Nemean
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- Ἐλείθυια, πάρεδρε Μοιρᾶν βαθυφρόνων,
- παῖ μεγαλοσθενέος, ἄκουσον, Ἥρας, γενέτειρα τέκνων· ἄνευ σέθεν
- οὐ φάος, οὐ μέλαιναν δρακέντες εὐφρόναν
- τεὰν ἀδελφεὰν ἐλάχομεν ἀγλαόγυιον Ἥβαν.
- ἀναπνέομεν δʼ οὐχ ἅπαντες ἐπὶ ἴσα·
- εἴργει δὲ πότμῳ ζυγένθʼ ἕτερον ἕτερα. σὺν δὲ τὶν
- καὶ παῖς ὁ Θεαρίωνος ἀρετᾷ κριθεὶς
- εὔδοξος ἀείδεται Σωγένης μετὰ πενταέθλοις.
- πόλιν γὰρ φιλόμολπον οἰκεῖ δορικτύπων
- Αἰακιδᾶν· μάλα δʼ ἐθέλοντι σύμπειρον ἀγωνίᾳ θυμὸν ἀμφέπειν.
- εἰ δὲ τύχῃ τις ἔρδων, μελίφρονʼ αἰτίαν
- ῥοαῖσι Μοισᾶν ἐνέβαλε· ταὶ μεγάλαι γὰρ ἀλκαὶ
- σκότον πολὺν ὕμνων ἔχοντι δεόμεναι·
- ἔργοις δὲ καλοῖς ἔσοπτρον ἴσαμεν ἑνὶ σὺν τρόπῳ,
- εἰ Μναμοσύνας ἕκατι λιπαράμπυκος
- εὕρηται ἄποινα μόχθων κλυταῖς ἐπέων ἀοιδαῖς.
- σοφοὶ δὲ μέλλοντα τριταῖον ἄνεμον
- ἔμαθον, οὐδʼ ὑπὸ κέρδει βλάβεν·
- ἀφνεὸς πενιχρός τε θανάτου πέρας
- ἅμα νέονται. ἐγὼ δὲ πλέονʼ ἔλπομαι