Isthmean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἔρνεϊ Τελεσιάδα. τόλμᾳ γὰρ εἰκὼς
  2. θυμὸν ἐριβρεμετᾶν θηρῶν λεόντων
  3. ἐν πόνῳ, μῆτιν δʼ ἀλώπηξ, αἰετοῦ ἅ τʼ ἀναπιτναμένα ῥόμβον ἴσχει.
  4. χρὴ δὲ πᾶν ἔρδοντα μαυρῶσαι τὸν ἐχθρόν.
  5. οὐ γὰρ φύσιν Ὠαριωνείαν ἔλαχεν·
  6. ἀλλʼ ὀνοτὸς μὲν ἰδέσθαι,
  7. συμπεσεῖν δʼ ἀκμᾷ βαρύς.
  8. καίτοι πότʼ Ἀνταίου δόμους
  9. Θηβᾶν ἀπὸ Καδμεϊᾶν μορφὰν βραχύς, ψυχὰν δʼ ἄκαμπτος, προσπαλαίσων ἦλθʼ ἀνὴρ
  10. τὰν πυροφόρον Λιβύαν, κρανίοις ὄφρα ξένων ναὸν Ποσειδάωνος ἐρέφοντα σχέθοι,
  11. υἱὸς Ἀλκμήνας· ὃς Οὐλυμπόνδʼ ἔβα, γαίας τε πάσας
  12. καὶ βαθύκρημνον πολιᾶς ἁλὸς ἐξευρὼν θέναρ,
  13. ναυτιλίαισί τε πορθμὸν ἁμερώσαις.
  14. νῦν δὲ παρʼ Αἰγιόχῳ κάλλιστον ὄλβον