Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. καὶ μὰν ἁ Σαλαμίς γε θρέψαι φῶτα μαχατὰν
  2. δυνατός. ἐν Τρωΐᾳ μὲν Ἕκτωρ Αἴαντος ἄκουσεν· ὦ Τιμόδημε, σὲ δʼ ἀλκὰ
  3. παγκρατίου τλάθυμος ἀέξει.
  4. Ἀχάρναι δὲ παλαίφατοι
  5. εὐάνορες· ὅσσα δʼ ἀμφʼ ἀέθλοις,
  6. Τιμοδημίδαι ἐξοχώτατοι προλέγονται.
  7. παρὰ μὲν ὑψιμέδοντι Παρνασῷ τέσσαρας ἐξ ἀέθλων νίκας ἐκόμιξαν·
  8. ἀλλὰ Κορινθίων ὑπὸ φωτῶν
  9. ἐν ἐσλοῦ Πέλοπος πτυχαῖς
  10. ὀκτὼ στεφάνοις ἔμιχθεν ἤδη·
  11. ἑπτὰ δʼ ἐν Νεμέᾳ τὰ δʼ οἴκοι μάσσονʼ ἀριθμοῦ
  12. Διὸς ἀγῶνι. τόν, ὦ πολῖται, κωμάξατε Τιμοδήμῳ σὺν εὐκλέϊ νόστῳ·