Nemean
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- πολύφατον θρόον ὕμνων δόνει
- ἡσυχᾷ. βασιλῆα δὲ θεῶν πρέπει
- δάπεδον ἂν τόδε γαρυέμεν ἁμέρᾳ
- ὀπί· λέγοντι γὰρ Αἰακόν νιν ὑπὸ ματροδόκοις γοναῖς φυτεῦσαι,
- ἐμᾷ μὲν πολίαρχον εὐωνύμῳ πάτρᾳ,
- Ἡράκλεες, σέο δὲ προπράονʼ ἔμεν ξεῖνον ἀδελφεόν τʼ. εἰ δὲ γεύεται
- ἀνδρὸς ἀνήρ τι, φαῖμέν κε γείτονʼ ἔμμεναι
- νόῳ φιλήσαντʼ ἀτενέϊ γείτονι χάρμα πάντων
- ἐπάξιον· εἰ δʼ αὐτὸ καὶ θεὸς ἀνέχοι,
- ἐν τίν κʼ ἐθέλοι, Γίγαντας ὃς ἐδάμασας, εὐτυχῶς
- ναίειν πατρὶ Σωγένης ἀταλὸν ἀμφέπων
- θυμὸν προγόνων ἐϋκτήμονα ζαθέαν ἀγυιάν·
- ἐπεὶ τετραόροισιν ὥθʼ ἁρμάτων ζυγοῖς
- ἐν τεμένεσσι δόμον ἔχει τεοῖς, ἀμφοτέρας ἰὼν χειρός. ὦ μάκαρ,
- τὶν δʼ ἐπέοικεν Ἥρας πόσιν τε πειθέμεν
- κόραν τε Γλαυκώπιδα· δύνασαι δὲ βροτοῖσιν ἀλκὰν
- ἀμαχανιᾶν δυσβάτων θαμὰ διδόμεν.
- εἰ γάρ σφισιν ἐμπεδοσθενέα βίοτον ἁρμόσαις
- ἥβᾳ λιπαρῷ τε γήραϊ διαπλέκοις
- εὐδαίμονʼ ἐόντα, παίδων δὲ παῖδες ἔχοιεν αἰεὶ