De placitis Hippocratis et Platonis

Galen

Galen, De placitis Hippocratis et Platonis, Claudii Galeni Opera Omnia, Kühn, Volume 5, 1823

Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ἐπισκέψασθαι προθέμενοι, πρῶτον μὲν ἐδιδάξαμεν, ἀναγκαιότατον ὑπάρχειν ἰατρικῇ τε καὶ φιλοσοφίᾳ, εἴτε πλείους εἰσὶ δυνάμεις αἱ διοικοῦσαι τὸν ἄνθρωπον, εἴτε μία, βεβαίως ἐξευρεῖν· ἐφεξῆς δ’ ἐπὶ τὴν ζήτησιν αὐτῶν τραπόμενοι κατὰ τὸν ἀποδεικτικὸν νόμον, ἔννοιαν ὁμολογουμένην ἔφαμεν εἶναι τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ τὸ κατάρχον

649
αἰσθήσεώς τε καὶ κινήσεως τῆς κατὰ προαίρεσιν, οὐδὲν ὡς πρὸς τὰ παρόντα διαφέροντος, ἢ κατὰ προαίρεσιν, ἢ καθ’ ὁρμὴν εἰπεῖν. εὔδηλον δὲ, ὅτι ἕτεραι μέν εἰσιν αἱ κινήσεις ἐκτεινόντων τε καὶ συστελλόντων τὰ κῶλα, βαδιζόντων τε καὶ τρεχόντων, ἑστώτων τε καὶ καθημένων, ὅσα τ’ ἄλλα τοιαῦτα πραττόντων, ἕτεραι δ’ αἱ κατὰ τὴν καρδίαν τε καὶ τὰς ἀρτηρίας, οὐ κατὰ τὴν ἡμετέραν προαίρεσιν ἀποτελούμεναι, καθάπερ καὶ τρίτον ἄλλο γένος κινήσεων, αἱ περὶ τὴν τῆς τροφῆς οἰκονομίαν. ἀλλ’ ἀπό γε τῶν προαιρετικῶν ἀρξάμενοι, καθ’ ἃς καὶ τὸ καλούμενον ἰδίως ἡγεμονικόν ἐστι τῆς ψυχῆς, ἕνα λόγον ἐδείκνυμεν ἠρωτῆσθαι μόνον ἐπιστημονικῶς, ἀπ’ αὐτοῦ τοῦ ζητουμένου τῆς οὐσίας ἔχοντα τὰς προτάσεις, ὄντα τοιοῦτον· ὅπου τῶν νεύρων ἡ ἀρχὴ, ἐνταῦθα καὶ τὸ τῆς ψυχῆς ἡγεμονικόν. αὕτη μὲν ἡ τοῦ λόγου κυριωτάτη πρότασις ὡμολογημένη πᾶσιν ἰατροῖς τε καὶ φιλοσόφοις. ἡ δ’ οἷον πρόσληψις αὐτῆς ἀληθὴς μὲν, ἡ ἀρχὴ τῶν νεύρων ἐν τῷ ἐγκεφάλῳ, ψευδὴς δὲ, ἡ ἀρχὴ τῶν νεύρων ἐν τῇ καρδίᾳ, γράφειν μὲν ταύτην τὴν πρότασιν
650
ἢ καὶ λέγειν τοῖς ἀπείροις ἀνατομῆς δυναμένου τινὸς, οὐ μὴν δεῖξαί γε δυναμένου. πάντα γὰρ ἐν τοῖς ζώοις τὰ μόρια νεύρων μετέχει, τὰ μὲν ἄντικρυς ἐξ ἐγκεφάλου παραγιγνομένων εἰς αὐτὰ, τὰ δὲ διὰ μέσου τοῦ νωτιαίου. πρῶτοι οὖν μακρολογίας αἴτιοι κατέστησαν οἱ καταψευσάμενοι τῶν φαινομένων, οὐχ Ἱπποκράτης, ἢ Ἐρασίστρατος, ἢ Εὔδημος, ἢ Ἡρόφιλος, ἢ Μαρῖνος, οἱ μετὰ τοὺς παλαιοὺς ἐν τῷ μεταξὺ χρόνῳ τὴν ἀνατομικὴν θεωρίαν ἠμελημένην ἀνακτησάμενοι· ὡς, εἴ γε τὸ φαινόμενον ἐκ τῆς ἀνατομῆς εἶπον, οὐκ ἂν ἐμακρολογοῦμεν, δι’ ἀποδείξεως μιᾶς εὑρημένου τοῦ ζητουμένου. μακροτέρων οὖν λόγων ἐδεήθημεν εὐθὺς ἐν τῷ πρώτῳ βιβλίῳ διὰ τοὺς, ἃ μηδ’ ὅλως εἶδον, ὡς ἀκριβῶς ἰδόντας ἐπιχειρήσαντας γράφειν, ἠναγκάσθημέν τε καὶ νεύρων καὶ ἀρτηριῶν ἀνατομὴν ἐπὶ κεφαλαίων ἐν αὐτῷ διελθεῖν. ἐν δὲ τῷ δευτέρῳ βιβλίῳ τῶν ἠρωτημένων λόγων περὶ ψυχῆς ἡγεμονικοῦ τοὺς πιθανωτάτους ἀπεδείξαμεν, οὐ κατὰ τὴν ἀποδεικτικὴν μέθοδον ὑπ’ αὐτῶν συντεθέντας,
651
ἀλλὰ τοὺς μὲν ἐγγὺς αὐτῶν, οὓς διαλεκτικοὺς ἔθος ἐστὶν Ἀριστοτέλει καλεῖν, ἐνίους δὲ ποῤῥώτερον, οὓς διαιροῦμεν εἴς τε τοὺς ῥητορικοὺς καὶ τοὺς σοφιστικούς. ἔπραξα δὲ τοῦτο καὶ τοῦ ὑποκειμένου μὲν ἕνεκεν αὐτοῦ, καὶ διὰ τοὺς ἑταίρους δὲ βουλομένους ἐκ παραλλήλου τῶν λόγων ἔχειν τὰς διαφορὰς ἐφ’ ἑνὸς προβλήματος, ἐσομένης τῆς γυμνασίας ταύτης εἰς πολλὰ χρησίμης. ἐπεὶ δὲ καὶ τοιοῦτόν τινα λόγον ὁ Χρύσιππος ἔγραψεν· ἔνθα τὰ πάθη τῆς ψυχῆς, ἐνταῦθα καὶ τὸ ἡγεμονικόν· τὰ δὲ πάθη τῆς ψυχῆς ἐν καρδίᾳ· ἐν ταύτῃ ἄρα καὶ τὸ ἡγεμονικόν· ἐδείκνυον αὐτὸ τὸ ζητούμενον αὐτὸν ἐν τῷ κυριωτάτῳ λήμματι λαμβάνοντα. Πλάτωνος γὰρ εἰρηκότος, ἐν μὲν τῇ κεφαλῇ τὸ λογιστικὸν ὑπάρχειν, ἐν δὲ τῇ καρδίᾳ τὸ θυμοειδὲς, ἐν ἥπατι δὲ τὸ ἐπιθυμητικὸν, ἐχρῆν αὐτὸν ἐλέγξαι πρότερον, ὅσα κατασκευάζων ἑαυτοῦ τὸ δόγμα διῆλθεν ὁ Πλάτων, οὐχ ἁπλῶς ἀποφῃνάμενον ἀξιοπιστοτέραν| ἡγεῖσθαι τὴν ἰδίαν ἀπόφασιν τῶν ὑπὸ Πλάτωνος εἰρημένων λόγων. ἐδείκνυον δὲ καὶ ὡς
652
οὐδ’ ἐπεχείρησέ που τῶν ἑαυτοῦ συγγραμμάτων ὁ Χρύσιππος ἀντειπεῖν τοῖς τοῦ Πλάτωνος λόγοις. ἅπαντες μὲν οὖν ὅσοι μηδέπω φιλοσοφίας ἦσαν ἡμμένοι γεωμέτραι, καὶ ἀριθμητικοὶ, καὶ λογιστικοὶ, καὶ ἀστρονόμοι, καὶ ἀρχιτέκτονες, ἔτι τε μουσικοὶ, καὶ γνωμονικοὶ, καὶ ῥητορικοὶ, καὶ γραμματικοὶ, καὶ ὅλως εἴ τις ἐν τέχνῃ λογικῇ γεγύμναστο, πίστιν βεβαίαν ἔσχον, ἐξηλέγχθαι μὲν τοὺς τῶν ἄλλων λόγους, ὅσους ἐγεγράφεσαν ὑπὲρ ἡγεμονικοῦ ψυχῆς, ἀληθεῖς δ’ εἶναι τοὺς Ἱπποκράτους καὶ Πλάτωνος. ἐπεὶ δὲ τὰ τοῦ Χρυσίππου βιβλία περὶ παθῶν γεγραμμένα, καὶ οἱ ἀπ’ ἐκείνου, ὡς ἐν ἐκείνοις ἀπέδειξεν ὁ ἀνὴρ, ἐν τῷ λογιστικῷ τῆς ψυχῆς εἶναι τὰ πάθη, τοὺς θυμοὺς, καὶ τοὺς φόβους, καὶ τὰς λύπας, ὅσα τ’ ἄλλα τοιαῦτα, δι’ ἐκείνους ἠναγκάσθην ἐπιδεικνύναι μὴ μόνον ψευδῶς εἰρηκότα πολλὰ κατὰ τὰ περὶ τῶν παθῶν βιβλία τὸν Χρύσιππον, ἀλλὰ καὶ μαχόμενα αὐτῷ. καὶ κατὰ τοῦτο προσέθηκα τοῖς πρώτοις δύο βιβλίοις ἕτερα τρία, δείξας εὐθέως ἐν αὐτοῖς, ὅτι καὶ Ποσειδώνιος ὁ ἐπιστημονικώτατος τῶν Στωϊκῶν διὰ τὸ γεγυμνάσθαι κατὰ γεωμετρίαν ἀπέστη τε τοῦ Χρυσίππου καὶ δείκνυσιν ἐν τῇ
653
περὶ παθῶν πραγματείᾳ διοικουμένους ἡμᾶς ὑπὸ τριῶν δυνάμεων, ἐπιθυμητικῆς τε καὶ θυμοειδοῦς καὶ λογιστικῆς. τῆς δ’ αὐτῆς δόξης. ὁ Ποσειδώνιος ἔδειξεν εἶναι καὶ τὸν Κλεάνθην. καὶ μέντοι καὶ τὸν περὶ τῶν ἀρετῶν λόγον ἐπὶ ταύταις ταῖς ἀρχαῖς ὀρθῶς φησι περαίνεσθαι, καὶ δείκνυσιν αὐτὸ τοῦτο διὰ μεγάλης πραγματείας ἰδίᾳ γεγραμμένης αὐτῷ. ὥστ’ οὐκ ἐγὼ τοῦ μήκους τῶν λόγων αἴτιος, ἀλλ’ οἱ προπετῶς ἐπαινοῦντες τὰ γεγραμμένα Χρυσίππῳ περί τε τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ καὶ |περὶ παθῶν, ἃ πάντ’ ἐγνώκειν ἐγὼ παρελθεῖν ἐάσας ἀνέλεγκτα. θεοὺς δ’ ἅπαντας ἐπικαλοῦμαι μάρτυρας, ὡς τοὺς ἀναισχύντους τῶν λόγων ἐλέγχους αὐτὸς αἰδοῦμαι, βέλτιον εἶναι νομίζων ἀγνοεῖσθαι τοῖς πολλοῖς αὐτοὺς, ὅπως μὴ βλάπτοιντο θεώμενοι φιλοσόφους ἄνδρας, ἃ μηδέποτ’ εἶδον, ὡς ἰδόντας γράφοντας· ἧττον γὰρ αἰδοῦνται καὶ αὐτοὶ φωραθῆναι ψευδόμενοι. αἰδεσθῆναι δ’ ἔστι καὶ οἳ μὴ γινώσκουσιν, ἐν φιλοσοφίᾳ γεγηρακότες ἄνδρες, ὡς εἷς μόνος οὗτος ἠρώτηται λόγος ἀποδεικτικῷ νόμῳ περὶ ψυχῆς ἡγεμονικοῦ, καθ’
654
ὃν ἡ μὲν ἀληθὴς πρόσληψίς ἐστιν, ἐγκέφαλον εἶναι τῶν νεύρων ἀρχὴν, ἡ ψευδὴς δὲ, τὴν καρδίαν. ὥστε οὐ μόνον ἐν πέντε βιβλίοις οὐκ ἦν ἀνάγκη γραφῆναι τὸν περὶ ψυχῆς ἡγεμονικοῦ λόγον, ἀλλ’ οὐδὲ δι’ ἑνὸς ὅλου πρός γε τοὺς μεμαθηκότας, ὁποῖόν τι πρᾶγμά ἐστιν ἀπόδειξις ἐπιστημονικὴ, προσήκουσα μὲν, ὡς ἐγώ φημι, φιλοσόφοις μᾶλλον, ἢ γεωμέτραις, ἀριθμητικοῖς τε καὶ λογιστικοῖς, ἀστρονόμοις τε καὶ ἀρχιτέκτοσιν, οὐ μὴν ἠσκημένοις γ’ αὐτοῖς, ὥσπερ ἐκείνοις. διὰ τοῦτ’ οὖν Εὐκλείδης μὲν ἑνὶ θεωρήματι τῷ πρώτῳ κατὰ τὸ τῶν φαινομένων βιβλίον ἐπέδειξε δι’ ὀλιγίστων ἐπῶν, τὴν γῆν μέσην εἶναι τοῦ κόσμου, καὶ σημείου καὶ κέντρου λόγον ἔχειν πρὸς αὐτὸν, ἣν οἱ μαθόντες οὕτω πιστεύουσι τῷ συμπεράσματι τῆς ἀποδείξεως, ὡς καὶ τὸ τὰ δὶς δύο τέτταρα εἶναι. τῶν φιλοσόφων δ’ ἔνιοι τοιαῦτα ληροῦσι περὶ μεγέθους τε καὶ θέσεως γῆς, ὡς αἰδεσθῆναί τινα περὶ τοῦ παντὸς ἐπιτηδεύματος. ὅπου γὰρ οἱ μὲν ἀεὶ παρακελευόμενοι μηδὲν μήτε πράττειν μήτε λέγειν προπετῶς ἔργῳ φαίνονται τοιοῦτοι, τῶν δ’ εἰρημένων ἄνωθεν
655
ἀντιτεχνιτῶν οὐδεὶς μὲν ἑαυτὸν νομίζει σοφὸν, ὡς ἐκεῖνοι, ταῖς δ’ ἀποδείξεσι προσηκόντως χρῶνται, μηδαμόθεν μαχόμενοι, μηδὲ διαφωνοῦντες ἀλλήλοις, μηδὲ ἀναισχύντως ἀποφαινόμενοι περὶ ὧν οὐκ ἴσασι, πῶς οὐκ ἄν τις αἰδεσθείη περὶ παντὸς τοῦ τῆς φιλοσοφίας ἐπιτηδεύματος; οὕτως γοῦν ὁ ἀληθὴς λόγος ἐστὶ βραχὺς, ὡς ἐγὼ δείξω σοι δι’ ὀλίγων συλλαβῶν περαινόμενον αὐτὸν ὄντα τοιοῦτον· ἔνθα τῶν νεύρων ἡ ἀρχὴ, ἐνταῦθα τὸ ἡγεμονικόν· ἡ δ’ ἀρχὴ τῶν νεύρων ἐν ἐγκεφάλῳ ἐστίν· ἐνταῦθα ἄρα τὸ ἡγεμονικόν. εἷς μὲν οὗτος ὁ λόγος ἐννέα καὶ τριάκοντα συλλαβῶν, ὅπερ ἐστὶ δυοῖν καὶ ἡμίσεως ἐπῶν ἑξαμέτρων. ἕτερος δ’ ἐστὶν πέντε τῶν πάντων ἐπῶν· ἔνθα τὰ πάθη τῆς ψυχῆς ἐπιφανέστερον κινεῖ τὰ μόρια τοῦ σώματος, ἐνταῦθα τὸ παθητικὸν τῆς ψυχῆς ἐστιν· ἀλλὰ μὴν ἡ καρδία φαίνεται μεγάλην ἐξαλλαγὴν ἴσχουσα τῆς κινήσεως ἐν θυμοῖς καὶ φόβοις· ἐν ταύτῃ ἄρα τὸ παθητικὸν τῆς ψυχῆς ἐστιν. εἰ δὲ συνθείης ὡδὶ τούτους τοὺς δύο λόγους, οὐ πλείονες τῶν ὀκτὼ ἑξαμέτρων τὸ συγκείμενον ἐξ αὐτῶν πλῆθος ἔσται. τίνες οὖν
656
αἴτιοι τοῦ πέντε βιβλία γραφῆναι περὶ τούτων, ἃ διὰ ὀκτὼ στίχων ἡρωϊκῶν ἐπιστημονικὴν ἀπόδειξιν εἶχεν; οὐχ ἡμεῖς δήπουθεν, ἀλλ’ οἱ μὴ βουλόμενοι γραμμικαῖς χρῆσθαι ἀποδείξεσι φιλόσοφοι, περὶ ὧν ἔφην αἰδεῖσθαι. τίνες δὲ αἴτιοι τοῦ καὶ τὸ ἕκτον βιβλίον ἐπ’ αὐτοῖς γραφῆναι περὶ τῆς τρίτης ἀρχῆς, μακροτέρου μὲν λόγου δεομένης, οὐ μὴν ὥσθ’ ὅλον ἓν πληρωθῆναι βιβλίον; οἱ μὴ γεγυμνασμένοι γραμμικῶν ἀποδείξεων ἀκούειν, ἐπεί τοι καὶ τούτου τοῦ σκέμματος ἐν ὀλίγοις κεφαλαίοις ἐστὶν ἡ ἀπόδειξις. ἐδείχθη γὰρ ἔν τε τοῖς φυτοῖς τὰ παχύτατα μέρη τῆς ἀρχῆς αὐτῶν ἐκφυόμενα, καὶ τῶν προδεδειγμένων δυοῖν ἀρχῶν, τῆς τῶν νεύρων καὶ τῶν ἀρτηριῶν, τὰ μὲν οἷον στελέχη πρὸς ταῖς ἀρχαῖς εἶναι, τὰ δὲ ἀνάλογον κλάδοις ἐν τῷ προϊέναι τὰ στελέχη γεννώμενα. τοῦτο μὲν ἓν λῆμμα δι’ ἐναργῶν ἀποδείξεων ἐδείχθη· δεύτερον δὲ ἐπ’ αὐτῷ, τῆς φυτικῆς ἐν ἡμῖν δυνάμεως, ἣν κοινὴν ἔχομεν πρὸς τὰ φυτὰ, τὰς φλέβας ὑπάρχειν ὄργανα, καθηκουσῶν μὲν εἴς τε τὴν γαστέρα καὶ τὰ ἔντερα λεπτῶν φλεβῶν, ὥσπερ εἰς τὴν γῆν αἱ ῥίζαι τῶν
657
δένδρων, ἁπασῶν δὲ ἀπὸ μιᾶς φλεβὸς πεφυκυιῶν, τῆς ἐπὶ πύλαις ἥπατος, αὖθις δὲ ἐκ τοῦ ἥπατος ἐκφυομένης μεγίστης φλεβὸς, ἣν κοίλην ὀνομάζουσιν, ἧς ὥσπερ κλάδοι τινὲς σχίζονται φλέβες ἄλλαι πάντη τοῦ σώματος φερόμεναι. ἐξ ὧν ἐπεραίνετο ἡ τῶν φλεβῶν ἀρχὴ τὸ ἧπαρ ὑπάρχειν, ᾧ πάλιν εἵπετο, καὶ τῆς κοινῆς πρὸς τὰ φυτὰ δυνάμεως ἀρχὴν εἶναι τοῦτο τὸ σπλάγχνον, ἥντινα δύναμιν ὁ Πλάτων ἐπιθυμητικὴν ὀνομάζει. αὕτη μὲν ἀπόδειξις μία τοῦ τὸ ἧπαρ ἀρχὴν εἶναι τῆς ἐπιθυμητικῆς δυνάμεως καὶ τῶν φλεβῶν· ἑτέρα δ’ ἐκ τοῦ μηδὲν ἄλλο μόριον εὑρίσκεσθαι κατὰ τό ζῶον, ᾧ συμφυεῖς εἰσιν αἱ φλέβες ἅπασαι, λαμβανομένη. τὴν γὰρ ἐκ τῶν κυρτῶν τοῦ ἥπατος ἐκφυομένην φλέβα τὴν κοίλην ἔνιοί φασι τῆς δεξιᾶς ἐν τῇ καρδίᾳ κοιλίας ἐκπεφυκέναι. εἴπερ οὖν ἀπ’ ἐκείνης ἀνάλογον κλάδοις αἱ κατὰ τὸ σῶμα πᾶν ἀποσχίζονται φλέβες, εἴη ἂν ἁπασῶν αὐτῶν ἀρχὴ ἡ καρδία. ἀλλ’ αἵ γ’ ἐκ τῶν σιμῶν τοῦ ἥπατος ἀνάλογον ῥίζαις εἰς τὴν γαστέρα, τήν τε νῆστιν καὶ τὸ λεπτὸν ἔντερον, καὶ τὸ τυφλὸν, καὶ τὸ κῶλον, εἴς τε τὸ ἀπευθυσμένον
658
ὀνομαζόμενον, καὶ τὸν σπλῆνα, καὶ τὸ ἐπίπλοον ἥκουσαι φλέβες οὐκ ἀπὸ ταύτης πεφύκασιν, ἀλλ’ ἔστιν ἑτέρα φλὲψ ἁπασῶν τούτων ἀρχὴ κατὰ τὰς πύλας τοῦ ἥπατος τεταγμένη. πῶς οὖν ἔτι ἀρχὴ τῶν φλεβῶν ἡ δεξιὰ τῆς καρδίας ἔσται κοιλία, μήτε τῶν εἰρημένων φλεβῶν, μήτε πρὸς αὐταῖς τῶν ἐν τοῖς σιμοῖς τοῦ ἥπατος συναπτομένων τῇ καρδίᾳ; ἧπαρ δὲ καὶ ταύταις ἁπάσαις συνῆπται ταῖς φλεψὶ καὶ ταῖς καθ’ ὅλον τὸ σῶμα διὰ τῆς ἐκ τῶν κυρτῶν αὐτοῦ μερῶν ἐκπεφυκυίας, ἣν οἱ μὲν πλεῖστοι τῶν ἰατρῶν κοίλην ὀνομάζουσι διὰ τὸ μέγεθος, Ἱπποκράτης δὲ καὶ ὅσοι τὰ τούτου πρεσβεύουσιν, ἡπατῖτιν ἀπὸ τοῦ σπλάγχνου προσονομάζουσιν, ὅθεν ἐκπέφυκεν αὕτη. τοιγαροῦν ἤδη σοι δευτέρα περὶ ἥπατος ἀπόδειξις, ὡς ἁπασῶν ἐστι φλεβῶν ἀρχὴ, διὰ τοῦτο δὲ καὶ τῆς θρεπτικῆς δυνάμεως. ἄλλη δ’ ἐκ περιουσίας τρίτη τοιάδε τις. ἐὰν τὴν δεξιὰν τῆς καρδίας κοιλίαν ἀρχὴν ὑποθώμεθα τῆς κοίλης φλεβὸς, ἐναντίως ἔσται τῷ φαινομένῳ καὶ ἐν ταῖς τῶν ἰχθύων ἀνατομαῖς εὑρισκομένῳ. οὐδενὸς οὖν αὐτῶν ἡ καρδία δεξιὰν ἔχει κοιλίαν, ὅτι μηδὲ
659
πνεύμων ἐστὶ τοῖς ζώοις ἐκείνοις. διὰ τί δὲ γεννᾶταί τε καὶ συναπόλλυται πνεύμονι τῆς καρδίας ἡ δεξιὰ κοιλία, δέδεικταί μοι κατὰ τὴν περὶ χρείας μορίων πραγματείαν. ἐκ περιουσίας μὲν, ὡς ἔφην, οὐ σμικρὰ τῷ δόγματι πίστις ἐστὶ καὶ ἐκ τοῦ νῦν εἰρημένου λόγου. προσέρχεται δὲ καὶ ἄλλη τις ὁμοία τῇδε, τὴν εὐθύτητα τῆς κοίλης ἡμῶν ἐπισκεπτομένων. ὁρᾶται γὰρ ἀπὸ τῶν κυρτῶν τοῦ ἥπατος ἄχρι τῶν σφαγῶν ἅπαν μὲν αὐτῆς τὸ δεξιὸν μέρος εὐθείᾳ μιᾷ ἄκλαστον φυλάττον αὐτὴν, ἐκ δὲ τῶν ἀριστερῶν ἀπόφυσις εἰς τὴν δεξιὰν κοιλίαν τῆς καρδίας γιγνομένη, ἥντινα φλέβα νομίζουσιν ἔνιοι τὸ πρέμνον, ὡς ἂν εἴποι τις, εἶναι τῶν καθ’ ὅλον τὸ σῶμα φλεβῶν. εἰ δέ περ ἦν ἀληθὲς τοῦτο, πάντως ἂν ἐσχίζετο καὶ αὕτη μετὰ τὴν ἔκφυσιν ὡσαύτως τῇ μεγάλῃ ἀρτηρίᾳ, ἣν ὁμολογουμένως ἁπασῶν τῶν καθ’ ὅλον τὸ ζῶον ἀρτηριῶν ἀρχὴν οὖσαν ἰδεῖν ἔστι κατὰ τὸ πρῶτον ἐκφῦναι τῆς καρδίας δίχα σχιζομένην, ὅπως τῶν μερῶν αὐτῆς τὸ μὲν ἕτερον ἄνω, τὸ δὲ ἕτερον ἐνεχθείη κάτω τοῦ σώματος. ὥστε καὶ εἰ ἡ κοίλη φλὲψ τῆς καρδίας
660
ἐφύετο, πάντως ἂν καὶ αὕτη παραπλησίως τῇ ἀρτηρίᾳ δίχα σχισθεῖσα τῷ μὲν ἑτέρῳ μέρει πρὸς τὰς σφαγὰς ἀνηνέχθη, τῷ δὲ ἑτέρῳ κατηνέχθη πρὸς τὸ ἧπαρ· οὗ μὴ φαινομένου δῆλόν ἐστιν, οὐδὲ ἐκ τῆς καρδίας αὐτὴν ἄρχεσθαι. αὗται τέτταρες ἀποδείξεις εἰσὶν εἰρημέναι κατὰ τὸ τῆς προκειμένης πραγματείας ἕκτον γράμμα τοῖς εἰδόσι, τί ποτ’ ἐστὶν ἀπόδειξις, αὐτάρκως. εἴρηται δὲ καὶ ἄλλα τινὰ κατὰ τὸ βιβλίον εἰς πίστιν τοῦ δόγματος, οὐ μὴν ἐπιστημονικήν γε τὴν ἀπόδειξιν ἔχοντα, καθάπερ οἱ πρῶτοι δύο λόγοι. καὶ μέντοι καὶ ἀντιλογία τις εἴρηται πρὸς τοὺς ἑτέρως δοξάζοντας. ὥστε, ὅσον ἐπ’ ἐμοὶ, διὰ βραχυτάτων ἤδη τὸ προκείμενον ἀποδέδεικται, καὶ χρὴ τοῦ μήκους τῶν λόγων οὐχ ἡμῖν ἐλέγχουσιν, οὓς ἡμαρτημένους ἔγραψαν ἐκεῖνοι λόγους, ἀλλὰ τοῖς συνθεῖσιν αὐτοὺς μέμφεσθαι. τριῶν οὖν βιβλίων λογικῶν περὶ παθῶν γεγραμμένων Χρυσίππῳ, δυνάμενος ἀντειπεῖν, ἃ πρὸς αὐτὸν διηνέχθην διελέγχων, μηκύνειν, οὐχ ὑπέμεινα τοῦτο πρᾶξαι, καθάπερ οὐδ’ ὅσα
661
περὶ τῆς τῶν ἀρετῶν διαφορᾶς ἔγραψεν ἐν τέτταρσι βιβλίοις, ὑπὲρ ὧν αὐτῷ καὶ ὁ Ποσειδώνιος μέμφεται. ἀλλὰ καὶ περὶ τούτων ἐνδειξάμενος τοῖς ἀκούειν δυναμένοις ἐπιστημονικῶν ἀποδείξεων, ἀνεβαλόμην ἐπὶ σχολῆς αὖθις ἐπιδείξειν, ὅσα καὶ πρὸς αὐτὸν ἐναντιολογούμενος ἔγραψε, καὶ πρὸς τὴν τῶν ἐναργῶς φαινομένων ἀλήθειαν. ἐκείνη μὲν οὖν ἡ πραγματεία καθ’ ἑαυτὴν γέγραπται.

