Nemean
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- ἔπαυσε λάθαν
- Σωκλείδα, ὃς ὑπέρτατος
- Ἁγησιμάχῳ υἱέων γένετο.
- ἐπεί οἱ τρεῖς ἀεθλοφόροι πρὸς ἄκρον ἀρετᾶς
- ἦλθον, οἵτε πόνων ἐγεύσαντο. σὺν θεοῦ δὲ τύχᾳ
- ἕτερον οὔ τινα οἶκον ἀπεφάνατο πυγμαχία πλεόνων
- ταμίαν στεφάνων μυχῷ Ἑλλάδος ἁπάσας. ἔλπομαι
- μέγα εἰπὼν σκοποῦ ἄντα τυχεῖν
- ὥτʼ ἀπὸ τόξου ἱείς· εὔθυνʼ ἐπὶ τοῦτον, ἄγε, Μοῖσα, οὖρον ἐπέων
- εὐκλέα. παροιχομένων γὰρ ἀνέρων
- ἀοιδαὶ καὶ λόγοι τὰ καλά σφιν ἔργʼ ἐκόμισαν,
- Βασσίδαισιν ἅ τʼ οὐ σπανίζει· παλαίφατος γενεά,
- ἴδια ναυστολέοντες ἐπικώμια, Πιερίδων ἀρόταις
- δυνατοὶ παρέχειν πολὺν ὕμνον ἀγερώχων ἑργμάτων
- ἕνεκεν. καὶ γὰρ ἐν ἀγαθέᾳ
- χεῖρας ἱμάντι δεθεὶς Πυθῶνι κράτησεν ἀπὸ ταύτας αἷμα πάτρας
- χρυσαλακάτου ποτὲ Καλλίας ἁδὼν
- ἔρνεσι Λατοῦς, παρὰ Κασταλίᾳ τε Χαρίτων
- ἑσπέριος ὁμάδῳ φλέγεν·
- πόντου τε γέφυρʼ ἀκάμαντος ἐν ἀμφικτιόνων