Nemean
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- ἓν ἀνδρῶν, ἓν θεῶν γένος· ἐκ μιᾶς δὲ πνέομεν
- ματρὸς ἀμφότεροι· διείργει δὲ πᾶσα κεκριμένα
- δύναμις, ὡς τὸ μὲν οὐδέν, ὁ δὲ χάλκεος ἀσφαλὲς αἰὲν ἕδος
- μένει οὐρανός. ἀλλά τι προσφέρομεν ἔμπαν ἢ μέγαν
- νόον ἤτοι φύσιν ἀθανάτοις,
- καίπερ ἐφαμερίαν οὐκ εἰδότες οὐδὲ μετὰ νύκτας ἄμμε πότμος
- οἵαν τινʼ ἔγραψε δραμεῖν ποτὶ στάθμαν.
- τεκμαίρει καί νυν Ἀλκιμίδας τὸ συγγενὲς ἰδεῖν
- ἄγχι καρποφόροις ἀρούραισιν, αἵτʼ ἀμειβόμεναι
- τόκα μὲν ὦν βίον ἀνδράσιν ἐπηετανὸν πεδίων ἔδοσαν,
- τόκα δʼ αὖτʼ ἀναπαυσάμεναι σθένος ἔμαρψαν. ἦλθέ τοι
- Νεμέας ἐξ ἐρατῶν ἀέθλων
- παῖς ἐναγώνιος, ὃς ταύταν μεθέπων Διόθεν αἶσαν νῦν πέφανται
- οὐκ ἄμμορος ἀμφὶ πάλᾳ κυναγέτας,
- ἴχνεσιν ἐν Πραξιδάμαντος ἑὸν πόδα νέμων
- πατροπάτορος ὁμαιμίου.
- κεῖνος γὰρ Ὀλυμπιόνικος ἐὼν Αἰακίδαις
- ἔρνεα πρῶτος ἔνεικεν ἀπʼ Ἀλφεοῦ,
- καὶ πεντάκις Ἰσθμοῖ στεφανωσάμενος,
- νεμέᾳ δὲ τρίς,