    Νῦν δὲ ποθοῦσιν ἔχειν ἤδη πολλοῖς τῶν φίλων τὰ κατάλοιπα τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ἐνταῦθα τρέψομαι, ἀρχὴν ἀπὸ τῶν φυσικῶν στοιχείων ποιησάμενος. ὀνομάζεται μὲν οὖν στοιχεῖον, ὅπερ ἂν ἐλάχιστον ᾖ μέρος ἐκείνου τοῦ πράγματος, οὗπερ ἂν ᾖ στοιχεῖον· ἐκ γὰρ τοῦ τῆς πρός τι κατηγορίας ἐστὶν ἡ στοιχεῖον φωνὴ, καθάπερ καὶ τοῦ μέρους. τό τε γὰρ στοιχεῖον τινός ἐστι στοιχεῖον, τό τε μέρος τινός ἐστι μέρος. ὥσπερ οὖν τῆς φωνῆς ἡμῶν, ᾗ χρώμεθα διαλεγόμενοι πρὸς ἀλλήλους, τέτταρα καὶ εἴκοσί ἐστι στοιχεῖα, κατὰ τὸν αὐτὸν τρόπον ἁπάντων τῶν γεννητῶν καὶ φθαρτῶν σωμάτων

    662
    ἐλάχιστα μόρια γῆ καὶ ἀήρ ἐστιν ὕδωρ τε καὶ πῦρ, ἐλαχίστου δὲ λεγομένου τοῦ μηκέτι τομὴν ἐγχωροῦντος. ἡ μὲν γὰρ κατὰ τὸ μέγεθος τομὴ τοιοῦτον οὐδὲν ἐλάχιστον ἔχει, μόνη δὲ ἡ κατ’ εἶδος ἵσταταί ποτε, καθάπερ ἐπὶ τῆς φωνῆς. οὔσης γάρ τινος συνθέτου τοιᾶσδε,

  1. Μῆνιν ἄειδε, θεὰ, Πηληϊάδεω Ἀχιλῆος,
  2. ὅλη μέν ἐστιν αὕτη, μέρη δὲ τὸ μῆνιν, καὶ τὸ ἄειδε, καὶ τὸ θεὰ, καὶ τὸ Πηληϊάδεω, καὶ τὸ Ἀχιλῆος. ἕκαστον δὲ τούτων πάλιν εἰς τὰς συλλαβὰς τέμνεται, καὶ τῶν συλλαβῶν αὖθις ἑκάστη διαίρεσιν εἰς τὰ στοιχεῖα λαμβάνει. τῆς γοῦν πρώτης συλλαβῆς τῆς μὴ συγκειμένης ἐκ δυοῖν στοιχείων, οὐδέτερον αὐτῶν εἰς ἄλλας ἑαυτοῦ φωνὰς ἐλάττους δύναται τμηθῆναι, καὶ διὰ τοῦτο τὴν μὴ φωνὴν ἐλαχίστην τε καὶ ἄτμητον εἷναί φαμεν, ὡς καὶ τὸν Δίωνα καλεῖν ἔθος ἐστὶ τοῖς φιλοσόφοις ἄτομον οὐσίαν. οὕτως δὲ καὶ λόγον βραχύτατον εἴρηκεν ὁ Πλάτων τὸν συγκείμενον ἐξ ὀνόματος καὶ ῥήματος, ὡς λόγον δηλονότι καλῶν βραχύτατον αὐτόν. ἕκαστον γὰρ τῶν κατ’ εἶδος

    663
    λεγομένων τε καὶ νοουμένων, ὅταν μηκέτι χωρῇ τομὴν εἰς εἴδη πλείω, τοῖς τοιούτοις ὀνόμασι προσαγορεύομεν, βραχύτατον, ἄτμητον, στοιχεῖον. περὶ μὲν οὖν τοῦ στοιχεῖον ὀνόματος ὅλον ἔχεις γεγραμμένον βιβλίον ἐν τῇ τῶν ἰατρικῶν ὀνομάτων πραγματείᾳ. περὶ δὲ τῆς κατὰ μέγεθος τομῆς τῶν σωμάτων ἐπιδέδεικται τοῖς γεωμετρικοῖς ἀνδράσιν, ὡς οὐδέποτε στῆναι δυναμένης, ἀλλ’ αἰεὶ τοῦ τεμνομένου μικρότερον ἑαυτοῦ τὸ μέγεθος ἔχοντος. ἀπολειπομένης δὲ μόνης τῆς κατ’ εἶδος τομῆς, ὡμολόγηται πάλιν αὖθις περὶ τῆς καθ’ ἕκαστον γένος τῶν ὄντων, ἄτομον εἶδος εἶναί τι τοιοῦτον, ὁποῖόν ἐστιν ἐν τοῖς φυσικοῖς σώμασι στοιχεῖον, ἡ γῆ καὶ τὸ ὕδωρ ὅ τε ἀὴρ καὶ τὸ πῦρ. ἀποδείξεις δὲ τούτων οὐ δέομαι γράφειν ἐνταῦθα, φθάσαντος γραφῆναι ὑπομνήματος ἑτέρωθι περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων, ὃ σαφέστερον μὲν ἂν ἐγέγραπτο, καθάπερ καὶ ἄλλα πολλὰ, μὴ πρὸς μόνον ἀποβλέποντι τὸν λαμβάνοντά μου τὸ βιβλίον, ἀλλ’ ὡς καὶ τῶν ἀμαθεστέρων ἐκείνου μελλόντων
    664
    ὁμιλήσειν αὐτῷ. πολλῶν δ’ ἔχειν φθασάντων, οὐκ ἔτ’ ἔδοξέ μοι γράφειν ἄλλο, τῷ εἶναι ὀλίγους τινὰς ἐν αὐτῷ λόγους μακροτέρας ἐξεργασίας δεομένους, ὧν οὐχ ἥκιστα καὶ οὗτος αὐτὸς ὁ νῦν εἰρημένος ὑπὲρ τῆς κατὰ τὸ στοιχεῖον ἐννοίας, ἐπὶ πλεῖστον μὲν ἐξειργασμένος, ὡς ἔφην, ἐν ἑνὶ βιβλίῳ· διὰ κεφαλαίων δὲ νῦν εἴρηται μὲν, ὅσα που μᾶλλον ἂν εἴρητο κᾀν τῷ περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων, εἴπερ αὐτῶν τῶν συλλαβῶν τὸ στοιχεῖον ἐδεῖτο. γεγραμμένου δὲ τῷ Ἱπποκράτει βιβλίου περὶ φύσεως ἀνθρώπου, προστεθέντος δ’ αὐτῷ καὶ τοῦ περὶ διαίτης μικροῦ βιβλιδίου, καί τινος παρεντεθείσης ἀνατομῆς φλεβῶν, ἣν ὁ διασκευάσας δοκεῖ μοι προσθεῖναι τῷ περὶ φύσεως ἀνθρώπου καὶ τῷ περὶ διαίτης, ἐξήγησίς ἐστι τὸ ἡμέτερον γράμμα τὸ περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων τοῦ γεγραμμένου περὶ φύσεως ἀνθρώπου. τὴν δὲ ἐξήγησιν οὐχ οὕτως ἔχει γεγονυῖαν, ὡς εἰώθασιν οἱ τὰς ἐξηγήσεις γράφοντες ποιεῖσθαι καθ’ ἑκάστην λέξιν, ἀλλὰ τῶν συνεχόντων τὸ δόγμα μόνων ἅμα
    665
    ταῖς οἰκείαις ἀποδείξεσιν, ἃς εἴπερ ἐθέλεις μανθάνειν, ἐπ’ ἐκεῖνο μετάβηθι τὸ βιβλίον. ἐγὼ δ’ οὐκ εἴωθα πολλάκις τὰ αὐτὰ γράφειν ἐν διαφόροις ὑπομνήμασιν, ἀλλ’ ἐνταῦθα τὰς μόνου τοῦ Πλάτωνος παραγράψω ῥήσεις, ἐν αἷς ἠκολούθησε τῷ Ἱπποκράτει, τὰ σώματα ἡμῶν ἐκ γῆς καὶ πυρὸς ἀέρος τε καὶ ὕδατος συγκεῖσθαι λέγων. εἰρημένου δ’ αὐτοῦ τούτου καὶ κατὰ ἄλλα βιβλία, νῦν ἡμῖν ἀρκέσει τὴν ἐκ τοῦ Τιμαίου παραγράψαι ῥῆσιν ἔχουσαν ᾧδε. τεττάρων γὰρ ὄντων γενῶν, ἐξ ὧν συμπέπηγε τὸ σῶμα, γῆς, πυρὸς, ὕδατός τε καὶ ἀέρος, τούτων ἡ παρὰ φύσιν πλεονεξία καὶ ἔνδεια, καὶ τῆς χώρας μετάστασις ἐξ οἰκείας ἐπ’ ἀλλοτρίαν γιγνομένη, πυρός τ’ αὖ καὶ τῶν ἑτέρων, ἐπειδή γε πλέω ἑνὸς ὄντα τυγχάνει, τὸ μὴ προσῆκον ἕκαστον ἑαυτῷ προσλαμβάνει, καὶ πάνθ’ ὅσα τοιαῦτα, στάσεις καὶ νόσους παρέχει. ἐν ταύτῃ τῇ ῥήσει σαφῶς ἐδήλωσεν ὁ Πλάτων, οὐ μόνον ἐκ γῆς καὶ ὕδατος καὶ ἀέρος καὶ πυρὸς γεγονέναι τὰ σώμαθ’ ἡμῶν, ἀλλὰ καὶ διότι διὰ ταῦτα μέτρῳ μὲν ἀλλήλοις κεκραμένα κατὰ φύσιν ἔχομεν,
    666
    ὅπερ ταὐτόν ἐστι τῷ ὑγιαίνομεν, ἐλλείποντες δέ τινος, ἢ πλεονάσαντος, ἢ μεταστάντος εἰς ἀλλοτρίαν χώραν, νοσοῦμεν. ὅτι μὲν οὖν ἥ τε πλεονεξία καὶ ἡ ἔνδεια διαφθείρει τὴν εὐκρασίαν, ἐν ᾗ τῶν πρώτων σωμάτων ἡ ὑγίεια, πρόδηλον· πρόδηλον δ’, ὅτι καὶ ἡ μετάστασις, ἐὰν ἐννοήσωμεν, ὡς, τοῖς κατὰ τὸν θώρακα καὶ τὰς τραχείας ἀρτηρίας ὀργάνοις αἵματος ἤ τινος ἄλλου χυμοῦ παρεμπεσόντος, συγχωρεῖσθαι τὴν ἄμεμπτον ὑγίειαν αὐτῶν, ἔν τε τοῖς κατὰ γαστέρα, καὶ ἔντερα, καὶ φλέβας, καὶ σάρκας, ἀερώδους οὐσίας ἀθροισθείσης. ἀλλὰ καὶ αὐτὸς ὁ Πλάτων διὰ τῶν συνεχῶν τῇ προειρημένῃ ῥήσει διδάξει σε τοῦτο λέγων ὡδί· παρὰ φύσιν γὰρ ἑκάστου γιγνομένου καὶ μεθισταμένου, θερμαίνεται μὲν, ὅσα ἂν πρότερον ψύχηται, ξηρὰ δ’ ὄντα εἰς ὕστερον γίγνεται ὑγρότερα, καὶ κοῦφα δὴ καὶ βαρέα, καὶ πάσας πάντη μεταβολὰς δέχεται. μόνως γὰρ δή φαμεν κατὰ ταὐτὸν ταὐτὸ, καὶ ὡσαύτως ἀνάλογον προσγιγνόμενον καὶ ἀπογιγνόμενον ἐάσει ταὐτὸν ὂν αὑτῷ σῶον καὶ ὑγιὲς
    667
    μένειν. ὃ δ’ ἂν πλημμελήσῃ τι τούτων ἐκτὸς ἀπιὸν ἢ προσιὸν, ἀλλοιότητας παμποικίλας καὶ νόσους φθοράς τε ἀπείρους παρέξεται. ὅτι μὲν οὖν ἐκ γῆς καὶ πυρὸς ἀέρος τε καὶ ὕδατος ἡ τοῦ σώματος ἡμῶν ἐστι σύστασις, ὅτι τε διὰ τὴν τούτων ἔνδειαν, ἢ πλεονεξίαν, ἢ μετάστασιν αἱ νόσοι γίγνονται, σαφῶς ἐδήλωσε.

