Nemean
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- ἐστεφάνωσαν πάλᾳ καὶ μεγαυχεῖ παγκρατίῳ.
- ἐλπίδες δʼ ὀκνηρότεραι γονέων παιδὸς βίαν
- ἔσχον ἐν Πυθῶνι πειρᾶσθαι καὶ Ὀλυμπίᾳ ἄθλων.
- ναὶ μὰ γὰρ ὅρκον, ἐμὰν δόξαν παρὰ Κασταλίᾳ
- καὶ παρʼ εὐδένδρῳ μολὼν ὄχθῳ Κρόνου
- κάλλιον ἂν δηριώντων ἐνόστησʼ ἀντιπάλων,
- πενταετηρίδʼ ἑορτὰν Ἡρακλέος τέθμιον
- κωμάσαις ἀνδησάμενός τε κόμαν ἐν πορφυρέοις
- ἔρνεσιν. ἀλλὰ βροτῶν τὸν μὲν κενεόφρονες αὖχαι
- ἐξ ἀγαθῶν ἔβαλον· τὸν δʼ αὖ καταμεμφθέντʼ ἄγαν
- ἰσχὺν οἰκείων παρέσφαλεν καλῶν
- χειρὸς ἕλκων ὀπίσσω θυμὸς ἄτολμος ἐών.
- συμβαλεῖν μὰν εὐμαρὲς ἦν τό τε Πεισάνδρου πάλαι
- αἷμʼ ἀπὸ Σπάρτας· Ἀμύκλαθεν γὰρ ἔβα σὺν Ὀρέστᾳ,
- Αἰολέων στρατιὰν χαλκεντέα δεῦρʼ ἀνάγων·
- καὶ παρʼ Ἰσμηνοῦ ῥοὰν κεκραμένον
- ἐκ Μελανίπποιο μάτρωος. ἀρχαῖαι δʼ ἀρεταὶ
- ἀμφέροντʼ ἀλλασσόμεναι γενεαῖς ἀνδρῶν σθένος·
- ἐν σχερῷ δʼ οὔτʼ ὦν μέλαιναι καρπὸν ἔδωκαν ἄρουραι,
- δένδρεά τʼ οὐκ ἐθέλει πάσαις ἐτέων περόδοις