὲ ἀνατιτραμένου τινὸς ὀστοῦ ἡ μέση κοιλία θλιφθῇ, κάρος καταλαμβάνει τὸν ἄνθρωπον ἄνευ τοῦ σπᾶσθαί τε καὶ δυσχερῶς ἀναπνεῖν, ὧν τὸ μὲν ἐπιληψίας, τὸ δὲ τῆς ἀποπληξίας ἐστὶν ἴδιον, ὥσπέρ γε καὶ κάρου καὶ καταλήψεως ἡ κατὰ φύσιν ἀναπνοὴ σωζομένη. ἀλλ’ ὁ μὲν κάρος κεκλεισμένων γίγνεται τῶν βλεφάρων, ἡ κατάληψις δὲ ἀνεῳγότων. ὥσπερ δὲ ἐν ταῖς ἀνατρήσεσιν, ὅτ’ ἂν ἀμελῶς τις πιέζων τῷ μηνιγγοφύλακι τὴν μήνιγγα θλίψῃ περαιτέρω τοῦ προσήκοντος, ὁ κάρος γίγνεται, κατὰ τὸν αὐτὸν τρόπον, ὅτ’ ἂν ὀστοῦν συντριβὲν σφοδρῶς τοῦ κρανίου θλίβῃ τὰς κοιλίας
233
αὐτοῦ, καὶ μάλιστα τὴν μέσην, ὁ κάρος συμπίπτει· ἕπεται δὲ καὶ σφοδραῖς ὀδύναις τὸ πάθος τοῦτο, καταπίπτοντος ἐν αὐταῖς τοῦ κατὰ τὸ ψυχικὸν πνεῦμα τόνου· καλῶ δὲ οὕτως, ὡς ἴστε, τὸ κατὰ τὰς κοιλίας τοῦ ἐγκεφάλου πρῶτον ὄργανον ὑπάρχον τῇ ψυχῇ πρὸς τὸ διαπέμπειν εἰς ἅπαντα τὰ μέρη τοῦ σώματος αἴσθησίν τε καὶ κίνησιν. τὰ μὲν οὖν κατὰ τὸν ἐγκέφαλον, οἰκειότητί τε τοῦ προκειμένου λόγου καὶ διότι κατὰ τὸν ἔμπροσθεν λόγον ἀδιοριστότερον εἴρηται, διορίσασθαί μοι νῦν ἄμεινον ἔδοξεν· αὖθις δ’ ἐπὶ τὰ τῆς γλώττης ἐπάνειμι πάθη, τὰ μὲν κοινὰ διὰ τὴν πρὸς τὸν ἐγκέφαλον καὶ τὰ νεῦρα κοινωνίαν, τὰ δὲ ἴδια μόνης αὐτῆς. τῇ μὲν οὖν πρὸς τὸν ἐγκέφαλον αὐτῆς κοινωνίᾳ καθάπερ εἰς τὴν κίνησιν ἐβλάπτετο διὰ τὴν ἑβδόμην συζυγίαν, οὕτως εἰς τὴν αἴσθησιν ἐμποδίζεται διὰ τὴν τρίτην, ἣν ὀνομάζουσι μαλακὸν νεῦρον οἱ ἀνατομικοὶ, καταφυομένην, ὡς ἴστε, καὶ κατασχιζομένην εἰς τὸν περιλαμβάνοντα τὴν γλῶτταν χιτῶνα, καθάπερ τι τῶν ἀπὸ τῆς ζ΄ συζυγίας εἰς τοὺς κινοῦντας αὐτὴν μύας. τὰ δ’ ἴδια μόνης τῆς γλώττης πάθη τοῖς μεμνημένοις ὅσα
234
περὶ τῶν κατὰ τοὺς ὀφθαλμοὺς ἰδίων ἀρτίως εἶπον, οὐ χαλεπῶς εὑρεθήσεται. καὶ γὰρ ταύτης αἱ μὲν δυσκρασίαι τῶν μυῶν, ὡς ὁμοιομερῶν, ἐμποδίζουσι ταῖς κινήσεσιν, ὥσπέρ γε καὶ τοῦ περιέχοντος ἔξωθεν αὐτὴν ὑμένος, ἀμφοτέραις ταῖς αἰσθήσεσιν, ἁπτικῇ τε καὶ γευστικῇ· αἵ θ’ ὡς ὀργανικῶν παθῶν φλεγμοναὶ καὶ σκίῤῥοι καὶ οἰδήματα καὶ ἐρυσιπέλατα καὶ διαπυήσεις, ἅπερ ἅπαντα τῆς ἐνεστώσης ἀφώρισται πραγματείας, ὁρῶσίν τε ἡμῖν καὶ ἁπτομένοις διαγιγνωσκόμενα· πρόκειται γὰρ, ὅσα μήτ’ ὄψει μήθ’ ἁφῇ διαγνῶναι δυνάμεθα πάσχοντα μόρια, ταῦτ’ ἐπισκέψασθαι, διὰ τίνων σημείων ἐνδεικτικῶς τε καὶ τὸ σύμπαν φάναι λογικῶς νῦν εὑρεθησόμενα.

Κατὰ τὸν αὐτὸν οὖν λόγον ἐπὶ τῆς ἀκουστικῆς αἰσθήσεως, ὅσα μὲν ἐν αὐταῖς ταῖς ὁρωμέναις κοιλότησι τῶν ὤτων γίνεται παθήματα, λογικῆς οὐ δεῖται γνώσεως· ὅσα δὲ ἀπαθοῦς φαινομένου τοῦ κατὰ τὰ ὦτα πόρου, βλαπτομένου δὲ κατὰ τὴν ἀκουστικὴν ἐνέργειαν, ὁμοίᾳ μεθόδῳ γνωριοῦμεν· εἰ μὲν μόνη πάσχει, τὸ ἴδιον νεῦρον

235
πεπονθέναι λογιζόμεθα· σὺν δὲ τοῖς ἄλλοις τοῦ προσώπου μορίοις ἐν ἐγκεφάλῳ τὴν παρὰ φύσιν εἶναι διάθεσιν, ἢ ὡς ὁμοιομεροῦς, ἢ ὡς ὀργανικοῦ μορίου πεπονθότος αὐτοῦ.

Καὶ τῶν ἄλλων δὲ τόπων ἁπάντων τῶν κατὰ τὸ πρόσωπον οὐ μόνον ἡ κίνησις, ἀλλὰ καὶ ἡ αἴσθησις ἤτοι γε ἀπόλλυται παντάπασιν ἢ βλάπτεται, ποτὲ μὲν αὐτῶν ἰδιοπαθούντων τῶν βεβλαμμένων τὰς ἐνεργείας μορίων, ποτὲ δὲ τῶν ἐξ ἐγκεφάλου φερομένων ἐπ’ αὐτὰ νεύρων, ἢ καὶ δι’ αὐτὸν τὸν ἐγκέφαλον πάσχοντα· διορισθήσεται δ’ ἀλλήλων ἅπαντα διὰ τῶν ἐζευγμένων αὐτοῖς συμπτωμάτων. ὅτ’ ἂν μὲν γὰρ ἕν τι μόριον ἤτοι γε εἰς αἴσθησιν ἢ εἰς κίνησιν ἢ εἰς ἄμφω τύχῃ βλαβὲν, αὐτὸ μόνον ἐκεῖνο τὴν αἰτίαν ἔχει τῆς διαθέσεως, ἤτοι γε ἐν τοῖς ἰδίοις μορίοις ὀργανικῶς ἢ κατὰ δυσκρασίαν πάσχουσιν, ἢ ἐν τοῖς εἰς αὐτὰ φερομένοις νεύροις ἀπὸ τῆς τρίτης συζυγίας· ὅταν δὲ ἅμα πλείω πεπόνθῃ μόρια, σκεπτέον, εἴτε ἐκ μιᾶς ἀρχῆς νεύρων, εἴτε ἐκ πλειόνων ἔχει τὴν αἴσθησιν ἢ τὴν κίνησιν ἐν τῷ κατὰ 

236
φύσιν διακεῖσθαι. τεθεάμεθα γὰρ ταῦτα διὰ τῶν ἀνατομῶν, τῆς μὲν τρίτης συζυγίας τοῖς γε κροταφίταις μυσὶν καὶ τοῖς μασσητῆρσιν καὶ τοῖς χείλεσι καὶ τοῖς τῆς ῥινὸς πτερυγίοις αἴσθησίν τε καὶ κίνησιν παρεχούσης, τῇ δὲ γλώττῃ τὴν αἴσθησιν μόνην, ὥσπέρ γε καὶ τοῖς ἐν τῷ στόματι πᾶσιν· τῆς δὲ δευτέρας τοὺς μῦς τῶν ὀφθαλμῶν μόνους κινούσης, ὥσπέρ γε καὶ τῆς πρώτης τὴν ὀπτικὴν αἴσθησιν αὐτοῖς παρεχούσης. ἐὰν οὖν ποτε τὰ παρὰ τῆς τρίτης συζυγίας νευρούμενα μόρια πάντα φαίνηται βεβλαμμένα κατὰ θάτερον δηλονότι μέρος, ἀεὶ γὰρ χρὴ τούτου μεμνῆσθαι, κᾂν μὴ ῥηθῇ πόθ’ ὑπ’ ἐμοῦ, τὴν πρωτοπάθειαν ἡγεῖσθαι χρὴ τοῦ νεύρου γεγονέναι· κατ’ ἄμφω δὲ τὰ μέρη τῆς βλάβης συμβάσης, οὐ τοῦ νεύρου τὸ πάθος ἴδιον, ἀλλὰ τοῦ κατὰ τὸν ἐγκέφαλον τόπου πρώτως ἐστὶν, ὅθεν ἐκφύεται τὰ νεῦρα. πάσχοντι δ’ ἐγκεφάλῳ κατ’ ἄμφω τὰ μέρη, τό τ’ ἀριστερὸν καὶ τὸ δεξιὸν, ἐν τῷ κατὰ τρίτην συζυγίαν χωρίῳ συμπάσχει καὶ τὰ πλησιάζοντα, καὶ διὰ τοῦτο τά τε κατὰ τὴν δευτέραν καὶ τὴν πρώτην συζυγίαν βλάπτεται νεῦρα, καὶ τῇ τούτων ἀκολουθεῖ βλάβῃ καὶ τὰ κατὰ τοὺς ὀφθαλμοὺς μόρια βλάπτεσθαι
237
πάντα· μόνου δ’ ἑνὸς μυὸς ἢ νεύρου παθόντος ὁπωσοῦν, εἴτε κατ’ ἰδιοπάθειαν, εἴτε κατὰ συμπάθειαν, ἐπὶ τὸν ἀντικείμενον μῦν ἐπισπᾶται τὸ μόριον, ἐὰν μὲν ὁ τὸ δεξιὸν χεῖλος κινῶν μῦς παραλυθῇ, πρὸς τὴν ἀριστερὰν χώραν ἀπαγομένου τοῦ κατὰ τοῦτο τὸ μέρος χείλους, ὅτ’ ἂν δὲ ὁ τὸ ἀριστερὸν, ἐπὶ τὴν δεξιάν. ὡσαύτως δὲ κᾀπὶ τῆς γένυος ὅλης, καὶ τῶν τῆς ῥινὸς πτερυγίων, καὶ τῶν γνάθων ἑκατέρας, ἃς ἐμάθετε κινουμένας ὑπὸ τοῦ μυώδους πλατύσματος, ἐπὶ τὰ ἐναντία τῷ παραλελυμένῳ συμβαίνει παρασπᾶσθαι τὸ μέρος, οὐκ ἔτ’ ἐπὶ τούτου παρὰ τῆς τρίτης συζυγίας τῶν νεύρων ἡκόντων, ἀλλ’ ἐκ τῶν κατὰ τὸν τράχηλον σπονδύλων εἰς ἅπαν ὀλίγου δεῖν, ὅτι μὴ κατὰ μέρος τι μικρὸν αὐτοῦ τῶν παρὰ τῆς πέμπτης συζυγίας ἐμφυομένων νεύρων, ἔνθα τὸ πλάτυσμα τὴν ὑψηλοτάτην ἔχει χώραν.

