Nemean
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- παῖ Ῥέας, ἅ τε πρυτανεῖα λέλογχας,Ἑστία,
- Ζηνὸς ὑψίστου κασιγνήτα καὶ ὁμοθρόνου Ἥρας,
- εὖ μὲν Ἀρισταγόραν δέξαι τεὸν ἐς θάλαμον,
- .εὖ δʼ ἑταίρους ἀγλαῷ σκάπτῳ πέλας,
- οἵ σε γεραίροντες ὀρθὰν φυλάσσοισιν Τένεδον,
- πολλὰ μὲν λοιβαῖσιν ἀγαζόμενοι πρώταν θεῶν,
- πολλὰ δὲ κνίσσᾳ· λύρα δέ σφι βρέμεται καὶ ἀοιδά·
- καὶ ξενίου Διὸς ἀσκεῖται Θέμις ἀενάοις
- ἐν τραπέζαις. ἀλλὰ σὺν δόξᾳ τέλος
- δωδεκάμηνον περᾶσαι σὺν ἀτρώτῳ κραδίᾳ,
- ἄνδρα δʼ ἐγὼ μακαρίζω μὲν πατέρʼ Ἁγησίλαν,
- καὶ τὸ θαητὸν δέμας ἀτρεμίαν τε ξύγγονον.
- εἰ δέ τις ὄλβον ἔχων μορφᾷ παραμεύσεται ἄλλους,
- ἔν τʼ ἀέθλοισιν ἀριστεύων ἐπέδειξεν βίαν,
- θνατὰ μεμνάσθω περιστέλλων μέλη,
- καὶ τελευτὰν ἁπάντων γᾶν ἐπιεσσόμενος·
- ἐν λόγοις δʼ ἀστῶν ἀγαθοῖσί νιν αἰνεῖσθαι χρεών,
- καὶ μελιγδούποισι δαιδαλθέντα μελιζέμεν ἀοιδαῖς.
- ἐκ δὲ περικτιόνων ἑκκαίδεκʼ Ἀρισταγόραν
- ἀγλααὶ νῖκαι πάτραν τʼ εὐώνυμον