Nemean

Pindar

Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor

  1. ὀρθόμαντιν Τειρεσίαν· ὁ δέ οἱ φράζε καὶ παντὶ στρατῷ, ποίαις ὁμιλήσει τύχαις,
  2. ὅσσους μὲν ἐν χέρσῳ κτανών,
  3. ὅσσους δὲ πόντῳ θῆρας ἀϊδροδίκας·
  4. καί τινα σὺν πλαγίῳ
  5. ἀνδρῶν κόρῳ στείχοντα τὸν ἐχθρότατον
  6. φᾶσέ νιν δώσειν μόρῳ.
  7. καὶ γὰρ ὅταν θεοὶ ἐν πεδίῳ Φλέγρας Γιγάντεσσιν μάχαν
  8. ἀντιάζωσιν, βελέων ὑπὸ ῥιπαῖσι κείνου φαιδίμαν γαίᾳ πεφύρσεσθαι κόμαν
  9. ἔνεπεν· αὐτὸν μὰν ἐν εἰράνᾳ καμάτων μεγάλων ἐν σχερῷ
  10. ἁσυχίαν τὸν ἅπαντα χρόνον ποινὰν λαχόντʼ ἐξαίρετον
  11. ὀλβίοις ἐν δώμασι, δεξάμενον θαλερὰν Ἥβαν ἄκοιτιν καὶ γάμον
  12. δαίσαντα, πὰρ Δὶ Κρονίδᾳ σεμνὸν αἰνήσειν νόμον.
  1. ὅθεν περ καὶ Ὁμηρίδαι
  2. ῥαπτῶν ἐπέων τὰ πόλλʼ ἀοιδοὶ
  3. ἄρχονται, Διὸς ἐκ προοιμίου· καὶ ὅδʼ ἀνὴρ
  4. καταβολὰν ἱερῶν ἀγώνων νικαφορίας δέδεκται πρῶτον Νεμεαίου
  5. ἐν πολυυμνήτῳ Διὸς ἄλσει.
  6. ὀφείλει δʼ ἔτι, πατρίαν
  7. εἴπερ καθʼ ὁδόν νιν εὐθυπομπὸς
  8. αἰὼν ταῖς μεγάλαις δέδωκε κόσμον Ἀθάναις,