Μετιέναι δ’ ἤδη καιρὸς ἐπὶ τὰ τοῦ νωτιαίου πάθη. τὰ τοῦ νωτιαίου μυελοῦ πάθη σύντομον μὲν ἔχει τὴν ἐν τῷ παρόντι διδασκαλίαν, οὐ σύντομον δὲ τὴν ἐπὶ τῶν ἔργων γνῶσιν αὐτῶν· εἰ μὴ γὰρ μνημονεύοι τις ἑκάστην συζυγίαν τῶν ἀπ’ αὐτοῦ πεφυκότων νεύρων, ἐς ὅτι παραγίνεται

238
μέρος τοῦ σώματος, ἀδύνατον αὐτῷ γνῶναι κατὰ πόστον ἔπαθεν σπόνδυλον ὁ νωτιαῖος, ὡς τῷ γε μεμνημένῳ ῥᾴστη ἡ τοῦ πεπονθότος τόπου γνῶσις. ἀλλὰ καὶ κατὰ τὴν τῶν ἄλλων ἁπάντων μορίων διάγνωσιν ἀνάμνησις ἔσται τῶν ἀπὸ τοῦ νωτιαίου μυελοῦ πεφυκότων νεύρων. οἷον εὐθέως ἀπὸ τῶν πρώτων σπονδύλων πασχόντων. σπανίως μὲν, ἀλλὰ γίνεται συνάγχη ποτὲ, παιδίοις μᾶλλον ἢ τελείοις, ὑπὲρ ἧς Ἱπποκράτης οὕτως συνέγραψεν ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν· ἐπὶ δὲ τῶν κυναγχικῶν παθήματα τοιάδε. τοῦ τραχήλου οἱ σπόνδυλοι εἴσω ἔῤῥεπον, τοῖσι μὲν ἐπὶ πλέον, τοῖσι δὲ ἐπ’ ἔλαττον, καὶ ἔξωθεν ἔκδηλος ἦν κοῖλον ἔχων ὁ τράχηλος, καὶ ἤλγει ἐν ταύτῃ ψαυόμενος· ἦν δὲ καὶ κατωτέρω τινὶ τοῦ ὀδόντος καλεομένου ὀστοῦ, ὃ οὐχ ὁμοίως ὀξύ ἐστιν, ἔστι δὲ οἷσι καὶ πάνυ περιφανὴς, μείζονι περιφερείῃ. ἢν μὴ σὺν τῷ ὀδόντι καλεομένῳ, φάρυγξ οὐ φλεγμαίνουσα, ἐγκειμένη δέ. τὰ ὑπὸ γνάθων, ὀγκηρὰ, οὐ φλεγμαίνουσιν εἴκελα, οὐδὲ βουβῶνες οὐδενὶ ᾤδησαν, ἀλλὰ τῇ φύσει μᾶλλον· καὶ
239
γλῶτταν οὐ ῥηϊδίως στρέφοντες, ἀλλὰ μείζων τε αὐτέοις ἐδόκεεν εἶναι καὶ προπετεστέρη. καὶ αἱ ὑπὸ τῆς γλώττης φλέβες ἐκφανέες, καταπίνειν δ’ οὐκ ἠδύναντο, ἢ πάνυ χαλεπῶς, ἀλλ’ ἐς τὰς ῥῖνας ἐξέφυγεν εἰ πάνυ ἐβιῶντο, καὶ διὰ τῶν ῥινῶν διελέγοντο. πνεῦμα δὲ τούτοισιν οὐ πάνυ μετέωρον. ἔστι δὲ οἷσιν καὶ φλέβες αἱ ἐν κροτάφοισιν καὶ ἐν κεφαλῇσι καὶ αὐχένι, ἐπῃρμέναι· βραχὺ δέ τι τουτέων τοῖσι παλιγκοτωτάτοισι, κρόταφοι θερμοὶ, εἰ καὶ τὰ ἄλλα μὴ πυρεταίνοιεν. οὐ μὴν πνιγόμενοι οἱ πλεῖστοι, εἰ μὴ καταπίνειν προθυμοῖντο, ἢ τὸ πτύελον, ἢ ἄλλό τι. οὐδὲ οἱ ὀφθαλμοὶ ἐγκαθήμενοι. οἷσι μὲν οὖν ἦν ἐς ὀρθὸν ἐξόγκωμα μὴ ἑτερόῤῥοπον, οἱ τοιοῦτοι παραπληκτικοὶ οὐκ ἐγίνοντο. ἀπολόμενον δὲ εἴ τινα εἶδον, ἀναμνήσομαι· οὓς δὲ νῦν οἶδα, περιεγένοντο. ἦν δὲ τὰ μὲν τάχιστα ῥηΐζοντα, τὰ δὲ πλεῖστα καὶ ἐς τεσσαράκοντα ἡμέρας περιῄει, τούτων δ’ οἱ πλεῖστοι καὶ ἀπύρετοι. πολλοὶ δὲ καὶ πάνυ ἐπὶ πολὺν χρόνον εἶχόν τι. μέρος τοῦ ἐξογκώματος, καὶ κατάποσις καὶ φωνὴ ἐνσημαίνουσα·
240
κίονές τε τηκόμενοι μινύθησίν τινα παρεῖχον πονηρὴν, οὐδὲν δοκέοντες κακὸν ἔχειν. οἱ δὲ ἑτερόῤῥοπα ἔχοντες, οὗτοι ὁκόθεν ἂν ἐγκλιθείησαν οἱ σπόνδυλοι, ταύτῃ παρελύοντο, τάδ’ ἐπὶ θάτερα ἥλκετο. ἦν δὲ ταῦτα ἐν προσώπῳ καταφανέα μάλιστα καὶ τῷ στόματι καὶ τῷ κατὰ γαργαρεῶνα διαφράγματι· ἀτὰρ καὶ γνάθοι αἱ κάτω παρηλλάσσοντο κατὰ λόγον. αἱ δὲ παραπληγίαι οὐ διὰ παντὸς τοῦ σώματος ἐγίνοντο, οἷον ἐξ ἄλλων, ἀλλὰ μέχρι χειρὸς τὰ ἀπὸ τοῦ κυναγχικοῦ. οὗτοι καὶ πέπονα ἀναπτύοντες βραχὺ μόγις ἦσαν· οἷσι δὲ ἐς ὀρθὸν, ἀπεπτύοντο· οἷσι δὲ καὶ σὺν πυρετῷ, οὗτοι πολὺ μᾶλλον καὶ δύσπνοοι καὶ διαλεγόμενοι σιαλοχόοι, καὶ φλέβες τούτοισι μᾶλλον ἐπῃρμέναι, καὶ πόδες πάντων μὲν ψυχρότατοι, τούτων δὲ μάλιστα· καὶ ὀρθοστατεῖν οὗτοι ἀδυνατώτεροι, καὶ εἴ τινες μὴ αὐτίκα ἔθνησκον· οὓς δὲ ἐγὼ οἶδα, πάντες ἔθνησκον. ταύτην ὅλην τὴν ῥῆσιν ἐξηγησάμην καθ’ ἑκάστην ἤδη λέξιν ἐν τῷ δευτέρῳ τῶν εἰς τὸ δεύτερον τῶν ἐπιδημιῶν ὑπομνημάτων· διὰ τοῦτο δὲ νῦν ὅλην αὐτὴν 
241
ἔγραψα, διότι πολλοῖς ὁ Ἱπποκράτης ἐμφαίνει γεγονέναι τὴν σπανίως ἡμῖν ἑωραμένην κυνάγχην, ἄνευ τοῦ πάθος ἴδιον ἔχειν τὸν λάρυγγα· καὶ μέντοι καὶ ὅτι κατὰ τοὺς πρώτους γίνεται σπονδύλους, ὧν ὁ δεύτερος ἔχει τὴν ὀδοντοειδῆ καλουμένην ἀπόφυσιν, ἀφ’ ἧς ὅλος ὑπό τινων ὀδοὺς προσηγορεύθη. ἀλλὰ νῦν γε κατωτέρω φησὶν τούτου τοῦ σπονδύλου γεγονέναι τὴν κυνάγχην, οὐχ ὁμοίως ὀξεῖαν οὖσαν τῇ κατὰ τὸν δεύτερον γινομένῃ· πρόδηλον γὰρ ὅτι τὰ ὑψηλότερα τοῦ νωτιαίου μέρη κυριώτερα τῶν ταπεινοτέρων ἐστί· ἐὰν μὲν οὖν πολὺ κατωτέρω γένηται τῶν πρώτων δύο σπονδύλων ἡ αὐτὴ διάθεσις, ἔτι καὶ μᾶλλον ἥττων ἀκολουθήσει ἡ βλάβη. μεμαθήκαμεν γὰρ ἡμεῖς ἐκ τῆς ἀνατομῆς, τὰ τοῦ διαφράγματος νεῦρα μετὰ τὸν τέταρτον καὶ πέμπτον σπόνδυλον ἐκφύεσθαι· ἐμάθομεν δὲ κᾀν τῇ περὶ τῶν τῆς ἀναπνοῆς αἰτίων πραγματείᾳ, τὴν ἀβίαστον ἀναπνοὴν ὑπὸ τοῦ διαφράγματος μόνον γίνεσθαι, προσέρχεσθαι δὲ αὐτῇ τὴν τῶν μεσοπλευρίων μυῶν ἐνέργειαν, ὅταν μείζονος εἰσπνοῆς δεηθῶμεν, ὥσπέρ γε καὶ τὴν τῶν ὑψηλῶν, ὅταν μεγίστης· οὐ μὴν διὰ μεγάλην ἢ μεγίστην ἀναπνοὴν μόνον ἐνεργεῖν ἡμᾶς τούτοις τοῖς μυσὶν,
242