Δόξει δ’ ἐν τῷ μὴ καλεῖν αὐτὰ στοιχεῖα διαφέρεσθαι πρὸς Ἱπποκράτην. καίτοι γε οὐδὲ ἐκεῖνος ὠνόμασεν αὐτὰ στοιχεῖα, μόνον δ’, ὅτι, τούτων συνιόντων καὶ κεραννυμένων, τὰ φυσικὰ γίγνεται σώματα. καὶ τούτων προσωτέρω χωρεῖν ὁ μὲν Ἱπποκράτης οὐδεμίαν ἀνάγκην εἶναί φησι, πρακτικὴν, οὐ θεωρητικὴν μετερχόμενος τέχνην. ὁ δὲ Πλάτων, ὡς ἂν τὴν θεωρητικὴν φιλοσοφίαν ἡγούμενος εἶναι τιμιωτάτην, οὐκ ἠρκέσθη μόναις ταῖς φαινομέναις ἐν τοῖς στοιχείοις δυνάμεσιν, ἀλλὰ καὶ τὴν αἰτίαν ἐπιζητεῖ τῆς γενέσεως αὐτῶν, ἄχρηστον ἰατρῷ σκέμμα. διὰ τί γὰρ ὑγραίνει μὲν τὸ ὕδωρ, καίει δὲ τὸ πῦρ, ἢ διὰ τί ῥεῖ μὲν τὸ ὕδωρ, ἄνω δὲ φέρεται τὸ πῦρ, ἑδραιοτάτη δὲ καὶ

668
βαρυτάτη τῶν στοιχείων ἐστὶν ἡ γῆ, πρὸς τὰς τῶν νόσων ἰάσεις οὐδὲν συντελεῖ. μόνον γὰρ ἀρκεῖ τῷ φυλάξοντι μὲν τὴν ὑγίειαν, ἰασομένῳ δὲ τὰς νόσους ἐπίστασθαι, διά τε τὴν εὐκρασίαν τοῦ θερμοῦ, καὶ ψυχροῦ, καὶ ξηροῦ, καὶ ὑγροῦ τὴν ὑγίειαν ὑπάρχειν τοῖς ζώοις, ἐπὶ δὲ ταῖς τούτων δυσκρασίαις τὰς νόσους γίγνεσθαι. τὸ δ’ ἐκζητεῖν, εἴτ’ ἐκ πυραμοειδῶν τῷ σχήματι μορίων σύγκειται τὸ πῦρ, εἴτ’ ἄλλη τίς ἐστιν αἰτία, δι’ ἣν τέμνει τε καὶ διαιρεῖ τὰ πλησιάζοντα σώματα, τῆς θεωρητικῆς φιλοσοφίας ἔργον ἐστὶν, ἣν μεταχειριζόμενος ὁ Πλάτων, τὰ μὲν τοῦ πυρὸς μόρια πυραμοειδῆ φησιν εἶναι, τὰ δὲ τῆς γῆς κυβοειδῆ, τὸ δὲ καλούμενον ὀκτάεδρον σχῆμα τοῦ ἀέρος ἴδιον εἶναι νομίζει, καθάπερ καὶ τὸ εἰκοσάεδρον ὕδατος. εἰ μὲν οὖν ὀρθῶς ἢ οὐκ ὀρθῶς ἐδόξαζε περὶ τούτων ὁ Πλάτων, οὐκ ἔστι τοῦ νῦν ἡμῖν προκειμένου λόγου. διὰ τί γὰρ οὐκ ὀνομάζει στοιχεῖα γῆν καὶ ὕδωρ, ἀέρα τε καὶ πῦρ, ἐζητοῦμεν λόγον ἡμεῖς δοῦναι, ὡς εἴρηται, οὐκ εἰ ψευδῶς ἕκαστον ὧν εἶπε σχημάτων αὐτοῖς ἀπονέμει. διαιρεῖ δὲ τῷ λόγῳ πάλιν αὐτὰ ταῦτα
669
κατ’ ἐπίνοιαν εἴς τε τὴν ὕλην καὶ τὸ σχῆμα. κᾀπειδὴ τὸ σχῆμα σύνθετόν ἐστι, τὸ μὲν τῆς πυραμίδος ἐκ τεσσάρων ἰσοπλεύρων τριγώνων, τὸ δὲ ἑξάεδρον τοῦ κύβου τετραγώνων ἓξ, τὸ δὲ ὀκτάεδρον ὀκτὼ τριγώνων ἰσοπλεύρων, ὥσπερ γε καὶ τὸ εἰκοσάεδρον εἴκοσι τριγώνων, πάλιν ἐπισκοπεῖται τῶν τὰ στερεὰ σχήματα περιοριζόντων ἐπιπέδων τὴν τάξιν, καί φησι, τὸ μὲν ἰσόπλευρον τρίγωνον ἐκ τριγώνων ὀρθογωνίων δυοῖν γενέσθαι, τὸ δὲ τετράγωνον ἐκ τεττάρων. ἐπεὶ δὲ μηκέτι ἀνωτέρω προελθεῖν εἶχεν, ὡς ἐν ἐλαχίστοις ἵσταται τούτοις, καὶ διὰ τοῦτ’ αὐτὸ προσαγορεύει στοιχεῖα, τὸ μὲν ἕτερον ἰσοπλεύρου τριγώνου, τὸ δ’ ἕτερον τετραγώνου. παραγράψω δέ σοι καὶ τὰς ῥήσεις αὐτοῦ, πρώτην μὲν τὴν ἐπὶ τῆς πυραμίδος εἰρημένην, ἔχουσαν ᾧδε κατὰ λέξιν. ἄρξει δὴ τότε πρῶτον μὲν εἶδος καὶ σμικρότατον συνιστάμενον. στοιχεῖον δ’ αὐτοῦ τὸ τὴν ὑποτείνουσαν τῆς ἐλάττονος πλευρᾶς διπλασίαν ἔχον μήκει. δευτέραν δὲ ἐπὶ τῇδε, τὴν ἐπὶ τοῦ εἰκοσαέδρου, καὶ αὐτὴν οὕτως ἔχουσαν
670
αὐτοῖς ὀνόμασι. τὸ δὲ τρίτον ἐκ δὶς ἑξήκοντα τῶν στοιχείων συμπαγέντων, στερεῶν δὲ γωνιῶν δώδεκα, ὑπὸ πέντε ἐπιπέδων τριγώνων ἰσοπλεύρων, περιεχομένης ἑκάστης εἴκοσι βάσεις, ἔχον τριγώνους ἰσοπλεύρους, γέγονε. νῦν μὲν οὖν τὰ συστατικὰ τρίγωνα τῶν ὁριζόντων ἐπιπέδων τὰ στερεὰ σχήματα κέκληται στοιχεῖα. προελθὼν δὲ καὶ αὐτὰ τὰ περιοριζόμενα σώματα πρὸς τῶν εἰρημένων ἐπιπέδων ὀνομάζει στοιχεῖα, γράφων οὕτως. ἔστω δὴ κατὰ τὸν αὐτὸν ἄρτι λόγον καὶ κατὰ τὸν εἰκότα, τὸ μὲν τῆς πυραμίδος γεγονὸς στερεὸν εἶδος, πυρὸς στοιχεῖόν τε καὶ σπέρμα, τὸ αἰσθητὸν τουτὶ πῦρ ἀθρόον ἄθροισμα νομίζειν μικρῶν εἶναι σωμάτων, τὸ σχῆμα πάντων ἐχόντων πυραμίδος. ἐκείνων οὖν ἕκαστον στοιχεῖον εἶναί φησι τοῦ πυρὸς, ὡς εἰ καὶ τοῦ τῶν πυρῶν σωροῦ στοιχεῖον ἔλεγεν εἶναί τις ἕκαστον τῶν πυρῶν· κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τὰ μὲν τῆς φωνῆς στοιχεῖα γεννᾷν πρώτας μὲν τὰς συλλαβὰς, εἶτ’ ἐξ αὐτῶν γεννᾶσθαι τό τ’ ὄνομα, καὶ τὸ ῥῆμα, καὶ τὴν πρόθεσιν, ἄρθρον τε καὶ σύνδεσμον, ἃ πάλιν ὁ Χρύσιππος ὀνομάζει τοῦ λόγου στοιχεῖα. ταυτὶ
671
μὲν οὖν σοι, καίτοι γε οὐκ οὔσης ἀνάγκης, διῆλθον, ὅπως μή τις ἐριστικὸς ἐπηρεάζῃ μου τῷ λόγῳ, διαφέρεσθαι φάσκων ἐν τῷ περὶ τῶν στοιχείων δόγματι τὸν Πλάτωνα τῷ Ἱπποκράτει. τὴν ἀρχὴν μὲν γὰρ οὐδ’ ὠνόμασεν Ἱπποκράτης στοιχεῖα τὴν γῆν καὶ τὸ ὕδωρ καὶ τὸν ἀέρα καὶ τὸ πῦρ, ἀλλ’ ἐξ αὐτῶν ἡμᾶς ἔφη συνεστάναι, μηκέτι ζητῶν, διὰ τίνα αἰτίαν ἕκαστον αὐτῶν ἔχει δύναμιν ἰδίαν, ἣν ἐναργῶς ὁρῶμεν ἐν αὐτοῖς ὑπάρχουσαν. ὁ Πλάτων δὲ καὶ τοῦτ’ ἐζήτησε πρὸς τῷ συγχωρεῖν, ἐκ τῶν τεττάρων ἅπαντα τὰ γεννητὰ καὶ φθαρτὰ σώματα συμπεπηγέναι.

Καὶ μὴν καὶ τὸν τρόπον, ὃν ἐκ τῶν στοιχείων τὰ σώμαθ’ ἡμῶν συνίσταται, τὸν αὐτὸν ἀμφότεροι λέγουσι, οὐ δήπου τῆς γῆς ὕδατι φυραθείσης, εἶτ’ ἐν ἡλίῳ θερμανθείσης γεννᾶσθαι τὰ ζῶα φάσκοντες, ἀλλὰ διὰ πλεόνων τῶν μεταξὺ μεταβολῶν. ἐκ μὲν γὰρ τῶν τεττάρων στοιχείων ἥ τε τῶν φυτῶν ἐστι γένεσις, οἵ τ’ ἐξ αὐτῶν καρποὶ καὶ τὰ σπέρματα. τροφὴ δὲ ταῦτα πάντα προβάτοις τε καὶ ὑσὶν, αἰξί τε καὶ βουσὶ, καὶ τοῖς ἄλλοις ζώοις,

