Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. πέταται δʼ ἐπί τε χθόνα καὶ διὰ θαλάσσας τηλόθεν
  2. ὄνυμʼ αὐτῶν· καὶ ἐς Αἰθίοπας
  3. Μέμνονος οὐκ ἀπονοστήσαντος ἐπᾶλτο· βαρὺ δέ σφιν νεῖκος Ἀχιλεὺς
  4. ἔμπεσε χαμαὶ καταβὰς ἀφʼ ἁρμάτων,
  5. φαεννᾶς υἱὸν εὖτʼ ἐνάριξεν Ἀόος ἀκμᾷ
  6. ἔγχεος ζακότοιο. καὶ ταύταν μὲν παλαιότεροι
  7. ὁδὸν ἀμαξιτὸν εὗρον· ἕπομαι δὲ καὶ αὐτὸς ἔχων μελέταν·
  8. τὸ δὲ πὰρ ποδὶ ναὸς ἑλισσόμενον αἰεὶ κυμάτων
  9. λέγεται παντὶ μάλιστα δονεῖν
  10. θυμόν. ἑκόντι δʼ ἐγὼ νώτῳ μεθέπων δίδυμον ἄχθος ἄγγελος ἔβαν,
  11. πέμπτον ἐπὶ εἴκοσι τοῦτο γαρύων
  12. εὖχος ἀγώνων ἄπο, τοὺς ἐνέποισιν ἱερούς,
  13. Ἀλκιμίδα, τέ γʼ ἐπαρκέσαι
  14. κλειτᾷ γενεᾷ· δύο μὲν Κρονίου πὰρ τεμένει,
  15. παῖ, σέ τʼ ἐνόσφισε καὶ Πουλυτιμίδαν
  16. κλᾶρος προπετὴς ἄνθεʼ Ὀλυμπιάδος.
  17. δελφῖνί κεν
  18. τάχος διʼ ἅλμας
  19. ἴσον εἴποιμι Μελησίαν,
  20. χειρῶν τε καὶ ἰσχύος ἁνίοχον.