ἀλλὰ καὶ δι’ ἄλλας αἰτίας, ὑπὲρ ὧν ἐπὶ πλέον ἐν τοῖς περὶ δυσπνοίας εἴρηται. νυνὶ δ’ ὅσον εἰς τὴν τῶν πεπονθότων τόπων γνῶσιν ἀναγκαῖον ἐπίστασθαι, παρὰ τῆς προγεγραμμένης ῥήσεως ἀρκέσει λαβεῖν, ἐκείνου πρότερον ἀναμνησθέντας, ὃ διήλθομεν ἐν τῷ περὶ ἄρθρων, ἐξηγούμενοι τὴν λέξιν, ἔνθα φησίν· σπόνδυλοι δὲ οἱ κατὰ ῥάχιν, ὁκόσοι μὲν ὑπὸ νοσημάτων ἐς τὸ κυφὸν ἕλκονται. βούλεται δὲ οὐ μόνον τὴν ἔσω μετάστασιν τῶν σπονδύλων, ἥ τις ὀνομάζεται λόρδωσις, ἀλλὰ καὶ τὴν εἰς τοὐπίσω ταῖς εἰς τὴν ἔξω χώραν τάσεσιν ἕπεσθαι, ἑλκομένων τῶν νευρωδῶν σωμάτων ὑπὸ τῶν ἐνταῦθα συνισταμένων παρὰ φύσιν ὄγκων. ὅτ’ ἂν μὲν οὖν καθ’ ἕνα μόνον σπόνδυλον ἡ ὁλκὴ γένηται, λορδοῦσθαι συμβαίνει κατ’ ἐκεῖνο τὸ μέρος τὴν ῥάχιν, ὡσαύτως δὲ κᾂν ἐφεξῆς ἀλλήλων ἐπὶ δυοῖν ἢ τριῶν σπονδύλων· ὅτ’ ἂν οὖν μεταξὺ τῶν ἑλκομένων σπονδύλων εἷς ἢ καὶ πλείους ἀπαθεῖς διαμένωσι, κυρτοῦσθαι συμβαίνει τούτους. ἐπειδὰν μέντοι κατὰ θάτερον μέρος, ἤτοι τὸ δεξιὸν ἢ τὸ ἀριστερὸν, ἡ ὁλκὴ γένηται, πρὸς ἐκεῖνον συμβαίνει σκολιοῦσθαι τὴν ῥάχιν.
243
ἀμφοτέρων οὖν ἐμνημόνευσε κατὰ τὴν προγεγραμμένην ῥῆσιν ὁ Ἱπποκράτης, ἐν μὲν τῷ φάναι, οἷς μὲν οὖν ἦν ὀρθὸν ἐξόγκωμα, τῆς λορδώσεως· ἐν δὲ τῷ, οἱ δὲ ἑτερόῤῥοπα ἔχοντες, τῆς σκολιώσεως. ἀκριβῶς δὲ πάνυ καὶ ὠφελίμως ἡμῖν τοῖς ἀναγνωσομένοις αὐτὰ προσέγραψεν, ἐπὶ μὲν τῆς λορδώσεως οὐδένα γενέσθαι παραπληκτικὸν, ὅπερ ἐστι, μορίῳ τινὶ παρετόν· ἐπὶ δὲ τῆς σκολιώσεως γενέσθαι φάσκων ἄχρι χειρὸς, ὅπερ ἐστιν οὐ κατωτέρω κατὰ τὰς πλευρὰς ἢ ὀσφῦν ἢ τὰ σκέλη. πρῶτον οὖν ἡμᾶς χρὴ τοῦτο γινώσκειν, ὡς ἕτερα μὲν συμπτώματα ἕπεται τοῦ νωτιαίου μυελοῦ παθόντος ἴδιόν τι πάθος, ἤτοι κατὰ δυσκρασίαν μόνην ἢ μετὰ χυμοῦ τινος ἐπιῤῥυέντος, ὡς ἐν ἐρυσιπέλασι καὶ φλεγμοναῖς καὶ σηπεδόσι· ἕτερα δὲ θλιβέντος, ἀπὸ μεταστάσεως ἑνὸς ἢ πλειόνων σπονδύλων. ἔνθα μὲν γὰρ αὐτὸς ὁ νωτιαῖος ἔπαθεν ἴδιόν τι πάθος, ἤτοι κατὰ τὸ ἀριστερὸν ἢ δεξιὸν μέρος, ἄνευ μεταστάσεως σπονδύλων, κατὰ μὲν τὸ ἕτερον αὐτοῦ μέρος μόνον γενομένου τοῦ πάθους, ἅπαντα τὰ κάτω μέρη τοῦ σώματος, ὅσα κατ’ εὐθὺ τῆς βλάβης, εἰς αἴσθησίν τε καὶ κίνησιν βλάπτεται·
244
ἔνθα δ’ ὅλος ἔπαθεν, ἅπανθ’ ὁμοίως, τά τε δεξιὰ καὶ τὰ ἀριστερὰ, τὰ κάτω τοῦ βλαβέντος μέρους παραλύεται. κινηθέντος δὲ σπονδύλου πρὸς μὲν τὸ κυφὸν ἢ λορδὸν, ἐγχωρεῖ μὲν καὶ μηδ’ ὅλως βλαβῆναι τῶν ὑποκάτω μερῶν μηδὲν εἰς αἴσθησιν ἢ κίνησιν, ἐγχωρεῖ δὲ καὶ βλαβῆναι κατὰ τὸν ἐν τῷ περὶ ἄρθρων εἰρημένον ὑπ’ αὐτοῦ διορισμόν. ὅταν μὲν γὰρ, ὡς αὐτὸς ὠνόμασεν, γωνιώδης ἡ διαστροφὴ γένηται τοῦ νωτιαίου, τουτέστιν μὴ κατὰ βραχὺ καμφθέντος, ἀλλ’ ἀθρόως καθ’ ἓν μόριον, οἷον κλάσιν τινὰ λαβόντος, ἀνάγκη βλαβῆναι τὰ κάτω μόρια πάντα· κατὰ βραχὺ δὲ τῆς διαστροφῆς γεγενημένης κυκλοτερῶς, οὐδὲν ἀξιόλογον πάσχει τὰ κάτω τοῦ κινηθέντος σπονδύλου. ἡ δ’ εἰς τὸ πλάγιον ἐκτροπὴ βλάπτει πάντως ἐκεῖνα τῶν μορίων, εἰς ἃ παραγίνεται τὰ διὰ τῶν μεταστάντων σπονδύλων ἐκφυόμενα νεῦρα· καὶ μᾶλλον μὲν γίνεται τοῦτο κατὰ τὸν τράχηλον, ἧττον δὲ κατὰ τὸν θώρακα, πολὺ δ’ ἧττον ἔτι κατὰ τὴν ὀσφῦν. ἐπὶ μὲν γὰρ τοῦ τραχήλου τῶν συνταττομένων ἀλλήλοις σπονδύλων ἑκάτερος ἶσον συντελεῖ τῷ πόρῳ, δι’ οὗ τὸ νεῦρον ἐκφύεται·
245
κατὰ δὲ τοὺς τοῦ θώρακος πλέον μὲν ὁ ὑψηλότερος, ἧττον δὲ ὁ ταπεινότερος· ἐπὶ δὲ τῆς ὀσφύος ὅλον τὸ νεῦρον ἐκπίπτει κατὰ τὸν ὑψηλότερον σπόνδυλον. ὥστε ἐνταῦθα μὲν ἡ εἰς τὰ πλάγια ῥοπὴ τῶν σπονδύλων, ἑαυτῇ συναπάγουσα τόν τε νωτιαῖον αὐτὸν καὶ τὸ νεῦρον, ἄθλιπτον ἐργάζεται τὴν κατὰ φύσιν ἔκπτωσιν αὐτοῦ· κατὰ δὲ τὸν τράχηλον ἐκ τῆς μεταξὺ χώρας τῶν δύο σπονδύλων ἐκφυόμενα τὰ νεῦρα, κατὰ τὰς σκολιώσεις θλίβεται μὲν ἐν ἐκείνοις τοῖς μέρεσι τῆς ἐκφύσεως, εἰς ἃ τὴν διαστροφὴν ἔσχεν ἡ ῥάχις, τείνεται δὲ κατὰ θάτερα. ταῖς μὲν οὖν τάσεσιν, ὅταν ἐπιγένηται φλεγμονὴ μεγάλη, σπασμὸς ἐπακολουθεῖ· ταῖς δὲ θλίψεσι παράλυσις τῶν μορίων, εἰς ἃ τὸ θλιβόμενον ἀφικνεῖται νεῦρον. εἰκότως οὖν ἐπὶ ταῖς ἱστορηθείσαις κατὰ τὴν προγεγραμμένην ῥῆσιν κυνάγχαις ἄχρι χειρῶν αἱ παραπληγίαι συνέπεσον, ὡς ἂν ἐκ τοῦ πέρατος τοῦ τραχήλου λαμβανουσῶν τὰ νεῦρα τῶν χειρῶν, μετὰ γὰρ τὸν τράχηλον ὁ θώραξ ἐστὶν, οὐκ εἰς τὰς χεῖρας, ἀλλὰ τὰ μεσοπλεύρια τῶν κατ’ αὐτὸν σπονδύλων ἀποφυομένων νεύρων, πλὴν βραχέων τινῶν ἐκ τῶν πρώτων. τὰ μὲν οὖν ἄλλα τὰ κατὰ τὸ πρόσωπον μόρια παντάπασιν 
246