672
ὁπόσα πόας, ἢ καρποὺς δένδρων, ἢ ἀκρέμονας, ἢ ῥίζας ἐσθίει. τοῖς δ’ ἀνθρώποις αὐτά τε ταῦτα τροφαὶ τὰ ζῶα, καὶ γεννᾶται δ’ ἐν αὐτοῖς ἐκ τούτων αἷμα, καὶ φλέγμα, καὶ χολαὶ διτταί· πλεῖστον μὲν αἷμα, διὸ καὶ φαίνεται μόνον ἐν ταῖς φλεψίν· ὀλίγον δὲ τῶν ἄλλων ἑκάστου. καὶ τοῦτό ἐστιν αὐτὸ τὸ αἷμα τῆς γενέσεως ἡμῶν ὡς ὕλη, τὸ συγκείμενον μὲν ἐκ τῶν τεσσάρων χυμῶν, κατ’ ἐπικράτειαν δ’ ὠνομασμένον οὕτως. γεννώμεθα γὰρ ἐξ αὐτοῦ κατὰ τὰς μήτρας κυούμενοι, καὶ τήν τε πρώτην διάπλασιν ἐκ τούτου λαμβάνομεν, ἐφεξῆς δὲ ταύτῃ τῶν διαπλασθέντων μορίων τήν τε διάρθρωσιν καὶ τὴν αὔξησιν καὶ τὴν τελείωσιν. ἀποκυηθέντες δὲ πρῶτα μὲν τῷ γάλακτι τρεφόμεθα, τὴν γένεσιν ἐξ αἵματος ἔχοντες, μετὰ δὲ ταῦτα ταῖς αὐταῖς τελείοις τροφαῖς, ἐξ ὧν πάλιν αἷμα καὶ φλέγμα καὶ χολὴ ξανθὴ καὶ μέλαινα γεννῶνται. διαφερέτω δὲ μηδὲν εἰς τὰ παρόντα ξανθὴν ἢ ὠχρὰν ὀνομάζειν χολήν. ἀλλὰ ταῦτά γε πάντα Ἱπποκράτης ἁπάντων πρῶτος ὧν ἴσμεν ἰατρῶν τε καὶ φιλοσόφων ἀκριβῶς ὡρίσατο, καὶ διὰ τοῦτο τὰ νοσήματα
673
τῶν πρώτων σωμάτων κατὰ δυσκρασίαν ἔφη γίνεσθαι. τίνα δ’ ὀνομάζω πρῶτα σώματα, δηλώσω πρότερον, ὅπως μηδὲν ἀσαφὲς ᾖ κατὰ τὸν λόγον. αὐτὸς μὲν γὰρ Ἱπποκράτης οὐκ ὠνόμασε σῶμα πρῶτον ἢ δεύτερον, ὥσπερ Ἀριστοτέλης· ὁ δὲ Πλάτων δευτέραν μέν τινα σύστασιν εἶπεν εἶναι σωμάτων, πρώτην δ’ οὐδ’ αὐτὸς ὠνόμασεν, ἀλλ’ ἐκ τοῦ δευτέραν τινὰ φάναι δῆλός ἐστι πρὸ αὐτῆς ἑτέραν τιθέμενος, ἣν ὀνόματι τῷ τῶν ὁμοιομερῶν ὁ Ἀριστοτέλης οὕτως ὠνόμασεν, ὡς ἂν ἐπὶ πλέον περί τε τῶν ἐν τοῖς ζώοις μορίων καὶ περὶ τῆς γενέσεως αὐτῶν διελθών. ὅσον γὰρ ἄν τις ἀκριβέστερόν τε καὶ λεπτομερέστερον ἡντιναοῦν φύσιν πραγμάτων ἐξεργάζηται, τοσούτῳ πλεόνων ὀνομάτων αὐτῷ γίγνεται χρεία. τὰ τοίνυν ἐν μιᾷ περιγραφῇ σώματα πολλάκις μὲν ὁμοιομερῆ καλεῖται τῷ πάντ’ αὐτὰ τὰ μόρια καὶ ἀλλήλοις ὑπάρχειν ὅμοια καὶ τῷ παντὶ, πολλάκις δ’ ἁπλᾶ καὶ πρῶτα. καὶ γὰρ συντίθεται ἐξ αὐτῶν τὰ σύνθετά τε καὶ ὀργανικὰ προσαγορευόμενα, δάκτυλοι, καὶ καρπὸς ὅλος, καὶ πῆχυς ὅλος, καὶ βραχίων
674
ὅλος. ἀνάλογον δ’ αὐτοῖς τὰ κατὰ τὰ σκέλη μόρια, δάκτυλοι καὶ ποὺς, καὶ κνήμη, καὶ μηρός· καὶ μὴν καὶ ὀφθαλμὸς, καὶ γλῶττα, καὶ καρδία, καὶ πνεύμων, ἅπαντά τε τὰ σπλάγχνα, καὶ ἡ γαστὴρ, καὶ τὰ ἔντερα τῶν ὀργανικῶν μορίων ἐστὶν, ἐξ ὧν πάλιν ὅλον τὸ σῶμα συντίθεται. πρώτη μὲν οὖν ἐστι γένεσις ἡμῶν ἐκ τοῦ αἵματος τοῦ γινομένου ἐκ τῆς λαμβανομένης τροφῆς εἴσω τοῦ σώματος· ἔστι δὲ καὶ σπέρμα. αἷμα δ’ ὀνομάζω τὸ κατ’ ἐπικράτειαν οὕτω καλούμενον, ὃ καὶ περιεχόμενον ὁρᾶται κατὰ τὰς φλέβας. ἐκ τούτων δὲ τὰ πρῶτα μόρια γεννᾶται, χόνδρος καὶ ὀστοῦν, καὶ νεῦρον, καὶ ὑμὴν, καὶ σύνδεσμος, καὶ ὅσα τἄλλα τοιαῦτα. κᾄπειτ’ ἐκ τούτων ὀφθαλμὸς, καὶ γλῶττα, καὶ κεφαλὴ, καὶ τὰ σπλάγχνα, καὶ τὰ κῶλα, καὶ πάλιν ἐκ τούτων ὅλον τὸ σῶμα. καὶ διὰ τοῦθ’ Ἱπποκράτης ἐν τῷ περὶ φύσιος ἀνθρώπου τὴν ἐκ τῶν στοιχείων ἕνωσιν ἁπάντων τῶν φυσικῶν σωμάτων κοινὴν εἶπεν ὑπάρχειν, ἐξ ἧς ἐπὶ τὴν τῶν ζώων μετέβη, καὶ τούτων οὐχ ἁπάντων, ἀλλὰ τῶν ἐναίμων, ἐν οἶς ἐστι καὶ ὁ ἄνθρωπος, ἐφ’ ὃν ἑξῆς ὁ λόγος ἔσπευδεν αὐτῷ. καὶ τοίνυν φησὶ ᾧδέ πως
675
ὑπὲρ αὐτοῦ. τὸ δὲ σῶμα τοῦ ἀνθρώπου ἔχει ἐν ἑαυτῷ αἷμα, καὶ φλέγμα, καὶ χολὴν ξανθήν τε καὶ μέλαιναν, καὶ ταῦτά ἐστιν αὐτῷ φύσις τοῦ σώματος, καὶ διὰ ταῦτ’ ἀλγέει καὶ ὑγιαίνει. ὑγιαίνει μὲν οὖν μάλιστα, ὅταν μετρίως ἔχῃ ταῦτα τῆς πρὸς ἄλληλα δυνάμεως, καὶ τοῦ πλήθους, καὶ μάλιστα μὲν μεμιγμένα ᾖ· ἀλγέει δ’, ὅταν τι τούτων ἔλαττον ἢ πλέον χωρισθῇ τῷ σώματι, καὶ μὴ κεκρημένον ᾖ τοῖσι πᾶσιν. ἀνάγκη γὰρ, ὅταν τι τούτων χωρισθῇ, καὶ ἐφ’ ἑωυτοῦ στῇ, οὐ μόνον τὸ χωρισθὲν ἐπίνοσον γενέσθαι, ἀλλὰ καὶ, ἔνθα ἂν στῇ καὶ ἐπισχεθῇ ὑπερεμπιπλάμενον, ὀδύνην τε καὶ πόνον παρέχειν. καὶ γὰρ, ὅταν τι τούτων ἔξω τοῦ σώματος ἐκρυῇ πλέον τοῦ ἐπιπολάζοντος, ὀδύνην παρέχει, ἢ καὶ νόσον· ἤν τ’ αὖθις ἔσω ποιήσηται τὴν κίνησιν, καὶ τὴν μετάστασιν, καὶ τὴν ἀπόκρισιν ἀπὸ τῶν ἄλλων, πολλή γ’ αὐτῷ ἀνάγκη διπλῆν τὴν ὀδύνην παρέχειν κατὰ τὰ εἰρημένα, ἔνθα τε ἐξέστη, καὶ ὅθεν ὑπερέβαλεν. αὕτη μὲν ἡ τοῦ Ἱπποκράτους ῥῆσις, ᾗ μοι δοκεῖ βουλόμενος ἀκολουθεῖν ὁ Πλάτων εἰπεῖν ἐκεῖνα
676
τὰ μικρὸν ἀνωτέρω γεγραμμένα περί τε τῶν τεσσάρων στοιχείων τῆς γενέσεως ἡμῶν καὶ περὶ τοῦ καθόλου τρόπου τῶν νοσημάτων. ἀρχὴ δὲ τῆς ῥήσεώς ἐστιν ἥδε. τεττάρων γὰρ ὄντων τῶν γενῶν, ἐξ ὧν συμπέπηγε τὸ σῶμα, γῆς, πυρὸς, ὕδατός τε καὶ ἀέρος, ἀκριβέστερον φαίνεται, καὶ μέντοι καὶ χρησιμώτερον ἰατρῷ περὶ αὐτῶν ὁ Ἱπποκράτης γεγραφώς. ἐκ μὲν γὰρ τῶν τεσσάρων στοιχείων φησὶ γεγονέναι τὸ σῶμα, καλῶν τοὐπίπαν ἀπὸ τῶν δραστικῶν ποιοτήτων αὐτὰ, τὸ μὲν ξηρὸν, τὸ δ’ ὑγρὸν, καὶ τὸ μὲν θερμὸν, τὸ δὲ ψυχρόν. οὐ μὴν κατ’ ἐκεῖνα τὸν περὶ τῶν νοσημάτων λόγον ἐποιήσατο. δυνάμει μὲν γάρ ἐστιν ἐν τοῖς σώμασιν, ἐνεργείᾳ δὲ οὐκ ἔστιν, ἀλλὰ τὰ ἐξ αὐτῶν γεγονότα διὰ μέσων τῶν τροφῶν, αἷμα καὶ φλέγμα, καὶ ἡ ξανθὴ καὶ μέλαινα χολή· πυρὶ μὲν ἀνάλογον ἡ ξανθὴ χολὴ, ἡ δὲ μέλαινα τῇ γῇ, τὸ δὲ φλέγμα τῷ ὕδατι. καὶ διὰ τοῦτο θερμὴ μὲν καὶ ξηρὰ τὴν δύναμίν ἐστιν ἡ ξανθὴ χολὴ, καθάπερ τὸ πῦρ, ψυχρὰ δὲ ἡ μέλαινα καὶ ξηρὰ παραπλησίως τῇ γῇ, τὸ δὲ φλέγμα ψυχρὸν καὶ ὑγρὸν, ὥσπερ τὸ ὕδωρ. μόνον δὲ τὸ ἀερῶδες στοιχεῖον ἐν τοῖς
677
τῶν ζώων σώμασιν ὁρᾶται πλησίον τῆς ἑαυτοῦ φύσεως, ἔν τε ταῖς ἀναπνοαῖς, καὶ κατὰ τοὺς σφυγμοὺς, ἤδη δὲ κᾀν τοῖς παλμώδεσι πάθεσιν ἐμφυσήμασί τε καὶ οἰδήμασίν ἐστιν, ἔν τε ταῖς καλουμέναις πνευματώσεσιν. ἡ δ’ ἐξ ἁπάντων τῶν τεττάρων στοιχείων σύμμετρος κρᾶσις ἐγέννησε τὸ ἀκριβὲς αἷμα. καὶ βέλτιόν ἐστιν ἐπὶ τῶν χυμῶν λέγειν, ἅπερ ὁ Πλάτων ἐπὶ τῶν στοιχείων ἔγραψεν. ἀλλ’ ὁ Ἱπποκράτης προειπὼν, τὸ δὲ σῶμα τοῦ ἀνθρώπου ἔχει ἐν ἑαυτῷ αἷμα, καὶ φλέγμα, καὶ χολὴν ξανθήν τε καὶ μέλαιναν, ἐφεξῆς φησι, καὶ διὰ ταῦτα ἀλγέει καὶ ὑγιαίνει. τὸ μὲν ἀλγέει κατ’ ἐξοχὴν μεγάλου νοσήματος ἐπὶ πάντων τῶν παρὰ φύσιν τάσσεται, τὸ δὲ ὑγιαίνει κατὰ τὴν πρὸς τὰ παρὰ φύσιν ἀντίθεσιν πάντα. κᾄπειτα πάλιν ἐφεξῆς, ὅπως μὲν ὑγιαίνει, διδάσκων φησίν· ὑγιαίνει μὲν οὖν μάλιστα, ὅταν μετρίως ἔχῃ ταῦτα πρὸς ἄλληλα δυνάμεως καὶ τοῦ πλήθεος, καὶ μάλιστα μεμιγμένα ᾖ. τίνα ταῦτα; οὐ τὰ στοιχεῖα δήπουθεν, ἀλλὰ καὶ τὰ προσεχῶς γεννητικὰ τῶν τοῦ σώματος μορίων, αἷμα καὶ φλέγμα, καὶ δύο χολαί. ἀλγέει
678
δὲ, φησὶν, ὅταν τι τούτων ἔλαττον ἢ πλέον ᾖ, ἢ χωρισθῇ ἐν τῷ σώματι καὶ μὴ κεκρημένον ᾖ τοῖσι πᾶσιν, ὅπερ ὁ Πλάτων παραφράζων ἔφη, καὶ τῆς χώρας μετάστασιν ἐξ οἰκείας ἐπ’ ἀλλοτρίαν γιγνομένην. ἀλλ’ οὗτος μὲν, ὡς ἔφην, ἁμαρτάνει, προσθεὶς, πυρός τε καὶ τῶν ἑτέρων, ἐπειδὴ καὶ γένη πλέονα ἑνὸς ὄντα τυγχάνει. ταῦτα γὰρ οὐκ ἔστι τὰ μεθιστάμενα καὶ χώραν ἀμείβοντα κατὰ τὰ τῶν ζώων σώματα, φλέγμα δὲ καὶ χολαὶ, καὶ αὐτὸ τὸ αἷμα. καὶ γὰρ καὶ τοῦτο πολλάκις εἰς ἀλλοτρίαν ἀφικόμενον ἕδραν αἴτιον ὀλεθρίων νοσημάτων γίγνεται. ἄχρι μὲν οὖν τοῦ πλέον ἢ ἔλασσον ἕκαστον τῶν συντιθέντων ἡμᾶς γιγνόμενον, αἱ νόσοι καθίστανται, κοινὸς ὁ λόγος ἐστὶν ἐπί τε τῶν χυμῶν καὶ τῶν στοιχείων. ἐπὶ δὲ τοῦ καθ’ ἑαυτό που στάντος ἔν τινι τόπῳ τοῦ σώματος οὐκ ἔθ’ ὁμοίως ἐπ’ ἀμφοῖν ὁ λόγος ἀληθής. οἱ μὲν γὰρ χυμοὶ σαφῶς ὁρῶνται, καθ’ ὅπερ ἂν ἐν τῷ σώματι μόριον στῶσι, νόσους ἐργαζόμενοι· τὰ ἐρυσιπέλατα καὶ τοὺς ἕρπητας ἡ ξανθὴ χολή· τοὺς καρκίνους δὲ ἡ μέλαινα· τὰ δ’ οἰδήματα τὸ
679
φλέγμα· τὸ δ’ αἷμα κατά τε τὸν πνεύμονα καὶ μεταξὺ θώρακός τε καὶ πνεύμονος, ὅταν ἐκχυθὲν τῶν οἰκείων ὀργάνων στῇ σηπόμενον, ἐν τῷ χρόνῳ φθορὰς ἐργάζεται, καὶ κατὰ γαστέρα καὶ κατὰ τὰ μεγάλα τῶν τραυμάτων θρομβούμενον ἐσχάτους κινδύνους ἐπιφέρει. γῆν δ’ οὐδαμοῦ καθ’ ἑαυτὴν ἰδεῖν ἔστι μόνην ἐν τῷ σώματι ἀθροισθεῖσαν, ὥσπερ οὐδὲ πῦρ αὐτὸ καθ’ ἑαυτὸ μόνον, οὐδ’ ὕδωρ στοιχεῖον, ἀλλ’ ἰχῶράς τινας, ἐπιμιχθέντων ἀλλήλοις τοῦ θ’ ὑδατώδους στοιχείου καὶ τοῦ πυρώδους, οὐ μόνον οὐδ’ εἰλικρινῶν, ἀλλὰ καὶ πάχους ἰλυώδους τι προσλαβόντων. οὕτω δὲ καὶ τὸ φυσῶδες πνεῦμα γεννᾶται κατὰ τὰ ζῶα, προσλαβούσης γε τῆς ἀερώδους οὐσίας ὑγρὰν ἰκμάδα. καλῶς μὲν οὖν Ἱπποκράτης ἐπὶ τῶν χυμῶν ἔγραψεν τὸ χωριζομένους τε τῶν ἄλλων καὶ καθ’ ἓν ὁτιοῦν ἱσταμένους μόριον αἰτίους γίγνεσθαι νοσημάτων· οὐκ ὀρθῶς δὲ ὁ Πλάτων ἐπὶ τῶν στοιχείων εἶπεν αὐτό.

Περὶ μὲν δὴ τῆς ἐκ στοιχείων γενέσεως, ὑγιείας τε καὶ νόσου τῶν ὁμοιομερῶν, καὶ πρώτων σωμάτων

