Nemean
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- τοὶ μὲν οἰχθεισᾶν πυλᾶν
- ἐς θαλάμου μυχὸν εὐρὺν ἔβαν, τέκνοισιν ὠκείας γνάθους
- ἀμφελίξασθαι μεμαῶτες· ὁ δʼ ὀρθὸν μὲν ἄντεινεν κάρα, πειρᾶτο δὲ πρῶτον μάχας,
- δισσαῖσι δοιοὺς αὐχένων
- μάρψαις ἀφύκτοις χερσὶν ἑαῖς ὄφιας·
- ἀγχομένοις δὲ χρόνος
- ψυχὰς ἀπέπνευσεν μελέων ἀφάτων.
- ἐκ δʼ ἄρʼ ἄτλατον δέος
- πλᾶξε γυναῖκας, ὅσαι τύχον Ἀλκμήνας ἀρήγοισαι λέχει·
- καὶ γὰρ αὐτά, ποσσὶν ἄπεπλος ὀρούσαισʼ ἀπὸ στρωμνᾶς, ὅμως ἄμυνεν ὕβριν κνωδάλων.
- ταχὺ δὲ Καδμείων ἀγοὶ χαλκέοις ἀθρόοι σὺν ὅπλοις ἔδραμον·
- ἐν χερὶ δʼ Ἀμφιτρύων κολεοῦ γυμνὸν τινάσσων φάσγανον
- ἵκετʼ, ὀξείαις ἀνίαισι τυπείς. τὸ γὰρ οἰκεῖον πιέζει πάνθʼ ὁμῶς·
- εὐθὺς δʼ ἀπήμων κραδία κᾶδος ἀμφʼ ἀλλότριον.
- ἔστα δὲ θάμβει δυσφόρῳ
- τερπνῷ τε μιχθείς. εἶδε γὰρ ἐκνόμιον
- λῆμά τε καὶ δύναμιν
- υἱοῦ παλίγγλωσσον δέ οἱ ἀθάνατοι
- ἀγγέλων ῥῆσιν θέσαν.
- γείτονα δʼ ἐκκάλεσεν Διὸς ὑψίστου προφάταν ἔξοχον,