ἀβλαβῆ διαμένει, μήτ’ εἰς αἴσθησιν ἐμποδιζόμενα μήτε εἰς κινήσιν, ἐπὶ ταῖς εἰρημέναις ἀρτίως τῶν σπονδύλων μεταστάσεσιν· αἱ γνάθοι δὲ μόναι, χωρὶς τῆς γένυος, ὡς ἂν ὑπὸ τοῦ μυώδους πλατύσματος κινούμεναι, βλάπτονται. δῆλον οὖν ὅτι καὶ τῶν μυῶν ὅσοι τὴν ἀρχὴν τῶν εἰς αὐτοὺς διανεμομένων νεύρων ἔχουσιν ἐκ τοῦ κατὰ τὸν τράχηλον νωτιαίου, βλάπτονται καὶ αὐτοὶ κατά τε τὰ τοῦ νωτιαίου πάθη καὶ τῶν ἀπ’ αὐτοῦ πεφυκότων νεύρων. ὁπόσοι δ’ εἰσὶ καὶ τίνες οἱ μύες οὗτοι, μεμαθήκατε κατὰ τὴν τῶν ἀπὸ νωτιαίου νεύρων ἀνατομὴν, ὥσπέρ γε καὶ τἄλλα ὅσα χρὴ γιγνώσκειν ἡμᾶς ἑπόμενα συμπτώματα ταῖς τῶν κατὰ ῥάχιν σπονδύλων ἐγκυφώσεσίν τε καὶ λορδώσεσιν καὶ σκολιώσεσιν, ἐν τῷ τρίτῳ τῶν εἰς τὸ περὶ ἄρθρων ὑπομνήματι γεγραμμένα πάντ’ ἀκριβῶς ἔχετε σὺν ταῖς οἰκείαις ἀποδείξεσιν, ὧν ἐγὼ τὰ κεφάλαια νῦν ὑμᾶς ὑπομιμνήσκω, ὧν ἔνια μὲν ἤδη διῆλθον, ὅσα δ’ οὔπω λέλεκται, νῦν ἐρῶ, πρὸς τὸ μηδ’ ἐνταῦθά τι λείπειν τῷ λόγῳ. χρὴ γὰρ ὑμᾶς ἐπίστασθαι τοὺς σπονδύλους ἐξίστασθαί ποτε τῆς οἰκείας θέσεως, ἤτοι γ’ ἐκ πτώσεως, ἢ πληγῆς, ἤ τινος ὄγκου
247
παρὰ φύσιν, ἐπισπωμένου τὰ συμφυῆ τοῖς σπονδύλοις αὐτοῖς καὶ τῷ νωτιαίῳ νευρώδη σώματα. διττὰ δέ ἐστιν τῷ γένει ταῦτα, τὰ μὲν ἕτερα τῶν κατὰ φύσιν μορίων, τὰ δὲ ἕτερα τῶν παρὰ φύσιν ὄγκοι τινὲς, οὓς Ἱπποκράτης ἑνὶ περιλαβὼν ὀνόματι κέκληκεν ἄπεπτα φύματα. δῆλον οὖν ὅτι ἐπὶ τῆς προγεγραμμένης καταστάσεως, ἣν ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν ἔγραψεν, οἵ τε ἐπικείμενοι τοῖς τοῦ τραχήλου σπονδύλοις ἔπαθον μύες, ἴσως δὲ καὶ φυματώδης τις ὄγκος ἐγένετό που, δι’ ὃν καὶ πτύσαι φησὶν αὐτοὺς πέπονα, πεφθέντων δηλονότι τῶν φυμάτων. διὰ τί τοίνυν αὐτοὺς ὠνόμασεν καὶ κυναγχικούς; ἢ ὅτι δύσπνοιά τις αὐτοῖς ἦν, ἄνευ τοῦ πεπονθέναι τι τῶν κατὰ τὸν θώρακα καὶ πνεύμονα; ταύτῃ γὰρ διήνεγκεν ἡ κυναγχικὴ συνδρομὴ τῆς περιπνευμονικῆς καὶ πλευριτικῆς, καὶ πρὸς τούτῳ γ’ ἔτι τῷ τῆς στενοχωρίας αἰσθάνεσθαι κατὰ τὸν λάρυγγα. φαίνεται γοῦν κᾀν τῷ προγνωστικῷ καὶ κυνάγχας ὀνομάζων ἅπαντα τὰ κατὰ τοῦτο τὸ χωρίον γιγνόμενα πάθη δυσκολίαν τῆς ἀναπνοῆς ἐργαζόμενα· φησὶν γὰρ οὕτως· αἱ δὲ κυνάγχαι δεινόταται μέν εἰσι καὶ
248
τάχιστα ἀναιροῦσιν, ὅσαι μήτ’ ἐν τῇ φάρυγγι ἔκδηλόν τι ποιέουσι μήτ’ ἐν τῷ αὐχένι, πλεῖστόν τε πόνον παρέχουσι καὶ ὀρθοπνοίην· αὗται γὰρ καὶ αὐθημερὸν ἀποπνίγουσιν καὶ δευτεραῖαι καὶ τριταῖαι καὶ τεταρταῖαι. ὁκόσαι δὲ τὰ μὲν ἄλλα παραπλησίως πόνον παρέχουσιν, ἐπαίρονται δὲ καὶ ἐρυθήματα ἐν τῇ φάρυγγι ποιέουσιν, αὗται ὀλέθριαι μὲν κάρτα, χρονιώτεραι δὲ ὀλίγον τῶν πρόσθεν. οἷσι δὲ συνεξερευθείη ἡ φάρυγξ καὶ ὁ αὐχὴν, αὗται χρονιώτεραι, καὶ μάλιστα ἐξ αὐτέων περιγίνονται, ἢν ὅ τε αὐχὴν καὶ τὸ στῆθος ἐρυθήματα ἔχῃ καὶ μὴ παλινδρομήσῃ τὸ ἐρυσίπελας ἔσω. ἐκ τούτων μὲν ἄν τις ἐτεκμήρατο μιᾷ προσηγορίᾳ πάντα κατὰ τοῦτο τὸ χωρίον πάθη τὴν ἀναπνοὴν ὁπωσοῦν βλάπτοντα κυνάγχας ὀνομάζειν αὐτὸν, οὔπω τῶν ἰατρῶν εἰθισμένων τὸ μέν τι κυνάγχην ὀνομάζειν διὰ τοῦ κ, τὸ δὲ συνάγχην διὰ τοῦ σ, πολὺ δὴ μᾶλλον οὐδὲ παρασυνάγχην τι καλούντων, οὐδὲ παρακυνάγχην· ἡ γὰρ τῶν ὀνομάτων περιεργία μετὰ τῆς τῶν πραγμάτων ἀμελείας ἤρξατο, καὶ διὰ τοῦτο τέτταρα μὲν ὀνόματα πεποιήκασι, δηλοῦσθαι δ’ ὑπ’ αὐτῶν εἰπόντες πάθη
249
τέτταρα καὶ γράψαντες, αὐτῶν τὰ γνωρίσματα παραλελοίπασιν. τοῦτο τοίνυν ἐμοὶ προχειρισθὲν ἅμα τῇ κατὰ τὸ δεύτερον ἐπιδημιῶν ῥήσει, τίνα οὖν ἐστι τὰ τέτταρα πάθη· τὸ μὲν ἓν καὶ πρῶτον αὐτῶν, ὅτ’ ἂν ἡ φάρυγξ φλεγμαίνῃ, φάρυγγα δ’ ὀνομάζω τὴν ἔνδον τοῦ στόματος χώραν, εἰς ἣν ἀνήκει τό τε τοῦ στομάχου καὶ τὸ τοῦ λάρυγγος πέρας· ἕτερον δὲ δεύτερον, ὅτ’ ἂν μήτ’ ἄλλό τι τῶν κατὰ στόμα μήθ’ ἡ φάρυγξ, ἀλλὰ μηδὲ τῶν ἔξωθέν τι φαίνηται φλεγμαῖνον, αἴσθησις δὲ πνίξεως εἴη τῷ κάμνοντι κατὰ τὸν λάρυγγα· τρίτον δ’ ἐπὶ τούτοις, ὅτ’ ἂν ἡ ἐκτὸς χώρα τῆς φάρυγγος φλεγμαίνῃ· καὶ τέταρτον, ὅτ’ ἂν ἡ τοῦ λάρυγγος ἐκτὸς ὁμοίως διατεθῇ τῇ ἐντός. ἀλλ’ ἐπὶ τούτοις γε κατὰ τὸν αὐχένα γίνεταί τι πάθος, ὃ παραλελοίπασιν, εἰς τὴν πρόσω χώραν μεθισταμένων τῶν σπονδύλων, ποτὲ μὲν αὐτῶν μόνων τῶν κοινωνούντων αὐτοῖς μυῶν εἰς ὄγκον τινὰ παρὰ φύσιν ἀρθέντων, ἤ τινος φύματος συστάντος· ἐνίοτε δὲ καὶ τοῦ στομάχου συγκακωθέντος αὐτοῖς· ἔστι δ’ ὅτε καὶ τῶν συναπτόντων αὐτὸν μυῶν τῷ λάρυγγι, καὶ πρὸς τούτοις γ’ ἔτι τῶν ἰδίων
250
αὐτοῦ τοῦ λάρυγγος μυῶν, ὑφ’ ὧν ἀνοίγνυται. ταῦτ’ οὖν ἅπαντα τὰ πάθη δυσχέρειαν μέν τινα ἐργάζεται κατὰ τὴν ἀναπνοὴν, οὐ μὴν τὸν τοῦ πνιγῆναι κίνδυνον ἐπιφέρει· δυσκόλως δὲ καταπίνουσι, καὶ μέντοι καὶ ἀλγοῦσιν, ὁπότε μᾶλλον ἀνακόπτεται τὸ ποτὸν αὐτοῖς εἰς τὰς ῥῖνας. ἐνίοτε δὲ τῆς φλεγμονῆς αὐτῆς ἐπιβαινούσης, καὶ τὰ περὶ φάρυγγά τε καὶ γλῶτταν αὐτοῖς συνεξαίρεται, καθάπερ αὐτὸς ἔγραψεν· ἀλλ’ οὐ δεῖται νῦν ὁ προκείμενος λόγος τῶν τοιούτων συμπαθειῶν τῆς διηγήσεως, ἑτέρων γὰρ ἐνεργειῶν ἀπώλεια γίνεται, τῆς γλώττης παθούσης.