680
ἱκανὰ καὶ ταῦτα. μεταβῶμεν δ’ ἐπὶ τὴν ἑξῆς ῥῆσιν ἐν τῷ Τιμαίῳ γεγραμμένην, ἣν φθάνομεν ἐξηγεῖσθαι κατὰ λέξιν οὕτως ἔχουσαν. δευτέρων δὴ συστάσεων αὖ κατὰ φύσιν συνεστηκυιῶν, δευτέρα κατανόησις νοσημάτων τῷ βουλομένῳ συννοῆσαι γίνεται. μυελοῦ γὰρ ἐξ ἐκείνων ὀστοῦ τε καὶ σαρκὸς καὶ νεύρου συμπαγέντος, ἔτι τε αἵματος ἄλλον μὲν τρόπον, ἐκ δὲ τῶν αὐτῶν γεγονότος, τῶν μὲν ἄλλων τὰ πλεῖστα ᾗπερ τὰ πρόσθεν, τὰ δὲ μέγιστα τῶν νοσημάτων τῇδε χαλεπὰ συμπέπτωκε. τούτοις πάλιν ὁ Πλάτων ὀρθῶς μὲν ἔφη, δευτέραν ἁπάντων στοιχείων εἶναι σύστασιν, μυελοῦ καὶ ὀστοῦ καὶ σαρκὸς καὶ νεύρου· ταῦτα γὰρ ἐκ τῶν χυμῶν γίγνεται τὴν πρώτην ἐχόντων γένεσιν· οὐκ ὀρθῶς δὲ αὐτοῖς συγκατέλεξε τὸ αἷμα πρώτην ἔχον, οὐ δευτέραν σύστασιν. εἰς ἔννοιαν οὖν μοι δοκεῖ καὶ αὐτὸς ἀφικόμενος τῆς ἀνομοιότητος τοῦ αἵματος πρὸς ταῦτα μὴ ἁπλῶς εἰπεῖν, μυελοῦ γὰρ ἐξ ἐκείνων ὀστοῦ τε καὶ σαρκὸς καὶ νεύρου συμπαγέντος, ἔτι τε αἵματος, ἀλλὰ προσθεῖναι τῷ
681
λόγῳ καὶ τὸ, ἄλλον μὲν τρόπον, ἐκ δὲ τῶν αὐτῶν γεγονότος. ὁμολογεῖ γὰρ ἐν τούτοις, οὐ κατὰ τὴν αὐτὴν σύστασιν ἐκ τῶν τεττάρων στοιχείων ὀστῷ καὶ μυελῷ καὶ σαρκὶ καὶ νεύρῳ γεγονέναι τὸ αἷμα. πρότερον γὰρ αὐτῶν ἐστι κοινὴν τοῖς ἄλλοις χυμοῖς ἔχον τὴν γένεσιν, ἐξ ὧν συνίσταται τὰ πρῶτα σώματα, μυελὸς, καὶ σὰρξ, καὶ νεῦρον, καὶ ὀστοῦν, ἕτερά τε πολλά. βιβλίον γὰρ ὅλον ἐμοὶ γέγραπται περὶ τῆς τῶν ὁμοιομερῶν σωμάτων διαφορᾶς. εἰ δέ τις ἠρώτησε τὸν Πλάτωνα, τίς ἕτερος τρόπος ἐστὶ τῆς τοῦ σώματος γενέσεως, ὃν αἰνίττῃ; θαυμάζοιμ’ ἂν, εἰ ἄλλον τινὰ παρὰ τὸν ὑφ’ Ἱπποκράτους εἰρημένον ἔσχεν εἰπεῖν. ἐπὶ πλεῖστον γὰρ ὁ ἀνὴρ οὗτος ἐξείργασται τά τε περὶ γενέσεως τῶν χυμῶν, καὶ διαφορᾶς, καὶ δυνάμεως, ὅστις τε καθ’ ἥντινα χώραν, ἢ ὥραν, ἢ ἡλικίαν, ἢ σώματος ἕξιν ἐπικρατεῖ. οὐ μὴν ἀναγκαῖον ἦν Πλάτωνι ταῦθ’ ὁμοίως Ἱπποκράτει διέρχεσθαι πάντα, καθάπερ οὐδ’ Ἱπποκράτει ζητεῖν, διὰ τί λευκὸς μὲν ὁ τοῦ φλέγματος χυμὸς, ἐρυθρὸς δ’ ὁ τοῦ
682
αἵματος, ἢ ξανθὸς ὁ τῆς πικρᾶς χολῆς, ἢ μέλας ὁ τῆς ὀξείας. ἀφορμὰς μὲν γὰρ αὐτὸς ἔδωκε τῆς τούτων εὑρέσεως, ὥσπερ ὅταν ἐκ τῶν τῆς γλώττης χρωμάτων διαγιγνώσκῃ τὰς ἐν τῷ σώματι διαθέσεις, μελαίνας λέγων αὐτὰς ἀπὸ ἐγκαύσεως λιγνυώδους γίγνεσθαι. καθάπερ γὰρ ἐκτὸς ἡ λιγνὺς κατά τε τοὺς λύχνους, καὶ τὰς δᾷδας, καὶ ἄλλα πολλὰ τῶν λιπαρῶν γεννᾶσθαι πέφυκεν, οὕτω καὶ κατὰ τὰ σώματα τῶν ζώων πολλάκις, ὑπερωπτημένων τῶν χυμῶν, καὶ μάλιστα τῶν λιπαρῶν, γεννᾶταί τι παραπλήσιον λιγνύϊ. τὸ μὲν δὴ λευκὸν φαίνεσθαι τὸ φλέγμα, διότι κατὰ τὴν γένεσιν αὐτοῦ μικραὶ πολλαὶ πομφόλυγες ἐναπολαμβάνονται, λέγειν Ἱπποκράτης οὐκ ἐτόλμησεν, ὡς μείζονος ἤδη φυσιολογίας, ἢ κατὰ τέχνην ἰατρικὴν, ἀλλ’ ὅ γε Πλάτων καὶ τοῦτ’ εἶπεν, καὶ περὶ τῆς τοῦ αἵματος χρόας ἐν ταὐτῷ βιβλίῳ διῆλθεν, ἃ νῦν ἐμοὶ γράφειν οὐκ ἀναγκαῖον· ἄμεινον γὰρ, ὡς ἀξιοῦσιν ἔνιοι τῶν φίλων, ἐξηγήσεις ἑτέρωθι ποιήσασθαί με τῶν ἰατρικῶν ἐν τῷ Τιμαίῳ γεγραμμένων. εἰς μὲν γὰρ τἄλλα πολλοῖς ὑπομνήματα γέγραπται, καί τισί γ’
683
αὐτῶν μακρότερον τοῦ προσήκοντος, εἰς ταῦτα δ’ ὀλίγοι τε καὶ οὐδ’ οὗτοι καλῶς ἔγραψαν. ἀρκεῖ τοιγαροῦν ἔν γε τῷ παρόντι τό γε τοσοῦτον εἰπεῖν, ὡς τοὺς τέτταρας χυμοὺς ὁ Πλάτων αἰτιᾶται τῶν πλείστων νοσημάτων ὡσαύτως Ἱπποκράτει, καὶ καθ’ ἕκαστόν γε αὐτῶν ἔγραψεν ἐπὶ τῇ τελευτῇ τοῦ βιβλίου. παραθήσομαι δέ σοι τὰς ἀρχὰς τῶν ῥήσεων ἀναμνήσεως ἕνεκα. περὶ μὲν οὖν τῆς ἐν ταῖς χολαῖς διαφορᾶς ἀρκέσει παραγράψαι ταῦτα. ὅσον μὲν οὖν ἂν παλαιότατον ὂν τῆς σαρκὸς τακῇ, δύσπεπτον γιγνόμενον μελαίνει μὲν ὑπὸ πολλῆς συγκαύσεως, διὰ δὲ τὸ πάντη διαβεβρῶσθαι πικρὸν ὂν πάντη χαλεπὸν προσπίπτει τοῦ σώματος ὅσον ἂν μήπω διεφθαρμένον ᾖ. καὶ ποτὲ μὲν ἀντὶ τῆς πικρότητος ὀξύτατον ἔσχε τὸ μέλαν χρῶμα, ἀπολεπτυνθέντος μᾶλλον τοῦ πικροῦ, ποτὲ δ’ ἡ πικρότης αὖ βαφεῖσα αἵματι χρῶμα ἔσχεν ἐρυθρότερον, τοῦ δὲ μέλανος τούτῳ συγκεραννυμένου, χλοῶδες. ἔτι δὲ συμμίγνυται ξανθὸν χρῶμα μετὰ τῆς πικρότητος, ὅταν νέα συντακῇ σὰρξ
684
ὑπὸ τοῦ περὶ τὴν φλόγα πυρός. καὶ τὸ μὲν κοινὸν ὄνομα πᾶσι τούτοις, ἥν τινες ἰατρῶν που χολὴν ἐπωνόμασαν, ἢ καί τις ὢν δυνατὸς εἰς πολλὰ μὲν καὶ ἀνόμοια βλέπειν, ὁρᾷν δὲ ἐν αὐτοῖς ἓν γένος ἐνὸν ἄξιον ἐπωνυμίας πᾶσι. τὰ δ’ ἄλλα, ὅσα χολῆς εἴδη λέγεται παρὰ τὴν χρόαν, λόγον ἔσχεν αὐτῶν ἕκαστον ἴδιον. ταῦτα μὲν οὖν τῷ Πλάτωνι γέγραπται περὶ τῆς τῶν χολῶν διαφορᾶς, πάσας αὐτὰς γίγνεσθαι βουλομένῳ, καθάπερ ὁ Ἱπποκράτης εἶπε, διὰ θερμασίας ὑπερβολήν. περὶ δὲ τῶν νοσημάτων, ὅσα διὰ χολὴν γίγνεται, τὸν λόγον ποιούμενος ὁ Πλάτων ᾧδέ πως ἄρχεται. ὅσα δὲ φλεγμαίνειν λέγεται τοῦ σώματος, ἀπὸ τοῦ καίεσθαί τε καὶ φλέγεσθαι διὰ χολὴν γέγονε πάντα. καὶ μὴν καὶ περὶ φλέγματος ᾧδέ πως ἤρξατο. φλέγμα δ’ ὀξὺ καὶ ἁλμυρὸν πηγὴ πάντων νοσημάτων, ὅσα γίγνεται καταῤῥοϊκά. καὶ περὶ μελαίνης χολῆς ἄλλα τέ τινα λέγει καὶ ταῦτα. ἰχὼρ δ’ ὁ μὲν αἵματος ὀῤῥὸς πρᾷος, ὁ δὲ μελαίνης χολῆς ὀξὺς καὶ ἄγριος. οὐ μόνος δὲ Πλάτων, ἀλλὰ καὶ Ἀριστοτέλης καὶ Θεόφραστος, οἵ τε ἄλλοι μαθηταὶ Πλάτωνός
685
τε καὶ Ἀριστοτέλους, οἳ τὸν περὶ τῶν χυμῶν λόγον ἐζήλωσαν Ἱπποκράτους, ὥσπερ γε καὶ τῶν παλαιῶν ἰατρῶν οἱ δοκιμώτατοι, Διοκλῆς, Πλειστόνικος, Μνησίθεος, Πραξαγόρας, Φιλότιμος, Ἡρόφιλος. Ἐρασίστρατος δὲ δῆλός ἐστι πρὸς τοὺς ἀπὸ Κῶ φιλοτιμούμενος, ὡς ἐν ἑτέροις ἐδείξαμεν, οὐκ ἀλήθειαν τιμῶν, καὶ διὰ τοῦτο δεδιὼς φθέγξασθαι θερμὸν, ἢ ψυχρὸν, ἢ ὑγρὸν, ἢ ξηρόν τινα τῶν χυμῶν. ὁ δ’ Ἱπποκράτης ἔν γε τῷ περὶ φύσεως ἀνθρώπου βιβλίῳ τά τ’ ἄλλα καὶ τὴν τάξιν τῆς διδασκαλίας ἄμεινον ἐποιήσατο Πλάτωνος. ὅτι τε γὰρ οἱ τέσσαρες χυμοὶ κατὰ φύσιν εἰσὶν, ἀπέδειξεν, οὐδ’ ἐπιχειρήσαντος τοῦτο πρᾶξαι τοῦ Πλάτωνος, ὅτι τε κατὰ τὰς ὥρας τοῦ ἔτους ἄλλος ἐν ἄλλῃ πλεονάζει. παραθήσομαι δέ σοι καὶ περὶ τούτου ὀλίγα τῶν ῥήσεων αὐτοῦ. εἶπον δὲ, ἃ ἂν φήσω τὸν ἄνθρωπον εἶναι, ἀποφανεῖν αἰεὶ ταῦτα ἐόντα, καὶ κατὰ νόμον, καὶ κατὰ φύσιν. φημὶ δ’, εἶναι αἷμα καὶ φλέγμα καὶ χολὴν ξανθήν τε καὶ μέλαιναν. τουτέων πρῶτον μὲν κατὰ
686
τὸν νόμον τὰ ὀνόματα διῃρῆσθαί φημι, καὶ οὐδενὶ αὐτέων τωὐτὸ ὄνομα, ἔπειτα κατὰ φύσιν τὰς ἰδέας κεχωρίσθαι, καὶ οὔτε τὸ φλέγμα οὐδὲν ἐοικέναι τῷ αἵματι, οὔτε τὸ αἷμα τῇ χολῇ, οὔτε τὴν χολὴν τῷ φλέγματι. πῶς γὰρ ἂν ἐοικότα εἴη ταῦτ’ ἀλλήλοισιν, ὧν οὔτε τὰ χρώματα ὅμοια φαίνεται προσορώμενα, οὔτε τῇ χειρὶ ψαυούσῃ ὅμοια δοκέει εἶναι; οὔτε γὰρ θερμὰ ὁμοίως ἐστὶν, οὔτε ψυχρὰ, οὔτε ξηρὰ, οὔτε ὑγρά. ἀνάγκη τοίνυν, ὅτι τοσοῦτον διήλλακται ἀλλήλων τὴν ἰδέαν τε καὶ τὴν δύναμιν, μὴ ἓν αὐτὰ εἶναι, εἴπερ μὴ πῦρ τε καὶ ὕδωρ ταὐτόν ἐστι. γνοίης δ’ ἂν τοῖσδε, ὅτι οὐχ ἓν ταῦτα πάντα ἐστὶν, ἀλλ’ ἕκαστον αὐτέων ἔχει δύναμίν τε καὶ φύσιν τὴν ἑωυτοῦ. εἰ γάρ τινι δίδως ἀνθρώπῳ φάρμακον, ὅ τι φλέγμα ἄγει, ἐμεῖταί σοι φλέγμα, καὶ ἢν διδῷς φάρμακον, ὅ τι χολὴν ἄγει, ἐμεῖταί σοι χολήν. κατὰ ταὐτὰ δὲ καὶ χολὴν μέλαιναν καθαίρει, ἢν διδῷς φάρμακον, ὅ τι χολὴν μέλαιναν ἄγει. καὶ ἢν τρώσῃς αὖ σὺ τοῦ σώματος μέρος τι, ὥστε ἕλκος γενέσθαι, ῥυήσεται αὐτῷ αἷμα. καὶ ταῦτα ποιήσει πάντα
687
πᾶσαν ἡμέραν, καὶ νύκτα, καὶ χειμῶνος, καὶ ἤρεος, μέχρις ἂν δυνατὸς ᾖ τὸ πνεῦμα ἕλκειν εἰς ἑωυτὸν, καὶ πάλιν μεθιέναι, καὶ δυνατὸς ἔσται, ἔστ’ ἄν τινος τούτων στερηθῇ τῶν συγγεγονότων. συγγέγονε δὲ ταῦτα τὰ εἰρημένα. πῶς γὰρ οὐ συγγέγονε; πρῶτον μὲν φανερῶς ἐστιν ἄνθρωπος ἔχων ἐν ἑωυτῷ πάντα ταῦτα ἀεὶ, ἕως ἂν ζῇ, ἔπειτα δὲ γέγονεν ἐξ ἀνθρώπου πάντα ταῦτα ἔχοντος, ἔπειτα τέθραπται ἐν ἀνθρώπῳ πάντα ταῦτα ἔχοντι, ἃ ἐγώ τέ φημι καὶ ἀποδείκνυμι. διὰ τούτων ὁ Ἱπποκράτης ἀπέδειξε τοὺς τέτταρας χυμοὺς κατὰ φύσιν ἐν ἡμῖν εἶναι, καὶ οὐχ, ὥσπερ ἔνιοι νομίζουσι, τὸ αἷμα μόνον, ἐκ περιουσίας γε πάλιν ἐλέγχων διὰ τῶν ἑξῆς τοὺς ἓν ὁτιοῦν τούτων εἰπόντας εἶναι τὸν ἄνθρωπον, ὡς καὶ διὰ τῶν ἔμπροσθεν ἤλεγξε τοὺς ἓν εἰπόντας εἶναι τὸ στοιχεῖον τῶν ἐν γενέσει καὶ φθορᾷ σωμάτων, ὑπὲρ ὧν τῆς ἀποδείξεως, ὡς ἔφην, γέγραπταί μοι κατ’ ἐκεῖνο τὸ βιβλίον, ὃ περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων ἐπιγέγραπται. καὶ τοῦτον οὖν τὸν λόγον ὁ Πλάτων
688
ἅπαντα παρέλιπεν, ὁ δ’ Ἱπποκράτης, ὡς ἔφην, διῆλθε διὰ τῶν ἐφεξῆς τῇ προγεγραμμένῃ ῥήσει. μόνην δ’ ἀρκέσει μοι τὴν ἀρχὴν αὐτῆς παραγράψαι, κατὰ λέξιν οὕτως ἔχουσαν. οἱ δὲ λέγοντες, ὡς ἕν ἐστιν ὁ ἄνθρωπος, δοκέουσί μοι ταύτῃ τῇ γνώμῃ χρῆσθαι. ὁρῶντες τοὺς πίνοντας ἀνθρώπους τὰ φάρμακα ἀπολλυμένους ἐν τῇσι καθάρσεσι, τοὺς μὲν χολὴν ἐμέοντας, τοὺς δέ τινας φλέγμα, τοῦθ’ ἕκαστον αὐτῶν ἐνόμισαν εἶναι τὸν ἄνθρωπον, ὅτι καθαιρόμενον εἶδον ἀποθανόντα. καὶ οἱ τὸ αἷμα φάντες εἶναι τὸν ἄνθρωπον τῇ αὐτῇ γνώμῃ χρῶνται. ὁρῶντες ἀποσφαζομένους τοὺς ἀνθρώπους, καὶ τὸ αἷμα καταῤῥέον ἐκ τοῦ σώματος, τοῦτο νομίζουσιν εἶναι τὴν ψυχὴν τῶν ἀνθρώπων, καὶ μαρτυρίοισι τούτοισι χρῶνται ἐν τοῖσι λόγοισι. ταῦτα προειπὼν ὁ Ἱπποκράτης ἐφεξῆς ἐλέγχει τὴν δόξαν τῶν οὕτως ὑπολαμβανόντων, ἅπερ εἴ τις μέλλει πάντα ἀναγιγνώσκειν, ἐκ τοῦ περὶ φύσιος ἀνθρώπου βιβλίου πάρεστιν αὐτῷ. τὸ γὰρ σύγγραμμα παρὰ πᾶσιν ἀνθρώποις ἐστί.

689

Ἐγὼ δὲ μήκους φειδόμενος ἐπὶ τὰ συνεχῆ τοῦ λόγου τρέψομαι. μετὰ γὰρ τὸ κατασκευάσαι τοὺς τέτταρας χυμοὺς ἡμῖν εἶναι κατὰ φύσιν, ὑπερβάλλοντας δὲ ποσότητι καὶ ἀλλοιωμένους κατὰ ποιότητα νόσων αἰτίους γίγνεσθαι, μετὰ ταῦτα δείκνυσιν ἐν μὲν τῷ χειμῶνι πλεονάζον τὸ φλέγμα, τοῦ δ’ ἦρος τὸ αἷμα, καὶ τοῦ θέρους τὴν ξανθὴν χολὴν, καὶ τοῦ φθινοπώρου τὴν μέλαιναν. ἄμεινον δ’ ἐστὶν αὐτὴν τὴν ῥῆσιν ὅλην αὐτοῦ παραγράψαι κατὰ λέξιν οὕτως ἔχουσαν. Αὔξεται δ’ ἐν τῷ ἀνθρώπῳ τὸ φλέγμα τοῦ χειμῶνος, τοῦτο γὰρ τῷ χειμῶνι κατὰ φύσιν μάλιστα τῶν ἐν τῷ σώματι ἐνεόντων ψυχρότατόν ἐστι. τεκμήρια δὲ τούτων, ὅτι τὸ φλέγμα ψυχρότατον, εἰ θέλεις ψαῦσαι φλέγματος, καὶ χολῆς, καὶ αἵματος, τὸ φλέγμα εὑρήσεις ψυχρότατον ἐὸν, καίτοι γλισχρότατόν ἐστι, καὶ βίῃ μάλιστα ἄγεται μετά γε χολὴν μέλαιναν. ὅσα δὲ βίῃ ἔρχεται, θερμότερα γίνεται ἀναγκαζόμενα ὑπὸ τῆς βίης. ἀλλ’ ὅμως καὶ πρὸς ταῦτα πάντα ψυχρότατον ἐὸν τὸ φλέγμα φαίνεται ὑπὸ τῆς φύσιος τῆς ἑωυτοῦ. ὅτι δ’ ὁ χειμὼν πληροῖ φλέγματος τὸ σῶμα, γνοίης ἂν τοῖσδε·

