Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἔγαμεν ὑψιθρόνων μίαν Νηρεΐδων,
  2. εἶδεν δʼ εὔκυκλον ἕδραν,
  3. τᾶς οὐρανοῦ βασιλῆες πόντου τʼ ἐφεζόμενοι
  4. δῶρα καὶ κράτος ἐξέφαναν ἐγγενὲς αὐτῷ.
  5. Γαδείρων τὸ πρὸς ζόφον οὐ περατόν· ἀπότρεπε
  6. αὖτις Εὐρώπαν ποτὶ χέρσον ἔντεα ναός·
  7. ἄπορα γὰρ λόγον Αἰακοῦ
  8. παίδων τὸν ἅπαντά μοι διελθεῖν.
  9. Θεανδρίδαισι δʼ ἀεξιγυίων ἀέθλων
  10. κάρυξ ἑτοῖμος ἔβαν
  11. Οὐλυμπίᾳ τε καὶ Ἰσθμοῖ Νεμέᾳ τε συνθέμενος,
  12. ἔνθα πεῖραν ἔχοντες οἴκαδε κλυτοκάρπων
  13. οὐ νέοντʼ ἄνευ στεφάνων, πάτραν ἵνʼ ἀκούομεν,
  14. Τιμάσαρχε, τ εὰ ν ἐπινικίοισιν ἀοιδαῖς
  15. πρόπολον ἔμμεναι. εἰ δέ τοι
  16. μάτρῳ μʼ ἔτι Καλλικλεῖ κελεύεις