Nemean
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- ἀβάταν ἅλα κιόνων ὑπὲρ Ἡρακλέος περᾶν εὐμαρές,
- ἥρως θεὸς ἃς ἔθηκε ναυτιλίας ἐσχάτας
- μάρτυρας κλυτάς· δάμασε δὲ θῆρας ἐν πελάγεσιν
- ὑπέροχος, διά τʼ ἐξερεύνασε τεναγέων
- ῥοάς, ὅπα πόμπιμον κατέβαινε νόστου τέλος,
- καὶ γᾶν φράδασσε. θυμέ, τίνα πρὸς ἀλλοδαπὰν
- ἄκραν ἐμὸν πλόον παραμείβ εαι ;
- Αἰακῷ σε φαμὶ γένει τε Μοῖσαν φέρειν,
- ἕπεται δὲ λόγῳ δίκας ἄωτος, ἐσλὸς αἰνεῖν·
- οὐδʼ ἀλλοτρίων ἔρωτες ἀνδρὶ φέρειν κρέσσονες·
- οἴκοθεν μάτευε. ποτίφορον δὲ κόσμον ἔλαβες
- type="unspecified" γλυκύ τι γαρυέμεν. παλαιαῖσι δʼ ἐν ἀρεταῖς
- γέγαθε Πηλεὺς ἄναξ ὑπέραλλον αἰχμὰν ταμών·
- ὃς καὶ Ἰωλκὸν εἷλε μόνος ἄνευ στρατιᾶς,
- καὶ ποντίαν Θέτιν κατέμαρψεν
- ἐγκονητί. Λαομέδοντα δʼ εὐρυσθενὴς
- Τελαμὼν Ἰόλᾳ παραστάτας ἐὼν ἔπερσεν·
- καί ποτε χαλκότοξον Ἀμαζόνων μετʼ ἀλκὰν
- ἕπετό οἱ· οὐδέ νίν ποτε φόβος ἀνδροδάμας ἔπαυσεν ἀκμὰν φρενῶν.
- συγγενεῖ δέ τις εὐδοξίᾳ μέγα βρίθει·