690
οἱ ἄνθρωποι πτύουσι καὶ ἀπομύσσονται φλεγματωδέστατον τοῦ χειμῶνος, καὶ τὰ οἰδήματα λευκὰ γίγνονται μάλιστα κατὰ ταύτην τὴν ὥραν, καὶ τἄλλα νοσήματα φλεγματώδεα. τοῦ δ’ ἦρος ἔτι μὲν ἰσχυρὸν τὸ φλέγμα ἐστὶν ἐν τῷ σώματι, καὶ τὸ αἷμα αὔξεται. τά τε γὰρ ψύχεα ἐξανίει καὶ τὰ ὕδατα ἐπιγίγνεται, τὸ δ’ αἷμα αὔξεται ὑπό τε τῶν ὄμβρων καὶ ὑπὸ τῶν θερμημεριῶν. κατὰ φύσιν γὰρ αὐτέῳ ταῦτ’ ἐστι μάλιστα τοῦ ἐνιαυτοῦ, ὑγρόν τε γάρ ἐστι καὶ θερμόν. γνοίης δ’ ἂν τοῖσδε· οἱ ἄνθρωποι τοῦ ἦρος καὶ τοῦ θέρεος μάλιστα ὑπὸ τῶν δυσεντεριῶν ἁλίσκονται, καὶ ἐκ τῶν ῥινῶν τὰ αἵματα ῥέει αὐτοῖσι, καὶ θερμότατοί εἰσι καὶ ἐρυθροί. τοῦ δὲ θέρεος τό τε αἷμα ἰσχύει ἔτι, καὶ ἡ χολὴ αἴρεται ἐν τῷ σώματι, καὶ παρατείνει εἰς τὸ φθινόπωρον. ἐν δὲ τῷ φθινοπώρῳ τὸ μὲν αἷμα ὀλίγον γίγνεται· ἐναντίον γὰρ αὐτοῦ τῇ φύσει τὸ φθινόπωρόν ἐστιν· ἡ δὲ χολὴ τὸ θέρος κατέχει τὸ σῶμα καὶ τὸ φθινόπωρον. γνοίης| δ’ ἂν τοῖσδε· οἱ ἄνθρωποι αὐτόματοι ταύτην τὴν ὥρην χολὴν ἐμέουσι, καὶ ἐν τῇσι φαρμακοποσίῃσι χολωδέστατα καθαίρονται.
691
δῆλον δὲ καὶ τοῖσι πυρετοῖσι καὶ τοῖσι χρώμασι τῶν ἀνθρώπων. τὸ δὲ φλέγμα τοῦ θέρεος ἀσθενέστατόν ἐστιν αὐτὸ ἑωυτοῦ. ἐναντίη γὰρ αὐτοῦ τῇ φύσει ἡ ὥρη ἐστὶ, ξηρή τε οὖσα καὶ θερμή. τὸ δ’ αἷμα τοῦ φθινοπώρου ἐλάχιστόν ἐστιν ἐν τῷ ἀνθρώπῳ, ξηρόν τε γάρ ἐστι τὸ φθινόπωρον καὶ ψύχειν ἄρχεται ἤδη τὸν ἄνθρωπον. ἡ δὲ μέλαινα χολὴ τοῦ φθινοπώρου πλείστη τε καὶ ἰσχυροτάτη ἐστίν. ὅταν δ’ ὁ χειμὼν καταλαμβάνῃ, ἥ τε χολὴ ψυχομένη ὀλίγη γίγνεται καὶ τὸ φλέγμα αὔξεται πάλιν ὑπό τε τῶν ὑετῶν τοῦ πλήθεος καὶ ὑπὸ τῶν νυκτῶν τοῦ μήκεος. ἔχει μὲν οὖν ταῦτα πάντα ἀεὶ τὸ σῶμα τοῦ ἀνθρώπου. ὑπὸ δὲ τῆς ὥρης περιϊσταμένης ποτὲ μὲν πλείω γίγνεται αὐτὰ ἑωυτῶν, ποτὲ δ’ ἐλάσσω ἕκαστα κατὰ μέρος τε καὶ κατὰ φύσιν. ὡς γὰρ ὁ ἐνιαυτὸς μετέχει μὲν πᾶσι πάντων, καὶ τῶν θερμῶν, καὶ τῶν ψυχρῶν, καὶ τῶν ξηρῶν, καὶ τῶν ὑγρῶν· οὐ γὰρ ἂν μείνειε τουτέων οὐδὲν οὐδένα χρόνον ἄνευ πάντων τῶν ἐνεόντων ἐν τῷδε τῷ κόσμῳ, ἀλλ’, εἰ ἕν τί γε ἐκλείποι, πάντα ἂν ἀφανισθείη, ἀπὸ γὰρ τῆς αὐτῆς ἀνάγκης
692
πάντα συνέστηκέ τε καὶ τρέφεται ὑπ’ ἀλλήλων· οὕτω δὲ καὶ εἴτι ἐκ τοῦ ἀνθρώπου ἐκλείποι τουτέων τῶν συγγεγονότων, οὐκ ἂν δύναιτο ζῇν ὁ ἄνθρωπος. ἰσχύει δ’ ἐν τῷ ἐνιαυτῷ τοτὲ μὲν ὁ χειμὼν μάλιστα, τοτὲ δὲ τὸ ἔαρ, τοτὲ δὲ τὸ θέρος, τοτὲ δὲ τὸ φθινόπωρον. οὕτω δὲ καὶ ἐν τῷ ἀνθρώπῳ τοτὲ μὲν τὸ φλέγμα ἰσχύει, τοτὲ δὲ τὸ αἷμα, τοτὲ δ’ ἡ χολὴ, πρῶτον μὲν ἡ ξανθὴ, ἔπειτα δὲ ἡ μέλαινα καλεομένη. μαρτύριον δὲ σαφέστατον· εἰ θέλοις τῷ αὐτῷ ἀνθρώπῳ δοῦναι τὸ αὐτὸ φάρμακον τετράκις τοῦ ἐνιαυτοῦ, ἐμεῖται τοῦ μὲν χειμῶνος φλεγματωδέστερα, τοῦ δ’ ἦρος ὑγρότερα, τοῦ δὲ θέρεος χολωδέστατα, τοῦ δὲ φθινοπώρου μελάντατα. ταῦτα περὶ τῆς κατὰ τὰς ὥρας διαφορᾶς εἰπὼν ὁ Ἱπποκράτης, ἐδίδαξεν ἐν αὐτοῖς δυνάμει περὶ τῶν ἡλικιῶν καὶ χωρῶν. ἀεὶ γὰρ ἐν ἅπασιν οἷς ἂν ὑφηγῆται καθ’ ὁντιναοῦν λόγον ἐπιβλέπειν κελεύει καὶ ὥρην, καὶ χώραν, καὶ ἡλικίην, καὶ ὅ τι δὲ ἐφ’ ἑνὸς τούτων ἀκούεις, μεταφέρειν ἀξιῶν σε τοῦτο καὶ ἐπὶ τὰ λοιπὰ δύο καθ’ ὁμοιότητα. τὸν αὐτὸν γὰρ λόγον ἐν ἡλικίαις ὁ παῖς
693
ἔχει τῇ τοῦ ἦρος ἐν ὥραις, ὡσαύτως δ’ ὁ μὲν νεανίσκος τῇ τοῦ θέρους, ὁ δὲ παρακμάζων τῇ τοῦ φθινοπώρου, καὶ τελευταῖος ὁ γέρων τῇ τοῦ χειμῶνος. ὁμοίως δὲ καὶ τῶν χωρῶν ἡ μὲν εὔκρατος τῇ τοῦ ἦρος, ἡ. δὲ θερμὴ τῇ τοῦ θέρους, ἡ δ’ ἀνωμάλως ἔχουσα κατὰ θερμότητα καὶ ψυχρότητα, πλεονεκτοῦσα δ’ ὅμως ψυχρότητι καὶ ξηρότητι, τῇ τοῦ φθινοπώρου, ἡ δ’ ὑγρὰ καὶ ψυχρὰ τῇ τοῦ χειμῶνος. ταῦτά τε οὖν διδάξας, καὶ πρὸς τούτοις ὅτι τὰ ἐναντία τῶν ἐναντίων ἐστὶν ἰάματα, τῆς κατὰ τὴν τέχνην μεθόδου τὰ στοιχεῖα παρέδωκεν, οἷς ἐφεξῆς τὰ κατὰ τοὺς ἀφορισμοὺς διελθὼν περὶ τῶν πλεοναζόντων καθ’ ἑκάστην ὥραν τε καὶ ἡλικίαν νοσημάτων, τὰς οἷον συλλαβὰς ἐπὶ τοῖς στοιχείοις ὑφηγήσατο. παραγράψω δέ σοι καὶ τὰς ῥήσεις αὐτοῦ κατὰ λέξιν ἐχούσας ᾧδε. Νοσήματα δὲ πάντα μὲν ἐν πάσῃσιν ὥρῃσιν γίγνεται, μᾶλλον δ’ ἔνια κατ’ ἐνίας αὐτῶν καὶ γίγνεται, καὶ παροξύνεται· τοῦ μὲν ἦρος τὰ μελαγχολικὰ, καὶ τὰ μανικὰ, καὶ τὰ ἐπιληπτικὰ, καὶ αἵματος ῥύσιες, καὶ κυνάγχαι, καὶ κόρυζαι, καὶ βράγχοι,
694
καὶ βῆχες, καὶ λέπρα, καὶ λειχῆνες, καὶ ἀλφοὶ, καὶ ἐξανθήσιες ἑλκώδεες πλεῖσται, καὶ φύματα, καὶ ἀρθριτικά· τοῦ δὲ θέρεος ἔνιά τε τουτέων, καὶ πυρετοὶ συνεχέες καὶ καῦσοι, καὶ τριταῖοι πυρετοὶ, καὶ τεταρταῖοι, ἔμετοί τε καὶ διάῤῥοιαι, καὶ ὀφθαλμίαι, καὶ ὤτων πόνοι, καὶ στομάτων ἑλκώσιες, καὶ σηπεδόνες αἰδοίων, καὶ ἱδρῶα· τοῦ δὲ φθινοπώρου καὶ τῶν θερινῶν τὰ πολλὰ, καὶ πυρετοὶ τεταρταῖοι, καὶ πλάνητες, καὶ σπλῆνες, ὕδρωπες, φθίσιες, καὶ στραγγουρίαι, καὶ λειεντερίαι, καὶ δυσεντερίαι, καὶ συνάγχαι, καὶ ἄσθματα, καὶ εἰλεοὶ, καὶ ἐπιληψίαι, καὶ τὰ μανικὰ, καὶ τὰ μελαγχολικά· τοῦ δὲ χειμῶνος πλευρίτιδες, περιπνευμονίαι, κόρυζαι, λήθαργαι, βράγχοι, βῆχες, πόνοι στηθέων, πλευρέων, ὀσφύος, κεφαλαλγίαι, ἴλιγγοι, ἀποπληξίαι. ταῦτα περὶ τῶν ὡρῶν εἰπὼν ὁ Ἱπποκράτης, ἐφεξῆς περὶ τῶν ἡλικιῶν ᾧδε γράφει. ἐν δὲ τῇσιν ἡλικίῃσι συμβαίνει τοῖσι μὲν μικροῖσι καὶ νεογνοῖσι παιδίοισιν ἄφθαι, ἔμετοι, βῆχες, ἀγρυπνίαι, φόβοι, ὀμφαλοῦ φλεγμοναὶ, ὤτων ὑγρότητες, πρὸς δὲ τὸ ὀδοντοφυεῖν προσάγουσιν οὔλων ὀδαξησμοὶ, πυρετοὶ, σπασμοὶ, διάῤῥοιαι,
695
καὶ μάλιστα ὅταν ἀνάγωσι τοὺς κυνόδοντας, καὶ τοῖσι παχυτάτοισι τῶν παιδίων καὶ τοῖσι κοιλίας σκληρὰς ἔχουσι· πρεσβυτέροισι δὲ γιγνομένοισι παρίσθμια, σπονδύλου τοῦ κατὰ ἰνίον εἴσω ὤσιες, ἄσθματα, λιθιάσιες, ἕλμινθες στρογγύλαι, ἀσκαρίδες, ἀκροχορδόνες, σατυριάσεις, χοιράδες, στραγγουρίαι, καὶ τἄλλα φύματα· τοῖσι δ’ ἔτι πρεσβυτέροισι καὶ πρὸς τὴν ἥβην προσάγουσι τουτέων τε πολλὰ καὶ πυρετοὶ χρόνιοι μᾶλλον, καὶ ἐκ ῥινῶν αἵματος ῥύσιες. τὰ δὲ πλεῖστα τοῖσι παιδίοισι πάθεα κρίνεται, τὰ μὲν ἐν τεσσαράκοντα ἡμέρῃσι, τὰ δὲ ἐν ἑπτὰ μησὶ, τὰ δὲ ἐν ἑπτὰ ἔτεσι, τὰ δὲ πρὸς τὴν ἥβην προσάγουσιν. ὅσα δ’ ἂν διαμείνῃ τοῖσι παιδίοισι, καὶ μὴ ἀπολυθῇ περὶ τὸ ἡβάσκειν, ἢ τοῖσι θήλεσι περὶ τὰς τῶν καταμηνίων ῥήξιας, χρονίζειν εἴωθε. τοῖσι δὲ νεηνίσκοισιν αἵματος πτύσιες, φθίσιες, πυρετοὶ ὀξέες, ἐπιληψίαι, καὶ τἄλλα νοσήματα, μάλιστα δὲ τὰ εἰρημένα. τοῖσι δ’ ὑπὲρ τὴν ἡλικίην ταύτην πλευρίτιδες, περιπνευμονίαι, λήθαργοι, φρενίτιδες, καῦσοι, διάῤῥοιαι,
696
χολέραι, δυσεντερίαι, αἱμοῤῥοΐδες. τοῖσι δὲ πρεσβυτέροισι δύσπνοιαι, κατάῤῥοι βηχώδεες, στραγγουρίαι, δυσουρίαι, ἄρθρων πόνοι, νεφρίτιδες, ἴλιγγοι, ἀποπληξίαι, καχεξίαι, ξυσμοὶ τοῦ σώματος, ἀγρυπνίαι, κοιλίης καὶ ὀφθαλμῶν καὶ ῥινῶν ὑγρότητες, ἀμβλυωπίαι, γλαυκώσιες, βαρυηκοΐαι. ταύτην τὴν τάξιν τῆς διδασκαλίας ἐχρῆν πεποιῆσθαι τὸν Πλάτωνα μᾶλλον, εἴ πέρ γε φιλοσόφῳ προσήκει τὸ τάξει καὶ μεθόδῳ χρῆσθαι καὶ διδασκαλίᾳ, καὶ μᾶλλον ἢ τοῖς ἰατροῖς. ἀλλ’ ἴσως οὐκ ἠδύνατο περὶ τῶν τοιούτων ἀκριβῶς διελθεῖν ἐμπειρίας δεομένων, αὐτὸς οὐκ ὢν τρίβων τῶν ἔργων τῆς ἰατρικῆς. καὶ κατὰ τοῦτο ἐπαινεῖν αὐτὸν προσήκει, περὶ ὧν ἀκριβῶς οὐκ ἠπίστατο μηδ’ ἐπιχειρήσαντα λέγειν. ἀλλ’ ἐκεῖνά γε δυνατὸν ἦν αὐτῷ παρ’ αὐτῆς τῆς τῶν πραγμάτων φύσεως μεμαθηκέναι τὰ λελεγμένα κατὰ τοὺς ἀφορισμοὺς ἐν τῇδε τῇ ῥήσει. κατὰ δὲ τὰς ὥρας τοῦ μὲν ἦρος καὶ ἄκρου τοῦ θέρεος οἱ παῖδες καὶ οἱ τούτων ἐχόμενοι τῇσιν ἡλικίῃσιν ἄριστά τε διάγουσι καὶ ὑγιαίνουσι μάλιστα· τοῦ δὲ θέρεος καὶ τοῦ φθινοπώρου
697
μέχρι μέν τινος οἱ γέροντες, τὸ δὲ λοιπὸν καὶ τοῦ χειμῶνος οἱ μέσοι τῇσιν ἡλικίῃσιν. ταῦτα μὲν οὖν περὶ τῶν εἰρημένων ἡλικιῶν ἐφ’ ἑαυτοῦ καὶ τῶν ὁμοδιαίτων ἐξετάσαι τις δύναται προήκων ἤδη κατὰ τὴν ἡλικίαν, ὡς εἰκὸς ἦν Πλάτωνα προήκειν, ὅτε ἔγραφε τὸν Τίμαιον. ἀμελῶς οὖν ἔσχε περί τε τὴν τῶν αὐτῶν τούτων ἐξέτασιν, ἔτι τε μᾶλλον ὧν ἔγραψεν ὁ Ἱπποκράτης περὶ τῶν πλεοναζόντων νοσημάτων ἐν ἑκάστῃ τῶν ἡλικιῶν τε καὶ ὡρῶν, ὡς, εἴγε προσεσχήκει τὸν νοῦν αὐτοῖς, οὐκ ἂν ἐγεγράφει ταῦτα. τὸ μὲν οὖν ἐκ πυρὸς ὑπερβολῆς μάλιστα νοσῆσαν σῶμα συνεχῆ καύματα καὶ πυρετοὺς ἀπεργάζεται, τὸ δὲ ἐξ ἀέρος ἀμφημερινοὺς, τριταίους δὲ ἐξ ὕδατος διὰ τὸ νωθέστερον ἀέρος καὶ πυρὸς αὐτὸ εἶναι, τὸ δὲ γῆς τέταρτον, ὂν νωθέστατον τούτων, ἐν τετραπλασίαις περιόδοις χρόνου καθαιρόμενον, τεταρταίους πυρετοὺς ποιῆσαν ἀπαλλάττεται μόλις. ἐν τούτῳ τῷ λόγῳ πρῶτον μὲν ἡμάρτηκε κατὰ τὰ κοινὰ στοιχεῖα ἁπάντων σωμάτων, οὐ οὐκατὰκατὰ τῶν ἐναίμων ζώων ποιησάμενος τὴν αἰτιολογίαν τῶν περιοδικῶν πυρετῶν· ἄμεινον γὰρ ἦν, ἃ
698
καὶ δεῖξαι δυνάμεθα κατὰ τὸ σῶμα πλεονάζοντα, ταῦτ’ ἰᾶσθαι· δεύτερον δ’, ὅτι τῶν ἀμφημερινῶν καὶ τριταίων πυρετῶν οὐδ’ ἐγγὺς ἧκε τῆς ἀληθοῦς αἰτίας. φαίνεται γὰρ ἐναργῶς ἐπὶ μὲν τῶν ἀμφημερινῶν ὁ φλεγματώδης πλεονάζων χυμὸς, ὑγρὸς καὶ ψυχρὸς ὢν, ἐπὶ δὲ τῶν τριταίων ὁ τῆς ξανθῆς χολῆς. πάλιν αὖ καὶ οὗτος ἄκρως θερμὸς καὶ ξηρός. ὥστ’ ἐπὶ τούτου μὲν ἐχρῆν εἰρῆσθαι πλεονάζειν τὸ τοῦ πυρὸς στοιχεῖον, ἐπ’ ἀμφημερινοῦ δὲ τὸ τοῦ ὕδατος, ὥσπερ ἐν τοῖς τεταρταίοις χυμὸν μὲν τὴν μέλαιναν χολὴν, στοιχεῖον δὲ τὴν γῆν. ὅστις δ’ ἑκάστου τῶν εἰρημένων ἀκριβῶς ἐκμαθεῖν βούλεται τὴν φύσιν, ἔν τε τοῖς περὶ κρίσεων ὑπομνήμασι κᾀν τοῖς περὶ τῆς διαφορᾶς τῶν πυρετῶν ἐξειργασμένον τὸν λόγον ἔχει. ἐγὼ δ’ οὐκ εἴωθα πολλάκις ὑπὲρ τῶν αὐτῶν τὰ αὐτὰ γράφειν, ἀλλ’ ἅπαξ ἢ καὶ δὶς ἐνίοτε τὴν ἀπόδειξιν εἰπὼν ἐν τοῖς ἄλλοις βιβλίοις τῷ συμπεράσματι τῆς ἀποδείξεως χρῶμαι· καθάπερ καὶ περὶ τοῦ τρεῖς εἶναι τὰς ἀρχὰς τῶν διοικουσῶν ἡμᾶς δυνάμεων ἅπαξ ἀποδείξας ἐν τοῖς πρώτοις βιβλίοις τῆσδε τῆς
699
πραγματείας, ἐν ταῖς ἄλλαις ἁπάσαις ἐξ ἑτοίμου λαμβάνω, μόνον ἀναμιμνήσκων ἐνίοις, ὡς ἀποδέδεικται. καὶ νῦν γοῦν ἀρκεῖ τό γε τοσοῦτον ἀναμνῆσαι περὶ τῶν ἐν ἐκείνοις δεδειγμένων, ὡς τοὺς ὀξυτάτους τε καὶ καυσωδεστάτους πυρετοὺς ἡ ξανθὴ χολὴ γεννᾷ, καὶ ὡς τοῦ γένους τῶν καυσωδῶν πυρετῶν ἐστι καὶ ὁ τριταῖος. εἴρηται δ’ ἐν ἐκείνοις ἡ αἰτία, δι’ ἣν οὐκ ἔστι συνεχὴς, ὥσπερ ὁ καῦσος, ἀλλὰ διαλείπων γίγνεται. τοῦτο οὖν ὁ Πλάτων οὐκ ἀκριβῶς ἔγνω τῆς Ἱπποκράτους τέχνης, καίτοι πειρώμενος ἕπεσθαι τἀνδρὶ, καὶ προσέτι γε περὶ τοῦ λευκοῦ φλέγματος. τὸ μὲν γὰρ πομφολύγων ἐναπολαμβανομένων, ἀοράτων μὲν διὰ σμικρότητα, καθάπερ αὐτὸς ἔφη, συναπασῶν δὲ τὸν ὄγκον παρεχομένων, ὁρατὸν γεννᾶσθαι τὸν τοιοῦτον χυμὸν εὔλογόν τε ἅμα καὶ πιθανόν· τὸ δ’ ἐκ συντήξεως ἁπαλῆς σαρκὸς γενέσθαι ποτὲ φλέγμα τῶν ἀτοπωτάτων ἐστὶ, πλὴν εἴ τις Πρόδικος ὑπαλλάττων τοὔνομα τὸν πικρόχολον χυμὸν ὀνομάζει φλέγμα διὰ τὸ νομίζειν, ἀπὸ τοῦ πεφλέχθαι τὴν προσηγορίαν αὐτῷ γεγονέναι. ἀλλ’ ὅ γε Πλάτων αὐτὸς οἶδε
700
θερμότατον ὄντα τὸν τῆς τοιαύτης χολῆς χυμὸν ἐν οἷς φησιν· ὅσα δὲ φλεγμαίνειν λέγεται τοῦ σώματος ἀπὸ τοῦ καίεσθαί τε καὶ φλέγεσθαι διὰ χολὴν γέγονε πάντα. καὶ τούτων ἐφεξῆς· λαμβάνουσα μὲν ἀναπνοὴν ἔξω παντοίαν, ἀναπέμπει ζέουσα φύματα, καθειργνυμένη δὲ ἐντὸς, πυρίκαυτα νοσήματα πολλὰ ἐμποιεῖ· δῆλος οὖν ἐστι τῇ συνήθει προσηγορίᾳ κατὰ τοῦ πικροχόλου χυμοῦ χρώμενος, ὥσπερ τοὐπίπαν ἐστὶν ξανθὸς τὴν χρόαν· καὶ ὠχρὸς δ’ ἐνίοτε γίγνεται πολλὴν ὀῤῥώδη προσλαβὼν ὑγρότητα. καὶ μέντοι κᾀξ αὐτοῦ τοῦ προσθεῖναι τῷ φλέγεσθαι διὰ τὴν χολὴν δῆλός ἐστιν οὐκ ἐν τῇ προσηγορίᾳ σφαλλόμενος, ὥσπερ ὁ Πρόδικος, ἀλλ’ ἐν τῇ γνώσει τῆς φύσεως τοῦ χυμοῦ. λέγει δὲ περὶ αὐτοῦ τόνδε τὸν τρόπον. τὸ δ’ αὖ μετ’ ἀέρος τηκόμενον ἐκ νέας καὶ ἁπαλῆς σαρκός· τούτου δ’ ἀνεμωθέντος καὶ ξυμπεριληφθέντος ὑπὸ ὑγρότητος, καὶ πομφολύγων ξυστασῶν ἐκ τοῦ πάθους τούτου, καθ’ ἑκάστην μὲν ἀοράτων διὰ σμικρότητα, ξυναπασῶν δὲ τὸν ὄγκον παρεχομένων ὁρατὸν χρῶμα ἐχουσῶν,
701
διὰ τὴν τοῦ ἀφροῦ γένεσιν ἰδεῖν λευκόν. ταύτην πᾶσαν τηκεδόνα ἁπαλῆς σαρκὸς μετὰ πνεύματος συμπλακεῖσαν λευκὸν εἶναι φλέγμα φαμέν. καὶ μετ’ οὐ πολλὰ δὲ πάλιν οὕτως ὑπὲρ αὐτοῦ γράφει· τὸ δὲ λευκὸν φλέγμα διὰ τὸ τῶν πομφολύγων πνεῦμα χαλεπὸν ἀποληφθὲν, ἔξω δὲ τοῦ σώματος ἀναπνοὰς ἴσχον ἠπιώτερον μὲν, καταποικίλλει δὲ τὸ σῶμα, λεύκας ἀλφούς τε καὶ τὰ τούτων ξυγγενῆ νοσήματα ἀποτίκτει. ἐν ταύτῃ μὲν τῇ ῥήσει καλῶς ἀπεφῄνατο περὶ τῶν γινομένων ἀπὸ τοῦ φλέγματος παθῶν· ἡνίκα δ’ ἔλεγεν ἔμπροσθεν, τὴν πᾶσαν τηκεδόνα ἁπαλῆς σαρκὸς μετὰ πνεύματος συμπλακεῖσαν λευκὸν εἶναι φλέγμα φαμὲν, οὐκ ὀρθῶς. δέδεικται γὰρ ἥ γε τοῦ φλέγματος γένεσις ἐκ τροφῆς φύσει ψυχροτέρας ἐνδεῶς ὑπὸ τῆς ἐμφύτου θερμασίας κατεργασθείσης ἀποτελουμένη. τηκομένη δὲ σὰρξ ὅμοιόν τι ποιεῖ τὸ σύντηγμα τῇ χρόᾳ τῆς ὠχρᾶς χολῆς, ἐπὶ τὸ λευκότερον ῥέπον, ὡς εἶναι τὸ καλούμενον ὕπωχρον πυῤῥόν. ἔστι δὲ καὶ παχύτερον τὸ σύντηγμα τοῦτο τῆς ὠχρᾶς χολῆς, καὶ δυσωδέστερον, καί τινα γλισχρότητα πολλάκις ἔχον ἐν ἑαυτῷ καὶ
702
λιπαρότητα. ταῦτα μὲν ἱκανὰ περὶ χυμῶν ἔγνωσται πρός γε τὸ παρὸν, εἰ μέλλοιμεν, ὥς τινες τῶν φίλων ἀξιοῦσιν, ἐξηγεῖσθαι τὰ κατὰ τὸν Τίμαιον ἰατρικῶς εἰρημένα.

