Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἵκετʼ, ὀξείαις ἀνίαισι τυπείς. τὸ γὰρ οἰκεῖον πιέζει πάνθʼ ὁμῶς·
  2. εὐθὺς δʼ ἀπήμων κραδία κᾶδος ἀμφʼ ἀλλότριον.
  3. ἔστα δὲ θάμβει δυσφόρῳ
  4. τερπνῷ τε μιχθείς. εἶδε γὰρ ἐκνόμιον
  5. λῆμά τε καὶ δύναμιν
  6. υἱοῦ παλίγγλωσσον δέ οἱ ἀθάνατοι
  7. ἀγγέλων ῥῆσιν θέσαν.
  8. γείτονα δʼ ἐκκάλεσεν Διὸς ὑψίστου προφάταν ἔξοχον,
  9. ὀρθόμαντιν Τειρεσίαν· ὁ δέ οἱ φράζε καὶ παντὶ στρατῷ, ποίαις ὁμιλήσει τύχαις,
  10. ὅσσους μὲν ἐν χέρσῳ κτανών,
  11. ὅσσους δὲ πόντῳ θῆρας ἀϊδροδίκας·
  12. καί τινα σὺν πλαγίῳ
  13. ἀνδρῶν κόρῳ στείχοντα τὸν ἐχθρότατον
  14. φᾶσέ νιν δώσειν μόρῳ.
  15. καὶ γὰρ ὅταν θεοὶ ἐν πεδίῳ Φλέγρας Γιγάντεσσιν μάχαν
  16. ἀντιάζωσιν, βελέων ὑπὸ ῥιπαῖσι κείνου φαιδίμαν γαίᾳ πεφύρσεσθαι κόμαν
  17. ἔνεπεν· αὐτὸν μὰν ἐν εἰράνᾳ καμάτων μεγάλων ἐν σχερῷ
  18. ἁσυχίαν τὸν ἅπαντα χρόνον ποινὰν λαχόντʼ ἐξαίρετον
  19. ὀλβίοις ἐν δώμασι, δεξάμενον θαλερὰν Ἥβαν ἄκοιτιν καὶ γάμον
  20. δαίσαντα, πὰρ Δὶ Κρονίδᾳ σεμνὸν αἰνήσειν νόμον.