Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ὃς ἔλαβεν αἶψα, τηλόθε μεταμαιόμενος, δαφοινὸν ἄγραν ποσίν·
  2. κραγέται δὲ κολοιοὶ ταπεινὰ νέμονται.
  3. τίν γε μέν, εὐθρόνου Κλεοῦς ἐθελοίσας, ἀεθλοφόρου λήματος ἕνεκεν
  4. Νεμέας Ἐπιδαυρόθεν τʼ ἄπο καὶ Μεγάρων δέδορκεν φάος.
  1. ἄριστος εὐφροσύνα πόνων κεκριμένων
  2. ἰατρός· αἱ δὲ σοφαὶ
  3. Μοισᾶν θύγατρες ἀοιδαὶ θέλξαν νιν ἁπτόμεναι.
  4. οὐδὲ θερμὸν ὕδωρ τόσον γε μαλθακὰ τέγγει
  5. γυῖα, τόσσον εὐλογία φόρμιγγι συνάορος.
  6. ῥῆμα δʼ ἑργμάτων χρονιώτερον βιοτεύει,
  7. ὅ τι κε σὺν Χαρίτων τύχᾳ
  8. γλῶσσα φρενὸς ἐξέλοι βαθείας.
  9. τό μοι θέμεν Κρονίδᾳ τε Δὶ καὶ Νεμέᾳ
  10. Τιμασάρχου τε πάλᾳ
  11. ὕμνου προκώμιον εἴη· δέξαιτο δʼ Αἰακιδᾶν
  12. ἠΰπυργον ἕδος, δίκᾳ ξεναρκέϊ κοινὸν
  13. φέγγος. εἰ δʼ ἔτι ζαμενεῖ Τιμόκριτος ἁλίῳ
  14. σὸς πατὴρ ἐθάλπετο, ποικίλον κιθαρίζων
  15. θαμά κε, τῷδε μέλει κλιθείς,
  16. υἱὸν κελάδησε καλλίνικον