Καὶ τὰ λοιπὰ δὲ τῶν κατὰ τὸ βιβλίον λόγων διὰ κεφαλαίων ῥηθήσεται συνόψεως ἕνεκεν, ἐν οἷς τε ὁμολογοῦσιν οἱ ἄνδρες ἀλλήλοις, ἐν οἶς τε διαφέρονται, διὰ μακροτέρων τε κατὰ τὴν ἐσομένην ἡμῖν ἐξήγησιν αὖθις εἰρήσεται. λέγοντος οὖν Ἱπποκράτους ἀεὶ τὸ σύμφυτον θερμὸν αἰτιώτατον εἶναι πάντων τῶν φυσικῶν ἔργων, ὁ Πλάτων οὐ θερμὸν, ἀλλὰ πῦρ ὀνομάζει. ἴδωμεν δ’, ὅπως ὑπ’ αὐτοῦ διοικεῖσθαι λέγει τὰ τῶν ζώων σώματα. πᾶν ζῶον πάντως περὶ τὸ αἷμα καὶ τὰς φλέβας αὑτοῦ θερμότητα ἔχει, οἷον ἐν ἑαυτῷ πηγήν τινα ἐνοῦσαν πυρός. πλὴν μὲν οὖν πάντα καλῶς εἶπεν. οὐ γὰρ ἐκ παρατρίψεως τοῦ κατὰ τὰς ἀρτηρίας πνεύματος ἡ θερμασία γεννᾶται κατὰ τὰ τῶν ζώων σώματα, καθάπερ ἐκτὸς ἐπὶ λίθων τε καὶ ξύλων, ἀλλ’ ἔμπαλιν ὑπὸ τῆς συμφύτου θερμασίας αἱ κινήσεις αὐτῶν γίνονται. ὅταν οὖν ψυχῇ τὸ σῶμα διὰ κρύος,

703
ἢ φάρμακον, ἢ οὐδενὸς τῶν ἄλλων ἀλλοιουμένου τῶν κατ’ αὐτὸ, παύονται μὲν αὐτίκα αἱ τῶν ἀρτηριῶν κινήσεις, αἵ τε κατὰ τὰ νεῦρα καὶ μῦς. οὐ μὴν πυρός γε πηγὴν, ἀλλὰ μᾶλλον ἐμφύτου θερμοῦ βέλτιον ἦν εἰρῆσθαι κατὰ τὰ σώματα ἡμῶν, ὡς Ἱπποκράτης ὀνομάζει διὰ παντός. εἴπερ γὰρ ὑπὸ πυρὸς ἡ πέψις γίνεται τῶν σιτίων, ἥ τ’ ἀνάδοσις, ἥ θ’ αἱμάτωσις, ἥ τε θρέψις, ἄμεινον ἂν ἐπὶ τῶν πυρεττόντων ὀξέως ἐφαίνετο ταῦτα ἐπιτελούμενα. τὸ δ’ ἔμφυτον θερμὸν εὔκρατον εἶναι κατὰ μὲν οὐσίαν ἐν αἵματι καὶ φλέγματι τὴν ὕπαρξιν ἔχον μάλιστα, κατὰ δὲ ποιότητα μικτὸν ὂν εὐκράτως ἐκ θερμότητός τε καὶ ψυχρότητος. ἀσφαλέστερον οὖν ὁ Ἱπποκράτης ἔφη· τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν· πλείστης οὖν δεῖται τροφῆς, εἰ δὲ μὴ, τὸ σῶμα ἀναλίσκεται. γέρουσι δ’ ὀλίγον τὸ θερμόν· διὰ τοῦτο ἄρα ὀλίγων ὑπεκκαυμάτων δέονται, ὑπὸ πολλῶν μὲν γὰρ ἀποσβέννυνται. διὰ τοῦτο καὶ οἱ πυρετοὶ τοῖσι γέρουσιν οὐχ ὁμοίως ὀξέες, ψυχρὸν γὰρ τὸ σῶμα. κατὰ τοῦτον οὖν τὸν λόγον κᾀν τῷ περὶ φύσεως ἀνθρώπου
704
τῇ πρώτῃ τῶν ἡλικιῶν τὸν ἄνθρωπον ἔφη θερμότατον ὑπάρχειν αὑτοῦ, καθάπερ ψυχρότατον ἐν τῇ τοῦ γήρως ἐσχάτῃ. οὐχ ἁπλῶς θερμότατον, ὥσπερ ἐν τοῖς καύσοις πυρετοῖς, ἀλλὰ τῷ ἐμφύτῳ θερμῷ θερμότατον εἴπομεν εἶναι τὸ γεγεννημένον ἄρτι παιδίον τῇ οὐσίᾳ. διὰ τοῦτο οὖν ἐν ἀφορισμοῖς πρῶτον μὲν ἔφη· τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν. ἀλλὰ τοῦτον μὲν ἤδη προὔγραψα τὸν ἀφορισμόν. ἄλλα δ’ ὁμολογοῦντα αὐτῷ γράφει κατὰ λέξιν οὕτως· αἱ κοιλίαι χειμῶνος καὶ ἦρος θερμόταται φύσει, καὶ ὕπνοι μακρότατοι. ἐν ταύτῃσιν οὖν τῇσιν ὥρῃσι καὶ τὰ προσάρματα πλείω δοτέον· καὶ γὰρ τὸ ἔμφυτον θερμὸν πολὺ, τροφῆς οὖν πλείονος δεῖται. σημεῖον δὲ αἱ ἡλικίαι καὶ οἱ ἀθληταί. τὸ ἔμφυτον θερμὸν ἔφη πλεῖστον εἶναι χειμῶνος, οὗ τὸ ἐπίκτητον ἐπὶ τοῦ θέρους πλεονάζει. μηκύνειν δ’ οὐ χρὴ περὶ τῆς γνώμης αὐτοῦ κατὰ τόνδε τὸν λόγον, τοὺς μὲν ἀφορισμοὺς ἐξηγησαμένου δι’ ὑπομνημάτων ἑπτὰ, βιβλίον δ’ ἄλλο γεγραφότος πρὸς τοῦ Κοΐντου μαθητὴν Λύκον, ὃς οὐ νοήσας, ὁποῖόν τι τὸ ἔμφυτον
705
θερμὸν ὁ Ἱπποκράτης βούλεται, ἀντεῖπε πρὸς τοὺς εἰρημένους ἀρτίως ἀφορισμούς. νῦν οὖν ἀρκέσει τὰς τοῦ Πλάτωνος παραγράψαι ῥήσεις, ἃς ἐν τῷ περὶ τροφῆς ἀναδόσεως λόγῳ κατὰ τὸν Τίμαιον ἔγραψεν· ἄρχεται δ’ αὐτῶν ᾧδε. τὸ ἐντεῦθεν ἤδη τὴν ὑδραγωγίαν παρεσκεύασαν τρόπῳ τινὶ τοιῷδε, ὃν κατοψόμεθα ῥᾷον προδιομολογησάμενοι τὸ τοιόνδε· ὅτι πάντα, ὅσα ἐξ ἐλαττόνων συνίσταται, στέγει τὰ μείζω, τὰ δ’ ἐκ μειζόνων τὰ σμικρότερα οὐ δύναται. πῦρ δὲ πάντων μερῶν μικρομερέστατον, ὅθεν δι’ ὕδατος καὶ γῆς ἀέρος τε καὶ ὅσα ἐκ τούτων συνίσταται διαχωρεῖν, καὶ στέγειν οὐδὲν αὐτὸ δύναται. ταὐτὸν δὴ καὶ περὶ τῆς παρ’ ἡμῖν κοιλίας διανοητέον, ὅτι σιτία μὲν καὶ ποτὰ, ὅσα ἂν εἰς αὐτὴν ἐμπέσῃ, στέγει, πνεῦμα δὲ καὶ πῦρ, σμικρομερέστατα ὄντα τῆς αὐτῆς συστάσεως, οὐ δύναται. τούτοις οὖν κατεχρήσατο θεὸς εἰς τὴν ἐκ τῆς κοιλίας ἐπὶ τὰς φλέβας ὑδρείαν, πλέγμα ἐξ ἀέρος καὶ πυρὸς ὂν, οἷον οἱ κύρτοι, ξυνυφῃνάμενος. τὸ μὲν οὖν ἀέρι καὶ πυρὶ χρῆσθαι τὴν
706
φύσιν πρὸς πέψιν τροφῆς, αἱμάτωσίν τε καὶ ἀνάδοσιν ὀρθῶς εἴρηται. τὸ δ’ ἐξ αὐτῶν πλέγμα γεγονέναι, καὶ μὴ δι’ ὅλων κρᾶσιν, οὐκέτ’ ἐπαινῶ, καθάπερ οὐδὲ τὸ πῦρ ὀνομάζειν αὐτὸν, ἐνὸν, ὡς Ἱπποκράτης, ἔμφυτον θερμόν. ἀλλ’ ἔοικεν οὕτω καλεῖν, ἀναμιμνήσκειν ἡμᾶς βουλόμενος, ὅτι διὰ τὴν τοῦ πυρὸς μίξιν σὺν τοῖς ἄλλοις στοιχείοις ἡ πρὸς τὰ ἐκτὸς ἐκ τοῦ βάθους φορὰ γίγνεται τῆς κατὰ τὸ σῶμα θερμασίας. φαίνεται γοῦν ποτε καὶ μεταλαμβάνων αὐτὸς εἰς τὴν τοῦ θερμοῦ προσηγορίαν τὸ τοῦ πυρὸς ὄνομα, καθάπερ καὶ κατὰ τήνδε τὴν ῥῆσιν. τὸ θερμὸν δὴ κατὰ φύσιν εἰς τὴν ἑαυτοῦ χώραν ἔξω πρὸς τὸ συγγενὲς ὁμολογητέον ἰέναι. τούτοις δ’ ὁμολογεῖ καὶ τάδε. καὶ διὰ ταῦτα δὴ καθ’ ὅλον τὸ σῶμα ἅπασι τοῖς ζώοις τὰ τῆς τροφῆς νάματα οὕτως ἐπίῤῥυτα γέγονε. νεότμητα δὲ καὶ ἀπὸ συγγενῶν ὄντα, τὰ μὲν καρπῶν, τὰ δὲ χλόης, ἃ ὁ θεὸς ἐπ’ αὐτὸ τοῦτο ἡμῖν ἐφύτευσεν εἶναι τροφὴν, παντοδαπὰ μὲν χρώματα ἴσχει διὰ τὴν σύμμιξιν· ἡ δ’ ἐρυθρὰ πλείστη περὶ αὐτὰ χρόα διαθεῖ,
707
τῆς τοῦ πυρὸς τομῆς τε καὶ ἐξομόρξεως ἐν ὑγρῷ δεδημιουργημένης φύσεως, ὅθεν τοῦ κατὰ τὸ σῶμα ῥέοντος τὸ χρῶμα ἔσχεν οἵαν ὄψιν διεληλύθαμεν, ὃ καὶ καλοῦμεν αἷμα. τὴν ἐρυθρὰν χρόαν γεννᾶσθαί φησιν ἐν τῷ αἵματι διὰ τὴν τοῦ πυρὸς ἐξόμορξιν, ὅπερ ἐστὶν οἷον ἐναπόθεσις τῆς αὐτοῦ ποιότητός τε καὶ δυνάμεως. ὥστ’ ἐκ κράσεως τοῦ τε πυρώδους στοιχείου καὶ τῆς δεξαμένης ὑγρότητος αὐτὸ γεννᾶσθαί φησι τὸ αἷμα. τῆς δ’ ὑγρότητος οὐκ ἀκριβοῦς ὕδατος ὄντος, ἀλλά τι καὶ γεῶδες ἐχούσης, ὡς δηλοῖ τὸ πάχος αὐτοῦ, ἐξ ἁπάντων ἐγεννήθη τὸ αἷμα, προσλαμβάνον ἐξ ἀνάγκης τι καὶ τῆς ἀερώδους οὐσίας, ὡς ἐν ἑτέροις δέδεικται. φαίνεται τοιγαροῦν κᾀν τούτοις ὁ Πλάτων ἑπόμενος τῷ Ἱπποκράτει. τὸ γὰρ ἔμφυτον θερμὸν αἴτιον εἶναί φησι τῆς τε κατὰ τὴν γαστέρα πέψεως τῶν σιτίων καὶ τῆς ἐντεῦθεν εἰς ἧπάρ τε καὶ φλέβας ἀναδόσεως, καὶ προσέτι τῆς αἱματώσεως, καὶ τῆς εἰς ὅλον τὸ σῶμα φορᾶς τε καὶ πέψεως.

Ἐν μέντοι τῇ περὶ ἀναπνοῆς δόξῃ διηνέχθη πρὸς ἑαυτὸν οὐ σμικρὰ, πρῶτον μὲν τῷ διαπνοῆς μᾶλλον

708
αἰτίαν εἰπεῖν, οὐκ ἀναπνοῆς, εἶτ’ οὐδὲ ταύτης ἀμέμπτως, ἀναιρεῖ γὰρ ὁλκὴν, ᾗ πρὸς πολλὰ τῶν φυσικῶν ἔργων ὁ Ἱπποκράτης χρῆται. διὰ τοῦτ’ ἠναγκάσθη τῶν ἐνεργειῶν ἐνίας οὐκ ἄνευ τῆς ὁλκῆς γιγνομένας εἰς περίωσιν ἀναφέρειν. ὁποῖον μὲν οὖν τι τῆς ὁλκῆς ἐστιν, ἔνεστί σοι μαθεῖν, αὐλίσκου τὸ μὲν ἕτερον στόμιον εἰς ὕδωρ καθέντι, τὸ δὲ ἕτερον περιλαβόντι τοῖς χείλεσιν. ἕλκοντι γὰρ καὶ μυζῶντι διὰ τῶν χειλέων τὸν ἐκ τοῦ αὐλίσκου ἀέρα, συνακολουθήσει τὸ ὕδωρ. οὕτως δὲ καὶ τὰ παιδία τῇ παρενθέσει τῶν χειλέων ἔκ τε τῶν τιτθῶν ἕλκει τὸ γάλα κᾀκ τῶν βομβυλίων τὸ περιεχόμενον ἐν αὐτοῖς ὑγρόν. ἀλλὰ καὶ αἱ τῶν χαλκέων φύσαι διαστελλόμεναι τὸν ἔξωθεν ἀέρα διὰ τῶν προσκειμένων αὐταῖς αὐλίσκων ἕλκουσιν ἐκπληρώσαντα τὴν διαστολήν. ὁμοίως δὲ καὶ τοῖς ζώοις ὁ θώραξ διαστελλόμενος ἕλκει διὰ τῆς τραχείας ἀρτηρίας ἀναγκαίως εἰς τὸ στόμα τὸν ἔξωθεν ἀέρα, μικρὸν δ’ ὕστερον ἐκθλίβει συστελλόμενος ἐν ταῖς ἐκπνοαῖς. τουτὶ μὲν τὸ ἔργον ἐν τῷ δευτέρῳ περὶ μυῶν κινήσεως ἐδείχθη προαιρετικόν. τὸ δὲ ἕτερον, ὃ καλεῖται
709
σφυγμὸς, ὑπό τε τῆς καρδίας καὶ τῶν ἀρτηριῶν γίγνεται, τῇ μὲν διαστολῇ διὰ τῶν εἰς τὸ δέρμα καθηκόντων στομάτων ἑλκουσῶν τῶν ἀρτηριῶν εἰς τὸ σῶμα τὸν ἔξωθεν ἀέρα τριῶν ἕνεκα χρειῶν, ἐμψύξεως, ῥιπίσεως, γενέσεως πνεύματος ψυχικοῦ, τῇ συστολῇ δ’ ἐκθλιβουσῶν ὅσον αἰθαλῶδες ἢ καπνῶδες ἐγεννήθη κατ’ αὐτὰς τῶν χυμῶν. ἀποδέδεικται δὲ περὶ μὲν ἀναπνοῆς ἐν τῷ περὶ χρείας σφυγμῶν. ὅτι δ’ ὁ θώραξ διαστελλόμενος ἕλκει τὸν ἔξωθεν ἀέρα, κατὰ τὰ περὶ θώρακος καὶ πνεύμονος κινήσεως ὑπομνήματα δέδεικται. τίνες δ’ εἰσὶν οἱ διαστέλλοντες αὐτὰ μῦς ἢ τίνες οἱ συστέλλοντες, ἐν τοῖς περὶ τῶν τῆς ἀναπνοῆς αἰτίων ἐδείχθη. τὰ δ’ ἕκαστον τούτων τῶν μυῶν νεῦρα κινοῦντα πάντ’ ἐκ τοῦ νωτιαίου πέφυκεν, οὐ κατ’ ἐμὲ μόνον, ἀλλὰ καὶ κατὰ πάντας τοὺς ἀνατομικοὺς, αὐτὸς δ’ ὁ νωτιαῖος ἐξ ἐγκεφάλου, ὥστ’ ἐκείνου διὰ μέσου τοῦ νωτιαίου τὰ νεῦρα τὰ καθ’ ὁρμὴν κίνησιν ἐπιφέρει τοῖς τοῦ θώρακος μυσὶν, ὑφ’ ὧν διαστελλόμενος ἕλκει τὸν ἔξωθεν ἀέρα διὰ
710
τοῦ λάρυγγός τε καὶ τῆς τραχείας ἀρτηρίας εἰς τὸν πνεύμονα, συστελλόμενος δ’ ἐκθλίβει διὰ τῶν αὐτῶν. ἥμαρτεν οὖν ὁ Πλάτων μὴ βουληθεὶς ἀκολουθῆσαι τῷ Ἱπποκράτει λέγοντι κατὰ τὸ περὶ φύσεως ἀνθρώπου βιβλίον· καὶ ταῦτα ποιήσει σοι πάντα πάσην ἡμέρην καὶ νύκτα, καὶ χειμῶνα καὶ θέρος, μέχρις ἂν δυνατὸς ᾖ τὸ πνεῦμα ἕλκειν εἰς ἑωυτὸν καὶ πάλιν μεθιέναι. ἕλκει μὲν οὖν ἐς ἑωυτὸν ὁ ἄνθρωπος τὸν ἔξωθεν ἀέρα διὰ τοῦ στόματος εἰς τὸν πνεύμονα, διὰ δὲ τοῦ δέρματος εἰς τὰς ἀρτηρίας, ἀντεκπέμπει δὲ δι’ ὧν ἔλαβεν αὖθις. ἡ μὲν οὖν ἑτέρα τῶν ἐνεργειῶν ἀναπνοὴ καλεῖται, διαπνοὴ δ’ ἡ διὰ τοῦ δέρματος. ἃς ἀμφοτέρας εἰς ἓν συναγαγὼν ὁ Πλάτων, οὔτε συνημμένας ἀλλήλαις, οὔθ’ ὑπὸ μιᾶς δυνάμεως γιγνομένας, ὡς ἐπιδέδεικται δι’ ὧν εἶπον ἀρτίως ὑπομνημάτων, τὸν περὶ τῆς ἀναπνοῆς λόγον ἐν Τιμαίῳ συνέθηκεν ἔχοντα κατὰ λέξιν ᾧδε. πάλιν δὲ τὸ τῆς ἀναπνοῆς ἴδωμεν πάθος, αἷς χρώμενον αἰτίαις τοιοῦτον γέγονεν, οἷον τανῦν ἐστιν. ᾧδ’ οὖν, ἐπειδὴ κενὸν οὐδέν ἐστιν, εἰς ὃ τῶν φερομένων δύναιτ’ ἂν εἰσελθεῖν τι,
711
τὸ δὲ πνεῦμα φέρεται παρ’ ἡμῶν ἔξω, τὸ μετὰ τοῦτο ἤδη παντὶ δῆλον, ὡς οὐκ εἰς κενὸν, ἀλλὰ τὸ πλησίον ἐκ τῆς ἕδρας ὠθεῖ. τὸ δὲ ὠθούμενον ἐξελαύνει τὸ πλησίον ἀεὶ, καὶ κατὰ ταύτην τὴν ἀνάγκην πᾶν περιελαυνόμενον εἰς τὴν ἕδραν, ὅθεν ἐξῆλθε τὸ πνεῦμα, εἰσιὸν ἐκεῖσε καὶ ἀναπληροῦν αὐτὴν συνέπεται τῷ πνεύματι, καὶ τοῦτο ἅμα πᾶν οἷον τροχοῦ περιαγομένου γίγνεται, διὰ τὸ κενὸν μηδὲν εἶναι. διὸ δὴ τὸ τῶν στηθῶν καὶ τοῦ πνεύμονος ἔξω μετιὸν τὸ πνεῦμα, πάχιον ὑπὸ τοῦ περὶ τὸ σῶμα ἀέρος εἴσω διὰ μανῶν τῶν σαρκῶν δυόμενον καὶ περιελαυνόμενον γίγνεται πλῆρες. αὖθις δ’ ἀποτρεπόμενος ὁ ἀὴρ καὶ διὰ τοῦ σώματος ἔξω ἰὼν ἔσω τὴν ἀναπνοὴν περιωθεῖ κατὰ τὴν τοῦ σώματος καὶ τὴν τῶν μυκτήρων δίοδον. τὴν τοῦ τροχοῦ περιαγωγὴν οὐχ ἁπλῆν δεῖ νοεῖν, ἀλλ’ ἐξ ἐναντίων κινήσεων συγκειμένην, ὅταν μὲν ἐπὶ τὸ δέρμα τὸ ἔμφυτον ὁρμήσῃ θερμὸν, ὠθουμένου τε καὶ περιελαυνομένου τοῦ ἐκτὸς ἀέρος εἰς τὸ σῶμα διὰ τοῦ στόματος, ὅταν δ’ αὖ πάλιν ὁρμήσῃ διὰ τοῦ στόματος ἔξω φέρεσθαι, περιωθουμένου τοῦ περιέχοντος
712
ἡμᾶς ἀέρος εἰς τὸ σῶμα διὰ τοῦ δέρματος, ὡς ἐνέργειαν μὲν εἶναι διὰ τῆς φύσεως ἡμῶν τὴν ἐκπνοὴν καὶ διαπνοὴν, πάθος δὲ τὴν εἰσπνοὴν, οὐ μόνον τὴν διὰ τοῦ στόματος, ἀλλὰ καὶ τὴν διὰ τοῦ δέρματος. ἐν οὐδετέρᾳ δ’ αὐτῶν ὁ Πλάτων προσχρῆται τῇ προαιρέσει, καίτοι φανερῶς ἐν ἡμῖν ὄντος καὶ τοῦ θᾶττον καὶ βραδύτερον ἔλαττόν τε καὶ πλέον καὶ πυκνότερον εἰσπνεῦσαί τε καὶ ἐκπνεῦσαι. ἔτι γ’ οὖν ὁ λόγος τοῦ Πλάτωνος ἐλέγχεται, καὶ ὅτι μετὰ τὴν συστολὴν τῶν ἀρτηριῶν ἐχρῆν εὐθέως εἰσπνοὴν γίγνεσθαι, μετὰ δὲ τὴν ἐκπνοὴν εὐθέως διαστολὴν τῶν ἀρτηριῶν. φαίνεται δ’ οὐχ οὕτω συμβαῖνον, ἀλλ’ ἐὰν θελήσωμεν ἐπισχεῖν πλέονι χρόνῳ τὴν ἀναπνοὴν, εὐθέως αἱ ἀρτηρίαι μετὰ τῆς καρδίας κινοῦνται. καὶ μέντοι καὶ διαστέλλονται μὲν εἰσπνεόντων ἐνίοτε, συστέλλονται δ’ ἐκπνεόντων, καὶ κατὰ μιᾶς ἀναπνοῆς χρόνον ἑπτάκις, ἢ ὀκτάκις, ἢ καὶ δεκάκις ἡ καρδία μετὰ τῶν ἀρτηριῶν φαίνεται διαστελλομένη τε καὶ συστελλομένη. ἀλλὰ καὶ αὐτὸς ὁ τῆς περιώσεως λόγος ἄτοπος, ὑπὸ γὰρ τῆς ἐκπνοῆς περιελαυνόμενον τὸν ἀέρα φέρεσθαι πάλιν ἔσω διὰ τοῦ δέρματος οὐκ ἀναγκαῖον.
713
ἑπομένης γὰρ τῆς ἐκπνοῆς τῇ συστολῇ τῶν ἀναπνευστικῶν, ἐκείνῃ τῇ συστολῇ ἀκολουθῶν ὁ περικεχυμένος ἡμῖν ἀὴρ χώραν παρέχει τῷ ἐκπνεομένῳ. ὅτι δὲ καὶ τἄλλα, ὅσα τὴν ὁλκὴν ἀναιρῶν εἶπεν ὁ Πλάτων, ἀτόπως ἐπικεχείρηται, κατὰ τὴν ἐξήγησιν αὐτῶν εἰρήσεται.