Ἔνθα δ’ ἡ βλάβη μιᾶς ἐνεργείας ἐστὶν, οἱ πεπονθότες δὲ τόποι πλείους, τῇ ποικιλίᾳ τῶν ἄλλων συμπτωμάτων διοριζομένοις τούτους ἡμῖν εὑρίσκειν πρόκειται νῦν. ἄνευ μὲν γὰρ τοῦ παθεῖν τι τῶν ἀναπνευστικῶν ὀργάνων ὁτιοῦν, εἴτε κατὰ πρωτοπάθειαν, εἴτε κατὰ συμπάθειαν, ἀδύνατόν ἐστι βλαβῆναι τὴν ἀναπνοήν· ἐπεὶ δ’ αὐτά τε τὰ ἀναπνευστικὰ πλείω τετύχηκεν ὄντα, πρὸς δ’ αὐτοῖς ἕτερος ἀριθμὸς οὐκ ὀλίγος ἐστὶ μορίων, οἷς συμπάσχειν πέφυκεν, 

251
εἰκότως οἱ διορισμοὶ πολλοὶ γεγόνασιν, οἷς χρώμενος ἄν τις εὑρίσκοι τούς τ’ ἰδιοπαθοῦντας ἑκάστοτε καὶ τοὺς συμπάσχοντας αὐτοῖς τόπους. εὐθὺς οὖν ἐξ αὐτοῦ μόνου τοῦ τῆς ἀναπνοῆς εἴδους ἔνεστι τεκμήρασθαί τι περί τε τοῦ πάσχοντος τόπου καὶ τῆς διαθέσεως αὐτοῦ. φαινέσθω γὰρ ὁ κάμνων ὅλον τὸν θώρακα κινῶν κατὰ τὴν ἀναπνοὴν, ὡς ἔμπροσθεν μὲν ἄχρι τῶν κλειδῶν ἀνήκειν αὐτοῦ τὴν κίνησιν, ἑκατέρωθεν δὲ ἄχρι τῶν ἐπωμίδων, ὀπίσω δὲ ἄχρι τῶν ὠμοπλατῶν· ἐκ ταύτης τῆς ἀναπνοῆς ἔνδειξις γίνεται τριῶν διαθέσεων· μιᾶς μὲν, θερμασίας φλογώδους κατά τε τὸν πνεύμονα καὶ τὴν καρδίαν· ἑτέρας δὲ, στενοχωρίας κατά τι τῶν ἀναπνευστικῶν ὀργάνων· ἐφ’ αἷς τρίτης, ἀῤῥωστίας τῆς κινούσης δυνάμεως τοὺς μῦς τοῦ θώρακος. ἐπισκέψασθαι τοιγαροῦν χρὴ τοιαύτην ἀναπνοὴν θεασάμενόν τινα πρῶτον μὲν τοὺς σφυγμούς· ἐνδείξονται γὰρ οὗτοι τὸ πλῆθος τῆς θερμασίας, ὡς ἐν τῇ δι’ αὐτῶν προγνώσει γέγραπται· δεύτερον δὲ τὴν ἐκπνοὴν, εἰ πολλὴ καὶ ἀθρόα καὶ μετὰ ἐκφυσήσεως γίγνεται· καὶ τρίτον ἐπὶ τούτοις ἅψασθαι τοῦ θώρακος κατὰ τὸ στέρνον· διακαιόμενον γὰρ εὑρών τις αὐτὸ, οὕτως ἂν ἔχοι
252
πάντα τὰ γνωρίσματα τοῦ πλήθους τῆς θερμασίας, ἐξ ἐπιμέτρου προσερχομένων αὐτοῖς ἐρεύθους προσώπου τε καὶ ὀφθαλμῶν, καὶ κεφαλῆς διακαοῦς, καὶ δίψους ἰσχυροῦ, καὶ γλώσσης ξηρᾶς τε καὶ τραχείας, αὐτοῦ τε τοῦ κάμνοντος καίεσθαι λέγοντος. εἰ δὲ τῶν τῆς φλογώσεως σημείων μετρίων ὑπαρχόντων, ὁ θώραξ ἐπὶ πλέον διαστέλλοιτο, στενοχωρία τίς ἐστιν ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις, ὥστε ἤτοι τῶν περὶ τὸν λάρυγγά τι πέπονθεν, ἢ πλήθους ὑγρῶν ὁ πνεύμων ἢ ὁ θώραξ ἐμπέπλησται, ἢ φῦμά τι φύεται κατ’ αὐτοὺς, ἐξ οὗ γένους ἐστὶ τὸ καλούμενον ἀπόστημα. τὰ μὲν οὖν κατὰ τὸν λάρυγγα διήλθομεν, ὅσα κατὰ συμπάθειάν τε καὶ πρωτοπάθειαν πάσχει· τὰ δὲ κατὰ πνεύμονα καὶ θώρακα μικρὸν ὕστερον ἀκριβέστερον διορισθήσεται, πρόκειται γὰρ ἐν τῷ παρόντι τὰ τοῦ νωτιαίου διελθεῖν πάθη, τά τ’ ἄλλα καὶ ὅσα κατὰ τὴν καλουμένην ἀτονίαν πάσχει. γίνεται δὲ ἀτονία ποτὲ μὲν διὰ τὸν ἐγκέφαλον, ὡς ἂν παρ’ ἐκείνου τὰς δυνάμεις ἀμφοτέρας ἔχοντος αὐτοῦ, τήν τε αἰσθητικὴν καὶ τὴν κινητικήν· ἐνίοτε καὶ κατ’ αὐτὸν μόνον τὸν νωτιαῖον πρωτοπαθοῦντα διά τινα δυσκρασίαν οἰκείαν, ἤτοι καθ’ ὅλον
253
αὐτὸν, ἢ κατὰ διαφέροντα μόρια γεγονυῖαν, ἧς οὐδ’ εἰς ἔννοιαν οἱ πολλοὶ τῶν ἰατρῶν ἀφικνοῦνται, καίτοι θεώμενοι πολλάκις ἐν νόσοις ἐκλύτους τινὰς αὐτῶν οὕτως ὄντας, ὡς μόγις κινεῖν τοὺς τῆς χειρὸς δακτύλους, ὅμως δ’ ἀναπνέοντας ἅπασι τοῖς τοῦ θώρακος μέρεσιν, μηδ’ οὖν μηδὲ διακαοῦς θερμασίας ἀναγκαζούσης αὐτοὺς ἐπὶ μεγάλην ἀναπνοὴν ἀφικνεῖσθαι. συμβαίνει δὲ αὐτοῖς τοῦτο διὰ τοιαύτην αἰτίαν. τὴν ἀβίαστον ἐκπνοὴν αἱ φρένες ἐργάζονται μόναι κατ’ ἐκείνους τοὺς καιροὺς, ἐν οἷς ἡσυχάζει τὸ ζῶον, ἐῤῥωμέναι· ὁπότ’ ἂν δ’ ἀῤῥωστῶσιν αὗται, μόναι μὲν πληροῦν τὴν χρείαν τῆς ἀναπνοῆς οὐ δύνανται, βοηθοῦσι δ’ οἱ μεσοπλεύριοι μύες αὐταῖς τηνικαῦτα, κᾀπειδὰν ἔτι πλέονος εἰσπνοῆς δέηται τὸ ζῶον, οὕτως ἤδη καὶ οἱ ὑψηλοὶ πάντες, ὧν οἱ μέγιστοι τὰς ὠμοπλάτας ἑαυτοῖς συγκινοῦσιν ἐναργῶς. ὅτ’ ἂν οὖν ἴδῃς ἄνθρωπον ἅπασι τοῖς τοῦ θώρακος μέρεσιν ἐνεργοῦντα, μὴ μέντοι πυκνὸν εἰσπνέοντα, προσεπισκέψαι τηνικαῦτα τήν τε πηλικότητα τῆς διαστολῆς τοῦ θώρακος, καὶ τὰ τῆς ῥινὸς πτερύγια· ταῦτά τε γὰρ αὐτὸν εὑρήσεις προστέλλοντα, καὶ μικρὰν τὴν διαστολὴν τοῦ θώρακος ἐργαζόμενον,
254
