Nemean
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- ὦ πότνια Μοῖσα, μᾶτερ ἁμετέρα, λίσσομαι,
- τὰν πολυξέναν ἐν ἱερομηνίᾳ Νεμεάδι
- ἵκεο Δωρίδα νᾶσον Αἴγιναν· ὕδατι γὰρ
- μένοντʼ ἐπʼ Ἀσωπίῳ μελιγαρύων τέκτονες
- κώμων νεανίαι, σέθεν ὄπα μαιόμενοι.
- διψῇ δὲ πρᾶγος ἄλλο μὲν ἄλλου·
- ἀε θλονικία δὲ μάλιστʼ ἀοιδὰν φιλεῖ,
- στεφάνων ἀρετᾶν τε δεξιωτάταν ὀπαδόν·
- τᾶς ἀφθονίαν ὄπαζε μήτιος ἀμᾶς ἄπο·
- ἄρχε δʼ οὐρανοῦ πολυνεφέλα κρέοντι, θύγατερ,
- δόκιμον ὕμνον· ἐγὼ δὲ κείνων τέ νιν ὀάροις
- λύρᾳ τε κοινάσομαι. χαρίεντα δʼ ἕξει πόνον
- χώρας ἄγαλμα, Μυρμιδόνες ἵνα πρότεροι
- ᾤκησαν, ὧν παλαίφατον ἀγορὰν
- οὐκ ἐλεγχέεσσιν Ἀριστοκλείδας τεὰν
- ἐμίανε κατʼ αἶσαν ἐν περισθενεῖ μαλαχθεὶς
- παγκρατίου στόλῳ· καματωδέων δὲ πλαγᾶν
- ἄκος ὑγιηρὸν ἐν βαθυπεδίῳ Νεμέᾳ τὸ καλλίνικον φέρει.
- εἰ δʼ ἐὼν καλὸς ἔρδων τʼ ἐοικότα μορφᾷ
- ἀνορέαις ὑπερτάταις ἐπέβα παῖς Ἀριστοφάν εο ς· οὐκέτι πρόσω