Νυνὶ γὰρ ἀρκεῖ μόνον δεδηλῶσθαι περὶ ὧν ὁμολογεῖται καὶ διαφέρεται τῷ Ἱπποκράτει. προσθῶμεν οὖν αὐτῷ καὶ τἄλλα. φαίνεται γὰρ ἐν τῷ περὶ χρείας ἀναπνοῆς λόγῳ συνακολουθῶν ὁ Πλάτων τῷ Ἱπποκράτει, βουλομένῳ τὴν μὲν εἰσπνοὴν ἐμψύξεως ἕνεκα γίγνεσθαι τῆς ἐμφύτου θερμασίας, τὴν δὲ ἐκπνοὴν ἀποχύσεως καὶ διαπνοῆς τῶν λιγνυωδῶν περιττωμάτων. ἐν ᾗ δὲ ταῦτα λέγει ῥήσει, καὶ περὶ τοῦ φέρεσθαι τὸ ποτὸν εἰς τὸν πνεύμονα διῆλθεν, ἐχούσῃ κατὰ λέξιν οὕτως. τῇ δὲ δὴ πηδήσει τῆς καρδίας ἐν τῇ τῶν δεινῶν προσδοκίᾳ καὶ τῇ τοῦ θυμοῦ ἐγέρσει προγιγνώσκοντες, ὅτι διὰ πυρὸς ἡ τοιαύτη πᾶσα ἔμελλε διοίκησις γενέσθαι τῶν θυμουμένων, ἐπικουρίαν αὐτῇ μηχανώμενοι τὴν τοῦ πνεύμονος ἰδέαν ἐνεφύτευσαν,

714
πρῶτον μὲν μαλακὸν καὶ ἄναιμον, εἶτα σήραγγας ἐντὸς ἔχουσαν οἷον σπόγγου κατατετρημένας, ἵνα τὸ πνεῦμα καὶ πόμα δεχομένη ψύχουσα ἀναπνοὴν καὶ ῥᾳστώνην ἐν τῷ καύματι παρέχοι. εἰ μὲν οὖν ἡγεῖται Πλάτων, ἅπαν τὸ πόμα καταπίνειν ἡμᾶς εἰς τὸν πνεύμονα, δίκαιός ἐστι καταγιγνώκεσθαι προφανέστατον πρᾶγμα μὴ γιγνώσκων· εἰ δὲ μέρος τι τοῦ πόματος ἡγεῖτο διὰ τῆς τραχείας ἀρτηρίας παρωθούμενον εἰς τὸν πνεύμονα καταφέρεσθαι, τῶν ἐνδεχομένων τι λέγει, παραπλησίως τε ἄλλων δογματικῶν, περὶ ὧν διαφέρονται πρὸς ἀλλήλους ἰατροί τε καὶ φιλόσοφοι. οὐ ταὐτὸν δ’ ἐστὶν ἢ ψεῦδός τι λέγειν, ἢ καταγέλαστον, ἐπείτοι καὶ αὐτὸν τὸν Ἐρασίστρατον ἐδείξαμεν ἔν τε τῷ περὶ χρείας ἀναπνοῆς καὶ σφυγμῶν χρείας τε ἅμα καὶ γενέσεως, ἔτι δὲ καταπόσεώς τε καὶ πέψεως ἐσφαλμένον, ἀλλ’ οὐ κατεγελάσαμεν αὐτοῦ, διότι μὴ πᾶν τὸ ψεῦδος εὐθύς ἐστι καὶ καταγέλαστον, ἐπείτοι καὶ περὶ φλεγμονῆς γενέσεως καὶ πυρετοῦ διαγνώσεως ἔν τε τοῖς περὶ φλεβοτομίας λόγοις καὶ ἄλλοις τισὶ θεραπευτικοῖς λογισμοῖς ἐδείχθη
715
ἐσφαλμένος. καὶ μέντοι καὶ τῶν ἀπ’ αὐτοῦ τις ἀντιστρέψας τὸν λόγον ἡμᾶς φησι περὶ τούτων, οὐκ Ἐρασίστρατον, ἐσφάλθαι, οὐ μὴν οὔτε ἡμεῖς ἐκείνου καταγελάσομεν, οὔτ ἐκεῖνος ἡμῶν. ἀδήλων γὰρ ὄντων τῶν δογμάτων, καὶ τῇ διὰ τοῦ λόγου πίστει τοῖς μὲν πιθανῶν, τοῖς δ’ ἀπιθάνων φαινομένων, ὥσπερ τὸ τοῖς δόξασιν ἀληθὲς εἶναι συναγορεύειν ἀνεμέσητόν ἐστιν, οὕτω καὶ τὸ συγχωρεῖν ἑτέροις ἀντιλέγειν αὐτοῖς· τὸ δὲ σκώπτειν καὶ καταγελᾷν ὡς ἠλίθιον, ὃ δογματικῶς ἀμφισβητεῖται, προπετές. οἷόν ἐστι καὶ τὸ παραῤῥεῖν τι τοῦ πόματος εἰς τὸν πνεύμονα διά τε τοῦ λάρυγγος καὶ τῆς τραχείας ἀρτηρίας, οὐκ ἀθρόον, οὐδὲ διὰ μέσης τῆς εὐρυχωρίας τοῦ ὀργάνου φερόμενον, ἀλλὰ περὶ τὸν χιτῶνα αὐτὸν δροσοειδὲς καταῤῥέον. τοῦτο μὲν οὖν εἴτ’ ἀληθὲς, εἴτε ψεῦδός ἐστιν, ὀλίγον ὕστερον ἐπισκεψόμεθα. τὸν δὲ καταγέλαστον ὄντως λόγον, ὡς οὐκ εἰς τὴν γαστέρα φέροιτο διὰ τοῦ στομάχου τὸ ποτὸν, ἀλλ’ εἰς τὴν πνεύμονα διὰ τῆς ἀρτηρίας ἅπαν, οὐδαμόθι Πλάτων εἶπεν. ἐν γοῦν αὐτῷ τούτῳ τῷ βιβλίῳ, καθ’ ὃ τὴν
716
προειρημένην περὶ τοῦ πόματος ῥῆσιν ἔγραψεν, εἰς τὴν κοιλίαν ἔφη τὸ πινόμενον ὥσπερ τὰ σιτία φέρεσθαι. καὶ οὐχ ἅπαξ τοῦτ’ εἶπεν, ἀλλὰ πάνυ πολλάκις, ὡς ἔνεστί σοι μαθεῖν ἐκ τῶν ῥήσεων αὐτοῦ, πρώτης μὲν τῆσδε μετὰ τέτταρας πρώτους στίχους τῆς προειρημένης ὑπ’ αὐτοῦ ῥήσεως γεγραμμένης. τὸ δὲ δὴ σιτίων τε καὶ ποτῶν ἐπιθυμητικὸν τῆς ψυχῆς, καὶ ὅσον ἔνδειαν διὰ τὴν τοῦ σώματος ἴσχει φύσιν, τοῦτο εἰς τὸ μεταξὺ τῶν φρενῶν καὶ τοῦ πρὸς τὸν ὀμφαλὸν ὅρου κατῴκισαν. οὐκ ἐν τῇ καρδίᾳ καὶ τῷ πνεύμονί φησι τὸ τῶν σιτίων καὶ ποτῶν ἐπιθυμητικὸν, ἀλλὰ κατωτέρω τοῦ διαφράγματος εἶναι, φρένας γὰρ οὐχ οὗτος μόνος, ἀλλὰ καὶ οἱ ἄλλοι παλαιοὶ τὸ διάφραγμα προσηγόρευον. κατωτέρω δὲ τῶν φρενῶν τούτων ἥ τε γαστὴρ κεῖται καὶ τὰ ἔντερα, καὶ τὸ ἧπαρ αὐτὸ, περὶ οὗ νῦν ποιεῖται τὸν λόγον. καὶ μέντοι καὶ μετ’ ὀλίγα πάλιν φησί· τὴν ἐσομένην ἡμῖν ποτῶν καὶ ἐδεσμάτων ἀκολασίαν ᾔδεσαν οἱ ξυντιθέντες ἡμῶν τὸ γένος, καὶ ὅτι τοῦ μετρίου καὶ ἀναγκαίου διὰ μαργότητα πολλῷ χρησοίμεθα πλέονι. ἵν’
717
οὖν μὴ φθορὰ διὰ νόσους ὀξείας γίγνοιτο, καὶ ἀτελὲς εὐθὺς τὸ γένος τὸ θνητὸν τελευτῴη, ταῦτα προορώμενοι τὴν γενησομένην πόματος ἐδέσματός τε τὴν ὀνομαζομένην κάτω κοιλίαν ὑποδοχὴν ἔθεσαν. καὶ κατωτέρω δὲ πάλιν ἐν ταὐτῷ συγγράμματι τάδε γράφει. ταὐτὸν δὴ καὶ περὶ τῆς παρ’ ἡμῖν κοιλίας διανοητέον, ὅτι σιτία μὲν καὶ ποτὰ, ὅταν εἰς αὐτὴν ἐμπέσῃ, στέγει, πνεῦμα δὲ καὶ πῦρ, μικρομερέστερα ὄντα τῆς αὐτῆς συστάσεως, οὐ δύναται. πάλιν οὖν κᾀνταῦθα σαφῶς εἶπεν, εἰς τὴν κοιλίαν ἡμῶν ἀφικνεῖσθαι τά τε σιτία καὶ τὰ πόματα. καὶ τοῦ γ’ ἐν αὐτῇ κατὰ τὴν τούτων μίξιν γενομένου χυμοῦ τὴν εἰς τὰς φλέβας ΄ἀνάδοσιν ὑδρείαν ὠνόμασε διὰ τὴν ὑγρότητα, λέγων ἐφεξῆς τοῖς προγεγραμμένοις οὕτως. τούτοις οὖν κατεχρήσατο ὁ θεὸς εἰς τὴν ἐκ τῆς κοιλίας ἐπὶ τὰς φλέβας ὑδρείαν. κᾀν τοῖς ἑξῆς δὲ πάλιν οὐ μετὰ πολλὰ τῶν εἰρημένων ᾧδέ πώς φησι. ὅταν γὰρ εἴσω καὶ ἔξω τῆς ἀναπνοῆς ἰούσης τὸ πῦρ ἐντὸς συνημμένον ἕπηται, διαιρούμενον δ’ ἀεὶ διὰ τῆς κοιλίας εἰσελθὸν τὰ σιτία καὶ ποτὰ
718
λάβῃ, τήκει δὴ καὶ κατὰ τὰ σμικρὰ διαιροῦν διὰ τῶν ἐξόδων, ᾗπερ πορεύεται διάγον οἷον ἐκ κρήνης ἐπ’ ὀχετοὺς ἐπὶ τὰς φλέβας ἀντλοῦν ταῦτα ῥεῖν, ἢ ὥσπερ αὐλῶνος διὰ τοῦ σώματος τὰ τῶν φλεβῶν ποιεῖ ῥεύματα. καὶ διὰ τῶν ἑξῆς δὲ φυλάττειν φαίνεται τὴν αὐτὴν γνώμην, ἔν τε τοῖς περὶ τῆς ἀναπνοῆς καὶ πέψεως λόγοις ἅπασιν. ὥστε τῆς μὲν ἠλιθίου δόξης ἀπήλλακται, καὶ χρὴ τοὺς οἰηθέντας, αὐτὸν οὕτως ἀνόητον ὑπάρχειν, ὡς ὑπολαβεῖν, εἰς πνεύμονα φέρεσθαι τὸ ποτὸν ἅπαν, αὐτοὺς ἐγκαλεῖσθαι μᾶλλον ἐφ’ οἷς καταψεύδονται. περὶ δὲ τοῦ φέρεσθαί τι τοῦ πόματος εἰς τὸν πνεύμονα περὶ τὸν ἔνδοθεν χιτῶνα τοῦ τε λάρυγγος καὶ τῆς τραχείας ἀρτηρίας βουλόμενός τις αὐτὸς ἐφ’ ἑαυτοῦ πειραθῆναι δύναται, λαβὼν μὲν ἑστὼς τοῦ ὕδατος εἰς τὸ στόμα δαψιλὲς, εἶτα κατακλιθεὶς ὕπτιος, ὑπανοίγων τε βραχὺ τὸ στόμιον τοῦ λάρυγγος· ἐφ’ ἡμῖν γάρ ἐστιν ἀνοιγνύναι τε καὶ κλείειν αὐτό. παραῤῥέοντος γάρ τινος εἰς αὐτὸν ἐκ τοῦ στόματος, αἰσθήσεται βραχέος, ὃ δὴ καὶ γαργαλίζει καὶ παροξύνει πλέον γενόμενον. ἀλλὰ καὶ αὐτὴν
719
τὴν ἐρεθιζομένην βῆχα καρτερήσας τις δύναται κατασχεῖν, ὡς αὐτίκα παύσασθαι, βραχέος τοῦ γαργαλίζοντος ὄντος. ἐνίοτε δὲ καὶ βηχίον μικρὸν γενόμενον ἐσκέδασε τὸ γαργαλίζον, οὐδεμιᾶς ἀναπτύσεως γενομένης· ᾧ καὶ δῆλόν ἐστι τὸ ἀθρόον πόμα, καὶ πολὺ, καὶ τοσοῦτον, ὡς καταλαμβάνειν τὰς ὁδοὺς τοῦ πνεύματος, ἐρεθίζειν τὸ ζῶον εἰς βῆχα. τὸ δ’ οὕτως ὀλίγον, ὡς περὶ τὸν ἔνδον χιτῶνα τοῦ λάρυγγός τε καὶ τῆς τραχείας ἀρτηρίας ἐκχεῖσθαι δροσοειδῶς, οὔτε ἐρεθίζον, οὔθ’ ὅλως αἴσθησιν ἐργαζόμενον ἑαυτοῦ καταφερομένου διὰ τῆς ἀρτηρίας. ἀλλ’ εἰ καὶ ζῶον, ὅ τι ἂν ἐθελήσαις, διψῆσαι ποιήσεις, ὡς κεχρωσμένον ὕδωρ ὑπομεῖναι ποιεῖν, εἰ δοίης, εἴτε κυανῷ χρώματι χρώσας, εἴτε μίλτῳ, εἶτ’ εὐθέως σφάξας ἀνατέμοις, εὑρήσεις κεχρωσμένον τὸν πνεύμονα. δῆλον οὖν ἐστιν, ὅτι φέρεταί τι τοῦ πόματος εἰς αὐτόν.