οὐχ ὥσπερ οἱ διὰ πλῆθος θερμασίας ἐν πυρετοῖς καυσώδεσιν ἐῤῥωμένοι τὴν δύναμιν, ἐπὶ πλεῖστον γὰρ αὐτοὶ τὸν θώρακα διαστέλλουσιν ὅλον· ἀλλ’ οὐδ’ ὡς οἱ διὰ στενοχωρίαν τινὰ τῶν ἀναπνευστικῶν ὀργάνων, ὡς ἐν κυνάγχαις τε καὶ ταῖς ἐκ πολλοῦ καὶ ἀθρόου κατάῤῥου δυσπνοίαις· ἢ καὶ δι’ ἀμφότερα, καθάπερ ἐν περιπνευμονίαις, οὗτοι γάρ εἰσιν οἱ μέγιστόν τε καὶ πυκνότατον ἀναπνέοντες. ὥσπερ δὲ δι’ ἀῤῥωστίαν δυνάμεως ἅπαντα τὰ μέρη τοῦ θώρακος ἀναγκάζονται διαστέλλειν, οὕτω καὶ διὰ μερικὴν ἀτονίαν ἑνὸς ἐξ αὐτῶν μέρους. ὁ γοῦν γυμναστὴς Σεκοῦνδος, ὡς ἂν οἷς ἔπασχεν παρακολουθεῖν δυνάμενος, αἰσθάνεσθαι σαφῶς ἔφη τῆς κατὰ τὰς φρένας ἀτονίας, δι’ ἣν ἠναγκάζετο καὶ τοὺς μεσοπλευρίους μῦς ἀεὶ κινεῖν, καί ποτε καὶ τοὺς ὑψηλούς· καί ποτε καὶ περιβαλὼν ζώνην τοῖς κατ’ ὑποχόνδρια χωρίοις, ἠρκεῖτο μόνῃ τῇ διὰ τῶν φρενῶν ἀναπνοῇ, καθ’ ὃν ἡσύχαζε δηλονότι χρόνον. εἴτε δὲ αὐτοῦ τοῦ κατὰ τὸ διάφραγμα μυὸς, εἴτε τῶν ἡκόντων εἰς αὐτὸ νεύρων, εἴτ’ ἀμφοτέρων ἦν ἀτονία,
255
δύσκολον ἐφαίνετό μοι διορισθῆναι· τὴν δ’ αὐτὴν ἀναπνοὴν ἐθεασάμην τινὰ καὶ ἄλλον ἔχοντα, λακτισθέντα μὲν ὑφ’ ἵππου ποτὲ κατὰ τῶν ὑποχονδρίων ἰσχυρῶς, ὡς ἀποθανεῖν κινδυνεῦσαι, φλεγμήναντος αὐτῷ τοῦ διαφράγματος· ὡς δ’ ἐκ τοῦ κινδύνου τούτου διεσώθη, παραμεινάσης ἀεὶ τῆς ἀτονίας αὐτῷ. ἑτέρῳ δὲ ἐκ περιπνευμονίας ἰσχυρᾶς ἀνακομιζομένῳ δυσαίσθητος ἐκ τῶν ὀπίσω τε καὶ ἔνδον μερῶν ὁ βραχίων ἐγένετο, καὶ τοῦ πήχεως ὁμοίως τὰ πλεῖστα μέχρι δακτύλων ἄκρων, ὀλίγον δέ τι καὶ πρὸς τὴν κίνησιν ἐβλάβησαν ἔνιοι. τούτῳ τὰ κατὰ τὸ πρῶτον καὶ δεύτερον μεσοπλεύριον νεῦρα βλαβῆναι συνέβη· φέρεται δ’ αὐτῶν τὸ μὲν πρῶτον ἀξιόλογον ὑπάρχον τῷ μεγέθει, διὰ βάθους, ἀναμιγνύμενον τῷ μὲν πρὸ αὐτοῦ, κατασχιζόμενον δὲ εἰς μοίρας πολλὰς, ἃς ἐν ταῖς ἀνατομαῖς ἐθεασάμεθα, καί τινας αὐτῶν ἄχρι δακτύλων ἄκρων διὰ τῆς ἔνδον χώρας τοῦ πήχεως ἀφικνουμένας· τὸ δὲ δεύτερον νεῦρον λεπτὸν ὂν, οὐδενὶ μιγνύμενον ἑτέρῳ, διὰ τῆς μασχάλης ὑπὸ τῷ δέρματι πρὸς τὸν βραχίονα φέρεται, κατασχιζόμενον εἰς τὸ δέρμα τῆς 
256
ἔνδον τε καὶ ὀπίσω χώρας αὐτοῦ. ταχέως ὁ ἄνθρωπος οὗτος ἐθεραπεύθη, φαρμάκου τεθέντος ἐπὶ τῆς ἐκφύσεως τῶν νεύρων κατὰ τὸ πρῶτόν τε καὶ δεύτερον μεσοπλεύριον· ὥσπερ ἄλλοι τινὲς ἅμα ἄμφω τὰ σκέλη κατὰ βραχὺ παραλυόμενοι, διὰ τῶν κατ’ ὀσφῦν ἐπιτεθέντων φαρμάκων ἐκείνῳ τῷ χωρίῳ, καθ’ ὃ τὰ τῶν σκελῶν ἀποφύεται νεῦρα τοῦ νωτιαίου μυελοῦ, μηδὲν ἡμῶν ἐπιτεθέντων αὐτοῖς τοῖς παραλελυμένοις σκέλεσι φάρμακον· οὐδὲ γὰρ αὐτῶν ἴδιον ἦν τὸ πάθος, ἀλλὰ τοῦ μυελοῦ. ἑτέρῳ δὲ μεγάλης ἐκπυήσεως γενομένης ἔν τε τῷ κατὰ τὴν ἑτέραν τῶν πυγῶν χωρίῳ καὶ τοῖς πρώτοις μέρεσι τοῦ κατ’ αὐτὸν σκέλους ἐγυμνώθη μὲν ἐν τῇ χειρουργίᾳ τὰ τοῦ σκέλους ἐκείνου νεῦρα, θεραπευθέντος δὲ τοῦ χωρίου, δυσκίνητον ἦν ὅλον τὸ κῶλον· ἐφ’ οὗ στοχασάμενος τῆς γενομένης φλεγμονῆς ὑπολελεῖφθαί τι σκιῤῥῶδες ἔν τινι τῶν νεύρων, ὡς πρὸς τοιαύτην διάθεσιν ἁρμοσάμενος, ἐπὶ τοῦ πεπονθότος μόνου χωρίου ἐπιτιθεὶς ἐπιτήδεια φάρμακα τελέως τὸν ἄνθρωπον ἐξιασάμην. ὥσπερ δὲ ἐπὶ τῶν κατὰ τὸ πρόσωπον εἴρηται μερῶν, οὕτω κᾀπὶ τῶν ἄλλων ἁπάντων, ὅτ’ ἂν ἀπόλλυται μία τίς ἐνέργεια, τὸν ποιητικὸν αὐτῆς μῦν
257
μόνον, ἢ τὸ νεῦρον αὐτοῦ πεπονθέναι νομιστέον· εἰ δὲ πλείους ἐνέργειαι βλαβεῖεν, εἰ μὲν καθ’ ἓν χωρίον, ἐγχωρεῖ καὶ τοὺς μῦς αὐτοὺς πάντας ἔκ τινος αἰτίας βεβλάφθαι κοινῆς, ἐνδέχεται δὲ καὶ κοινόν τι τῶν μυῶν ἐκείνων νεῦρον εἶναι τὸ πεπονθός. ἰχθῦς γοῦν τις ἐν ποταμῷ θηρεύων, καὶ καταψυχθεὶς τὰ περὶ τὴν ἕδραν τε καὶ κύστιν, ὡς χωρὶς προαιρέσεως ἐκρεῖν αὐτοῦ τό τ’ ἀποπάτημα καὶ τὸ οὖρον, ἐθεραπεύθη ταχέως ὑπὸ τῶν θερμαινόντων φαρμάκων ἐπιτεθέντων τοῖς πεπονθόσι μυσίν· ἕτερος δὲ ἄνευ φανερᾶς αἰτίας τοῖς αὐτοῖς περιπεσὼν συμπτώμασιν ἐν πολλῷ χρόνῳ διὰ πολλῶν βοηθημάτων μόγις ὑγιάσθη, τῶν καθ’ ἱερὸν ὀστοῦν αὐτῷ παθόντων νεύρων. ὅπερ οὖν ἔφην εὐθέως ἐν ἀρχῇ, τοῦτο καὶ νῦν εἰπὼν ἐφ’ ἕτερόν τι μεταβήσομαι· γινώσκων τις ἐξ ἀνατομῆς ἕκαστον τῶν ἀπὸ τοῦ νωτιαίου νεύρων, εἰς ὅ τι παραγίνεται μόριον, ἀκριβῶς διαγνώσεται τοὺς πεπονθότας τόπους. ἔργῳ δ’ ὑμεῖς τὴν βάσανον τούτων ἐπὶ τῶν ἔργων τῆς τέχνης εἰλήφατε, πολλάκις ἑωρακότες ὠφέλειαν ἐναργῆ γιγνομένην τοῖς κάμνουσιν ἐκ τῆς τοιαύτης διαγνώσεως.
