Nemean
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- ἄνθος εὐῶδες φέρειν πλούτῳ ἴσον,
- ἀλλʼ ἐν ἀμείβοντι. καὶ θνατὸν οὕτως ἔθνος ἄγει
- μοῖρα. τὸ δʼ ἐκ Διὸς ἀνθρώποις σαφὲς οὐχ ἕπεται
- τέκμαρ· ἀλλʼ ἔμπαν μεγαλανορίαις ἐμβαίνομεν,
- ἔργα τε πολλὰ μενοινῶντες· δέδεται γὰρ ἀναιδεῖ
- ἐλπίδι γυῖα· προμαθείας δʼ ἀπόκεινται ῥοαί.
- κερδέων δὲ χρὴ μέτρον θηρευέμεν·
- ἀπροσίκτων δʼ ἐρώτων ὀξύτεραι μανίαι.