Nemean
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- ἔνθα μοι ἁρμόδιον
- δεῖπνον κεκόσμηται, θαμὰ δʼ ἀλλοδαπῶν
- οὐκ ἀπείρατοι δόμοι
- ἐντί· λέλογχε δὲ μεμφομένοις ἐσλοὺς ὕδωρ καπνῷ φέρειν
- ἀντίον. τέχναι δʼ ἑτέρων ἕτεραι· χρὴ δʼ ἐν εὐθείαις ὁδοῖς στείχοντα μάρνασθαι φυᾷ.
- πράσσει γὰρ ἔργῳ μὲν σθένος,
- βουλαῖσι δὲ φρήν, ἐσσόμενον προϊδεῖν
- συγγενὲς οἷς ἕπεται.
- Ἁγησιδάμου παῖ, σέο δʼ ἀμφὶ τρόπῳ
- τῶν τε καὶ τῶν χρήσιες.
- οὐκ ἔραμαι πολὺν ἐν μεγάρῳ πλοῦτον κατακρύψαις ἔχειν,
- ἀλλʼ ἐόντων εὖ τε παθεῖν καὶ ἀκοῦσαι φίλοις ἐξαρκέων. κοιναὶ γὰρ ἔρχοντʼ ἐλπίδες
- πολυπόνων ἀνδρῶν. ἐγὼ δʼ Ἡρακλέος ἀντέχομαι προφρόνως,
- ἐν κορυφαῖς ἀρετᾶν μεγάλαις ἀρχαῖον ὀτρύνων λόγον,
- ὡς, ἐπεὶ σπλάγχνων ὕπο ματέρος αὐτίκα θαητὰν ἐς αἴγλαν παῖς Διὸς
- ὠδῖνα φεύγων διδύμῳ σὺν κασιγνήτῳ μόλεν,
- ὡς οὐ λαθὼν χρυσόθρονον
- Ἥραν κροκωτὸν σπάργανον ἐγκατέβα·
- ἀλλὰ θεῶν βασιλ έα
- σπερχθεῖσα θυμῷ πέμπε δράκοντας ἄφαρ.