Isthmean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἔστι μοι θεῶν ἕκατι μυρία παντᾷ κέλευθος·
  2. ὦ Μέλισσʼ, εὐμαχανίαν γὰρ ἔφανας Ἰσθμίοις
  3. ὑμετέρας ἀρετὰς ὕμνῳ διώκειν·
  4. αἷσι Κλεωνυμίδαι θάλλοντες αἰεὶ
  5. σὺν θεῷ θνατὸν διέρχονται βιότου τέλος. ἄλλοτε δʼ ἀλλοῖος οὖρος
  6. πάντας ἀνθρώπους ἐπαΐσσων ἐλαύνει.
  7. τοὶ μὲν ὦν Θήβαισι τιμάεντες ἀρχᾶθεν λέγονται
  8. πρόξενοί τʼ ἀμφικτιόνων κελαδεννᾶς τʼ ὀρφανοὶ
  9. ὕβριος· ὅσσα δʼ ἐπʼ ἀνθρώπους ἄηται
  10. μαρτύρια φθιμένων ζωῶν τε φωτῶν
  11. ἀπλέτου δόξας, ἐπέψαυσαν κατὰ πᾶν τέλος· ἀνορέαις δʼ ἐσχάταισιν
  12. οἴκοθεν στάλαισιν ἅπτονθʼ Ἡρακλείαις·
  13. καὶ μηκέτι μακροτέραν σπεύδειν ἀρετάν.
  14. ἱπποτρόφοι τʼ ἐγένοντο,
  15. χαλκέῳ τʼ Ἄρει ἅδον.
  16. ἀλλʼ ἁμέρᾳ γὰρ ἐν μιᾷ
  17. τραχεῖα νιφὰς πολέμοιο τεσσάρων
  18. ἀνδρῶν ἐρήμωσεν μάκαιραν ἑστίαν·
  19. νῦν δʼ αὖ μετὰ χειμέριον ποικίλων μηνῶν ζόφον
  20. χθὼν ὥτε φοινικέοισιν ἄνθησεν ῥόδοις