258
οὐ μόνον γὰρ σκέλη καὶ χεῖρας εἰκῆ καὶ μάτην οἱ πολλοὶ τῶν ἰατρῶν ἀνατρίβουσι φαρμάκοις θερμαίνουσι δι’ ὅλης ἡμέρας τε καὶ νυκτὸς, ἀμελήσαντες τοῦ τόπου, καθ’ ὃν ὁ νωτιαῖος ἤ τι τῶν ἀπ’ αὐτοῦ βλάπτεται νεύρων, ἀλλὰ καὶ τὴν κεφαλὴν οὐ πρὸ πολλοῦ τινος ἥλκωσαν, ἐπιτιθέντες φάρμακα τῶν πάνυ θερμαινόντων, ἡγούμενοι δι’ αὐτῶν ἀνακαλέσασθαι τὴν αἴσθησιν αὐτῆς ἰσχυρῶς βεβλαμμένην· ὅν τινα καὶ αὐτὸν ἡμεῖς ἰασάμεθα, τὸν πεπονθότα τόπον εὑρόντες ἔκ τε τῶν ἄλλων συμπτωμάτων καὶ τῶν προκαταρκτικῶν αἰτίων, ἕκαστον ἀνερωτήσαντες, ὧν ἓν ἦν καὶ τόδε· πάμπολυν ὑετὸν ἔφη σὺν ἀνέμῳ σφοδροτάτῳ γενόμενον, ὁδοιποροῦντος πότ’ αὐτοῦ, διαβρέξαι τὴν ἐφεστρίδα κατὰ τὸν τράχηλον, ὡς αἰσθέσθαι σαφῶς ψύξεως ἐν αὐτῷ γενομένης ἰσχυρᾶς. ἐπιστάμενος οὖν τις ἐκ τῶν πρώτων τοῦ νωτιαίου σπονδύλων ἐπὶ τὴν κεφαλὴν ἀναφερόμενα νεῦρα τέτταρα, δι’ ὧν τὴν αἴσθησιν ἔχει τὸ περὶ αὐτὴν δέρμα, ῥᾳδίως ἂν ἔγνω τὸν πεπονθότα τόπον, οὗ θεραπευθέντος τὸ τῆς κεφαλῆς συνεθεραπεύθη δέρμα, μηδὲν αὐτὸ κατὰ πρωτοπάθειαν πεπονθός. ἀλλ’ οὔτε
259
ταῦτα τὰ νεῦρα γιγνώσκοντες οὔτε τὰ καθ’ ἕκαστον μέρος ὅλου τοῦ δέρματος οἱ ἰατροὶ, παρὸν αὐτοῖς ἐλαχίστῳ μορίῳ τῷ κατὰ τὴν ἀρχὴν τοῦ νεύρου προσφέρειν τὰ βοηθήματα, τοῖς οὐδὲν πεπονθόσιν ἐνοχλοῦσιν. ἐγὼ δὲ ὑμῖν ἔδειξα πολλάκις ἔνια μὲν ἐν αὐτῷ τῷ νωτιαίῳ τὴν οἷον ῥῖζαν ἔχοντα, τινὰ δ’ οἷον ἐκ κλάδων μεγάλων ἀποσχιζόμενα, πεφυκότων ἐκ τοῦ νωτιαίου, καὶ πάλιν αὐτὰ ταῦτα, σχιζόμενά τε καὶ διανεμόμενα, τὰ μὲν εἰς πολὺ πάνυ μέρος τοῦ δέρματος, ἔνια δὲ εἰς ἔλαττον· ὥστε με θαυμάσαι τῶν ἀνατομικῶν ἀνδρῶν ἀγνοησάντων αὐτὰ καὶ ζητούντων ἐν ταῖς παραλύσεσι τὴν αἰτίαν, δι’ ἣν οὐκ ἀεὶ κίνησίς τε καὶ αἴσθησις ἀπόλλυται τῶν παραλελυμένων μορίων, ἀλλ’ ἐνίοτε μὲν ἡ κίνησις, ἐνίοτε δὲ ἡ αἴσθησις, ἐνίοτε δὲ ἥ τε κίνησις καὶ ἡ αἴσθησις. οἴονται γὰρ τῶν εἰς τοὺς μῦς διανεμομένων νεύρων τὰ λείψανα διεκπίπτειν ἐπὶ τὸ δέρμα, καὶ διὰ τοῦτο ἐπειδὰν πάθῃ τὸ κατασχιζόμενον εἰς τὸν μῦν νεῦρον, ἐπὶ μὲν ταῖς μεγάλαις αὐτοῦ διαθέσεσιν ἀμφότερα βλάπτεσθαι, τήν τε αἴσθησιν ἅμα καὶ τὴν κίνησιν· ἐπὶ δὲ ταῖς ἐλάττοσιν διασώζεσθαι μὲν ἔτι τὴν αἴσθησιν, ὡς ἂν οὐκ ἰσχυρᾶς δεομένην δυνάμεως,
260
ἀπόλλυσθαι δὲ τὴν κίνησιν, οὐ δυναμένην γίνεσθαι χωρὶς ῥώμης δυνάμεως. εἷς γάρ τις μῦς ἐνίοτε κινῶν ὅλον τὸ σκέλος, ἢ καὶ τὴν χεῖρα, καὶ διὰ τοῦτο ῥώμης δεόμενος, ἐπειδὰν πάθῃ μηκέτ’ ἐνεργεῖν δυνάμενος, ἀκίνητον μὲν ἐργάζεται τὸ κῶλον, ἡ δὲ αἰσθητικὴ δύναμις, διαγνωστικὴ τῶν κατὰ τὸ μόριον οὖσα παθῶν, ἀβλαβὴς αὐτῷ διαμένει, μὴ δεομένη μεγάλης ἰσχύος· τό τε γὰρ πάσχειν οὐδὲν ἧττον, ἀλλὰ καὶ μᾶλλον ὑπάρχει τοῖς ἀσθενέσιν, ἥ τε διάγνωσις τοῦ πάθους αὐτάρκως γίνεται καὶ δι’ ἀῤῥώστου δυνάμεως. ἐπὶ μὲν οὖν τῆς τοιαύτης παραλύσεως ὁ λόγος αὐτῶν πιθανός ἐστιν· ἐφ’ ἧς δ’ ἡ μὲν αἴσθησις ἀπόλωλεν, ἡ δὲ κίνησις σώζεται, τινὲς μὲν οὕτω ματαίους εἰρήκασι λόγους, ὡς ἄμεινον εἶναι σιωπᾷν αὐτούς· ἔνιοι δ’ αἰσθανόμενοι τῆς τοῦ ζητήματος ἀπορίας, οὐκ ὤκνησαν εἰπεῖν οὐδέποτ’ ὦφθαι τοιοῦτο παραλύσεως εἶδος, ἐν ᾧ τῆς αἰσθήσεως ἀπολωλυίας ἡ κίνησις σώζεται. τοῖς γὰρ ἀποστᾶσι μὲν τῶν ἔργων τῆς τέχνης, ἀναγορεύσασι δὲ ἑαυτοὺς προστάτας αἱρέσεως, οὐδὲν ἀτόλμητόν ἐστιν, ἀλλ’ ἅπαν ἑτοίμως ψεύδονται, καὶ γράφουσιν 
261
ἔνια μὲν ὡς πολλάκις ἑωρακότες, ὧν οὐδ’ ὄναρ οὐδὲν εἶδόν ποτε, πολλὰ δ’ οὐδεπώποτ’ ὦφθαί φασι τῶν συνεχῶς αὐτοῖς ὁρωμένων.

Ἤδη μέν πως ὡμολόγηται τοῖς ἰατροῖς, ἐκ μὲν τοῦ στομάχου καὶ τῆς γαστρὸς ἐμεῖσθαι τὸ αἷμα, μετὰ δὲ βηχὸς ἐκ τῶν ἀναπνευστικῶν ἀνάγεσθαι μορίων· ἐκ δὲ τῶν κατὰ φάρυγγα καὶ γαργαρεῶνα χρεμπτομένοις, ὥσπερ ἐκ τοῦ στόματος, ἁπλῶς ἀποπτύεσθαι· τεθεάμεθα δὲ πολλάκις, ὅτ’ ἂν ἀθροώτερον ἐκ τῆς κεφαλῆς καταφέρηται, καὶ μάλιστα τοῦ γαργαρεῶνος ἔνδον ὡς πρὸς τὴν φάρυγγα, μετὰ βηχὸς αὐτὸ ἀναπτυόμενον· ἐμπῖπτον γὰρ αὐτίκα τῷ λάρυγγι βῆχα κινεῖ. προσέχειν οὖν δεῖ τούτῳ μάλιστα, μήποτε δόξωμεν ἐκ τῶν ἀναπνευστικῶν ὀργάνων ἀναφέρεσθαι τὸ αἷμα, καθάπερ ἤδη τινὰς ἔγνων ἰατροὺς ὑπολαβόντας ψευδῶς, ἐξ ὧν ἐσφάλησαν αὐτοὶ νομίσαντες οὐκ ὀρθῶς ἀποφήνασθαι πολλοὺς τῶν ἀρίστων ἰατρῶν, χαλεπωτάτην εἷναι τὴν τοιαύτην αἱμοῤῥαγίαν, ὡς ἂν τοῦ πνεύμονος ἰσχυρῶς πεπονθότος· οὐδὲ γὰρ μικροῦ τινος ἀγγείου ῥῆξιν εἰκὸς γίνεσθαι κατ’ αὐτόν.

