Nemean
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- καὶ πέραν πόντοιο πάλλοντʼ αἰετοί.
- πρόφρων δὲ καὶ κείνοις ἄειδʼ ἐν Παλίῳ
- Μοισᾶν ὁ κάλλιστος χορός, ἐν δὲ μέσαις
- φόρμιγγʼ Ἀπόλλων ἑπτάγλωσσον χρυσέῳ πλάκτρῳ διώκων
- ἁγεῖτο παντοίων νόμων· αἱ δὲ πρώτιστον μὲν ὕμνησαν Διὸς ἀρχόμεναι σεμνὰν Θέτιν
- Πηλέα θʼ, ὥς τέ νιν ἁβρὰ Κρηθεῒς Ἱππολύτα δόλῳ πεδᾶσαι
- ἤθελε ξυνᾶνα Μαγνήτων σκοπὸν
- πείσαισʼ ἀκοίταν ποικίλοις βουλεύμασιν,
- ψεύσταν δὲ ποιητὸν συνέπαξε λόγον,
- ὡς ἆρα νυμφείας ἐπείρα κεῖνος ἐν λέκτροις Ἀκάστου
- εὐνᾶς. τὸ δʼ ἐναντίον ἔσκεν· πολλὰ γάρ νιν παντὶ θυμῷ
- παρφαμένα λιτάνευεν· τοῦ δὲ ὀργὰν κνίζον αἰπεινοὶ λόγοι·
- εὐθὺς δʼ ἀπανάνατο νύμφαν, ξεινίου πατρὸς χόλον
- δείσαις· ὁ δʼ ἐφράσθη κατένευσέν τέ οἱ ὀρσινεφὴς ἐξ οὐρανοῦ
- Ζεὺς ἀθανάτων βασιλεύς, ὥστʼ ἐν τάχει
- ποντίαν χρυσαλακάτων τινὰ Νηρεΐδων πράξειν ἄκοιτιν,
- γαμβρὸν Ποσειδάωνα πείσαις, ὃς Αἰγᾶθεν ποτὶ κλειτὰν θαμὰ νίσσεται Ἰσθμὸν Δωρίαν·
- ἔνθα μιν εὔφρονες ἶλαι σὺν καλάμοιο βοᾷ θεὸν δέκονται,
- καὶ σθένει γυίων ἐρίζοντι θρασεῖ.
- πότμος δὲ κρίνει συγγενὴς ἔργων περὶ