Isthmean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. Ἡροδότῳ ἔπορεν
  2. ἵπποις, ἀφαιρεῖται βραχὺ μέτρον ἔχων
  3. ὕμνος. ἦ μὰν πολλάκι καὶ τὸ σεσωπαμένον εὐθυμίαν μείζω φέρει.
  4. εἴη νιν εὐφώνων πτερύγεσσιν ἀερθέντʼ ἀγλααῖς
  5. Πιερίδων ἔτι καὶ Πυθῶθεν Ὀλυμπιάδων τʼ ἐξαιρέτοις
  6. Ἀλφεοῦ ἔρνεσι φράξαι χεῖρα τιμὰν ἑπταπύλοις
  7. Θήβαισι τεύχοντʼ. εἰ δέ τις ἔνδον νέμει πλοῦτον κρυφαῖον,
  8. ἄλλοισι δʼ ἐμπίπτων γελᾷ, ψυχὰν Ἀΐδᾳ τελέων οὐ φράζεται δόξας ἄνευθεν.
  1. οἱ μὲν πάλαι, ὦ Θρασύβουλε, φῶτες, οἳ χρυσαμπύκων
  2. ἐς δίφρον Μοισᾶν ἔβαινον κλυτᾷ φόρμιγγι συναντόμενοι,
  3. ῥίμφα παιδείους ἐτόξευον μελιγάρυας ὕμνους,
  4. ὅστις ἐὼν καλὸς εἶχεν Ἀφροδίτας
  5. εὐθρόνου μνάστειραν ἁδίσταν ὀπώραν.
  6. ἁ Μοῖσα γὰρ οὐ φιλοκερδής πω τότʼ ἦν οὐδʼ ἐργάτις·
  7. οὐδʼ ἐπέρναντο γλυκεῖαι μελιφθόγγου ποτὶ Τερψιχόρας
  8. ἀργυρωθεῖσαι πρόσωπα μαλθακόφωνοι ἀοιδαί.
  9. νῦν δʼ ἐφίητι τὸ τὠργείου φυλάξαι
  10. ῥῆμʼ ἀλαθείας ἐτᾶς ἄγχιστα βαῖνον,
  11. χρήματα, χρήματʼ ἀνήρ, ὃς φᾶ κτεάνων θʼ ἅμα λειφθεὶς καὶ φίλων.
  12. ἐσσὶ γὰρ ὦν σοφός, οὐκ ἄγνωτʼ ἀείδω