262
ἐγχωρεῖ δὲ καὶ κατὰ διάβρωσιν, ἢ ἀνάβρωσιν, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ, γίνεσθαι πολλάκις αἵματος ἀναφορὰς ἀθρόας μετὰ βηχός. ὅτ’ ἂν γὰρ ἐν τοῖς ἔμπροσθεν χρόνοις ἐκ διαλειμμάτων ὀλίγον ἑκάστοτε μετὰ βηχὸς ἀνεπτυκώς τις αἷμα φαίνηται, μετὰ ταῦτα δὲ ὕστερον αὐτῷ μήτε καταπτώσεως ἐξ ὑφηλοῦ συμπεσούσης μήτ’ ἐν ἀγῶσιν ἢ παλαίστραις σφο δρᾶς πτώσεως, ἀλλὰ μηδ’ ἐπιπεσόντος τινὸς τῷ θώρακι βάρους, ἅμα βηχὶ πολλὴν αἱμοῤῥαγίαν γενέσθαι συμβῇ, κατάλοιπον ἂν εἴη διὰ τὴν ἀνάβρωσιν ἀξιόλογον γενομένην ἀναβηχθῆναι πλεῖον αἷμα. πολλοὶ δὲ τῶν οὕτως παθόντων μόρια ἄττα τοῦ πνεύμονος ἅμα τῷ αἵματι συνανήνεγκαν· καὶ διὰ τοῦτο προσήκει παρακολουθεῖν ἐπιμελῶς, εἰ ἀφρῶδές τι συνανεπτύσθη· καὶ γὰρ καὶ τοῦτο βεβαιότατόν ἐστι γνώρισμα τῆς ἐκ τοῦ πνεύμονος ἀναγωγῆς, ὥσπερ ὅταν ἤτοι βρογχίου τι μέρος, ἢ ἀρτηρίας χιτῶνος, ἢ φλεβὸς, ἢ καὶ τῆς σαρκὸς αὐτῆς τοῦ πνεύμονος ἀναφέρηται. τούτων δ’ οὐδὲν ἐπιφαίνεται τοῖς ἐκ τοῦ θώρακος ἀναβήττουσιν αἷμα, καθάπερ οὐδὲ ὀδύνη τις τοῖς ἐκ τοῦ πνεύμονος, ὡς ἂν ἐλάχιστα δύο νεῦρα
263
παρὰ τῆς ἕκτης συζυγίας τῶν ἀπ’ ἐγκεφάλου λαμβάνοντος, τῷ μὲν ἔξωθεν αὐτὸν ὑμένι περιέχοντι διανεμόμενα, τῷ βάθει δὲ οὐκ ἐπεκτεινόμενα τοῦ σπλάγχνου· τῷ θώρακι δ’, ὡς ἴστε, πολλὰ μὲν ἐκ τῶν ἔνδον μερῶν ἐστι νεῦρα, πολλὰ δὲ ἔξωθεν, ἐξ ὧν αἰσθάνεται τάχιστα τῶν ὀδυνηρῶν διαθέσεων. ἀλλὰ καὶ διότι μυώδης μὲν ὁ θώραξ ἐστὶ καὶ ὀστώδης, ὁ πνεύμων δ’ ἄθλιπτός τε καὶ χαῦνος, ἐπιτείνεται μὲν ἡ τοῦ θώρακος, ἀνίεται δ’ ἡ τοῦ πνεύμονος ὀδύνη. ὅτ’ ἂν οὖν ἀλγήσειέ τις ἓν ὁτιοῦν μέρος ἐκ τοῦ θώρακος, ἀναβήττῃ τε μὴ πολὺ, μηδ’ ἐρυθρὸν, ἀλλ’ ἤδη μελαινόμενόν τε καὶ θρομβούμενον αἷμα, τούτῳ πρωτοπαθεῖ μὲν ὁ θώραξ, ἀνάγεται δὲ διὰ τοῦ πνεύμονος οὕτως τὸ αἷμα, καθάπερ καὶ τὸ πῦον ἐν τοῖς ἐμπυϊκοῖς πάθεσιν, ἐφ’ ὧν μεταξὺ θώρακός τε καὶ πνεύμονος αἰσθητῶς περιέχεται. οὕτως δὲ καὶ τὸ κεχρωσμένον ὁπωσοῦν πτύελον ἐν πλευρίτισιν ἐπιφαίνεται, καὶ κατὰ τὸ μετὰ τοῦτο ὑπόμνημα τὸ πέμπτον εἰρήσεται. νυνὶ δὲ περὶ τῶν ἐπιγιγνομένων ἑλκώσεων ταῖς τοῦ αἵματος ἀναφοραῖς ἀκόλουθον εἰπεῖν. ἐν μὲν γὰρ τῷ πνεύμονι καὶ μᾶλλον γίγνεται, καὶ τισὶ μὲν ἀθεράπευτα
264
παντάπασιν ἔδοξεν, ἐνίοις δὲ δυσθεράπευτα· κατὰ δὲ τὸν θώρακα καὶ κολλᾶται τὰ πλεῖστα τῶν ῥαγέντων ἀγγείων, ἐφ’ οἷς ἔπτυσεν αἷμα, καὶ εἰ παραμείνειεν μέχρι πλείονος ἡ ἕλκωσις, ἀλλ’ οὔτι γε τελέως ἀνίατος γίνεται· τὰ δὲ ἐν τῷ πνεύμονι χρονίσαντα, κᾂν θεραπευθῇ ποτε, καταλείπει τι λείψανον ἐν αὐτῷ τυλῶδές τε καὶ συριγγῶδες, ὃ τοῦ χρόνου προϊόντος ἀναδέρεται ῥᾳδίως ἐπὶ βραχείαις προφάσεσιν, συναναφέρεται δὲ τοῖς πτυομένοις ἐντεῦθεν ἐνίοτε καὶ ἡ καλουμένη πρὸς τῶν ἰατρῶν ἐφελκὶς, καί τις αἵματος βραχὺς σταλαγμός. ἔστι δὲ ταῦτα κοινὰ καὶ τῶν ἐν ἑτέρῳ τόπῳ γενομένων ἑλκῶν, ἀλλὰ τὰ μὲν ἐκ στομάχου καὶ γαστρὸς ἐμεῖται, τὰ δ’ ἐκ νεφρῶν καὶ κύστεως οὐρεῖται, τὰ δ’ ἐκ τῶν ἐντέρων διαχωρεῖται, τοῖς δ’ ἐκ τῶν ἀναπνευστικῶν ὀργάνων ἀδύνατόν ἐστι χωρὶς βηχὸς ἀναπτυσθῆναι. ἐὰν δέ τις ἀναχρέμπτηταί τε καὶ ἀπομύττηταί ποθ’ αἷμα πλέοσιν ἐφεξῆς ἡμέραις, μήτε κεφαλῆς ὀδύνης ἢ βάρους, ἤτοι συμπαρόντος, ἢ προηγησαμένου, μήτε πληγῆς αὐτόθι γεγενημένης, ἐπισκέψασθαι χρὴ τούτου τόν τε τῆς ῥινὸς πόρον ἀκριβῶς ὅλον, ἐκεῖνόν τε τοῦ στόματος τὸν τόπον, ἔνθα
265
συντέτρηται πρὸς τὴν ῥῖνα· γίνεται γάρ ποτε τοιοῦτο σύμπτωμα, βδέλλης ἐν τῷ χωρίῳ τούτῳ προσπεφυκυίας, ἥτις αὐξάνεται καὶ καθ’ ἑκάστην ἡμέραν, ὥστ’ εἰ καὶ ταῖς πρώταις ἡμέραις ἐλάνθανε διὰ σμικρότητα, μετὰ τρεῖς γε ἢ τέτταρας ἑτοίμως ὁρᾶσθαι· κατὰ δὲ τὸν αὐτὸν λόγον ἐκ τῆς γαστρὸς ἐμεῖταί ποθ’ αἷμα, βδέλλης καταποθείσης. ἔστι γε μὴν τὸ τοιοῦτον αἷμα λεπτὸν καὶ ἰχωρῶδες, ἐάν τ’ ἐκ γαστρὸς, ἐάν τ’ ἐκ ῥινὸς, ἐάν τ’ ἐκ τοῦ στόματος φαίνηται φερόμενον, ὥστε τινα θεασάμενον αὐτὸ, καὶ προσέτι τὴν ἕξιν τοῦ ἀνθρώπου κατασκεψάμενον, ἐρωτήσαντά τε περὶ τῶν προηγησαμένων, ἐξ ἁπάντων αὐτῶν στοχάσασθαι τῆς τοῦ πράγματος ἀληθείας. ὑγιαίνοντος γοῦν ποτε ἀμέμπτως ἀνθρώπου, τοιοῦτον αἷμα θεασάμενος ἐμούμενον, ἠξίωσα διηγήσασθαί μοι τὴν δίαιταν ἣν διῄτητο ταῖς ἔμπροσθεν ἡμέραις. σὺν τοῖς ἄλλοις οὖν οἷς διηγεῖτο, καὶ τοῦτο κατέλεξεν, ὡς ἔκ τινος κρήνης οὐ πάνυ τι καθαρὸν ὕδωρ ἐχούσης ἔπιεν ὕδωρ διψήσας νύκτωρ, οἰκέτου τινὸς αὐτῷ κομίσαντος. ὡς δ’ ἤκουσα τοῦτο, προσανηρόμην αὐτὸν, εἰ καὶ βδέλλαι ποτ’ ὤφθησαν ἐν 
266
τῷ κατὰ τὴν κρήνην ὕδατι· καὶ φάντος ἑωρακέναι, δοὺς ἐπιτήδειον φάρμακον, ἐμεθῆναι τὴν βδέλλαν ἐποίησα. ἑτέρου δ’ ἀπομυττομένου καὶ πτύοντος αἷμα τοιοῦτο, πυθόμενος ἐν τῇ διηγήσει διατρῖψαι τὸν ἄνθρωπον ἐν λίμνῃ τινὶ κατ’ ἀγρὸν ὥρᾳ θέρους, μετά τινων ἑτέρων παίζοντα γυμναστικὰς παιδιὰς, ὁποίας εἰώθασιν οἱ νέοι παίζειν ἐν ὕδατι, καὶ γινώσκων ἐν ἐκείνῳ τῷ ὕδατι βδέλλας γενομένας, ἐξαγαγὼν εἰς αὐγὴν τὸν πάσχοντα, καὶ στρέψας τὸν πόρον τῆς ῥινὸς εὐθὺ τῶν ἡλιακῶν ἀκτίνων, ἐθεασάμην κατ’ ἐκεῖνον τὸν τόπον, ἐν ᾧ συντέτρηται πρὸς τὴν ἐν τῷ στόματι χώραν ἡ ῥὶς, οὖσαν βδέλλης οὐρὰν, ἐγκατακεκρυμμένην τῷ πόρῳ. βέλτιον οὖν ἔδοξέ μοι καὶ ταῦθ’ ὑμῖν ἱστορῆσαι.