Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. Ζεὺς ἀθανάτων βασιλεύς, ὥστʼ ἐν τάχει
  2. ποντίαν χρυσαλακάτων τινὰ Νηρεΐδων πράξειν ἄκοιτιν,
  3. γαμβρὸν Ποσειδάωνα πείσαις, ὃς Αἰγᾶθεν ποτὶ κλειτὰν θαμὰ νίσσεται Ἰσθμὸν Δωρίαν·
  4. ἔνθα μιν εὔφρονες ἶλαι σὺν καλάμοιο βοᾷ θεὸν δέκονται,
  5. καὶ σθένει γυίων ἐρίζοντι θρασεῖ.
  6. πότμος δὲ κρίνει συγγενὴς ἔργων περὶ
  7. πάντων. τὺ δʼ Αἰγίναθε δίς, Εὐθύμενες,
  8. Νίκας ἐν ἀγκώνεσσι πίτνων ποικίλων ἔψαυσας ὕμνων.
  9. ἤτοι μεταΐξαντα καὶ νῦν τεὸς μάτρως ἀγάλλει κείνου ὁμόσπορον ἔθνος, Πυθέα.
  10. ἁ Νεμέα μὲν ἄραρεν μείς τʼ ἐπιχώριος, ὃν φίλησʼ Ἀπόλλων·
  11. ἅλικας δʼ ἐλθόντας οἴκοι τʼ ἐκράτεις
  12. Νίσου τʼ ἐν εὐαγκεῖ λόφῳ. χαίρω δʼ, ὅτι
  13. ἐσλοῖσι μάρναται πέρι πᾶσα πόλις.
  14. ἴσθι, γλυκεῖάν τοι Μενάνδρου σὺν τύχᾳ μόχθων ἀμοιβὰν
  15. ἐπαύρεο· χρὴ δʼ ἀπʼ Ἀθανᾶν τέκτονʼ ἀθληταῖσιν ἔμμεν.
  16. εἰ δὲ Θεμίστιον ἵκεις, ὥστʼ ἀείδειν, μηκέτι ῥίγει· δίδοι
  17. φωνάν, ἀνὰ δʼ ἱστία τεῖνον πρὸς ζυγὸν καρχασίου,
  18. πύκταν τέ νιν καὶ παγκρατίῳ φθέγξαι ἑλεῖν Ἐπιδαύρῳ διπλόαν
  19. νικῶντʼ ἀρετάν, προθύροισιν δʼ Αἰακοῦ
  20. ἀνθέων ποι άε ντα φέρε στεφανώματα σὺν ξανθαῖς Χάρισσιν.